ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΕ΄ Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ.

Παρασκευή 28 Οκτωβρίου 2016

ΠΕ΄ Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΠΕ΄  Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ὁ Πιλᾶτος, ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν, καὶ ἤγαγον αὐτόν. Καὶ βαστάζων τὸν σταυρὸν ἑαυτοῦ, ἐξ ῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, Ἑβραϊστὶ δὲ Γολγοθὰ, ὅπου αὐτὸν ἐσταύρωσαν.

αʹ. Αἱ εὐπραγίαι  τοὺς οὐ προσέχοντας  δειναὶ  καταβαλεῖν  καὶ παρασῦραι. Οὕτως καὶ Ἰουδαῖοι παρὰ τὴν ἀρχὴν ἀπολαύοντες  τῆς τοῦ Θεοῦ ῥοπῆς, τὸν νόμον τῆς τῶν ἐθνῶν βασιλείας ἐπεζήτουν, καὶ ἐν ἐρήμῳ μετὰ τὸ μάννα κρομμύων ἐμέμνηντο.  Κατὰ τὸν  αὐτὸν  δὴ τρόπον καὶ ἐνταῦθα,  τὴν  βασιλείαν  τοῦ Χριστοῦ παραιτούμενοι,   τὴν   τοῦ  Καίσαρος ἐπ'  αὐτοὺς  ἐκάλουν.   Τοιγάρτοι  διὰ  τοῦτο ἐπέστησεν αὐτοῖς βασιλέα κατὰ τὴν αὐτῶν  ἀπόφασιν. Ἐπεὶ οὖν ταῦτα ἤκουσεν ὁ Πιλᾶτος, παρέδωκεν αὐτὸν ἵνα σταυρωθῇ· σφόδρα ἀλόγως. ∆έον γὰρ ἐρωτῆσαι, εἴ γε ἐσπούδασεν ὁ Χριστὸς ἐπιθέσθαι τυραννίδα,  ἀπὸ τοῦ φόβου μόνου τὴν ἀπόφασιν ἤνεγκε· καίτοι γε ἵνα μὴ τοῦτο πάθῃ, προλαβὼν ὁ Χριστός φησιν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἀλλὰ τοῖς παροῦσιν ἑαυτὸν ὅλον δοὺς, οὐδὲν μέγα φιλοσοφῆσαι ἠθέλησε· καίτοι τὸ τῆς γυναικὸς ὄναρ ἱκανὸν ἦν αὐτὸν καταπλῆξαι.


Ἀλλ'  οὐδενὶ   τούτων   ἐγένετο   βελτίων,   οὐδὲ  πρὸς  τὸν   οὐρανὸν   εἶδεν,  ἀλλὰ παρέδωκεν αὐτόν. Οἱ δὲ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν ὡς καταδίκῳ λοιπόν. Καὶ γὰρ τὸ ξύλον οἰωνίζοντο, καὶ οὐδὲ θιγεῖν ἠνείχοντο. Οὕτω καὶ ἐν τῷ τύπῳ γέγονε· καὶ γὰρ ὁ Ἰσαὰκ τὰ ξύλα ἐβάστασεν. Ἀλλὰ τότε μὲν μέχρι τῆς γνώμης τοῦ πατρὸς ἔστη τὸ πρᾶγμα (τύπος γὰρ ἦν)· νῦν δὲ καὶ ἐπὶ τῶν ἔργων ἐξῆλθεν· ἀλήθεια γὰρ ἦν. Καὶ ἦλθεν  εἰς  τὸν  Κρανίου τόπον.  Τινές  φασιν  ἐκεῖ  τὸν  Ἀδὰμ τετελευτηκέναι   καὶ κεῖσθαι· καὶ τὸν  Ἰησοῦν  ἐν  τῷ  τόπῳ,  ἔνθα  ὁ θάνατος  ἐβασίλευσεν, ἐκεῖ καὶ τὸ τρόπαιον  στῆσαι. Καὶ γὰρ  τρόπαιον  ἐξῄει  βαστάζων  τὸν  σταυρὸν κατὰ  τῆς  τοῦ θανάτου τυραννίδος· καὶ καθάπερ οἱ νικηταὶ, οὕτω καὶ αὐτὸς ἐπὶ τῶν ὤμων ἔφερε τὸ τῆς νίκης σύμβολον. Τί γὰρ, εἰ καὶ ἑτέρᾳ γνώμῃ  ἐπέταττον  ταῦτα οἱ Ἰουδαῖοι;. Σταυροῦσι δὲ αὐτὸν καὶ μετὰ λῃστῶν, ἄκοντες καὶ ἐν τούτῳ τὴν προφητείαν πληροῦντες.  Ἃ  γὰρ ὑβρίζοντες  ἐποίουν  οὗτοι, ταῦτα  τῇ  ἀληθείᾳ  συνετέλει·  ἵνα μάθῃς ὅση αὐτῆς ἡ δύναμις. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν  προεῖπεν ὁ προφήτης, ὅτι Μετὰ ἀνόμων  ἐλογίσθη. Ἐβούλετο τοιγαροῦν  συσκιάσαι τὸ γινόμενον  ὁ δαίμων· ἀλλ' οὐκ ἴσχυσεν. Ἐσταυρώθησαν μὲν γὰρ οἱ τρεῖς, ἔλαμψε δὲ μόνος ὁ Ἰησοῦς· ἵνα μάθῃς, ὅτι ἡ δύναμις αὐτοῦ τὸ πᾶν εἰργάσατο. Καίτοι τῶν τριῶν ἐπὶ τοῦ σταυροῦ προσηλωμένων, τὰ θαύματα οὕτως ἐγένετο· ἀλλ' ὅμως οὐδεὶς οὐδὲν τῶν γινομένων ἐπέτρεψεν οὐδενὶ ἐκείνων,  ἀλλ' ἢ μόνῳ τῷ Ἰησοῦ· οὕτως ἕωλος ἡ τοῦ διαβόλου ἐπιβουλὴ γέγονε, καὶ εἰς τὴν αὐτοῦ τὸ πᾶν περιετράπη κεφαλήν. Καὶ γὰρ ἐκ τῶν δύο τούτων  διεσώθη εἷς. Οὐ μόνον  τοίνυν  οὐκ ἐπηρέασε τῇ δόξῃ τοῦ σταυρουμένου, ἀλλὰ καὶ συνετέλεσεν οὐ μικρόν· τοῦ γὰρ κλονῆσαι τὰς πέτρας οὐκ ἔλαττον ἦν τὸ λῃστὴν ἐν σταυρῷ μεταβαλεῖν, καὶ εἰς παράδεισον εἰσαγαγεῖν. Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος, ὁμοῦ μὲν τοὺς Ἰουδαίους ἀμυνόμενος, ὁμοῦ δὲ ἀπολογούμενος ὑπὲρ τοῦ Χριστοῦ. Ἐπειδὴ γὰρ ὡς φαῦλον ἐξέδωκαν, καὶ τὴν ψῆφον ταύτην τῇ κοινωνίᾳ τῶν λῃστῶν βεβαιῶσαι ἐπεχείρουν, ἵνα μηδενὶ λοιπὸν ἐξῇ πονηρὰς ἐπιφέρειν αἰτίας καὶ  κατηγορεῖν  ὡς  φαύλου  τινὸς  καὶ  πονηροῦ,  ἐμφράττων  αὐτῶν  τὰ  στόματα, καὶ πάντων   τῶν   κατηγορεῖν   βουλομένων,   καὶ   δεικνὺς   ὅτι   τῷ   οἰκείῳ   βασιλεῖ ἐπανέστησαν,  ὥσπερ  ἐπὶ  τροπαίου  τινὸς,  οὕτω  τὰ  γράμματα  ἔθηκεν,  λαμπρὰν ἀφιέντα φωνὴν, καὶ τὴν νίκην δηλοῦντα, καὶ τὴν βασιλείαν ἀνακηρύττοντα, εἰ καὶ μὴ ὁλόκληρον· καὶ τοῦτο οὐ μιᾷ γλώττῃ, ἀλλὰ τρισὶ φωναῖς δῆλον ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὺς  εἶναι εἰκὸς μιγάδας ἐν τοῖς Ἰουδαίοις διὰ τὴν ἑορτὴν, ὥστε μηδένα ἀγνοεῖν   τὴν   ἀπολογίαν,   ταῖς   φωναῖς   ἁπάσαις   τῶν   Ἰουδαίων   τὴν   μανίαν ἐστηλίτευσε. Καὶ γὰρ καὶ ἐσταυρωμένῳ ἐβάσκαινον. Καίτοι τί τοῦτο . ὑμᾶς ἔβλαπτεν; Οὐδέν. Εἰ γὰρ θνητὸς ἦν καὶ ἀσθενὴς καὶ σβέννυσθαι ἔμελλε, τί δεδοίκατε τὰ γράμματα λέγοντα, ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων; Καὶ τί φασιν; Εἶπε, ὅτι αὐτὸς εἶπεν. Νῦν μὲν γὰρ ἀπόφασίς ἐστι καὶ κοινὴ ψῆφος· ἂν δὲ προστεθῇ, ὅτι Ἐκεῖνος εἶπε, τῆς αὐτοῦ προπετείας καὶ ἀλαζονείας δείκνυται  τὸ ἔγκλημα  ὄν. Ἀλλ' οὐχ ὁ Πιλᾶτος παρετράπη, ἀλλ' ἐπὶ τῆς προτέρας ἔστη γνώμης. Οὐ μικρὸν δὲ καὶ ἐντεῦθεν οἰκονομεῖται,  ἀλλὰ  τὸ  πᾶν.  Ἐπειδὴ  γὰρ  κατεχώσθη  τοῦ  σταυροῦ τὸ  ξύλον,  ὡς οὐδενὸς αὐτὸν ἀνελέσθαι σπουδάζοντος, τῷ καὶ φόβον ἐπικεῖσθαι, καὶ πρὸς ἕτερα κατεπείγοντα  τοὺς πιστεύοντας σπεύδειν, ἔμελλε δὲ χρόνοις ὕστερον ἐπιζητεῖσθαι, εἰκὸς δὲ τοὺς τρεῖς ὁμοῦ κεῖσθαι σταυρούς· ἵνα μὴ ἀγνοῆται ὁ τοῦ ∆εσπότου, πρῶτον μὲν ἀπὸ τοῦ μέσον αὐτὸν κεῖσθαι, ἔπειτα δὲ καὶ ἀπὸ τοῦ τίτλου δῆλος πᾶσιν ἐγένετο· οἱ γὰρ τῶν λῃστῶν, τίτλους οὐκ εἶχον. Οἱ δὲ στρατιῶται διενείμαντο τὰ ἱμάτια, τὸν δὲ   χιτῶνα   οὐκ   ἔτι.   Ὅρα  πανταχοῦ   δι'   ὧν   ἐπονηρεύοντο   τὰς   προφητείας πληρουμένας. Καὶ γὰρ καὶ τοῦτο ἄνωθεν  προείρητο. Καίτοι γε τρεῖς ἦσαν σταυρούμενοι· ἀλλὰ τὰ τῶν προφητειῶν ἐπ' αὐτοῦ ἐπληροῦτο. ∆ιατί γὰρ μὴ ἐπὶ τῶν ἄλλων  τοῦτο  ἐποίησαν,  ἀλλ'  ἐπὶ  τούτου  μόνου;  Σὺ δέ  μοι  σκόπει  προφητείας ἀκρίβειαν. Οὐ γὰρ ὅ τι ἐμερίσαντο μόνον,  ἀλλ' ὅ τι καὶ οὐκ ἐμερίσαντο εἶπεν  ὁ προφήτης. Τὰ μὲν οὖν διενείμαντο, τὸν δὲ χιτῶνα  οὐ διενείμαντο, ἀλλὰ κλήρῳ τὸ πρᾶγμα ἐπέτρεψαν. Τὸ δὲ, Ἐκ τῶν ἄνωθεν ὑφαντὸς, οὐχ ἁπλῶς πρόσκειται· ἀλλ' οἱ μέν φασιν, ἀλληγορίαν δι' αὐτοῦ δηλοῦσθαι, ὅτι οὐχ ἁπλῶς ἄνθρωπος ἦν ὁ σταυρούμενος, ἀλλὰ καὶ ἄνωθεν  τὴν θεότητα εἶχε.

 βʹ. Τινὲς δὲ αὐτὸ τὸ εἶδος τοῦ χιτωνίσκου  φασὶ τὸν εὐαγγελιστὴν  ἱστορεῖν. Ἐπειδὴ γὰρ ἐν Παλαιστίνῃ δύο ῥάκη συμβάλλοντες, οὕτως ὑφαίνουσι  τὰ ἱμάτια, δηλῶν  ὁ Ἰωάννης,  ὅτι τοιοῦτος ἦν ὁ χιτωνίσκος,   φησὶν,   Ἐκ  τῶν   ἄνωθεν   ὑφαντός.   Τοῦτο  δὲ  ἐμοὶ  δοκεῖ  λέγειν, αἰνιττόμενος τὸ εὐτελὲς τῶν ἱματίων, καὶ ὅτι καθάπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω καὶ ἐν τῇ στολῇ τὸ λιτὸν ἐδίωκε σχῆμα. Καὶ οἱ μὲν στρατιῶται ταῦτα ἐποίουν· αὐτὸς δὲ σταυρούμενος παρατίθεται τὴν μητέρα αὐτοῦ τῷ μαθητῇ, παιδεύων ἡμᾶς μέχρις ἐσχάτης ἀναπνοῆς  πᾶσαν ποιεῖσθαι ἐπιμέλειαν  τῶν  γεγεννηκότων.  Ὅτε μὲν οὖν ἀκαίρως ἠνόχλησε, λέγει· Τί ἐμοὶ καὶ σοὶ, γύναι; καὶ, Τίς ἐστιν ἡ μήτηρ μου; ἐνταῦθα δὲ πολλὴν  τὴν φιλοστοργίαν  ἐπιδείκνυται,  καὶ παρατίθεται  αὐτὴν τῷ μαθητῇ ὃν ἠγάπα. Πάλιν ἑαυτὸν κρύπτει ὁ Ἰωάννης μετριάζων· εἰ γὰρ ἐβούλετο κομπάζειν, καὶ τὴν αἰτίαν  ἂν ἐνέθηκε, δι' ἢν ἠγαπᾶτο· καὶ γὰρ εἰκὸς ἦν μεγάλην  τινὰ εἶναι καὶ θαυμαστήν. Τίνος δὲ ἕνεκεν οὐδὲν ἕτερον τῷ Ἰωάννῃ διαλέγεται, οὐδὲ παραμυθεῖται αὐτὸν κατηφοῦντα; Ὅτι καιρὸς οὐκ ἦν τῆς τῶν ῥημάτων παρακλήσεως. Καὶ ἄλλως δὲ, οὐ μικρὸν ἦν τὸ τιμηθῆναι  αὐτὸν τιμῇ τοιαύτῃ, καὶ τῆς παραμονῆς λαβεῖν τὸν μισθόν. Σὺ δέ μοι σκόπει πῶς  καὶ ἐσταυρωμένος  ἅπαντα  ἀταράχως  ἔπραττε, τῷ μαθητῇ διαλεγόμενος περὶ τῆς μητρὸς, προφητείας πληρῶν, τῷ λῃστῇ χρηστὰς ὑποτείνων   ἐλπίδας.  Καίτοι γε  πρὶν  ἢ  σταυρωθῆναι  φαίνεται   ἱδρῶν,  ἀγωνιῶν, δεδοικώς. Τί ποτε οὖν τοῦτό ἐστιν; Οὐδὲν ἄπορον, οὐδὲν ἀσαφές. Ἐκεῖ μὲν γὰρ ἡ τῆς φύσεως ἀσθένεια ἐδείχθη· ἐνταῦθα δὲ ἡ τῆς δυνάμεως περιουσία ἐδείκνυτο. Ἄλλως δὲ, καὶ ἡμᾶς δι' ἀμφοτέρων παιδεύει τούτων, κἂν πρὸ τῶν δεινῶν θορυβώμεθα, μὴ διὰ τοῦτο ἀφίστασθαι τῶν δεινῶν· ἐπειδὰν δὲ εἰς τὸν ἀγῶνα ἐμβῶμεν, πάντα ῥᾷστα καὶ εὔκολα ἡγεῖσθαι. . Μὴ τοίνυν  τρέμωμεν θάνατον·  ἔχει μὲν γὰρ ἡ ψυχὴ κατὰ φύσιν τὸ φιλόζωον· ἀλλ' ἐν ἡμῖν κεῖται λοιπὸν ἢ λῦσαι ταύτης τὰ δεσμὰ, καὶ τὴν ἐπιθυμίαν ἀσθενῆ ποιῆσαι, ἢ δῆσαι, καὶ τυραννικωτέραν ἐργάσασθαι. Ὥσπερ γὰρ ἔχομεν  τὴν  ἐπιθυμίαν  τῆς τῶν  σωμάτων  μίξεως, ὅταν  δὲ φιλοσοφῶμεν,  ἀσθενῆ ποιοῦμεν  τὴν  τυραννίδα·  οὕτω  καὶ  ἐπὶ  τῆς  ζωῆς  συμβαίνει.  Καθάπερ γὰρ  τὴν ἐπιθυμίαν τῶν σωμάτων ἐνέθηκε ταῖς παιδοποιίαις, συγκροτῶν ἡμῶν τὰς διαδοχὰς ὁ Θεὸς, οὐ κωλύων τὴν ἀνωτέρω τῆς ἐγκρατείας ὁδεύειν ὁδόν· οὕτω καὶ τὸν πόθον τῆς ζωῆς ἐνέσπειρε, κωλύων  ἑαυτοὺς ἀναιρεῖν, οὐκ ἐμποδίζων δὲ ἡμῖν πρὸς τὸ τῆς παρούσης ζωῆς  ὑπερορᾷν. Καὶ χρὴ  ταῦτα  εἰδότας  τὰ  μέτρα διατηρεῖν,  καὶ  μήτε αὐτομάτως ἐπὶ τὸν θάνατον ἰέναι ποτὲ, κἂν μυρία ἂν ἔχῃ δεινά· μήτε ἑλκομένους ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἀναδύεσθαι καὶ ὀκνεῖν, ἀλλὰ θαῤῥοῦντας ἀποδύεσθαι, τὴν μέλλουσαν τῆς παρούσης ζωῆς προτιμῶντες. Αἱ δὲ γυναῖκες παρειστήκεισαν τῷ σταυρῷ· καὶ τὸ ἀσθενέστερον γένος ἀνδρειότερον ἐφάνη τότε· οὕτω πάντα μετεσκευάζετο λοιπόν. Αὐτὸς δὲ τὴν μητέρα παραθέμενος, φησίν· Ἴδε ὁ υἱός σου. Βαβαὶ τῆς τιμῆς! ὅσῃ τὸν μαθητὴν ἐτίμησε τιμῇ! Ἐπειδὴ γὰρ αὐτὸς ἀπῄει λοιπὸν, τῷ μαθητῇ παρέδωκε τημελήσοντι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν, ἅτε μητέρα οὖσαν, ἀλγεῖν καὶ τὴν προστασίαν ζητεῖν, εἰκότως αὐτὴν ἐγχειρίζει τῷ ποθουμένῳ. Τούτῳ φησίν· Ἴδε ἡ μήτηρ σου. Ταῦτα δὲ ἔλεγε, συνάπτων αὐτοὺς εἰς ἀγάπην· ὅπερ οὖν καὶ ὁ μαθητὴς συνιεὶς, εἰς τὰ ἴδια αὐτὴν ἔλαβε. ∆ιατί γὰρ μηδεμιᾶς ἄλλης ἐμνημόνευσε γυναικὸς, καίτοι καὶ ἑτέρα εἰστήκει; ∆ιδάσκων ἡμᾶς πλέον τι νέμειν ταῖς μητράσιν. Ὥσπερ γὰρ ἐναντιουμένοις  τοῖς  γονεῦσι  περὶ τὰ πνευματικὰ,  οὐδὲ εἰδέναι  χρή· οὕτως  ὅταν μηδὲν ἐμποδίζωσιν, ἅπαν τὸ εἰκὸς ἀπονέμειν αὐτοῖς δεῖ, καὶ πρὸ τῶν ἄλλων αὐτοὺς τιθέναι, ἀνθ' ὧν ἔτεκον, ἀνθ' ὧν ἀνέθρεψαν, ἀνθ' ὧν μυρία ὑπέστησαν δεινά. Οὕτω καὶ Μαρκίωνος ἐπιστομίζει τὴν ἀναισχυντίαν. Εἰ γὰρ μὴ ἐγεννήθη κατὰ σάρκα, μηδὲ μητέρα ἔσχε, τίνος  ἕνεκεν  τοσαύτην περὶ αὐτὴν  μόνην  ποιεῖται  πρόνοιαν;  Μετὰ ταῦτα  εἰδὼς  ὁ  Ἰησοῦς,  ὅτι  πάντα  τετέλεσται·  τουτέστιν,  ὅτι  οὐδὲν  λείπει  τῇ οἰκονομίᾳ. Πανταχοῦ γὰρ ἐσπούδακε καινὸν δεῖξαι τὸν θάνατον τοῦτον ὄντα, εἴ γε ἐν τῇ ἐξουσίᾳ τοῦ τελευτῶντος  τὸ πᾶν ἔκειτο, καὶ οὐ πρότερον ἐπῄει τῷ σώματι ἡ τελευτὴ, ἕως ὅτε αὐτὸς ἐβούλετο· ἐβούλετο δὲ μετὰ τὸ πάντα πληρῶσαι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν  μου, καὶ ἐξουσίαν ἔχω πάλιν  λαβεῖν αὐτήν.  Εἰδὼς οὖν  πάντα  πεπληρωμένα,  λέγει,  ∆ιψῶ, πάλιν  ἐνταῦθα  προφητείαν πληρῶν. Σὺ δέ μοι τὸ μιαρὸν τῶν παρεστώτων ἐννόησον. Κἂν γὰρ μυρίους ἔχωμεν ἐχθροὺς, καὶ ἀνήκεστα πεπονθότες ὦμεν, ὁρῶντες αὐτοὺς ἀναιρουμένους, κατακαμπτόμεθα· οὗτοι δὲ οὐδὲ οὕτως ἐσπείσαντο πρὸς αὐτὸν, οὐδὲ τοῖς ὁρωμένοις γεγόνασιν  ἥμεροι, ἀλλ' ἐξεθηριοῦντο  μᾶλλον,  καὶ τὴν  εἰρωνείαν  ἐπέτεινον·  καὶ σπόγγῳ προσενέγκαντες ὄξος, οὕτως αὐτὸν ἐπότιζον, ὡς τοῖς καταδίκοις αὐτὸ προσφέρονται, ἐπεὶ καὶ τὸ ὕσσωπον διὰ τοῦτο πρόσκειται. Λαβὼν οὖν φησι, Τετέλεσται. Εἶδες ἀταράχως καὶ μετ' ἐξουσίας πάντα πράττοντα; Καὶ τὸ ἑξῆς δὲ τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ πάντα ἀπηρτίσθη, Κλίνας τὴν κεφαλὴν (οὐδὲ γὰρ αὕτη προσήλωτο), τὸ πνεῦμα ἀφῆκε, τουτέστιν, ἀπέψυξε. Καίτοι οὐ μετὰ τὸ κλῖναι  τὴν κεφαλὴν τὸ ἐκπνεῦσαι· ἐνταῦθα δὲ τοὐναν . τίον. Οὐδὲ γὰρ ἐπειδὴ ἐξέπνευσεν, ἔκλινε τὴν κεφαλὴν, ὅπερ ἐφ' ἡμῶν γίνεται· ἀλλ' ἐπειδὴ ἔκλινε τὴν κεφαλὴν, τότε ἐξέπνευσε. ∆ι' ὧν πάντων  ἐδήλωσεν ὁ εὐαγγελιστὴς, ὅτι τοῦ παντὸς Κύριος αὐτὸς ἦν.

γʹ. Ἀλλ' οἱ Ἰουδαῖοι  πάλιν,  οἱ τὴν  κάμηλον  καταπίνοντες,  καὶ τὸν  κώνωπα διυλίζοντες,  τηλικοῦτον  ἐργασάμενοι τόλμημα, περὶ τῆς ἡμέρας ἀκριβολογοῦνται. Ἐπεὶ γὰρ Παρασκευὴ ἦν λοιπὸν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα, ἠρώτησαν τὸν Πιλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη. Ὁρᾷς πῶς ἐστιν ἰσχυρὸν ἡ ἀλήθεια;
∆ι' ὧν ἐκεῖνοι σπουδάζουσι, διὰ τούτων ἡ προφητεία πληροῦται. Ἀπὸ γὰρ τούτων ἑτέρα αὐτοῖς αὕτη προαναφώνησις  λαμβάνει  τέλος. Ἐλθόντες γὰρ οἱ στρατιῶται, τῶν  μὲν  ἄλλων  κατέαξαν  τὰ  σκέλη, τοῦ  δὲ Χριστοῦ οὐκ  ἔτι.  Ἀλλ' ὅμως  οὗτοι χαριζόμενοι  τοῖς  Ἰουδαίοις  ἔνυξαν  αὐτοῦ τὴν  πλευρὰν  τῇ λόγχῃ,  καὶ νεκρὸν  τὸ σῶμα λοιπὸν ἐνύβριζον. Ὢ τῆς μιαρᾶς προαιρέσεως καὶ ἐναγοῦς! Ἀλλὰ μὴ θορυβηθῇς,  μηδὲ  κατηφήσῃς,  ἀγαπητέ.  Ἃ  γὰρ  ἀπὸ  πονηρᾶς  ἔπραττον  γνώμης ἐκεῖνοι, ταῦτα τῇ ἀληθείᾳ συνηγωνίζετο. Προφητεία γὰρ ἦν καὶ ἐντεῦθεν λέγουσα· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μέλλουσιν ἀπιστεῖν ἐγίνετο πίστεως ἀπόδειξις τὸ τολμηθὲν, οἷον τῷ Θωμᾷ καὶ τοῖς κατ' ἐκεῖνον. Μετὰ δὲ τούτου  καὶ  μυστήριον  ἀπόῤῥητον  ἐτελεῖτο.  Ἐξῆλθε γὰρ ὕδωρ  καὶ  αἷμα. Οὐχ ἁπλῶς δὲ οὐδὲ ὡς ἔτυχεν αὗται ἐξῆλθον αἱ πηγαί· ἀλλ' ἐπειδὴ ἐξ ἀμφοτέρων τούτων ἡ Ἐκκλησία συνέστηκε. Καὶ ἴσασιν οἱ μυσταγωγούμενοι,  δι' ὕδατος μὲν ἀναγεννώμενοι,  δι' αἵματος δὲ καὶ σαρκὸς τρεφόμενοι. Ἐντεῦθεν ἀρχὴν λαμβάνει τὰ μυστήρια, ἵν' ὅταν προσίῃς τῷ φρικτῷ ποτηρίῳ, ὡς ἀπ' αὐτῆς πίνων  τῆς πλευρᾶς, οὕτω προσίῃς. Καὶ τοῦτο ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθής  ἐστιν ἡ μαρτυρία αὐτοῦ· τουτέστιν, Οὐ παρ' ἑτέρων ἤκουσα, ἀλλ' αὐτὸς παρὼν εἶδον, καὶ ἀληθής ἐστιν ἡ μαρτυρία· εἰκότως. Ὕβριν γὰρ γινομένην  ἐξηγεῖται· οὐ μέγα τι καὶ θαυμαστὸν ἐξηγεῖται, ἵνα ὑποπτεύσῃς τὸν λόγον· ἀλλ' αὐτὸς τὰ τῶν αἱρετικῶν ἀσφαλιζόμενος στόματα, καὶ τὰ μέλλοντα προαναφωνῶν  μυστήρια, καὶ τὸν ἐναποκείμενον  αὐτοῖς κατοπτεύων   θησαυρὸν,  ἀκριβολογεῖται  περὶ  τοῦ  συμβάντος.  Πληροῦται  δὲ  καὶ ἐκείνη ἡ προφητεία, ὅτι Ὀστοῦν αὐτοῦ οὐ συντρίψουσιν. Εἰ γὰρ καὶ περὶ τοῦ παρ' Ἰουδαίοις ἀμνοῦ τοῦτο εἴρηται, ἀλλὰ διὰ τὴν ἀλήθειαν ὁ τύπος προέδραμε, καὶ ἐπὶ τούτου μᾶλλον ἐξέβη. ∆ιὰ τοῦτο καὶ τὸν προφήτην  εἰς μέσον ἤγαγεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἑαυτὸν εἰς μέσον φέρων, οὐκ ἐδόκει ἀξιόπιστος εἶναι, παράγει τὸν Μωϋσέα, λέγων, ὅτι ἁπλῶς οὐδὲ τοῦτο ἐγίνετο, ἀλλ' ἄνωθεν προεγράφη. Καὶ τοῦτό ἐστιν  ἐκεῖνο  τὸ  εἰρημένον,  ὅτι  Ὀστοῦν  αὐτοῦ  οὐ  συντριβήσεται. Καὶ πάλιν  τῷ προφήτῃ  παρ' ἑαυτοῦ τὴν πίστιν παρέχει. Ταῦτα δὲ εἶπον, φησὶν, ἵνα μάθητε ὅτι πολλὴ  ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν.  Ὁρᾷς πόσην ποιεῖται  σπουδὴν ὥστε πιστευθῆναι τὸ δοκοῦν ἐπονείδιστον εἶναι, καὶ αἰσχύνην φέρον; Τὸ γὰρ καὶ εἰς νεκρὸν  ὑβρίσαι σῶμα τὸν  στρατιώτην,  τοῦ σταυρωθῆναι  πολλῷ  χεῖρον  ἦν. Ἀλλ' ὅμως  καὶ ταῦτα,  φησὶν,  εἶπον,  καὶ μετὰ πολλῆς  σπουδῆς εἶπον,  ἵνα  πιστεύσητε. Μηδεὶς τοίνυν ἀπιστείτω, μηδὲ αἰσχυνόμενος βλαπτέτω τὰ ἡμέτερα. Τὰ γὰρ μάλιστα ἐπονείδιστα δοκοῦντα εἶναι, ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἡμετέρων ἀγαθῶν. Μετὰ ταῦτα ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, μαθητὴς ὤν· οὐ τῶν δώδεκα, ἀλλὰ τῶν ἑβδομήκοντα ἴσως. Λοιπὸν γὰρ νομίσαντες ἐσβέσθαι τὴν ὀργὴν τῷ . σταυρῷ, μετὰ ἀδείας προσῄεσαν, καὶ τῆς κηδείας ἐπεμελοῦντο. Προσελθὼν τοίνυν, παρὰ τοῦ Πιλάτου  τὴν  χάριν  αἰτεῖ,  καὶ  δίδωσιν  ἐκεῖνος.  Τί γὰρ  οὐκ  ἔμελλεν; Συναντιλαμβάνεται αὐτῷ καὶ Νικόδημος, καὶ πολυτελῆ ποιεῖ τὴν ταφήν. Ἔτι γὰρ ὡς περὶ ἀνθρώπου διέκειντο ψιλοῦ. Καὶ ταῦτα φέρουσιν ἀρώματα, ἃ μάλιστα τὸ σῶμα πέφυκεν  ἐπὶ πολὺ διατηρεῖν, καὶ μὴ συγχωρεῖν  ταχέως ἐνδιδόναι  τῇ φθορᾷ· ὅπερ οὐδὲν μέγα περὶ αὐτοῦ φανταζομένων ἦν· πλὴν ἀλλὰ πολλὴν φιλοστοργίαν ἐπεδείκνυντο. Πῶς δὲ οὐδεὶς τῶν δώδεκα προσῆλθεν, οὐκ Ἰωάννης, οὐ Πέτρος, οὐκ ἄλλος τις τῶν ἐπισήμων; Καὶ οὔτε τοῦτο κρύπτει ὁ μαθητής. Εἰ γὰρ τὸν φόβον λέγοι τις τῶν Ἰουδαίων, καὶ οὗτοι τῷ αὐτῷ κατείχοντο φόβῳ· καὶ γὰρ καὶ οὗτος ἦν, φησὶ, Κεκρυμμένος διὰ τὸν φόβον τῶν Ἰουδαίων. Καὶ οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ σφόδρα αὐτῶν καταφρονεῖν  τοῦτο ἐποίησεν, ἀλλὰ καὶ αὐτὸς δεδοικὼς ὅμως προσῆλθεν. Ὁ δὲ Ἰωάννης καὶ παρὼν καὶ ἰδὼν αὐτὸν ἀποψύξαντα, οὐδὲν τοιοῦτον ἐποίησε. Τί οὖν ἐστιν; Ἐμοὶ δοκεῖ τῶν σφόδρα ἐπισήμων εἶναι (καὶ ἀπὸ τῶν ἐνταφίων  δῆλον), καὶ τῷ Πιλάτῳ δῆλος ὤν· ὅθεν καὶ τὴν χάριν ἔλαβε. Καὶ ἐνταφιάζει  λοιπὸν,  οὐχ ὡς κατάδικον, ἀλλ' ὡς ἔθος τοῖς Ἰουδαίοις, πολυτελῶς ὡς μέγαν τινὰ καὶ θαυμαστόν.

δʹ. Ἐπειδὴ δὲ ὑπὸ τοῦ καιροῦ συνείχοντο (ἐνάτης γὰρ ὥρας γενομένης τῆς τελευτῆς, εἶτα μεταξὺ τῷ Πιλάτῳ προσιόντων καὶ καθαιρούντων  τὸ σῶμα, εἰκὸς ἦν ἑσπέραν καταλαβεῖν, ἐν ᾗ θέμις οὐκ ἦν ἐργάσασθαι), τιθέασιν αὐτὸν εἰς τὸ πλησίον μνημεῖον. Οἰκονομεῖται δὲ εἰς καινὸν  αὐτὸν  τεθῆναι  μνημεῖον  ἔνθα μηδεὶς ἐτέθη, ὥστε μὴ ἑτέρου τινὸς νομισθῆναι τὴν ἀνάστασιν γεγενῆσθαι, τοῦ μετ' αὐτοῦ κειμένου· καὶ ὥστε τοὺς μαθητὰς δυνηθῆναι μετ' εὐκολίας παραγενέσθαι, καὶ θεατὰς τῶν συμβάντων γενέσθαι, πλησίον ὄντος τοῦ τόπου· καὶ τῆς ταφῆς δὲ μάρτυρας εἶναι οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐχθρούς. Τὸ γὰρ σήμαντρα ἐπιθεῖναι τῷ τάφῳ, καὶ φύλακας ἐκεῖ παρακαθῆσθαι στρατιώτας, μαρτυρούντων ἦν τῇ ταφῇ· τῆς γὰρ ἀναστάσεως  οὐχ  ἧττον  ὁμολογηθῆναι  τοῦτο  ἐσπούδακεν  ὁ  Χριστός. ∆ιὸ καὶ  οἱ μαθηταὶ πολλὴν  περὶ τούτου ποιοῦνται σπουδὴν, ὥστε δεῖξαι ὅτι ἐτελεύτησε. Τὴν μὲν γὰρ ἀνάστασιν ὁ μετὰ ταῦτα ἅπας ἔμελλε βεβαιοῦν χρόνος· ἐκείνη δὲ, εἰ τότε συνεσκιάσθη, καὶ μὴ σφόδρα κατάδηλος γέγονε, ἔμελλε λυμαίνεσθαι τῷ τῆς ἀναστάσεως λόγῳ. Οὐ τούτων δὲ μόνον ἕνεκεν τὸ ἐγγὺς τεθῆναι γέγονεν, ἀλλ' ὥστε καὶ ψευδῆ δειχθῆναι τὸν περὶ τῆς κλοπῆς λόγον. Τῇ δὲ μιᾷ τῶν σαββάτων (τουτέστι, τῇ Κυριακῇ) ὄρθρου βαθέος, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, καὶ βλέπει τὸν λίθον ἠρμένον  ἐκ τοῦ  μνημείου  Ἀνέστη μὲν  γὰρ, καὶ  τοῦ  λίθου  καὶ  τῶν  σημάντρων ἐπικειμένων. Ἐπειδὴ δὲ ἐχρῆν καὶ τοὺς ἄλλους πληροφορηθῆναι, ἀνοίγεται τὸ μνημεῖον μετὰ τὴν ἀνάστασιν, καὶ οὕτω πιστοῦται τὸ γεγονός. Τοῦτο γοῦν καὶ τὴν Μαρίαν ἐκίνησε. Πάνυ γὰρ περὶ τὸν  διδάσκαλον φιλοστόργως  ἔχουσα, ἐπειδὴ τὸ σάββατον παρῆλθεν, οὐκ ἠνέσχετο ἡσυχάζειν, ἀλλ' ἦλθεν ὄρθρου βαθέος, ἀπὸ τοῦ τόπου παραμυθίαν  τινὰ  εὑρεῖν βουλομένη. Καὶ ἰδοῦσα τὸν  τόπον, καὶ τὸν  λίθον ἠρμένον, οὐκ εἰσῆλθεν, οὐδὲ διέκυψεν, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἔδραμεν ἀπὸ πολλοῦ τοῦ πόθου. Τοῦτο γὰρ ἦν αὐτῇ τὸ σπουδαζόμενον, μετὰ πολλοῦ τοῦ τάχους μαθεῖν ἤθελε τί γέγονε τὸ σῶμα. Καὶ γὰρ ὁ δρόμος τοῦτο ἐβούλετο, καὶ τὰ ῥήματα τοῦτο ἐμφαίνει.  Ἦραν γὰρ, φησὶ, τὸν  Κύριόν . μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν.  Ὁρᾷς πῶς  οὐδέπω  περὶ ἀναστάσεως ᾔδει  τι  σαφὲς, ἀλλ' ᾤετο  μετάθεσιν γεγενῆσθαι  τοῦ  σώματος, καὶ  ἀπλάστως  πάντα  ἀπαγγέλλει  τοῖς  μαθηταῖς;  Ὁ δὲ εὐαγγελιστὴς  οὐκ ἀπεστέρησε τὴν γυναῖκα  ἐγκωμίου  τηλικούτου,  οὐδὲ αἰσχύνην ἐνόμισε τὸ παρ' αὐτῆς αὐτοὺς μαθεῖν προτέρας ταῦτα διανυκτερευούσης· οὕτω πανταχοῦ  τὸ φιλάληθες  αὐτοῦ διαλάμπει  τῶν  τρόπων. Ἐπεὶ οὖν ἦλθε, καὶ ταῦτα εἶπεν, ἀκούσαντες ἐκεῖνοι μετὰ πολλῆς  τῆς σπουδῆς ἐφίστανται  τῷ μνημείῳ,  καὶ θεωροῦσι τὰ ὀθόνια κείμενα· ὅπερ ἦν ἀναστάσεως σημεῖον. Οὔτε γὰρ, εἰ μετέθηκάν τινες,  τοῦτο  ἂν  ἐποίησαν  τὸ  σῶμα γυμνώσαντες·  οὔτε,  εἰ  ἔκλεψαν,  τούτου  ἂν ἐφρόντισαν, ὥστε ἆραι τὸ σουδάριον καὶ ἐντυλίξαι, καὶ θεῖναι εἰς ἕνα τόπον· ἀλλὰ πῶς; Ὡς εἶχεν, ἔλαβον ἂν τὸ σῶμα. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ὁ Ἰωάννης, φησὶν, ὅτι σμύρνῃ συνετάφη πολλῇ, ἣ μολύβδου οὐχ ἧττον συγκολλᾷ τῷ σώματι τὰ ὀθόνια· ἵν', ὅταν ἀκούσῃς ὅτι τὰ σουδάρια ἔκειτο ἰδίᾳ, μὴ ἀνάσχῃ τῶν λεγόντων, ὅτι ἐκλάπη. Οὐ γὰρ οὕτως ἀνόητος ἦν ὁ κλέπτων, ὡς περὶ πρᾶγμα περιττὸν τοσαύτην ἀναλίσκειν σπουδήν. Τίνος γὰρ ἕνεκεν τὰ σουδάρια ἠφίει; πῶς δὲ ἂν ἔλαθε τοῦτο ποιῶν; Καὶ γὰρ πολὺν  εἰκὸς ἦν αὐτὸν ἀναλῶσαι χρόνον, καὶ κατάφωρον  γενέσθαι μέλλοντα  καὶ βραδύνοντα.  Τί δήποτε  δὲ καὶ  χωρὶς  τὰ  ὀθόνια  κεῖται,  καὶ  τὸ σουδάριον χωρὶς ἐντετυλιγμένον; Ἵνα μάθῃς, ὅτι οὐκ ἦν σπευδόντων οὐδὲ θορυβουμένων τὸ πρᾶγμα, τὸ  χωρὶς  μὲν  ἐκεῖνα,  χωρὶς  δὲ  ταῦτα  ἐνθεῖναι  καὶ  ἐντυλίξαι.  Ἀπὸ  τούτου  τῇ ἀναστάσει ἐπίστευσαν. ∆ιὰ τοῦτο μετὰ ταῦτα αὐτοῖς φαίνεται  ὁ Χριστὸς ἀπὸ τῆς ὄψεως πιστωθεῖσιν. Ὅρα γοῦν καὶ ἐνταῦθα τὸ ἄτυφον τοῦ εὐαγγελιστοῦ, πῶς τὴν ἀκρίβειαν  τῆς  ἐρεύνης  τῷ  Πέτρῳ μαρτυρεῖ. Προφθάσας γὰρ αὐτὸν,  καὶ ἰδὼν  τὰ ὀθόνια κείμενα, οὐδὲν πλέον πολυπραγμονεῖ, ἀλλ' ἀφίσταται· ἐκεῖνος δὲ ὁ θερμὸς ἐνδοτέρω  γενόμενος,  ἅπαντα  κατώπτευσεν  ἀκριβῶς, καί τι  πλέον  εἶδε, καὶ τότε οὗτος ἐπὶ τῇ θέᾳ παρεκλήθη. Μετὰ γὰρ ἐκεῖνον εἰσελθὼν, τὰ ἐντάφια εἶδε κείμενα καὶ διῃρημένα. Τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν τοῦτο, χωρὶς δὲ ἐκεῖνο θεῖναι ἑλίξαντα, τινὸς ἦν μετ' ἐπιμελείας ποιοῦντος, καὶ οὐχ ὡς ἔτυχε θορυβουμένου.

εʹ. Σὺ δὲ ὅταν ἀκούσῃς, ὅτι γυμνὸς ὁ ∆εσπότης ἀνέστη, παῦσαι τῆς πρὸς τὴν κηδείαν μανίας. Τί γὰρ βούλεται ἡ περιττὴ αὕτη δαπάνη καὶ ἀνόνητος, πολλὴν μὲν φέρουσα τοῖς κηδεύουσι ζημίαν, τῷ δὲ ἀπελθόντι  κέρδος οὐδὲν, ἀλλ' εἰ χρή τι εἰπεῖν, καὶ βλάβην; Ἡ γὰρ πολυτέλεια τῆς ταφῆς τυμβωρυχίας αἰτία γέγονε πολλάκις, καὶ γυμνὸν καὶ ἄταφον ἐποίησεν ἐῤῥῖφθαι τὸν ἐπιμελῶς ταφέντα. Ἀλλ' ὢ τῆς κενοδοξίας! πόσην καὶ ἐν τῷ πένθει τὴν τυραννίδα ἐπιδείκνυται,  πόσην τὴν ἀνοίαν! Πολλοὶ γοῦν, ἵνα μὴ τοῦτο γένηται, τὰς λεπτὰς ἐκείνας ὀθόνας διατεμόντες, καὶ πολλῶν τῶν ἀρωμάτων ἐμπλήσαντες, ὥστε διπλῇ γενέσθαι τοῖς ἐπηρεάζουσιν ἄχρηστα, οὕτω τῇ γῇ παραδεδώκασι. Ταῦτ' οὖν οὐ μαινομένων· ταῦτ' οὐ παραπαιόντων; φιλοτιμίαν ἐπιδείκνυσθαι, καὶ πάλιν αὐτὴν ἀφανίζειν; Ναὶ, φησίν· ἵνα μετὰ ἀσφαλείας κέηται παρὰ τῷ νεκρῷ, ταῦτα πάντα μηχανώμεθα. Τί οὖν; ἂν οἱ τυμβωρύχοι μὴ λάβωσιν, οἱ σῆτες οὐ λήψονται καὶ οἱ σκώληκες; Τί δέ; ἂν οἱ σῆτες καὶ οἱ σκώληκες μὴ λάβωσιν, ὁ χρόνος καὶ ὁ ἰχὼρ οὐκ ἀπολεῖ; Θῶμεν δὲ μὴ τυμβωρύχους, μὴ σῆτας, μὴ σκώληκας, μὴ χρόνον, μὴ ἄλλο μηδὲν δαπανᾷν τὰ κείμενα· ἀλλὰ καὶ τὸ σῶμα . ἀνέπαφον εἶναι μέχρι τῆς ἀναστάσεως, καὶ αὐτὰ δὴ ταῦτα . καινὰ καὶ νεοπαγῆ καὶ λεπτὰ τηρεῖσθαι, τί πλέον  ἐντεῦθεν  τοῖς  ἀπελθοῦσι γίνεται,  ὅταν  γυμνὸν  μὲν τὸ σῶμα ἐγείρηται, ταῦτα δὲ ἐνταῦθα μένῃ, καὶ μηδὲν ἡμᾶς ὠφελῇ πρὸς τὰς εὐθύνας ἐκείνας; Τίνος οὖν ἕνεκεν, φησὶν, ἐπὶ τοῦ Χριστοῦ γέγονε; Μάλιστα μὲν μὴ παράβαλλε ταῦτα τοῖς ἀνθρωπίνοις· ἐπεὶ καὶ μύρον ἐξέχεεν ἡ πόρνη ἐπὶ τοὺς ἁγίους πόδας ἐκείνου. Εἰ δὲ χρὴ καὶ περὶ τούτων εἰπεῖν. πρῶτον μὲν οὐκ εἰδότων τὸν περὶ ἀναστάσεως λόγον τῶν ποιούντων  ταῦτα ἐγίνετο. ∆ιὰ τοῦτό φησι· Καθὼς ἔθος ἦν τοῖς Ἰουδαίοις. Οὐ γὰρ τῶν δώδεκα ἦσαν οἱ τὸν Χριστὸν τιμήσαντες, ἀλλ' ἐκεῖνοι οἱ μὴ σφόδρα αὐτὸν τιμῶντες.  Οἱ γοῦν δώδεκα οὐχ οὕτως αὐτὸν ἐτίμων, ἀλλὰ θανάτῳ καὶ σφαγῇ, καὶ τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις. Ἦν μὲν γὰρ καὶ ἐκείνη τιμὴ, πολλῷ δὲ ἐλάττων  ταύτης ἧς εἶπον. Ἄλλως δὲ, ὅπερ ἔφην εἰπὼν, περὶ ἀνθρώπων  ἡμῖν ὁ λόγος νῦν· τότε δὲ ταῦτα περὶ τὸν ∆εσπότην ἐγίνετο. Καὶ ἵνα μάθῃς ὅτι τούτων οὐδεὶς τῷ Χριστῷ λόγος, εἶπε· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· καὶ διψῶντα, καὶ ἐποτίσατε· καὶ γυμνὸν, καὶ περιεβάλετε. Καὶ οὐδαμοῦ εἶπε, Καὶ τεθνεῶτα,  καὶ ἐθάψατε. Καὶ ταῦτα  λέγω,  οὐ ταφὴν   ἀναιρῶν·  μὴ  γένοιτο·  ἀλλὰ  τὴν  ἀσωτίαν  ἐκκόπτων   καὶ  τὴν  ἄκαιρον φιλοτιμίαν.  Τὸ γὰρ πάθος, φησὶ, καὶ ἡ ὀδύνη, καὶ ἡ πρὸς τὸν ἀπελθόντα συμπάθεια ταῦτα πείθει. Οὐκ ἔστι ταῦτα συμπαθείας τῆς πρὸς τὸν ἀπελθόντα, ἀλλὰ κενοδοξίας. Ἐπεὶ εἰ βούλει συναλγῆσαι τῷ τεθνηκότι,  δείκνυμί  σοι ἑτέραν ὁδὸν κηδείας, καὶ διδάσκω σε ἱμάτια  τιθέναι,  τὰ συνανιστάμενα  αὐτῷ,  καὶ λαμπρὸν  ἀποφαίνοντα. Ταῦτα γὰρ τὰ ἱμάτια οὔτε ὑπὸ σητῶν ἀναλίσκεται, οὔτε ὑπὸ χρόνου δαπανᾶται, οὐδὲ ὑπὸ τυμβωρύχων  κλέπτεται.  Ποῖα δὴ ταῦτά ἐστιν; Ἡ τῆς ἐλεημοσύνης περιβολή. Αὕτη γὰρ μετ' αὐτοῦ ἀνίσταται ἡ στολή· ἐλεημοσύνης γὰρ σφραγὶς μετ' αὐτοῦ. Ἀπὸ τούτων  λάμπουσι τῶν  ἱματίων  οἱ τότε ἀκούοντες, Πεινῶντά με ἐθρέψατε. Ταῦτα ἐπισήμους ποιεῖ, ταῦτα περιφανεῖς, ταῦτα ἐν ἀσφαλεία καθίστησι· τὰ δὲ νῦν, οὐδὲν ἕτερόν ἐστιν, ἢ δαπάνη σητῶν καὶ τράπεζα σκωλήκων. Καὶ ταῦτα λέγω, οὐ κηδεύειν κωλύων, ἀλλὰ μετὰ συμμετρίας τοῦτο ποιεῖν, ὥστε σκέπειν τὸ σῶμα, καὶ μὴ γυμνὸν παραδιδόναι  τῇ γῇ. Εἰ γὰρ ζῶντας  μηδὲν ἔχειν  πλέον  κελεύει, ἀλλ' ἢ σκέπασμα· πολλῷ μᾶλλον τελευτήσαντας. Οὐ γὰρ οὕτω τετελευτηκὸς τὸ σῶμα δεῖται ἱματίων, ὡς ζῶν καὶ ἐμπνέον. Ζῶντες μὲν γὰρ, καὶ ψύχους ἕνεκεν καὶ εὐσχημοσύνης, δεόμεθα τῆς τῶν ἱματίων περιβολῆς· τελευτήσαντες δὲ, τούτων μὲν οὐδενὸς ἕνεκεν, ἵνα δὲ μὴ γυμνὸν  κέηται  τὸ σῶμα, δεόμεθα τῶν  ἐνταφίων·  καὶ πρὸ τῶν  ἐνταφίων  δὲ ἔχομεν κάλυμμα κάλλιστον τὴν γῆν, καὶ τῇ τοιαύτῃ τῶν σωμάτων φύσει πρεπωδέστερον.  Εἰ τοίνυν  ἔνθα  τοσαῦται  χρεῖαι,  οὐδὲν  δεῖ  περιττὸν  ἐπιζητεῖν· πολλῷ μᾶλλον, ἔνθα οὐ τοσαύτη ἡ ἀνάγκη, ἄκαιρος ἡ φιλοτιμία.   ʹ. Ἀλλ' οἱ ὁρῶντες γελάσονται, φησίν. Μάλιστα μὲν κἂν ᾖ τις ὁ γελῶν, οὐ πολὺν δεῖ ποιεῖσθαι λόγον τοῦ οὕτω σφόδρα ἀνοηταίνοντος·  νυνὶ δὲ πολλοὶ οἱ θαυμάζοντες μᾶλλον, καὶ τὴν φιλοσοφίαν δεχόμενοι τὴν ἡμετέραν. Γέλωτος γὰρ ἄξια οὐ ταῦτα, ἀλλ' ἃ ποιοῦμεν νῦν, ὀδυρόμενοι, πενθοῦντες, συγκατορύττοντες ἑαυτοὺς τοῖς ἀπελθοῦσι. Ταῦτα καὶ γέλωτος καὶ κολάσεως ἄξια. Τὸ δὲ φιλοσοφεῖν καὶ ἐν τούτοις καὶ ἐν τῇ τῶν ἱματίων συμμετρίᾳ, στεφάνους καὶ ἐπαίνους ἡμῖν προξενεῖ, καὶ πάντες ἡμᾶς κροτήσουσι, καὶ θαυμάσονται  τοῦ  Χριστοῦ . τὴν  δύναμιν,  καὶ  ἐροῦσι· Βαβαὶ, πόση  ἡ  τοῦ σταυρωθέντος  ἰσχύς! ἔπεισε τοὺς  ἀπολλυμένους  καὶ φθειρομένους,  ὅτι  οὐκ ἔστι θάνατος ὁ θάνατος· οὐ τοίνυν τὰ τῶν ἀπολλυμένων  ποιοῦσιν, ἀλλὰ τὰ τῶν προπεμπόντων  εἰς ἀποδημίαν  ἀμείνω.  Ἔπεισεν αὐτοὺς, ὅτι τὸ σῶμα τὸ φθαρτὸν τοῦτο καὶ γήϊνον, ἱμάτιον ἐνδύσεται τῶν σηρικῶν καὶ χρυσοπάστων πολὺ λαμπρότερον, τὴν ἀφθαρσίαν. ∆ιόπερ οὐδὲ πολλὴν περὶ τὴν ταφὴν ποιοῦνται σπουδὴν, ἀλλ' ἐντάφιον  ἡγοῦνται θαυμαστὸν, βίον ἐνάρετον. Ταῦτα, ἂν φιλοσοφοῦντας ἴδωσιν, ἐροῦσιν· ἂν δὲ κατακαμπτομένους, γυναικιζομένους, χοροὺς περιιστῶντας θρηνουσῶν γυναικῶν, γελάσονται καὶ κωμῳδήσουσι, καὶ μυρία κατηγορήσουσι, διασύροντες τὴν εἰκῆ δαπάνην, τὴν ματαιοπονίαν.  Καὶ γὰρ ταῦτα ἀκούομεν κατηγορούντων πάντων· καὶ μάλα εἰκότως. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν, ὅταν τὸ μὲν σῶμα εἰς ἰχῶρας καὶ σκώληκας δαπανώμενον  καλλωπίζωμεν,  τὸν δὲ Χριστὸν περιορῶμεν διψῶντα, γυμνὸν περιιόντα καὶ ξένον; Παυσώμεθα τοίνυν τῆς ματαίας ταύτης σπουδῆς· κηδεύσωμεν τοὺς ἀπελθόντας,  ὡς καὶ ἡμῖν καὶ ἐκείνοις συμφέρει  πρὸς  δόξαν  Θεοῦ· πολλὴν   ὑπὲρ  αὐτῶν   ἐπιτελέσωμεν   ἐλεημοσύνην, συμπέμψωμεν αὐτοῖς ἐφόδια κάλλιστα. Εἰ γὰρ μνήμη θαυμαστῶν ἀνδρῶν τετελευτηκότων  προέστη τῶν ζώντων (Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου), πολλῷ μᾶλλον ἐλεημοσύνη τοῦτο ἐργάσεται. Αὕτη γὰρ, αὕτη καὶ νεκροὺς ἀνέστησεν, ἡνίκα περιέστησαν αἱ χῆραι ἐπιδεικνύμεναι  ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. Ὅταν οὖν . τις μέλλῃ τελευτᾷν, ὁ οἰκεῖος τῷ τελευτῶντι  κατασκευαζέτω τὰ ἐντάφια, καὶ πειθέτω τὸν ἀπιόντα τοῖς δεομένοις τι καταλιμπάνειν.  Μετὰ τούτων αὐτὸν ἀποπεμπέτω τῶν ἱματίων, πειθέτω καὶ κληρονόμον  ἀφιέναι  τὸν  Χριστόν. Εἰ γὰρ οἱ βασιλεῖς ἐγγράφοντες  κληρονόμους, τοῖς οἰκείοις μυρίαν καταλιμπάνουσιν  ἀσφάλειαν· ὁ τὸν Χριστὸν ἀφιεὶς μετὰ τῶν παίδων, ἐννόησον ὅσην ἐπισπάσεται εὔνοιαν καὶ ἑαυτῷ καὶ τοῖς αὐτοῦ πᾶσι. Ταῦτά ἐστι τὰ ἐντάφια καλά· ταῦτα ὀνίνησι καὶ τοὺς μένοντας καὶ τοὺς ἀπερχομένους. Ἂν οὕτως ἐνταφιασθῶμεν, λαμπροὶ κατὰ τὸν τῆς ἀναστάσεως ἐσόμεθα καιρόν· ἂν δὲ τὸ σῶμα θεραπεύοντες, τῆς ψυχῆς ἀμελῶμεν, πολλὰ ἐκεῖ πεισόμεθα δεινὰ, καὶ πολὺν ὀφλήσομεν γέλωτα. Οὐδὲ γὰρ ἡ τυχοῦσα ἀσχημοσύνη, γυμνὸν τῆς ἀρετῆς ἀπελθεῖν· οὐδὲ οὕτω τὸ σῶμα ἄταφον  ἐῤῥιμμένον καταισχύνεται,  ὡς ψυχὴ τότε γυμνὴ  τῆς ἀρετῆς φαινομένη. Ταύτην ἀμφιάσωμεν, ταύτην περιστείλωμεν, μάλιστα μὲν παρὰ πάντα τὸν χρόνον· εἰ δὲ ἐνταῦθα ἠμελήσαμεν, κἂν τελευτῶντες  νήψωμεν, καὶ τοῖς οἰκείοις  ἐπισκήψωμεν  συμπράττειν  ἀπελθοῦσι  δι'  ἐλεημοσύνης  ἡμῖν.  Οὕτω ὑπ' ἀλλήλων  βοηθούμενοι παῤῥησίας πολλῆς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |