ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΗʹ Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ,

Παρασκευή 28 Οκτωβρίου 2016

ΠΗʹ Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ,




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΠΗʹ  Ὅτε οὖν ἠρίστησαν, λέγει ὁ Ἰησοῦς τῷ Σίμωνι Πέτρῳ, «Σίμων Ἰωνᾶ,ἀγαπᾷς με πλέον τούτων;» Λέγει αὐτῷ· «Ναὶ, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.»

 αʹ. Πολλὰ μὲν ἔστι καὶ ἕτερα τὰ δυνάμενα δοῦναι παῤῥησίαν ἡμῖν πρὸς τὸν Θεὸν, καὶ δεῖξαι λαμπροὺς καὶ εὐδοκίμους· τὸ δὲ μάλιστα πάντων παρέχον ἡμῖν τὴν ἄνωθεν εὔνοιαν ἡ περὶ τοὺς πλησίον ἐστὶ κηδεμονία· ὅπερ οὖν καὶ ὁ Χριστὸς ἀπαιτεῖ τὸν Πέτρον. Ἐπειδὴ γὰρ τέλος εἶχεν  αὐτοῖς τὰ τῆς ἐδωδῆς, Λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; Λέγει αὐτῷ· Ναὶ, Κύριε, σὺ οἶδας ὅτι . φιλῶ   σε.  Λέγει  αὐτῷ·  Βόσκε τὰ  πρόβατά  μου.  Καὶ  τί  δήποτε,  τοὺς  ἄλλους παραδραμὼν,  τούτῳ  περὶ τούτων  διαλέγεται;  Ἔκκριτος ἦν  τῶν  ἀποστόλων,  καὶ στόμα τῶν μαθητῶν, καὶ κορυφὴ τοῦ χοροῦ· διὰ τοῦτο καὶ Παῦλος ἀνέβη τότε αὐτὸν ἱστορῆσαι παρὰ τοὺς ἄλλους. Ἅμα δὲ καὶ δεικνὺς αὐτῷ, ὅτι χρὴ θαῤῥεῖν λοιπὸν, ὡς τῆς ἀρνήσεως ἐξεληλαμένης,  ἐγχειρίζεται  τὴν προστασίαν τῶν  ἀδελφῶν.  Καὶ τὴν μὲν  ἄρνησιν  οὐ προφέρει, οὐδὲ ὀνειδίζει  τὸ γεγονός·  λέγει  δὲ, ὅτι Εἰ φιλεῖς  με, προΐστασο  τῶν   ἀδελφῶν,   καὶ   τὴν   θερμὴν   ἀγάπην,   .  ἣν   διὰ   πάντων ἐπεδείκνυσο, καὶ ἐφ'  ᾗ ἠγαλλιάσω,  νῦν  δεῖξον,


καὶ τὴν ψυχὴν,  ἣν ἔλεγες θήσειν ὑπὲρ ἐμοῦ, ταύτην ὑπὲρ τῶν προβάτων ἐπίδος τῶν ἐμῶν. Ἐπεὶ οὖν ἅπαξ ἐρωτηθεὶς καὶ δεύτερον, αὐτὸν  τὸν τὰ ἀπόῤῥητα τῆς καρδίας εἰδότα μάρτυρα ἐκάλεσε, εἶτα ἠρωτήθη καὶ τρίτον, καὶ συνεταράχθη, πάλιν  δεδοικὼς τὰ πρότερα (καὶ γὰρ τότε διισχυριζόμενος ἠλέγχετο μετὰ ταῦτα)· διὰ τοῦτο πάλιν  ἐπ' αὐτὸν καταφεύγει. Τὸ γὰρ  εἰπεῖν,  Σὺ οἶδας  πάντα,  τουτέστι,  τὰ  παρόντα  καὶ  τὰ  μέλλοντα.  Ὁρᾷς πῶς ἐγένετο βελτίων  καὶ σωφρονέστερος, οὐκ αὐθαδιαζόμενος λοιπὸν  καὶ ἀντιλέγων; ∆ιὰ γὰρ τοῦτο ἐταράχθη, Μήποτε ἐγὼ μὲν νομίζω φιλεῖν,  οὐ φιλῶ  δέ· ὥσπερ καὶ πρότερον πολλὰ νομίζων καὶ διισχυριζόμενος, ἠλεγχόμην ὕστερον. Τρίτον δὲ ἐρωτᾷ, καὶ τρίτον  ἐπιτάττει  τὰ αὐτὰ, δεικνὺς  ὅσου τιμᾶται τὴν προστασίαν τῶν  οἰκείων προβάτων, καὶ ὅτι τοῦτο μάλιστα τῆς εἰς αὐτὸν ἀγάπης σημεῖον. Εἰπὼν δὲ αὐτῷ περὶ τῆς εἰς αὐτὸν ἀγάπης, προαγορεύει αὐτῷ καὶ τὸ μαρτύριον ὅπερ ἔμελλεν ὑπομένειν, ἐμφαίνων,  ὅτι οὐκ ἀπιστῶν αὐτῷ ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ καὶ σφόδρα πιστεύων τῆς δὲ εἰς αὐτὸν ἀγάπης τὸ δεῖγμα δεῖξαι βουλόμενος, καὶ παιδεῦσαι ἡμᾶς, ποίῳ δεῖ τρόπῳ μάλιστα αὐτὸν ἀγαπᾷν· διό φησιν· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἄλλοι σε ζώσουσι καὶ οἴσουσιν, ὅπου οὐ θέλεις. Καὶ μὴν τοῦτο ἤθελε καὶ ἐπεθύμει· δι' ὃ καὶ δῆλον αὐτῷ τοῦτο πεποίηκεν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγε, Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· καὶ, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, ἀπέδωκεν αὐτῷ τὴν ἐπιθυμίαν. Τί οὖν ἐστι τὸ, Ὅπου οὐ θέλεις; Τῆς φύσεως λέγει τὸ συμπαθὲς, καὶ τῆς σαρκὸς τὴν ἀνάγκην, καὶ ὅτι ἄκουσα ἀποῤῥήγνυται  τοῦ  σώματος  ἡ  ψυχή.  Ὥστε, εἰ  καὶ  τὰ  τῆς  προαιρέσεως ἔῤῥωτο, ἀλλ'  ὅμως  καὶ  οὕτως  ἡ  φύσις  ἠλέγχετο.  Οὐδεὶς γὰρ  ἀπαθῶς  τὸ  σῶμα ἀποτίθεται, τοῦτο τοῦ Θεοῦ, ὅπερ καὶ ἔμπροσθεν ἔφην, συμφερόντως οἰκονομήσαντος, ὥστε μὴ πολλοὺς γίνεσθαι τοὺς βιαίους θανάτους. Εἰ γὰρ τούτων ὄντων  ἴσχυσεν ὁ διάβολος τοῦτο ἐργάσασθαι, καὶ μυρίους ἐπὶ κρημνοὺς ἤγαγε καὶ βόθρους· εἰ μὴ τοσαύτη ἦν ἡ ἐπιθυμία τῇ ψυχῇ τοῦ σώματος· κἂν ἀπὸ τῆς τυχούσης ἀθυμίας ταχέως  ἂν οἱ πολλοὶ πρὸς τοῦτο ὥρμησαν. Τὸ οὖν, Ὅπου οὐ θέλεις, τὴν φυσικὴν δηλοῦντός ἐστι συμπάθειαν. Πῶς δὲ εἰπὼν, Ὅτε ἦς νεώτερος, πάλιν λέγει· Ὅταν δὲ γηράσῃς; Τοῦτο γὰρ δεικνύντος ἐστὶν οὐκ ὄντα τότε νέον· οὐδὲ γὰρ ἦν· ἀλλ' οὐδὲ  γεγηρακὼς,  ἀλλ'  ἀνὴρ  τέλειος.  Τίνος  οὖν  ἕνεκεν  ἀνέμνησεν  αὐτὸν  τοῦ προτέρου βίου; ∆ηλῶν, ὅτι τοιαῦτα τὰ αὐτοῦ. Ἐν μὲν γὰρ τοῖς βιωτικοῖς ὁ μὲν νέος χρήσιμος, ὁ δὲ γεγηρακὼς ἄχρηστος· ἐν δὲ τοῖς ἐμοῖς, φησὶν, οὐχ οὕτως, ἀλλ' ὅταν ἐπέλθῃ τὸ γῆρας, τότε ἡ ἀριστεία λαμπροτέρα, τότε ἡ ἀνδραγαθία περιφανεστέρα, οὐδὲν ἀπὸ τῆς ἡλικίας κωλυομένη. Ταῦτα δὲ ἔλεγεν, οὐ καταπληττόμενος  αὐτὸν, ἀλλὰ διεγείρων· ᾔδει γὰρ αὐτοῦ τὸν πόθον, καὶ ὅτι τοῦτο πάλαι ὤδινε τὸ καλόν· ὁμοῦ  δὲ  καὶ  τὸν  τρόπον  δηλοῖ  τοῦ  θανάτου.  Ἐπειδὴ  γὰρ  ὁ Πέτρος διὰ  παντὸς ἐβούλετο εἶναι ἐν τοῖς ὑπὲρ αὐτοῦ κινδύνοις, Θάῤῥει, φησίν· οὕτω γὰρ ἐμπλήσω σου τὴν ἐπιθυμίαν, ὥστε ἅπερ οὐκ ἔπαθες νέος ὢν, ταῦτά σε δεῖ παθεῖν γεγηρακότα. Εἶτα ἐγείρων  τὸν ἀκροατὴν ὁ εὐαγγελιστὴς, ἐπήγαγε· Ταῦτα δὲ ἔλεγε, σημαίνων  ποίῳ θανάτῳ  δοξάσει τὸν Θεόν. Οὐκ εἶπεν, Ἀποθανεῖται· ἀλλὰ, ∆οξάσει τὸν Θεὸν, ἵνα μάθῃς, ὅτι τὸ παθεῖν  ὑπὲρ τοῦ Χριστοῦ, δόξα τοῦ πάσχοντος καὶ τιμή. Καὶ ταῦτα . εἰπὼν,   φησὶ,  λέγει·  Ἀκολούθει  μοι.  Ἐντεῦθεν   πάλιν   τὸ  κηδεμονικὸν αἰνίττεται, καὶ τὸ σφόδρα Πρὸς αὐτὸν οἰκείως διακεῖσθαι. Εἰ δὲ λέγοι τις, πῶς οὖν ὁ Ἰάκωβος τὸν θρόνον ἔλαβε τῶν Ἱεροσολύμων; ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτον οὐ τοῦ θρόνου, ἀλλὰ  τῆς  οἰκουμένης  ἐχειροτόνησε  διδάσκαλον. Στραφεὶς οὖν  ὁ Πέτρος βλέπει  τὸν  μαθητὴν,  ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα,  ὃς καὶ ἀνέπεσεν  ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ· καὶ λέγει· Κύριε, οὗτος δὲ τί;

βʹ. Τίνος ἕνεκεν ἀνέμνησεν ἡμᾶς τῆς ἀνακλίσεως  ἐκείνης; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν,  ἀλλὰ δεικνὺς  ὅσην ὁ Πέτρος τὴν παῤῥησίαν ἔσχε μετὰ τὴν ἄρνησιν. Ὁ γὰρ τότε μὴ τολμῶν ἐρωτῆσαι, ἀλλ' ἑτέρῳ ταῦτα ἐπιτρέπων, οὗτος καὶ τὴν προστασίαν ἐνεπιστεύθη τῶν ἀδελφῶν. Καὶ οὐ μόνον ἑτέρῳ τὰ καθ' ἑαυτὸν οὐκ ἐπιτρέπει, ἀλλὰ καὶ αὐτὸς ὑπὲρ ἑτέρου προσάγει τῷ διδασκάλῳ πεῦσιν λοιπόν· καὶ Ἰωάννης μὲν σιγᾷ, ἐκεῖνος δὲ διαλέγεται. ∆είκνυσι δὲ καὶ ἐνταῦθα τὴν ἀγάπην, ἣν πρὸς αὐτὸν εἶχε· καὶ γὰρ σφόδρα ἐφίλει τὸν Ἰωάννην ὁ Πέτρος· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ διὰ τοῦ Εὐαγγελίου δὲ παντὸςδείκνυται  τούτων  ὁ  σύνδεσμος, καὶ  ἐν  ταῖς  Πράξεσιν. Ἐπεὶ  οὖν  μεγάλα  αὐτῷ προεῖπε,  καὶ  τὴν  οἰκουμένην  ἐνεχείρισε,  καὶ  τὸ  μαρτύριον  προανεφώνησε,  καὶ ἀγάπην ἐμαρτύρησε πλείονα τῶν ἄλλων, βουλόμενος καὶ τοῦτον λαβεῖν κοινωνὸν,φησίν·  Οὗτος δὲ τί; οὐ τὴν  αὐτὴν  ἡμῖν  ὁδὸν  ἥξει, Καὶ καθάπερ τότε  αὐτὸς  μὴ δυνάμενος  ἐρωτῆσαι,  τοῦτον  προβάλλεται·  οὕτω  καὶ  νῦν  ἀποδιδοὺς  αὐτῷ  τὴν ἀμοιβὴν, καὶ νομίσας αὐτὸν βούλεσθαι ἐρωτᾷν τὰ κατ' αὐτὸν, εἶτα μὴ θαῤῥεῖν, αὐτὸς ἀνεδέξατο τὴν ἐρώτησιν. Τί οὖν ὁ Χριστός; Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Ἐπειδὴ σφόδρα κηδόμενος ἔλεγε, καὶ μὴ βουλόμενος αὐτοῦ διασπασθῆναι, δεικνὺς ὁ Χριστὸς, ὅτι ὅσον ἂν ἀγαπήσῃ, τὴν ἀγάπην τὴν αὐτοῦ οὐ φθάνει, φησίν· Ἐὰν αὐτὸν θέλω μένειν, τί πρὸς σέ; διὰ τούτων παιδεύων ἡμᾶς μὴ ἀσχάλλειν, μηδὲ πολυπραγμονεῖν μηδὲν πέρα τῶν δοκούντων αὐτῷ. Ἐπειδὴ γὰρ ἀεὶ ὁ Πέτρος εἰς τὰς τοιαύτας ἐρωτήσεις θερμὸς ἦν καὶ προεπήδα, ἐκκόπτων αὐτοῦ πάλιν τὴν θερμότητα, καὶ παιδεύων  περαιτέρω μὴ περιεργάζεσθαι, τοῦτό φησιν· Ἐξῆλθεν οὖν  ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ἤγουν τοὺς μαθητὰς, ὅτι ἐκεῖνος οὐκ ἀποθνήσκει. Οὐκ εἶπε δὲ ὁ Ἰησοῦς, ὅτι Οὐκ ἀποθνήσκει, ἀλλ', Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ἑνὶ τρόπῳ με τὰ καθ' ὑμᾶς διοικεῖν. Τοῦτο δὲ ἐποίει τῆς ἀκαίρου συμπαθείας τῆς πρὸς ἀλλήλους ἕνεκεν. Ἐπειδὴ γὰρ ἔμελλον τῆς οἰκουμένης τὴν ἐπιτροπὴν ἀναδέξασθαι, οὐκ ἔδει συμπεπλέχθαι λοιπὸν ἀλλήλοις· ἦ γὰρ  ἂν  μεγάλη  τοῦτο  τῇ  οἰκουμένῃ  γέγονε  ζημία.  ∆ιόπερ αὐτῷ  φησιν·  Ἔργον ἐνεχειρίσθης, αὐτὸ σκόπει, καὶ ἄνυε, καὶ ἄθλει, καὶ ἀγωνίζου. Τί γὰρ εἰ καὶ βούλομαι αὐτὸν μένειν ἐνταῦθα; σὺ τὰ σεαυτοῦ σκόπει καὶ μερίμνα. Σὺ δέ μοι κἀνταῦθα τὸ ἄτυφον ἐννόησον τοῦ εὐαγγελιστοῦ. Εἰπὼν γὰρ τὴν δόξαν τῶν μαθητῶν, διορθοῦται αὐτὴν, ὡς οὐ συνεωρακότων αὐτῶν ὅπερ εἶπεν. Οὐ γὰρ εἶπε, φησὶν, ὁ Ἰησοῦς, ὅτι οὐκ  ἀποθανεῖται,  ἀλλ'  ὅτι  Ἐὰν  αὐτὸν  θέλω  μένειν.  Οὗτός ἐστιν  ὁ  μαθητὴς,  ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Τί δήποτε, τῶν ἄλλων οὐδενὸς τοῦτο ποιοῦντος, οὗτος μόνος ταῦτά φησι, καὶ δεύτερον τοῦτο ποιεῖ μαρτυρῶν ἑαυτῷ· δοκεῖ δὲ προσίστασθαι τοῖς ἀκροωμένοις; τί οὖν  ἐστι  τὸ  . αἴτιον;  Λέγεται ὕστερος πρὸς  τὸ  γράφειν  ἐλθεῖν,  τοῦ  Θεοῦ κινήσαντος  αὐτὸν  ἐπὶ  τοῦτο  καὶ  διεγείραντος·  διὰ  τοῦτο  δείκνυσιν  αὐτοῦ  τὴν ἀγάπην συνεχῶς, αἰνιττόμενος τὴν αἰτίαν, ἀφ' ἧς ἐπὶ τὸ γράφειν ὥρμησε. ∆ιὰ τοῦτο καὶ συνεχῶς μέμνηται, ἀξιόπιστον ποιῶν τὸν λόγον, καὶ δηλῶν ὅτι κινηθεὶς ἐκεῖθεν, ἦλθεν ἐπὶ τοῦτο. Καὶ οἶδα, φησὶν, ὅτι ἀληθῆ ἐστιν ἃ λέγει· εἰ δὲ μὴ πιστεύουσιν οἱ πολλοὶ, ἔξεστιν αὐτοῖς ἀπὸ τούτου πιστεῦσαι. Ποίου; Τοῦ ἑξῆς εἰρημένου· Ἔστι γὰρ, φησὶ, καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι  τὸν  κόσμον  χωρῆσαι  τὰ  γραφόμενα   βιβλία.  Ὅθεν  δῆλον,  ὅτι  οὐκ  ἂν ἐχαρισάμην. Ὁ γὰρ, τοσούτων  ὄντων,  οὐδὲ τοσαῦτα εἰπὼν,  ὅσα οἱ λοιποὶ,  ἀλλὰ τούτων   μὲν   τὰ   πλείονα   παραλιπὼν,   τὰς   δὲ  ἐπιβουλὰς   τὰς   Ἰουδαϊκὰς,   τὰς καταλεύσεις, τὸ μῖσος, τὰς ὕβρεις, τὰς λοιδορίας εἰς μέσον προθεὶς, καὶ δηλώσας, πῶς καὶ δαιμονῶντα καὶ πλάνον ἐκάλουν, εὔδηλον ὅτι οὐκ ἂν ἐχαρισάμην. Τὸν γὰρ χαριζόμενον τοὐναντίον  ἔδει ποιεῖν, τὰ μὲν ἐπονείδιστα ἀποκρύπτεσθαι, τὰ λαμπρὰ προτιθέναι.   Ἐπεὶ  οὖν   ἀπὸ  πολλῆς   πληροφορίας   ἔγραψεν   ἅπερ  ἔγραψεν,   οὐ παραιτεῖται τὴν ἑαυτοῦ μαρτυρίαν εἰς μέσον φέρειν, προκαλούμενος καθ' ἕκαστον ἐξετάζειν καὶ βασανίζειν τὰ γεγενημένα.  Ἔθος γὰρ ἡμῖν, ὅταν σφόδρα ἀληθεύειν δοκῶμεν,  μήποτε τὴν  ἑαυτῶν  μαρτυρίαν  ἀρνεῖσθαι. Εἰ δὲ ἡμεῖς τοῦτο ποιοῦμεν, πολλῷ  μᾶλλον  ἐκεῖνος  ὁ Πνεύματι γράφων·  ὅπερ οὖν  καὶ  οἱ λοιποὶ  ἀπόστολοι κηρύττοντες  ἔλεγον· Ἡμεῖς ἐσμεν μάρτυρες, φησὶν, ὧν λέγομεν, καὶ τὸ Πνεῦμα ὃ ἔδωκε τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ πᾶσι δὲ παρῆν, καὶ οὐδὲ σταυρουμένου ἀπελιμπάνετο,  καὶ  τὴν  μητέρα ἐνεχειρίσθη·  ἅπερ πάντα  σημεῖα τῆς  πρὸς αὐτὸν ἀγάπης, καὶ τοῦ μετὰ ἀκριβείας εἰδέναι πάντα. Εἰ δὲ τοσαῦτα ἔφησε γεγενῆσθαι τὰ σημεῖα, μὴ θαυμάσῃς· ἀλλ' ἐννοήσας τὴν ἄφατον τοῦ ποιοῦντος δύναμιν, δέξαι μετὰ πίστεως τὸ εἰρημένον. Ὥσπερ γὰρ ἡμῖν εὔκολον φθέγγεσθαι· οὕτως ἐκείνῳ, μᾶλλον δὲ πολλῷ ῥᾷον, ποιεῖ ἅπερ ἤθελεν. Ἤρκει γὰρ θελῆσαι μόνον, καὶ πάντα εἵπετο.

 γʹ. Προσέχωμεν τοίνυν  ἀκριβῶς  τοῖς  εἰρημένοις,  καὶ μὴ διαλίπωμεν  ἀναπτύσσοντες αὐτὰ καὶ διερευνώμενοι· ἀπὸ γὰρ τῆς συνεχοῦς ἐντεύξεως ἔστι τι πλέον ἡμῖν. Οὕτω τὸν βίον τὸν ἑαυτῶν ἐκκαθᾶραι δυνησόμεθα, οὕτω τὰς ἀκάνθας ἐκτεμεῖν. Τοιοῦτον γὰρ  ἡ  ἁμαρτία  καὶ  ἡ  βιωτικὴ  φροντὶς,  ἄκαρπον  καὶ  ὀδυνηρόν.  Καὶ καθάπερ  ἡ ἄκανθα, ὅθεν ἂν κατέχηται, κεντεῖ τὸν κατέχοντα· οὕτω καὶ τὰ βιωτικὰ, ὅθεν ἂν κατάσχῃς, λυπεῖ  τὸν  περισφίγγοντα  αὐτὰ καὶ θάλποντα.  Ἀλλ' οὐ τὰ πνευματικὰ τοιαῦτα, ἀλλὰ μαργαρίτῃ τινὶ προσέοικεν· ὅθεν ἂν περιστρέψῃς, τέρπει τοὺς ὀφθαλμούς. Οἷόν τι λέγω· . Ἐποίησέ τις ἐλεημοσύνην· οὐ μόνον τῇ ἐλπίδι τοῦ μέλλοντος  τρέφεται, ἀλλὰ καὶ τοῖς ἐνταῦθα ἀγαθοῖς γάννυται,  θαῤῥῶν πανταχοῦ καὶ μετὰ πολλῆς πάντα ποιῶν τῆς παῤῥησίας. Περιεγένετο πονηρᾶς ἐπιθυμίας· καὶ πρὸ βασιλείας ἐντεῦθεν ἤδη τὸν καρπὸν ἔλαβεν, ἐπαινούμενος, θαυμαζόμενος πρὸ τῶν ἄλλων πάντων ὑπὸ τοῦ οἰκείου συνειδότος. Καὶ ἕκαστον δὲ τῶν ἀγαθῶν ἔργων τοιοῦτόν  ἐστιν, ὥσπερ οὖν  τὰ πονηρὰ  καὶ πρὸ τῆς  γεέννης  ἐνταῦθα  κολάζει τὸ συνειδός. Κἂν τὰ μέλλοντα ἐννοήσῃς ἁμαρτὼν, περιδεὴς καὶ ἔντρομος καὶ μηδενὸς κολάζοντος γέγονας· κἂν τὰ παρόντα, πολλοὺς ἔχεις ἐχθροὺς καὶ μεθ' ὑποψίας ζῇς, καὶ  οὐδὲ  ἀντιβλέψαι   δυνήσῃ  τοῖς  ἠδικηκόσι  λοιπόν·  μᾶλλον  δὲ  καὶ  τοῖς  μὴ ἠδικηκόσιν. Οὐ γὰρ τοσαύτην ἐπ' αὐτῶν καρπούμεθα τὴν ἡδονὴν, ὅσην τὴν ἀθυμίαν, τοῦ συνειδότος καταβοῶντος, τῶν ἔξωθεν ἀνθρώπων  καταγινωσκόντων,  τοῦ Θεοῦ παροξυνομένου,   τῆς   γεέννης   ὠδινούσης   ἡμᾶς   λαβεῖν,   τῶν   λογισμῶν   οὐχ ἡσυχαζόντων.  Βαρὺ γὰρ,  βαρὺ  καὶ  φορτικὸν  ἡ  ἁμαρτία,  καὶ  μολίβδου  παντὸς χαλεπώτερον.  Ὁ γοῦν αἰσθόμενος αὐτῆς, οὐδὲ μικρὸν ἀναβλέψαι  δυνήσεται, κἂν σφόδρα ἀναίσθητος ᾖ. Οὕτω γοῦν καὶ ὁ Ἀχαὰβ, καίτοι σφόδρα ἀσεβὴς ὢν, ἐπειδὴ ταύτης ᾔσθετο, κάτω κύπτων  ἐβάδιζε, συντετριμμένος καὶ τεταλαιπωρημένος.  ∆ιὰ τοῦτο καὶ σάκκον περιεβάλετο, καὶ πηγὰς ἠφίει δακρύων. Ἂν τοῦτο ποιῶμεν ἡμεῖς, καὶ  πενθῶμεν  ὡς  ἐκεῖνος,  ἀποδυσόμεθα  τὰ  ἐγκλήματα  ὡς  Ζακχαῖος, καὶ  ἡμεῖς τευξόμεθά τινος συγγνώμης. Καθάπερ γὰρ ἐπὶ τῶν οἰδημάτων καὶ τῶν συρίγγων, ἂν μὴ πρότερον στήσῃ τις τὸν χυμὸν τὸν ἐπιῤῥέοντα, καὶ τὸ τραῦμα ἐπιτρίβοντα, ὅσα ἂν ἐπιθήσῃ φάρμακα, τῆς πηγῆς τοῦ κακοῦ μὴ κατασχεθείσης, εἰκῆ πάντα ποιεῖ· οὕτω καὶ  ἡμεῖς, ἂν  μὴ τὴν  χεῖρα  στήσωμεν τῆς  πλεονεξίας  καὶ  τὴν  πονηρὰν  ταύτην ἐπιῤῥοὴν ἀναστείλωμεν,  κἂν  ἐλεημοσύνην  δῶμεν,  εἰκῆ πάντα  ποιοῦμεν.  Τὸ γὰρ θεραπευθὲν δι' αὐτῆς, ἐπελθοῦσα ἡ πλεονεξία κατέκλυσε καὶ ἐλυμήνατο, καὶ χαλεπώτερον  τοῦ προτέρου εἰργάσατο. Παυσώμεθα τοίνυν  ἁρπάζοντες, καὶ οὕτως ἐλεήσωμεν. Εἰ δὲ εἰς κρημνοὺς ἑαυτοὺς φέρωμεν, πῶς δυνησόμεθα ἀναπνεῦσαι; Καὶ γὰρ εἴ τις  τὸν  μέλλοντα  καταπίπτειν  ἄνωθεν  ἕλκοι  (ὅπερ ἐστὶν  ἡ ἐλεημοσύνη), ἕτερος δὲ κάτωθεν  βιάζοιτο, οὐδὲν ἔσται τι πλέον  ἀπὸ τῆς τοιαύτης  πάλης, ἢ τὸ διασπασθῆναι  τὸν  ἄνθρωπον.  Ἵν'  οὖν  μὴ  τοῦτο  πάθωμεν,  μηδὲ  βαρούσης τῆς πλεονεξίας   κάτωθεν,   ἡ  ἐλεημοσύνη   καταλιποῦσα   ἡμᾶς  ἀπέλθῃ,   κουφίσωμεν ἑαυτοὺς καὶ ἀναπετάσωμεν, ἵνα διὰ τῆς ἀπαλλαγῆς  τῶν  κακῶν, καὶ διὰ τῆς τῶν αἰωνίων  ἀγαθῶν ἐργασίας τελειωθέντες,  ἐπιτύχωμεν  τῶν αἰωνίων  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |