ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΕ΄ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε·

Παρασκευή 28 Οκτωβρίου 2016

ΟΕ΄ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΟΕ΄ Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό.

αʹ. Ἔργων ἡμῖν δεῖ καὶ πράξεων πανταχοῦ, οὐ τῆς διὰ ῥημάτων ἐπιδείξεως. Εἰπεῖν γὰρ καὶ ὑποσχέσθαι παντί που ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔκολον. Τί δήποτε  δὲ ταῦτα  εἶπον;  Ὅτι πολλοὶ  νῦν  εἰσι λέγοντες  φοβεῖσθαι  τὸν  Θεὸν καὶ ἀγαπᾷν,  τοῖς  δὲ ἔργοις τὰ ἐναντία  ἐπιδείκνυνται·  ὁ δὲ Θεὸς τὴν  διὰ τῶν  ἔργων ἀγάπην  ἐπιζητεῖ. ∆ιὰ τοῦτο καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν·  Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὃ ἐὰν αἰτήσητε, ἐγὼ ποιήσω, ἵνα μὴ  νομίσωσιν  ἁπλῶς  τὴν  αἴτησιν  ἰσχύειν,  ἐπήγαγεν·  Ἐὰν  ἀγαπᾶτέ  με· τότε,  φησὶ, ποιήσω.  Ἐπειδὴ δὲ  εἰκὸς  ἦν  αὐτοὺς  καὶ  ἀκούοντας,  ὅτι  Ἐγὼ  πρὸς  τὸν  Πατέρα πορεύομαι, θορυβεῖσθαι, φησίν·


Οὐ τοῦτό ἐστι τὸ ἀγαπᾷν τὸ θορυβεῖσθαι νῦν, ἀλλὰ τὸ πείθεσθαι τοῖς  λεγομένοις.  Ἔδωκα ὑμῖν  ἐντολὴν,  ἵνα  ἀγαπᾶτε  ἀλλήλους·  ἵνα οὕτω  ποιῆτε  ἀλλήλοις,  καθὼς  καὶ  ἐγὼ  ὑμῖν  ἐποίησα.  Τοῦτό  ἐστιν  ἀγάπη,  τὸ πείθεσθαι τούτοις, καὶ εἴκειν τῷ ποθουμένῳ. Καὶ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν. Συγκαταβάσεως πάλιν ὁ λόγος. Ἐπειδὴ γὰρ οὐδέπω αὐτὸν ἐγνωκότας εἰκὸς ἦν σφόδρα ἐπιζητεῖν τὴν συνουσίαν ἐκείνην, τὰ ῥήματα, τὴν κατὰ σάρκα αὐτοῦ  παρουσίαν, καὶ  μηδεμίαν  δέχεσθαι  παραμυθίαν  ἀπόντος·  τί  φησιν; Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν· τουτέστιν, Ἄλλον ὡς ἐμέ. Αἰσχυνθήτωσαν καὶ οἱ τὰ Σαβελλίου νοσοῦντες, καὶ οἱ περὶ τοῦ Πνεύματος οὐ τὴν προσήκουσαν δόξαν ἔχοντες. Καὶ γὰρ τὸ θαῦμα τοῦ λόγου τοῦτό ἐστιν, ὅτι τὰς ἐκ διαμέτρου  ἑστώσας αἱρέσεις μιᾶ  πληγῇ  κατήνεγκε.  Τῷ μὲν  γὰρ  εἰπεῖν,  Ἄλλον, δείκνυσιν  αὐτοῦ  τῆς  ὑποστάσεως τὴν  διαφοράν·  τῷ  δὲ εἰπεῖν,  Παράκλητον, τῆς οὐσίας τὴν συγγένειαν. ∆ιατί δέ φησιν, Ἐρωτήσω τὸν Πατέρα; Ὅτι εἰ εἶπεν, Ἐγὼ πέμψω, οὐκ ἂν ὁμοίως ἐπίστευσαν· νῦν  δὲ τὸ σπουδαζόμενον τοῦτό ἐστιν, ὥστε πιστευθῆναι  αὐτόν.  Ὕστερον γὰρ  αὐτός  φησιν  αὐτὸν  πέμπειν,  λέγων·  Λάβετε Πνεῦμα  ἅγιον·  ἐνταῦθα  δέ  . φησιν  ἐρωτᾷν  τὸν  Πατέρα, ὥστε  ἀξιόπιστον ποιῆσαι  αὐτοῖς  τὸν  λόγον.  Ἐπειδὴ  ὁ  Ἰωάννης   φησὶ  περὶ  αὐτοῦ,  ὅτι  Ἐκ  τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὃ δὲ εἶχε, πῶς παρ' ἑτέρου λαμβάνει; Καὶ πάλιν· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Τί δὲ τῶν ἀποστόλων πλεῖον εἶχεν, εἰ τὸν Πατέρα ἀξιοῦν ἔμελλεν ὥστε διδόναι ἑτέροις, ὁπότε ἐκεῖνοι πολλάκις καὶ χωρὶς  εὐχῆς  φαίνονται  τοῦτο  ποιοῦντες; πῶς  δὲ, εἰ κατὰ ἀξίωσιν  παρὰ τοῦ Πατρὸς πέμπεται,  αὐτὸ  ἀφ' ἑαυτοῦ  ἐφίπταται;  πῶς  δὲ  παρ' ἑτέρου πέμπεται  τὸ πανταχοῦ   παρὸν,  καὶ  διαιροῦν  ἰδίᾳ  ἑκάστῳ  καθὼς  βούλεται,  καὶ  λέγον  μετὰ αὐθεντίας·  Ἀφορίσατε  δή  μοι  τὸν  Παῦλον  καὶ  τὸν  Βαρνάβαν; Καίτοι τῷ  Θεῷ ἐλειτούργουν οἱ λειτουργοῦντες, ἀλλ' ὅμως μετὰ αὐθεντίας εἰς τὸ ἴδιον ἔργον ἐκάλεσεν· οὐχ ὅτι ἐπ' ἄλλο ἔργον ἐκάλει, ἀλλ' ἵνα τὴν ἐξουσίαν δείξῃ. Τί οὖν, φησὶν, ἐστὶν, Ἐρωτήσω τὸν Πατέρα; ∆εικνὺς τῆς παρουσίας τὸν καιρόν. Ὅτε γὰρ αὐτοὺς ἐκάθαρε διὰ τῆς θυσίας, τότε ἐπέπτη τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ τί δήποτε ὄντος μετ' αὐτῶν οὐκ ἐπήρχετο; Ὅτι οὐδέπω ἦν ἡ θυσία ἀνηνεγμένη. Ἐπειδὴ δὲ λοιπὸν καὶ ἡ ἁμαρτία ἐλύθη, καὶ αὐτοὶ πρὸς κινδύνους ἐπέμποντο, καὶ πρὸς τοὺς ἀγῶνας ἀπεδύοντο, ἔδει τὸν ἀλείφοντα ἐλθεῖν. Τίνος δὲ ἕνεκεν οὐκ εὐθέως μετὰ τὴν ἀνάστασιν τὸ Πνεῦμα ἔρχεται; Ἵνα ἐν πολλῇ  αὐτοῦ καταστάντες  ἐπιθυμίᾳ,  μετὰ πολλῆς αὐτὸ δέξωνται χάριτος. Ἕως μὲν γὰρ ἦν μετ' αὐτῶν ὁ Χριστὸς, οὐκ ἦσαν ἐν θλίψει·  ἐπειδὴ  δὲ ἀπῆλθε,  γυμνωθέντες  καὶ ἐν  φόβῳ  πολλῷ  καταστάντες,  μετὰ πολλῆς ἔμελλον αὐτὸ τῆς προθυμίας δέχεσθαι. Μεθ' ὑμῶν μένει. Τοῦτο δηλοῖ, ὅτι οὐδὲ μετὰ τελευτὴν ἀφίσταται. Ἵνα δὲ μὴ Παράκλητον ἀκούσαντες, πάλιν ἐνσάρκωσιν  ἑτέραν  ὑποπτεύσωσι, καὶ  ὀφθαλμοῖς  προσδοκήσωσιν αὐτὸ  θεωρεῖν, διορθούμενός φησιν· Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό. Οὐ γὰρ οὕτως  ὑμῖν  συνέσται ὥσπερ ἐγώ· ἀλλ' ἐν αὐταῖς  οἰκήσει ταῖς  ὑμετέραις ψυχαῖς· τοῦτο γάρ ἐστι τὸ, Ἐν ὑμῖν ἔσται. Πνεῦμα δὲ ἀληθείας αὐτὸ καλεῖ, διὰ τούτου τοὺς τύπους τοὺς ἐν τῇ Παλαιᾷ δηλῶν. Ἵνα μεθ' ὑμῶν ᾖ. . Τί ἐστι, Μεθ' ὑμῶν ᾖ; Ὅ φησιν αὐτὸς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Ἄλλως δὲ, καὶ, ἕτερόν τι αἰνίττεται,  ὅτι Οὐ πείσεται ταῦτα ἅπερ ἐγὼ, οὔτε ἀποφοιτήσει. Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ  αὐτό. Τί γὰρ, εἰπέ  μοι, τῶν  ἄλλων  θεωρητόν;  Οὐδέν. Ἀλλ' ἐνταῦθα  τὴν γνῶσίν  φησιν. Ἐπήγαγε γοῦν· Οὐδὲ γινώσκει αὐτό· οἶδε γὰρ καὶ ἐπὶ τῆς ἀκριβοῦς γνώσεως θεωρίαν λέγειν. Ἐπειδὴ γὰρ τῶν αἰσθήσεων τρανοτέρα ἐστὶν ἡ ὄψις, διὰ ταύτης ἀεὶ τὴν ἀκριβῆ παρίστησι γνῶσιν. Κόσμον δὲ ἐνταῦθα τοὺς πονηρούς φησι, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς τοῦ δοῦναι αὐτοῖς δῶρον ἐξαίρετον. Ὅρα πόσοις ἐπῆρε τὸν περὶ αὐτοῦ λόγον. Εἶπεν, ὅτι Ἄλλος ὡς ἐγώ ἐστιν· εἶπεν, ὅτι Οὐκ ἀφίησιν ὑμᾶς· εἶπεν, ὅτι Πρὸς ὑμᾶς μόνους ἔρχεται, ὥσπερ οὖν καὶ ἐγώ· εἶπεν, ὅτι Ἐν ὑμῖν μένει· ἀλλ' οὐδὲ οὕτω τὴν ἀθυμίαν αὐτῶν ἐξέβαλεν. Αὐτὸν γὰρ ἐζήτουν ἔτι, καὶ τὴν συνήθειαν  τὴν  αὐτοῦ,  τοῦτο  γοῦν  θεραπεύων,  φησίν·  Οὐδὲ ἐγὼ  ἀφήσω  ὑμᾶς ὀρφανούς·  ἔρχομαι  πρὸς  ὑμᾶς.  Μὴ δείσητε,  φησίν·  οὐ  διὰ  τοῦτο  εἶπον  ἄλλον Παράκλητον πέμπειν, ὡς αὐτὸς ὑμῶν εἰς τέλος ἀπανιστάμενος· οὐ διὰ τοῦτο εἶπον, ὅτι Παρ' ὑμῖν μένει, ὡς οὐκέτι ὀψόμενος ὑμᾶς. Καὶ γὰρ καὶ αὐτὸς ἔρχομαι πρὸς ὑμᾶς. Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Ἐπειδὴ γὰρ ἀρχόμενος  ἔλεγε, Τεκνία, διὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς.

βʹ. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἔλεγεν, ὅτι Ἥξετε ὅπου ἐγὼ ὑπάγω· καὶ, ὅτι Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· ἐνταῦθα δὲ, ἐπειδὴ μακρὸς ὁ χρόνος ἐκεῖνος ἦν, δίδωσι τὸ Πνεῦμα. Ἀλλ' ἐπειδὴ μὴ εἰδότες, ὅ τι ποτὲ ἦν τὸ λεγόμενον, οὐκ εἶχον ἱκανὴν παράκλησιν, Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, λέγει. Τοῦτο γὰρ μάλιστα ἐζήτουν. Ἀλλ' ἐπειδὴ τὸ, Ἔρχομαι πρὸς ὑμᾶς, δηλοῦντος  ἦν παρουσίαν, ἵνα μὴ πάλιν  τὴν αὐτὴν ἐπιζητῶσι παρουσίαν, οἵαν καὶ πρότερον, ὅρα πῶς αὐτὸ σαφῶς μὲν οὐκ εἶπεν, ᾐνίξατο δέ. Εἰπὼν γὰρ, Ἔτι μικρὸν, καὶ ὁ κόσμος οὐ θεωρεῖ με, ἐπήγαγεν, Ὑμεῖς δὲ θεωρεῖτέ με· ὡσανεὶ ἔλεγεν· Ἔρχομαι μὲν πρὸς ὑμᾶς, οὐ μὴν ὁμοίως ὡς πρότερον καθ' ἑκάστην ὑμῖν ἀεὶ συγγινόμενος τὴν ἡμέραν. Καὶ ἵνα μὴ λέγωσι, Πῶς οὖν Ἰουδαίοις εἶπας· Ἀπάρτι οὐκ ὄψεσθέ με; λύει τὴν ἀντίθεσιν εἰπὼν, Πρὸς ὑμᾶς μόνους· ἐπεὶ καὶ τὸ Πνεῦμα τοιοῦτόν ἐστιν. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Οὐ γὰρ δὴ ὁ σταυρὸς διίστησιν ἡμᾶς εἰς τέλος, ἀλλ' ἢ ῥοπὴν μικρὰν ἀποκρύπτει μόνον. Ζωὴν δέ μοι δοκεῖ οὐχὶ τὴν παροῦσαν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν λέγειν. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὑμεῖς ἐν ἐμοὶ, καὶ ἐγὼ  ἐν ὑμῖν.  Ἐπὶ μὲν οὖν τοῦ Πατρὸς, οὐσίας ἐστίν· ἐπὶ δὲ αὐτῶν, ὁμονοίας καὶ βοηθείας τῆς παρὰ τοῦ Θεοῦ τὸ εἰρημένον. Καὶ πῶς ἔχει λόγον, εἰπέ μοι, φησί; πῶς μὲν οὖν τὸ ἐναντίον  ἔχει λόγον;  πολὺ γὰρ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν. Εἰ δὲ τὰ αὐτὰ κεῖται ῥήματα, μὴ θαυμάσῃς. Οἶδε γὰρ ἡ Γραφὴ πολλάκις τοῖς αὐτοῖς ῥήμασιν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων  κειμένοις οὐχ ὁμοίως κεχρῆσθαι· ἐπεὶ καὶ θεοὶ λεγόμεθα, καὶ υἱοὶ Θεοῦ, καὶ οὐ τὴν αὐτὴν ἰσχὺν ἔχει τὸ ῥῆμα ἐφ' ἡμῶν καὶ τοῦ Θεοῦ κείμενον. . Καὶ εἰκὼν ὁ Υἱὸς λέγεται, καὶ δόξα· καὶ ἡμεῖς· ἀλλὰ πολὺ τὸ μέσον. Καὶ πάλιν, Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ· οὐχ ὁμοίως δὲ Θεοῦ ὁ Χριστὸς, καὶ ἡμεῖς τοῦ Χριστοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ὅταν ἀναστῶ, φησὶν, εἴσεσθε ὅτι οὐκ ἀπέσχισμαι τοῦ Πατρὸς, ἀλλὰ τὴν αὐτὴν ἔχω δύναμιν,  καὶ ὅτι μεθ' ὑμῶν  εἰμι διηνεκῶς,  τῶν  πραγμάτων  ἀνακηρυττόντων  τὴν περὶ ὑμᾶς βοήθειαν παρ' ἐμοῦ γινομένην, τῶν ἐχθρῶν κατεσταλμένων, ὑμῶν παῤῥησιαζομένων, τῶν δεινῶν ἐκ μέσου γινομένων,  τοῦ κηρύγματος καθ' ἑκάστην ἀνθοῦντος   τὴν  ἡμέραν,  πάντων   εἰκόντων   καὶ  παραχωρούντων   τῷ  λόγῳ  τῆς εὐσεβείας. Καθὼς ἀπέστειλέ με, κἀγὼ ἀπέστειλα ὑμᾶς. Ὁρᾷς ὅτι οὐδὲ ἐνταῦθα τὴν αὐτὴν ἰσχὺν ἡ λέξις ἔχει; Εἰ γὰρ τοῦτο οὕτως ἐκδεξόμεθα, οὐδὲν ἔσονται διεστηκότες οἱ ἀπόστολοι τοῦ Χριστοῦ. ∆ιατί δέ φησι, Τότε γνώσεσθε; Ὅτι τότε εἶδον  αὐτὸν ἀναστάντα καὶ συνόντα αὐτοῖς· τότε τὴν ἀκριβῆ πίστιν ἔμαθον. Μεγάλη γὰρ ἡ τοῦ Πνεύματος δύναμις ἦν, ἡ πάντα αὐτοὺς παιδεύουσα. Ὁ ἔχων μου τὰς ἐντολὰς, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν  με. Οὐ γὰρ ἀρκεῖ τὸ ἔχειν μόνον, ἀλλὰ καὶ φυλακῆς  ἡμῖν  δεῖ ἀκριβοῦς. ∆ιατί δὲ πολλάκις  αὐτοῖς  τὸ αὐτὸ λέγει;  οἷον· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς  μου τηρήσετε· καὶ, Ὁ ἔχων  τὰς ἐντολάς  μου, καὶ τηρῶν αὐτάς· καὶ, Ἐάν τίς  μου ἀκούσῃ τὸν  λόγον,  καὶ τηρήσῃ αὐτὸν,  ἐκεῖνός  ἐστιν  ὁ ἀγαπῶν με· ὁ μὴ ἀκούων μου τοὺς λόγους, οὐκ ἀγαπᾷ με. Οἶμαι αὐτὸν αἰνίττεσθαι τὴν ἀθυμίαν αὐτῶν. Ἐπειδὴ γὰρ πολλὰ περὶ θανάτου αὐτοῖς ἐφιλοσόφησε, λέγων· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν· καὶ, Ἐὰν μή τις λάβῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· μέλλει δὲ καὶ ἕτερα πλείονα  λέγειν,  ὀνειδίζων  αὐτούς φησιν· Νομίζετε ὑμεῖς ἐξ ἀγάπης πάσχειν τὸ λυπεῖσθαι; Τὸ μὴ λυπεῖσθαι μὲν οὖν ἀγάπης ἦν. Ὅτι δὲ τοῦτο δι' ὅλου κατασκευάσαι  βούλεται,  εἰς  αὐτὸ  προϊὼν  τὸν  λόγον  ἀνεκεφαλαίωσεν.   Εἰ  γὰρ ἠγαπᾶτέ με, φησὶν, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι. Νῦν γὰρ ὑπὸ δειλίας  τοῦτο πάσχετε. Τὸ δὲ οὕτω διακεῖσθαι πρὸς θάνατον,  οὐκ ἔστι τῶν  ἐμῶν ἐντολῶν μεμνημένους ποιεῖν· ἐχρῆν γὰρ ὑμᾶς σταυροῦσθαι, εἴ γε ὄντως ἠγαπᾶτέ με. Καὶ γὰρ ὁ ἐμὸς λόγος παραινεῖ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων  τὸ σῶμα. Τοὺς τοιούτους καὶ ὁ Πατὴρ ἀγαπᾷ, καὶ ἐγώ. Καὶ ἐμφανίσω αὐτοῖς ἐμαυτόν. Εἶτα ὁ Ἰούδας, Καὶ  τί,  φησὶν,  ὅτι  ἡμῖν   μέλλεις   ἐμφανίζειν   σεαυτόν; 

γʹ.  Ὁρᾷς  ἀπὸ  δειλίας πεπιλημένην  αὐτῶν τὴν ψυχήν, Συνεχύθη γὰρ καὶ ἐταράχθη, καὶ ἐνόμισεν, ὥσπερ τοὺς νεκροὺς ὁρῶμεν ὄναρ, οὕτω καὶ αὐτὸν  μέλλειν  ὁρᾶσθαι. Ἵν' οὖν μὴ τοῦτο ὑποπτεύσωσιν, ἄκουσον τί φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν· μονονουχὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐμφανίζει ἑαυτὸν, οὕτω  καὶ  ἐγώ.  Οὐ ταύτῃ  δὲ μόνον,  ἀλλὰ  καὶ  τῷ  εἰπεῖν,  ὅτι  Μονὴν  παρ' αὐτῷ ποιήσομεν,  ἀνεῖλε  τὴν  ὑποψίαν·  ὅπερ  ὀνειράτων  οὐκ  ἔστι. Σὺ δέ  μοι  θέα  τὸν μαθητὴν καὶ θορυβούμενον καὶ οὐ τολμῶντα σαφῶς εἰπεῖν, ὅπερ εἰπεῖν ἐπεθύμει. Οὐ γὰρ εἶπεν· Οὐαὶ ἡμῖν, ὅτι ἀποθνήσκεις, καὶ ὡς οἱ τετελευτηκότες . μέλλεις ἡμῖν ἐφίστασθαι· ἀλλ' οὐκ  εἶπεν  οὕτως,  ἀλλὰ,  Τί ἔστιν  ὅτι  ἡμῖν  μέλλεις  ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ; Λέγει οὖν, ὅτι Ὑμᾶς ἀποδέχομαι, ὅτι ὑμεῖς τὴν ἐντολήν μου τηρεῖτε. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντες αὐτὸν φάντασμα νομίσωσι, διὰ τοῦτο ταῦτα προλέγει. Καὶ ἵνα μὴ οὕτως, ὡς εἶπον, νομίσωσιν αὐτοῖς φαίνεσθαι, λέγει καὶ τὴν αἰτίαν· διὰ τὸ τὰς ἐντολάς  μου τηρεῖν, λέγει ὅτι καὶ τὸ Πνεῦμα οὕτω μέλλει φαίνεσθαι. Εἰ δὲ τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, οὔπω φέρουσιν ἐκείνην τὴν οὐσίαν, μᾶλλον  δὲ οὐδὲ νοοῦσιν αὐτήν·  τί ἂν ἔπαθον, εἰ παρὰ τὴν ἀρχὴν οὕτως αὐτοῖς ἐφάνη; ∆ιὰ τοῦτο καὶ συνεσθίει, ἵνα μὴ φάντασμα τὸ πρᾶγμα νομισθῇ Εἰ γὰρ ἐπὶ τῶν ὑδάτων ἰδόντες τοῦτο ἐνόμισαν, καίτοι τῆς αὐτῆς ὄψεως φαινομένης, καὶ οὐ πρὸ πολλοῦ διαστάντος, τί ἂν ὑπώπτευσαν, εἴ γε εἶδον αὐτὸν εὐθέως ἀναστάντα, ὃν εἶδον κατεχόμενον καὶ ἐσπαργανωμένον; ∆ιὰ τοῦτο συνεχῶς αὐτοῖς λέγει, ὅτι φανεῖται, καὶ διατί φανεῖται καὶ πῶς, ἵνα μὴ φάντασμα νομίσωσιν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους  μου οὐ τηρεῖ. Καὶ ὁ λόγος, ὃν ἠκούσατε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ  τοῦ πέμψαντός  με. Ὥστε οὐκ ἐμὲ μόνον,  ἀλλ' οὐδὲ τὸν  Πατέρα ἀγαπᾷ ὁ μὴ τούτων ἀκούων τῶν λόγων. Εἰ γὰρ τοῦτο τεκμήριον ἀγάπης, τὸ ἀκούειν τῶν ἐντολῶν, αὗται δὲ τοῦ Πατρός εἰσιν, ὁ ἀκούων, οὐχὶ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα ἠγάπησε. Πῶς δὲ σὸς, καὶ οὐ σός; Τουτέστιν, ὅτι Οὐδὲν ἔξω τοῦ Πατρὸς φθέγγομαι, οὐδὲ ἴδιόν τι ἄλλο παρὰ τὸ δοκοῦν αὐτῷ. Ταῦτα ἐλάλησα ὑμῖν, παρ' ὑμῖν μένων. Ἐπειδὴ ταῦτα ἀσαφῆ  ἦν,  καὶ  τὰ  μὲν  οὐδὲ  συνίεσαν, τὰ  δὲ  πλείονα  καὶ  ἀμφέβαλλον,  ἵνα  μὴ θορυβῶνται  πάλιν,  μηδὲ λέγωσι, Ποίας ἐντολάς; ἀπήλλαξεν  αὐτοὺς τῆς ἀγωνίας ἁπάσης, εἰπών· Ὁ δὲ Παράκλητος, ὃν πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς  διδάξει.  Τάχα  ἀσαφῆ  τὰ  εἰρημένα  νῦν   ὑμῖν·  ἀλλ'  ἐστὶ  τούτων   σαφὴς διδάσκαλος ἐκεῖνος. Τὸ δὲ, Παρ' ὑμῖν μένει, αἰνιττομένου  ἐστὶν, ὅτι αὐτὸς ἄπεισιν. Εἶτα ἵνα  μὴ λυπῶνται,  φησὶν,  ὅτι  ἕως  ἂν  παρ' αὐτοῖς  μένῃ,  καὶ τὸ Πνεῦμα μὴ ἔρχηται, οὐδὲν μέγα οὐδὲ ὑψηλὸν  δυνήσονται συνιδεῖν. Ταῦτα δὲ λέγει παρασκευάζων  αὐτοὺς  γενναίως  ἐνεγκεῖν  αὐτοῦ  τὴν  ἀναχώρησιν,  ὡς  μεγάλων αἰτίαν ἐσομένην αὐτοῖς ἀγαθῶν. Συνεχῶς δὲ Παράκλητον καλεῖ, διὰ τὰς συνεχούσας αὐτοὺς τότε θλίψεις.  Ἐπεὶ οὖν καὶ ταῦτα ἀκούοντες ἐταράττοντο  ἐννοοῦντες  τὰς ἐπαχθείας, τοὺς πολέμους, τὴν ἀναχώρησιν τὴν αὐτοῦ, ὅρα πῶς αὐτοὺς καταστέλλει πάλιν  λέγων·  Εἰρήνην ἀφίημι  ὑμῖν· μονονουχὶ  λέγων,  Τί βλάπτεσθε ἀπὸ τῆς τοῦ κόσμου ταραχῆς, ἕως ἂν εἰρηνεύητε πρὸς μέ; Οὐ γὰρ τοιαύτη αὕτη ἡ εἰρήνη. Ἡ μὲν γὰρ ἔξωθεν, καὶ ἐπὶ κακῷ γίνεται πολλάκις καὶ ἀνόνητος, καὶ τοὺς ἔχοντας οὐδὲν ὠφέλησεν·  ἐγὼ  δὲ δίδωμι  τοιαύτην,  ὥστε μετ' ἀλλήλων  εἰρηνεύειν,  ὅπερ ὑμᾶς ἰσχυροτέρους ποιεῖ. Ἀλλ' ἐπειδὴ πάλιν  εἶπεν, Ἀφίημι, ὅπερ ἦν ἀναχωροῦντος,  καὶ ἱκανὸν ἦν αὐτοὺς συγχεῖν, διὰ τοῦτο πάλιν φησί· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.  Ὁρᾷς ὅτι  τὰ μὲν  ὑπὸ φιλοστοργίας,  τὰ δὲ ὑπὸ δειλίας  ἔπασχον; Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ὅτι Ὑπάγω πρὸς τὸν Πατέρα, καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. Καὶ ποίαν τοῦτο αὐτοῖς χαρὰν φέρειν ἔμελλεν; ποίαν παραμυθίαν;

δʹ. Τί οὖν ἐστι τὸ εἰρημένον; Οὐδέπω ᾔδεσαν περὶ τῆς ἀναστάσεως, οὐδὲ οἵαν ἐχρῆν περὶ αὐτοῦ δόξαν εἶχον· . (πῶς γὰρ, οἱ μηδὲ ὅτι ἀναστήσεται εἰδότες;) τὸν δὲ Πατέρα μέγαν εἶναι ἐνόμιζον. Λέγει οὖν, ὅτι Εἰ καὶ περὶ ἐμοῦ δεδοίκατε ὡς οὐκ ἀρκοῦντος ἐμαυτοῦ προστῆναι,  οὐδὲ  θαῤῥεῖτε  ὅτι  μετὰ  τὸν   σταυρὸν  πάλιν   ὑμᾶς  ὄψομαι·  ἀλλὰ ἀκούσαντες  ὅτι  πρὸς τὸν  Πατέρα ἀπέρχομαι,  ἔδει  χαίρειν  λοιπὸν,  ὅτι  πρὸς τὸν μείζονα ἄπειμι, καὶ δυνατὸν πάντα λῦσαι τὰ δεινά. Ὑμεῖς ἠκούσατε, ὅτι ἐγὼ εἶπον ὑμῖν. ∆ιατί τοῦτο τέθεικεν; Ὅτι οὕτω σφόδρα θαῤῥῶ, φησὶ, τοῖς γινομένοις, ὡς καὶ προειπεῖν· οὕτως οὐ δέδοικα. Τοῦτο γοῦν καὶ μετὰ ταῦτα Εἶπον ὑμῖν πρὶν γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι· ὡσανεὶ ἔλεγε, Μὴ ᾔδειτε, εἰ μὴ ἐγὼ εἶπον; οὐκ ἂν δὲ εἶπον, εἰ μὴ ἐθάῤῥουν. Εἶδες συγκαταβάσεως τὸν λόγον ὄντα; Καὶ γὰρ ὅταν λέγῃ, ∆οκεῖτε ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν Πατέρα, καὶ παραστήσει μοι δώδεκα λεγεῶνας  ἀγγέλων;  πρὸς τὴν  ὑπόνοιαν  τῶν  ἀκουόντων  φθέγγεται.  Οὐδὲ γὰρ ἂν ἐκεῖνο εἴποι τις ἂν, κἂν σφόδρα ᾖ μεμηνὼς ὅτι οὐκ ἐδύνατο ἑαυτῷ βοηθῆσαι, ἀλλ' ἀγγέλων ἐδεῖτο· ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ ὡς ἀνθρώπου δόξαν εἶχον, διὰ τοῦτό φησι,∆ώδεκα λεγεῶνας  ἀγγέλων.  Καίτοι γε ἁπλῶς αὐτοὺς ἠρώτησε, καὶ ἔῤῥιψεν εἰς τὰ ὀπίσω. Εἰ δὲ λέγοι τις μείζονα εἶναι τὸν Πατέρα καθ' ὃ αἴτιος τοῦ Υἱοῦ, οὐδὲ τοῦτο ἀντεροῦμεν. Ἀλλ' οὐ μὴν τοῦτο ἑτέρας εἶναι  τὸν Υἱὸν οὐσίας ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἕως μὲν ἂν ἐνταῦθα ὦ, εἰκὸς νομίζειν ὑμᾶς ὅτι κινδυνεύομεν· ἐὰν δὲ ἐκεῖ ἀπέλθω, θαῤῥεῖτε ὅτι ἐν ἀσφαλείᾳ ἐσμέν· ἐκείνου γὰρ οὐδεὶς περιγενέσθαι δυνήσεται. Ταῦτα δὲ πάντα πρὸς τὴν ἀσθένειαν τῶν μαθητῶν ἐλέγετο. Καὶ αὐτὸς μὲν γὰρ θαῤῥῶ, καὶ οὐ φροντίζω τοῦ θανάτου. ∆ιὰ γὰρ τοῦτο εἶπε, Ταῦτα εἶπον ὑμῖν πρὶν γενέσθαι. Ἐπειδὴ δὲ, φησὶ, ὑμεῖς οὐδέπω δύνασθε τὸν περὶ τούτων δέξασθαι λόγον, καὶ ἀπὸ τοῦ Πατρὸς, ὃν ὀνομάζετε μέγαν εἶναι, εἰσάγω τὴν παράκλησιν. Παραμυθησάμενος τοίνυν  αὐτοὺς,  πάλιν  λέγει  τὰ  λυπηρά·  Οὐκέτι λαλήσω  μεθ' ὑμῶν.  ∆ιατί; Ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου  ἄρχων,  καὶ ἐν  ἐμοὶ ἔχει  οὐδέν. Κόσμου δὲ ἄρχοντα τὸν διάβολόν φησι, καὶ τοὺς πονηροὺς ἀνθρώπους οὕτω καλῶν. Οὐ γὰρ οὐρανοῦ ἄρχει καὶ γῆς, ἐπεὶ ἂν ἐνέτρεψε πάντα καὶ κατέβαλε· ἄρχει δὲ τῶν ἑαυτοὺς  παραδιδόντων  αὐτῷ.  ∆ιὰ  τοῦτο  καὶ  ἄρχοντα  τοῦ  σκότους  τοῦ  αἰῶνος τούτου καλεῖ, σκότος ἐνταῦθα πάλιν τὰς πονηρὰς πράξεις καλῶν. Τί οὖν; ὁ διάβολός σε ἀναιρεῖ; Οὐδαμῶς· οὐ γὰρ ἔχει ἐν ἐμοὶ οὐδέν. Πῶς οὖν σε ἀναιροῦσιν; Ἐπειδὴ βούλομαι, καὶ ἵνα  γνῷ  ὁ κόσμος, ὅτι ἀγαπῶ  τὸν  Πατέρα. Οὐ γὰρ ὑπεύθυνος  ὢν θανάτῳ, φησὶν, οὐδὲ ὀφείλων αὐτῷ, διὰ δὲ τὴν ἀγάπην τὴν εἰς τὸν Πατέρα ὑπομένω. Τοῦτο δέ φησιν, ἵνα πάλιν αὐτῶν ἀναστήσῃ τὴν ψυχὴν, καὶ μάθωσιν ὅτι οὐκ ἄκων, ἀλλ' ἑκὼν ἐπὶ τοῦτο ἔρχεται, καὶ ὅτι καταφρονῶν  τοῦ διαβόλου. Οὐ γὰρ ἤρκει τὸ εἰπεῖν, ὅτι Μικρὸν χρόνον  μεθ' ὑμῶν  εἰμι, ἀλλὰ συνεχῶς  αὐτὸ στρέφει τοῦτο τὸ λυπηρὸν,  εἰκότως,  ἕως  ἂν  αὐτὸ  παρ' αὐτοῖς  εὐπαράδεκτον  ποιήσῃ, παρυφαίνων αὐτῷ τὰ χρηστά. ∆ιὰ τοῦτο ποτὲ μὲν λέγει, Ὑπάγω καὶ ἔρχομαι· καὶ, ὅτι Ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ ὑμεῖς ἦτε; καὶ, Οὐ δύνασθέ μοι νῦν  ἀκολουθῆσαι, ἀκολουθήσετε δὲ ὕστερον· καὶ, Πρὸς τὸν Πατέρα πορεύομαι· καὶ, Ὁ Πατὴρ μείζων μού ἐστι· καὶ, Πρὶν γενέσθαι εἴρηκα ὑμῖν· καὶ, ὅτι Οὐκ ἀπὸ ἀνάγκης ταῦτα πάσχω, ἀλλὰ δι' ἀγάπην τοῦ Πατρός· ὥστε ἐννοῆσαι αὐτοὺς, ὅτι οὐκ ὀλέθριον τὸ πρᾶγμα οὐδὲ βλάβην ἔχον, εἴ γε ὥστε σφόδρα αὐτὸν ἀγαπῶν, καὶ ὁ ἀγαπώμενος . παρ' αὐτοῦ οὕτω βούλεται.∆ιὰ  δὴ  τοῦτο  τὰ  χρηστὰ  ταῦτα   ἀναμιγνὺς,   συνεχῶς   ἔλεγε   καὶ  τὰ  λυπηρὰ, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν. Καὶ γὰρ τὸ, Παρ' ὑμῖν μένει, καὶ, ὅτι Συμφέρει ὑμῖν ἡ ἀναχώρησις, παραμυθουμένου ἦν. ∆ιὰ γάρ τοι τοῦτο προλαβὼν μυρία εἶπε περὶ τοῦ Πνεύματος, τὸ, Ἐν ὑμῖν ἐστι, καὶ, Ὁ κόσμος οὐ δύναται λαβεῖν, καὶ, Αὐτὸς ἀναμνήσει πάντα, καὶ, Πνεῦμα ἀληθείας, καὶ, Πνεῦμα ἅγιον, καὶ, Παράκλητον, καὶ, ὅτι Συμφέρει ὑμῖν· ἵνα  μὴ ἀθυμῶσιν  ὡς  οὐδενὸς  ὄντος  τοῦ προστησομένου καὶ βοηθήσοντος. Συμφέρειν δὲ λέγει, δηλῶν ὅτι πνευματικοὺς αὐτοὺς ἐργάσεται.

εʹ. Τοῦτο γοῦν καὶ ὁρῶμεν γεγενημένον.  Οἱ γὰρ τρέμοντες καὶ δεδοικότες, μετὰ τὸ λαβεῖν τὸ Πνεῦμα, εἰς  μέσους ἥλλοντο  τοὺς  κινδύνους,  καὶ  πρὸς σίδηρον, καὶ  πῦρ, καὶ  θηρία, καὶ πελάγη, καὶ πρὸς πᾶσαν ἀπεδύσαντο τιμωρίαν· καὶ οἱ ἀγράμματοι καὶ ἰδιῶται μετὰ τοσαύτης  διελέγοντο   παῤῥησίας,  ὡς  ἐκπλήττειν   τοὺς  ἀκροωμένους.  Ἀπὸ  γὰρ πηλίνων  σιδηροῦς αὐτοὺς  ἐποίησε τὸ Πνεῦμα, καὶ πτηνοὺς  εἰργάσατο, καὶ πρὸς οὐδὲν  τῶν  ἀνθρωπίνων   καταπεσεῖν  ἀφῆκεν.  Τοιαύτη  γὰρ  ἡ  χάρις  ἐκείνη·  κἂν ἀθυμίαν εὕρῃ, διαλύει, κἂν ἐπιθυμίαν πονηρὰν, δαπανᾷ, κἂν δειλίαν, ἐκβάλλει, καὶ οὐκ ἀφίησι λοιπὸν  ἄνθρωπον  εἶναι τὸν μετασχόντα αὐτοῦ, ἀλλ' ὥσπερ εἰς αὐτὸν μεταστάντα  τὸν  οὐρανὸν,  πάντα  τὰ  ἐκεῖ  φαντάζεσθαι  παρασκευάζει. ∆ιὰ  τοῦτο οὐδείς  τι  τῶν  ὑπαρχόντων  αὐτῷ  ἔλεγεν  ἴδιον  εἶναι·  ἀλλὰ  προσεκαρτέρουν ταῖς εὐχαῖς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας. Τούτου γὰρ μάλιστα δεῖται τὸ Πνεῦμα τὸ ἅγιον· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος χαρὰ, εἰρήνη, πίστις, πραότης. Καὶ μὴν καὶ ἀλγοῦσι πολλάκις οἱ πνευματικοὶ, φησίν· ἀλλ' ἡ λύπη χαρᾶς ἐστιν ἡδίων. Ἐπεὶ καὶ ὁ Κάϊν ἐλυπήθη, ἀλλὰ τὴν τοῦ κόσμου λύπην· καὶ ὁ Παῦλος ἐλυπήθη, ἀλλὰ τὴν κατὰ Θεόν. Πᾶν γὰρ ὅπερ ἂν ᾖ πνευματικὸν, κέρδος ἔχει μέγιστον· ὥσπερ καὶ τὸ κοσμικὸν ἅπαν ζημίαν ἐσχάτην. Ἐπισπασώμεθα τοίνυν τὴν ἄμαχον τοῦ Πνεύματος βοήθειαν τὰς ἐντολὰς τηροῦντες, καὶ οὐδὲν τῶν ἀγγέλων ἐσόμεθα ἐλάττους. Οὔτε γὰρ ἐκεῖνοι, ἐπειδὴ ἀσώματοί εἰσι, τοιοῦτοί  εἰσιν (εἰ γὰρ τοῦτο ἦν, οὐδεὶς ἂν τῶν  ἀσωμάτων ἐγένετο . πονηρός)· ἀλλ' ἡ προαίρεσις πανταχοῦ πάντων  αἰτία. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ἀσωμάτοις ἀνθρώπων  χείρους καὶ ἀλόγων  εὑρέθησαν, καὶ ἐν τοῖς σώματα ἔχουσιν,  ἀσωμάτων  κρείττους.  Πάντες  γοῦν  οἱ  δίκαιοι  τὴν  γῆν  οἰκοῦντες,  καὶ σώματα ἔχοντες,  κατώρθωσαν  ἅπερ κατώρθωσαν. Ὡς γὰρ παρεπίδημοι ὄντες  καὶ ξένοι, τὴν γῆν ᾤκησαν· τὸν δὲ οὐρανὸν, ὡς πολῖται. Μὴ τοίνυν μηδὲ σὺ λέγε, Σάρκα περίκειμαι, οὐ δύναμαι περιγενέσθαι, οὐδὲ τῶν ὑπὲρ ἀρετῆς ἱδρώτων λαβέσθαι. Μὴ κατηγορήσῃς τοῦ ∆ημιουργοῦ. Εἰ γὰρ τὸ σάρκα φορεῖν ἀδύνατον ποιεῖ τὴν ἀρετὴν, οὐχ ἡμῶν τὸ ἔγκλημα· ὅτι δὲ οὐ ποιεῖ ἀδύνατον, ἔδειξεν ὁ τῶν ἁγίων  χορός. Τὸν γοῦν Παῦλον οὐκ ἐκώλυσε τῆς σαρκὸς ἡ φύσις γενέσθαι τοιοῦτον, οἷος ἐγένετο· οὐδὲ Πέτρον λαβεῖν τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Ἐνὼχ δὲ σάρκα φορέσας, μετετέθη, καὶ οὐχ εὑρίσκετο. Οὕτω καὶ ὁ Ἠλίας ἡρπάγη μετὰ τῆς σαρκὸς, καὶ ὁ Ἀβραὰμ μετὰ τοῦ Ἰσαὰκ καὶ τοῦ ἐγγόνου σάρκα ἔχοντες ἔλαμψαν· καὶ ὁ Ἰωσὴφ μετὰ ταύτης ἐπάλαισε πρὸς τὸ ἀκόλαστον ἐκεῖνο γύναιον.  Καὶ τί λέγω σάρκα; Κἂν γὰρ ἅλυσιν τῇ σαρκὶ περιθῇς, οὐδὲν ἐβλάβη. Εἰ γὰρ καὶ ἐγὼ δέδεμαι, φησὶν ὁ Παῦλος, Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.  Καὶ τί  λέγω  δεσμὰ καὶ  ἅλυσιν; Πρόσθες καὶ  δεσμωτήριον  καὶ κλεῖθρα, καὶ οὐδὲ οὕτω κώλυμα γίνεται ταῦτα τῇ ἀρετῇ. Οὕτω γοῦν ἐμυσταγώγησεν ὁ Παῦλος. ∆εσμὸς γὰρ ψυχῆς οὐ σίδηρος, ἀλλὰ δειλία καὶ χρημάτων ἐπιθυμία, καὶ τὰ μυρία πάθη. Ταῦτα δεσμεῖ, κἂν λελυμένον ᾖ, τὸ σῶμα. Ἀλλ' ἀπὸ τοῦ σώματος ταῦτα τίκτεται,  φησί.  Σκῆψις  ταῦτα  καὶ  πρόφασις  ψευδής.  Εἰ γὰρ  ἀπὸ  τοῦ  σώματος ἐτίκτετο, πάντες ἂν αὐτὰ ὑπέμενον. Ὥσπερ γὰρ κόπον καὶ ὕπνον καὶ τὸ πεινῇν καὶ διψῇν  οὐκ ἔνι  διαφυγεῖν,  ἐπειδὴ  φύσεώς  ἐστιν· οὕτω  καὶ ταῦτα,  εἰ τοιαῦτα  ἦν, οὐδένα ἂν ἀφῆκαν  ἔξω τῆς αὐτῶν  εἶναι  τυραννίδος.  Εἰ δὲ πολλοὶ  διαφεύγουσιν, εὔδηλον  ὅτι  ῥᾳθυμούσης  ἐστὶ  ψυχῆς  τὰ  τοιαῦτα  ἐλαττώματα.  Ταύτην  τοίνυν ἐγκόψωμεν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλ' ὑποτάξωμεν αὐτὸ τῇ ψυχῇ· ἵνα εὐήνιον  ἔχοντες,  τῶν  αἰωνίων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |