ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΓʹ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες

Πέμπτη 27 Οκτωβρίου 2016

ΛΓʹ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63

ΛΓʹ∆ιὸ   βασιλείαν   ἀσάλευτον   παραλαμβάνοντες,   ἔχω   μεν   χάριν,   δι'   ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

 αʹ. Ὅπερ ἀλλαχοῦ  φησι, Τὰ γὰρ βλεπόμενα  πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούμενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰ τὸν  παρόντα βίον ὑπομένομεν,  τοῦτο δὴ καὶ ἐνταῦθα  ποιεῖ, καί φησιν, Ἔχωμεν χάριν· τουτέστιν, εὐχαριστῶμεν τῷ Θεῷ, βέβαιοι μένωμεν. Οὐ γὰρ μόνον οὐκ ὀφείλομεν  ἀποδυσπετεῖν  ἐπὶ  τοῖς  παροῦσιν, ἀλλὰ  καὶ χάριν  αὐτῷ  μεγίστην εἰδέναι ἐπὶ τοῖς μέλλουσι. ∆ι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ· τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν  τῷ Θεῷ, εὐχαριστοῦντα  ἐν ἅπασι. Πάντα ποιεῖτε, φησὶ,  χωρὶς  γογγυσμῶν  καὶ  διαλογισμῶν, 


Ὃ γὰρ  ἂν  ἐργάσηταί  τις  γογγύζων, ὑποτέμνεται  καὶ  ἀπώλεσε  τὸν  μισθὸν,  καθάπερ  οἱ  Ἰσραηλῖται·  ἴστε γὰρ  ἡλίκην ἐκεῖνοι δίκην ἔτισαν ὑπὲρ γογγυσμῶν.  ∆ιό φησι, Μηδὲ γογγύζετε.  Οὐκ ἄρα ἔστιν εὐαρέστως λατρεῦσαι, μὴ χάριν εἰδότα πάντων  αὐτῷ καὶ τῶν πειρασμῶν καὶ τῶν ἀνέσεων. Μετὰ αἰδοῦς καὶ εὐλαβείας· τουτέστι, μηδὲν ἰταμὸν φθεγγώμεθα,  μηδὲν ἀναίσχυντον,  ἀλλὰ συστέλλωμεν ἑαυτοὺς, ἵνα αἰδέσιμοι ὦμεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Μετ' αἰδοῦς καὶ εὐλαβείας. Ἡ φιλαδελφία  μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε·  διὰ ταύτης  γὰρ ἔλαθόν  τινες  ξενίσαντες  ἀγγέλους.  Ὅρα πῶς  τὰ παρόντα προστάττει φυλάττειν  αὐτούς· καὶ οὐχὶ προστίθησιν ἕτερα· οὐ γὰρ εἶπε, Γίνεσθε φιλάδελφοι,  ἀλλὰ, Μενέτω ἡ φιλαδελφία.  Καὶ πάλιν  οὐκ εἶπε, Φιλόξενοι γένεσθε, ὡς οὐκ οὖσιν, ἀλλὰ, Τῆς φιλοξενίας  μὴ ἐπιλανθάνεσθε·  τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν  θλίψεων  γίνεσθαι. Εἶτα καὶ ἐπάγει  ὅπερ ἱκανὸν  ἦν  μᾶλλον  προτρέψαι, λέγων·  Ἔλαθόν τινες  ξενίσαντες ἀγγέλους. Ὁρᾷς ὅση ἡ τιμὴ, ὅσον τὸ κέρδος; Τί ἐστιν, Ἔλαθον; Οὐκ εἰδότες, φησὶν,  ἐξένισαν.  ∆ιὰ τοῦτο  καὶ μέγας  ὁ μισθὸς τῷ Ἀβραὰμ δέδοται, ὅτι μὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας, ἐξένισεν· ἐπεὶ, εἰ ᾔδει, οὐδὲν θαυμαστόν.  Τινὲς  ἐνταῦθα  καὶ  τὸν  Λὼτ αὐτὸν  αἰνίττεσθαί  φασι,  καὶ  δι'  αὐτὸν εἰρηκέναι αὐτό. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Ὅρα πόσος  περὶ  σωφροσύνης  ὁ  λόγος  αὐτῷ.  Εἶπεν,  Εἰρήνην  διώκετε  καὶ  τὸν ἁγιασμόν· καὶ πάλιν,  Μή τις ἢ πόρνος, ἢ βέβηλος· νῦν  πάλιν  φησὶ, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Πανταχοῦ δὲ μετὰ ἐπιτιμίου ἡ ἀπαγόρευσις. Καὶ πῶς, σκόπει ἐντεῦθεν·  Εἰρήνην, εἰπὼν,  διώκετε μετὰ πάντων  καὶ τὸν ἁγιασμὸν, ἐπήγαγεν,  Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἐνταῦθα δὲ, Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεὸς, καὶ πρότερον θεὶς τὸ, Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, εἶτα ἐπιτίμιον ἐπαγαγὼν,  δείκνυσιν  ὅτι  δικαίως  τὰ  ἑξῆς  ἐπήγαγεν.  Εἰ γὰρ γάμος  συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ μοιχὸς τιμωρεῖται. Ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται. Οὐκ εἶπε πάλιν, Μηδεὶς ἔστω πόρνος· ἀλλ'  ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόμενος· Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν. Οὐκ εἶπεν, ὅτι Μηδὲν κτήσησθε, ἀλλ', Ἀφιλάργυρος ὁ τρόπος ἔστω· τουτέστιν, ἐλεύθερος ὁ νοῦς ἔστω, δεικνύτω τὸ φιλόσοφον  ἡ γνώμη· δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα. Καὶ γὰρ ἀνωτέρω ἔλεγε, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Ταῦτα ὥστε μὴ εἶναι φιλαργύρους παραινεῖ. Ἀρκούμενοι, φησὶ, τοῖς παροῦσιν. Εἶτα καὶ ἐνταῦθα  ἡ παραμυθία, ὥστε μὴ ἀπαγορεύειν· Αὐτὸς γὰρ, φησὶν, εἴρηκεν, Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω.  Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν,  Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.  Ἰδοὺ πάλιν ἐν τοῖς πειρασμοῖς ἡ παραμυθία. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν. Τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, Εἰρήνην διώκετε μετὰ πάντων. Τοῦτο καὶ Θεσσαλονικεῦσι παρῄνει, ὥστε ἔχειν αὐτοὺς ἐν τιμῇ ὑπὲρ ἐκπερισσοῦ. Μνημονεύετε, φησὶ,  τῶν  ἡγουμένων  ὑμῶν,  οἵτινες  ἐλάλησαν  ὑμῖν  τὸν  λόγον  τοῦ  Θεοῦ· ὧν ἀναθεωροῦντες  τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Ποία ἀκολουθία αὕτη; Ἀρίστη μὲν οὖν· λέγει γὰρ, Θεωροῦντες αὐτῶν τὴν ἀναστροφὴν, τουτέστι, τὸν βίον, μιμεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἢ τὴν πίστιν τὸ βέβαιον λέγει.  Πῶς; ∆είκνυσι γὰρ ὅτι  πιστεύσαντες  βεβαίως  τοῖς  μέλλουσι, τὴν  ἀρίστην πολιτείαν  κατώρθωσαν. Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠμφισβήτουν περὶ τῶν  μελλόντων,  εἴ γε  ἀμφέβαλλον.  Ὥστε καὶ ἐνταῦθα  τὸ αὐτὸ  θεραπεύει. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας. ∆ιδαχαῖς ποικίλαις καὶ  ξέναις  μὴ  παραφέρεσθε·  καλὸν  γὰρ  χάριτι  βεβαιοῦσθαι  τὴν  καρδίαν,  οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν  οἱ περιπατήσαντες. 

βʹ. Ἐνταῦθα τὸ, Χθὲς, τὸν παρελθόντα πάντα λέγει χρόνον· τὸ, Σήμερον, τὸν ἐνεστῶτα· ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀρχιερέα ἠκούσατε, ἀλλ' οὐκ ἀρχιερέα λήγοντα· ἀεὶ γὰρ ὁ αὐτός ἐστι. Τάχα δὲ ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ὁ  σταυρωθεὶς  οὗτος  ὁ  προσδοκώμενος  Χριστὸς, ἀλλ'  ἕτερος  ἥξει,  τὸ,  Χθὲς καὶ σήμερον, λέγει, καὶ, Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας· δηλῶν διὰ τούτου, ὅτι ὁ ἐλθὼν πάλιν ἥξει, καὶ αὐτὸς οὗτος καὶ προῆν, καὶ ἔστι, καὶ ἔσται εἰς τοὺς αἰῶνας. Ἐπεὶ καὶ νῦν Ἰουδαῖοι λέγουσιν, ὅτι ἕτερος ἥξει· οἳ καὶ τοῦ ὄντος ἀποστερήσαντες ἑαυτοὺς, τῷ Ἀντιχρίστῳ περιπεσοῦνται. ∆ιδαχαῖς ποικίλαις, φησὶ, καὶ ξέναις μὴ παραφέρεσθε. Οὐ μόνον ξέναις, ἀλλ' οὐδὲ ποικίλαις διδαχαῖς βούλεται αὐτοὺς παραφέρεσθαι· οἶδε γὰρ ἐξ   ἀμφοτέρων   τοῖς   παραφερομένοις   ὄλεθρον   τίκτεσθαι.   Καλὸν   γὰρ   χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἐνταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων. Ἔχομεν γὰρ θυσιαστήριον, ἐξ οὗ  φαγεῖν  ἐξουσίαν  οὐκ  ἔχουσιν  οἱ  τῇ  σκηνῇ   λατρεύοντες.  Οὐχ οἷα  τὰ Ἰουδαϊκὰ, φησὶ, τοιαῦτα τὰ παρ' ἡμῖν, ὡς μηδὲ ἀρχιερεῖ θέμις εἶναι μετέχειν αὐτῶν. Ὥστε ἐπειδὴ εἶπε, Μὴ παρατηρεῖτε, ἐδόκει δὲ τοῦτο καταβάλλοντος  εἶναι τὰ ἴδια, πάλιν αὐτὸ περιστρέφει. Μὴ γὰρ καὶ ἡμεῖς οὐ παρατηροῦμεν, φησί; Καὶ παρατηροῦμεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι μεταδιδόντες αὐτῶν. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, Ἔξω τῆς πύλης, φησὶν, ἔπαθεν. Εἶδες τὸν τύπον λάμποντα; Ἔξω, φησὶν, τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Ἐπεὶ οὖν τὰ προσφερόμενα περὶ ἁμαρτίας  τύπος  τις  ἦσαν, καὶ  ἔξω  τῆς  παρεμβολῆς  ὡλοκαυτοῦντο,  καὶ  ὁ  ὑπὲρ ἁμαρτιῶν ἡμῶν προσαχθεὶς Ἰησοῦς εἰκότως ἔξω τῆς πύλης πάσχει. Οὐκοῦν καὶ ἡμᾶς τὸν ὑπὲρ ἡμῶν παθόντα μιμεῖσθαι χρὴ, καὶ ἔξω τοῦ κόσμου γίνεσθαι, μᾶλλον δὲ τῶν τοῦ κόσμου πραγμάτων.  ∆ιὸ καὶ τοῦτο δηλῶν  ἐπήγαγε· Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν  ἔξω  τῆς  παρεμβολῆς,  φέροντες  τὸν  ὀνειδισμὸν  αὐτοῦ· τουτέστι,  τὰ  αὐτὰ πάσχοντες, κοινωνοῦντες  αὐτῷ ἐν τοῖς παθήμασιν. Ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι ἔξω τοῦ κόσμου· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἔξω τῆς παρεμβολῆς, καὶ, Ἔξω τῆς πύλης. Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν, φησὶ, πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. ∆ι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τουτέστι, καρπὸν χειλέων  ὁμολογούντων  τῷ ὀνόματι αὐτοῦ. ∆ι' αὐτοῦ, εἶπεν, ὡς δι' ἀρχιερέως, τὸ κατὰ σάρκα. Ὁμολογούντων, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Ὡσανεὶ ἔλεγεν,  Εἰ ὁμολογεῖν  αὐτῷ δεῖ, μηδὲν βλάσφημον, μηδὲν ἰταμὸν, μηδὲν θρασὺ, μηδὲν τολμηρὸν, μηδὲν ἀπονενοημένον  φθεγγώμεθα,  ἀλλὰ μετὰ αἰδοῦς καὶ εὐλαβείας πάντα ποιῶμεν  καὶ λέγωμεν.  Ταῦτα λέγει οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ οἶδεν αὐτοὺς θλιβομένους· ψυχὴ δὲ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ.  Ἀλλὰ μὴ ἡμεῖς, φησίν. Ἰδοὺ πάλιν  τὸ αὐτὸ εἶπεν, ὅπερ ἀνωτέρω ἔλεγε·  Μὴ ἐγκαταλείποντες  τὴν  ἐπισυναγωγὴν  ἑαυτῶν.  Οὕτω δυνησόμεθα  μετὰ αἰδοῦς  πάντα   ποιεῖν·  πολλάκις   γὰρ  καὶ  ἀνθρώπους   αἰσχυνόμενοι,   πολλὰ   οὐ πράττομεν  τῶν  πονηρῶν.  Τῆς δὲ εὐποιίας  καὶ  κοινωνίας  μὴ ἐπιλανθάνεσθε. 

γʹ.Ταῦτα τότε μὲν ὁ Παῦλος ἔλεγε, νῦν δὲ ἐγὼ λέγω· οὐχὶ πρὸς τοὺς παρόντας μόνον ἀδελφοὺς δὲ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας. Οὐδεὶς τὰ ὑπάρχοντα ὑμῶν ἥρπασεν· εἰ δέ τινες καὶ ἡρπάκασιν, ἐκ τῶν ἐνόντων  τὴν φιλοξενίαν  ἐπιδείκνυσθε. Τίνα γὰρ ἕξομεν ἡμεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ μετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ταῦτα ἀκουόντων,  Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίας μὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας· οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως. Καὶ οὐκ εἶπε, Τῆς ξενοδοχίας μὴ ἐπιλανθάνεσθε, ἀλλὰ, Τῆς φιλοξενίας· τουτέστι, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ μετὰ τοῦ φιλεῖν τοὺς ξένους. Καὶ οὐκ   εἶπε   τὴν   μέλλουσαν   καὶ   ἀποκειμένην   ἀμοιβὴν,   ἵνα   μὴ   πάλιν   αὐτοὺς ὑπτιωτέρους  ἐργάσηται, ἀλλὰ  τὴν  ἤδη δοθεῖσαν· ἐπήγαγε  γὰρ, ∆ι' αὐτῆς ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Τίμιος ὁ γάμος, φησὶν, ἐν  πᾶσι, καὶ  ἡ  κοίτη  ἀμίαντος.  Πῶς τίμιος  ὁ γάμος;  Ὅτι ἐν  σωφροσύνῃ, φησὶ, διατηρεῖ  τὸν  πιστόν.  Ἐνταῦθα  καὶ   Ἰουδαίους  αἰνίττεται,   ὅτι  βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωμον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίμιος ὁ γάμος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ μιαίνεσθαι νομίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ μετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται  προσχήματι ἐλεημοσύνης ἀνακτᾶσθαι πάλιν  αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυρος ὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν μηδὲ τούτων, φησὶν, εὐπορῶμεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ' αὐτοῦ, μὴ ἀμφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, μὴ ἀμφισβήτει. Τὸ δὲ, Οὐ μή σε ἀνῶ, οὐ περὶ χρημάτων μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυμοτέρους μᾶλλον ποιῶν, ὥστε μὴ ἀπαγορεύειν. Τοῦτο τοίνυν καὶ ἡμεῖς  ἐν  πᾶσι λέγωμεν  τοῖς  πειρασμοῖς, καὶ καταγελῶμεν  τῶν  ἀνθρωπίνων πραγμάτων· ἕως ἂν ἔχωμεν τὸν Θεὸν ἡμῖν εὐμενῆ, οὐδεὶς ἡμῶν περιέσται. Ὥσπερ γὰρ ἐκείνου ἐχθροῦ ὄντος, κἂν πάντες ἡμῖν ὦσι φίλοι, κέρδος οὐδέν· οὕτως αὐτοῦ φίλου  ὄντος, κἂν ἅπαντες ἡμᾶς πολεμῶσιν, οὐδεμία βλάβη. ∆ιὰ τοῦτο ἔλεγεν, Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν  ὑμῖν  τὸν  λόγον  τοῦ  Θεοῦ. Ἐνταῦθα  καὶ  περὶ ἐπικουρίας  αὐτὸν  οἶμαι λέγειν·  τοῦτο  γάρ  ἐστι  τὸ,  Οἵτινες  ἐλάλησαν  ὑμῖν  τὸν  λόγον  τοῦ  Θεοῦ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν. Τί ἐστιν, Ἀναθεωροῦντες; Συνεχῶς στρέφοντες, παρ' ἑαυτοῖς ἐξετάζοντες, λογιζόμενοι, ζητοῦντες ἀκριβῶς, ὡς βούλεσθε βασανίζοντες. Καλῶς εἶπε, Τὴν ἔκβασιν τῆς ἀναστροφῆς· τουτέστι, τὴν μέχρι τέλους πολιτείαν· ὅτι τέλος ἔσχε χρηστὸν αὐτῶν ἡ ἀναστροφή. Ἰησοῦς, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὃ λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε ὅτι τότε ἐθαυματούργησε, νῦν δὲ οὐ θαυματουργεῖ· ὁ αὐτός ἐστι, καὶ ἐπεὶ ὁ αὐτός ἐστιν, οὐκ ἔστιν ὅτε μὴ δύναται τὰ αὐτὰ ἐνεργεῖν. Τάχα πρὸς τοῦτο ἀφορῶν εἶπε, Μνημονεύετε τῶν ἡγουμένων  ὑμῶν. ∆ιδαχαῖς ποικίλαις καὶ  ξέναις  μὴ  παραφέρεσθε.  –Ξέναις, τουτέστι,  Παρ'  ἃς  ἠκούσατε  παρ'  ἡμῶν· Ποικίλαις, παντοδαπαῖς· αἱ τοιαῦται γὰρ οὐδὲν βέβαιον ἔχουσιν, ἀλλ' εἰσὶ διάφοροι, μάλιστα δὲ τὸ τῶν βρωμάτων διάφορον· διὸ καὶ πρὸς τοῦτο ἱστάμενος ἐπάγει, Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν. Αἱ ποικίλαι αὗται, αἱ ξέναι αὗται. Ἐνταῦθα εἰς παρατήρησιν βρωμάτων αὐτοὺς κωμῳδεῖ· δείκνυσι γὰρ ὅτι ἀπὸ τῆς τῶν βρωμάτων παρατηρήσεως εἰς τὸ ἑτεροδιδασκαλεῖν ἐξέπεσον, καὶ ἀπὸ τούτων πρὸς τὰς ποικίλας καὶ ξένας διδαχὰς ἐξηνέχθησαν. Καὶ ὅρα αὐτὸν οὐ τολμῶντα φανερῶς εἰπεῖν τοῦτο, ἀλλ' ὡς ἐν αἰνίγματι· τῷ γὰρ εἰπεῖν, Ποικίλαις καὶ ξέναις διδαχαῖς μὴ παραφέρεσθε, καὶ, Καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασι, μονονουχὶ τὸ  τοῦ  Χριστοῦ λέγει,  ἐν  οἷς  ἔλεγεν·  Οὐ τὸ  εἰσερχό   μενον  κοινοῖ  τὸν ἄνθρωπον,  ἀλλὰ τὸ ἐξερχόμενον. Καὶ δείκνυσιν  ὅτι τὸ πᾶν πίστις ἐστίν· ἂν αὕτη βεβαιώσῃ, ἡ καρδία ἐν  ἀσφαλείᾳ ἕστηκεν. Ἄρα πίστις  βεβαιοῖ· οὐκοῦν  λογισμοὶ σαλεύουσιν· ἐναντίον  γὰρ ἡ πίστις λογισμῷ. Ἐν οἷς οὐκ ὠφελήθησαν,  φησὶν, οἱ περιπατήσαντες.  Τί γὰρ τὸ κέρδος, φησὶν, ἀπὸ τῆς παρατηρήσεως, εἰπέ μοι; οὐχὶ ἀπόλλυσι μᾶλλον; οὐχὶ ὑπὸ ἁμαρτίαν ἐργάζεται τὸν τοιοῦτον; Εἰ δεῖ παρατηρεῖν, ἔστι  παρατηρεῖσθαι  ὅθεν  ὠφέλεια  τοῖς  παρατηροῦσιν  ἔσται. Καλὴ παρατήρησις κακίας ἀποφυγὴ, καρδίας εὐθύτης, εὐσέβεια εἰς Θεὸν, πίστις ὀρθή. Ἐν οἷς, φησὶν, οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες· τουτέστιν, οἱ διαπαντὸς φυλάξαντες αὐτά. Μία ἐστὶ παρατήρησις τὸ ἁμαρτίας ἀπέχεσθαι. Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες μιαροὶ, ὡς μὴ δύνασθαι μετέχειν  τῶν θυσιῶν; Ὥστε οὐδὲν αὐτοὺς ἔσωζε, καίτοι σπουδὴν ἐποιοῦντο περὶ τὰς παρατηρήσεις, ἀλλ', ἐπειδὴ πίστιν οὐκ εἶχον, οὐδὲν ὠφελήθησαν οὐδὲ οὕτως. Εἶτα ἀναιρεῖ ἀπὸ τοῦ τύπου τὴν θυσίαν, καὶ ἐπὶ τὸ πρωτότυπον ἄγει τὸν λόγον, λέγων, ὅτι Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. ∆ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ἄρα τύπος ἐκεῖνα τούτων ἦν, καὶ  οὕτω  τὰ  πάντα  ἐπλήρωσεν  ὁ  Χριστὸς ἔξω  παθών.  Ἐνταῦθα  καὶ  τὸ  ἑκοντὶ πεπονθέναι δηλοῖ· δείκνυσι γὰρ, ὅτι οὐδὲ ἐκεῖνα ἁπλῶς, ἀλλὰ τύπος τις ἦν, καὶ αὐτὴ ἡ οἰκονομία οὐκ ἔξω τοῦ πάθους ἦν, ἀλλ'  εἰς τὸν οὐρανὸν τὸ αἷμα ἀνηνέχθη.

 δʹ. Ὁρᾷς οὖν ὅτι αἵματος μετέχομεν τοῦ εἰς τὰ ἅγια εἰσφερομένου, τὰ ἅγια τὰ ἀληθινὰ, τῆς θυσίας ἧς μόνος ἀπήλαυσεν ὁ ἀρχιερεύς. Ἡμεῖς οὖν τῆς ἀληθείας μετέχομεν. Εἰ τοίνυν οὐκ ὀνειδισμοῦ, ἀλλ' ἁγιασμοῦ μετέχομεν, ὁ ὀνειδισμὸς τοῦ ἁγιασμοῦ αἴτιον· καθάπερ γὰρ αὐτὸς ὠνειδίσθη, οὕτω καὶ ἡμεῖς. Ἂν ἐξέλθωμεν  οὖν, κοινωνοῦμεν αὐτῷ. Τί δέ ἐστι τοίνυν, Ἐξερχώμεθα πρὸς αὐτόν; Κοινωνῶμεν αὐτῷ τῶν παθῶν, φέρωμεν αὐτοῦ τὸν ὀνειδισμόν· οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡμεῖς τὸν  σταυρὸν αὐτοῦ  αἴρωμεν,  καὶ ἔξω κόσμου μένωμεν,  καὶ εἶναι  σπουδάζωμεν. Ὥσπερ οὖν ἐκεῖνος ὠνειδίζετο ὡς κατάδικος, οὕτω καὶ ἡμεῖς. Καὶ δι' αὐτοῦ θυσίαν ἀναφέρωμεν  τῷ  Θεῷ. Ποίαν δὲ θυσίαν  λέγει; Αὐτὸς ἡρμήνευσε λέγων,  Καρπὸν χειλέων  ὁμολογούντων  τῷ ὀνόματι αὐτοῦ· τουτέστιν, εὐχὰς, ὕμνους, εὐχαριστίαν· ταῦτα  γὰρ  τῶν  χειλέων  ὁ  καρπός. Ἐκεῖνοι  προσέφερον  πρόβατα, μόσχους, καὶ ἐδίδοσαν τῷ ἱερεῖ· ἡμεῖς δὲ μηδὲν τούτων προσενέγκωμεν, ἀλλ' εὐχαριστίαν, καὶ τὴν ἐν πᾶσιν, ὡς οἷόν τε, μίμησιν τοῦ Χριστοῦ· τοῦτο βλαστησάτω ἡμῶν τὰ χείλη. Τῆς εὐποιίας  καὶ κοινωνίας  μὴ ἐπιλανθάνεσθε·  τοιαύταις  γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. ∆ῶμεν, φησὶ, τοιαύτην αὐτῷ θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἂν μὴ διὰ τοῦ Υἱοῦ· μᾶλλον δὲ καὶ διὰ καρδίας συντετριμμένης. Πάντα ταῦτα οὕτως εἶπε διὰ τοὺς ἀσθενέστερον διακειμένους ἔτι τῶν ἀκροατῶν· ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, δῆλον· ἐπεὶ πῶς ἐστι τιμὴ ἴση; Ἵνα πάντες, φησὶ, τιμῶσι  τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἰ μὴ τοῦ Πατρὸς δοξαζομένου καὶ ὁ Υἱὸς συνδοξάζεται, ποῦ ἴση ἡ τιμή; Ἐπειδὴ καρπὸς χειλέων  ὁμολογούντων  τῷ ὀνόματι αὐτοῦ τὸ χάριν αὐτῷ εἰδέναι, τουτέστιν, ὑπὲρ πάντων, καὶ ὑπὲρ ὧν δι' ἡμᾶς ἔπαθε· πάντα φέρωμεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον· τὰ γὰρ ἡμῖν συμφέροντα  αὐτὸς  οἶδε  μόνος.  Τὸ γὰρ  τί  προσευξώμεθα, φησὶ, καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Οἱ οὖν μηδὲ αἰτῆσαι εἰδότες ὅ τι χρὴ, ἐὰν μὴ τοῦ πνεύματος ἐπιλαβώμεθα, πῶς ἂν εἰδείημεν τὰ συμφέροντα; Οὐκοῦν σπουδάζωμεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως  ἅπαντα φέρωμεν τὰ συμπίπτοντα. Ὅταν τοίνυν  ἐν πενίᾳ ὦμεν,  ὅταν  ἐν  νόσῳ, εὐχαριστῶμεν·  ὅταν  συκοφαντώμεθα,  εὐχαριστῶμεν·  ὅταν κακῶς πάσχωμεν, εὐχαριστῶμεν· τοῦτο ἡμᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην  ἔχομεν. Ὅταν δὲ καλῶς πάθωμεν, ἡμεῖς ἐσμεν ὀφειλέται  καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡμῖν ταῦτα εἰς κρῖμα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁμαρτημάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν·  ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν  αἴρει, ταῦτα  καὶ εἰς ῥᾳθυμίαν  ἐξάγει, καὶ μεγάλα  περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ὅτε εὐεργετήθη καὶ  ἀπηλλάγη   τῶν  κακῶν  ὁ  Ἐζεκίας,  ἐπήρθη  εἰς  ὕψος  ἡ  καρδία  αὐτοῦ·  ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν·  Ὅτε ἐπαχύνθη  καὶ ἐλιπάνθη,  ἀπελάκτισεν  ὁ ἠγαπημένος.  Γινώσκεται γὰρ Κύριος κρίματα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡμᾶς ὠθεῖ  ἐν τῇ στενῇ· ὁ μὴ θλιβόμενος  εἰσελθεῖν  οὐ δυνήσεται.  Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων  ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων·  ὁ δὲ ἐμπλατύνων  ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούμενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν  ταύτην  ὁδὸν  Παῦλος. Ὑπωπιάζω,  φησὶ,  μοῦ  τὸ  σῶμα, καὶ  δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι  εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζημιώθης χρήματα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν,   ὅταν   ὀνειδίσωσιν   ὑμᾶς,  καὶ   εἴπωσι   πᾶν   πονηρὸν   ῥῆμα  καθ'  ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυμάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις  ἀνεθῆναι  ἐκ τῶν  πειρασμῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει·  ∆ιὸ  εὐδοκῶ  ἐν  ἀσθενείαις·  τουτέστιν,  Ἀρέσκομαι, ἀναπαύομαι  ἐν  ταῖς θλίψεσιν.  Ὑπὲρ  πάντων   οὖν  εὐχαριστῶμεν,  ὑπέρ  τε  ἀνέσεως,   ὑπέρ  τε θλίψεως,  μὴ γογγύζωμεν,  μὴ ἀχάριστοι  ὦμεν.  Λέγε καὶ  σύ· Γυμνὸς ἐξῆλθον  ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Οὐκ ἐξῆλθες ἔνδοξος· μὴ ζήτει δόξαν. Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε· μᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάμηλον  εἰσελθεῖν  διὰ τρυπήματος  ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐμπόδιον ὁ πλοῦτος  γίνεται,  καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις  ἐν πενίᾳ  ὢν,  ὅτι τὸ κώλυμα  ἀνατέτραπται;  Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν  βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέμων καὶ φυσήματος. ∆ιὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖς  τὰ χρήματα; διὰ τοῦτό  σε ἀφείλετο,  ἵνα  σε ἀπαλλάξῃ  δουλείας·  ἐπεὶ  καὶ  οἱ  πατέρες  οἱ  γνήσιοι, ἐπειδὰν  ὁ παῖς  τύχῃ  προσεφθαρμένος  ἑταίρᾳ  τινὶ,  καὶ  πολλὰ  παραινέσαντες  μὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴν ἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρημάτων.  Κηδόμενος τοίνυν  καὶ  ἡμῶν  ὁ ∆εσπότης, καὶ  ἀπαλλάττων  ἡμᾶς  τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡμῶν τὰ χρήματα. Μὴ τοίνυν νομίζωμεν πενίαν κακὸν εἶναι·  ἁμαρτία κακὸν  μόνον.  Οὐδὲ γὰρ ὁ πλοῦτος  ἀγαθὸν  καθ' ἑαυτόν· τῷ  Θεῷ εὐαρεστεῖν ἀγαθὸν μόνον. Τὴν πενίαν τοίνυν ζητῶμεν, ταύτην διώκωμεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόμεθα,  οὕτω τῶν  ἐν οὐρανοῖς ἀγαθῶν  ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Λ∆ʹ.Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν  ψυχῶν  ὑμῶν, ὡς λόγον  ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.


αʹ. Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ,  καὶ πολλῶν  ὑπόθεσις  συμφορῶν,  καὶ  ἀρχὴ  ἀταξίας  καὶ  συγχύσεως· μάλιστα  δὲ  ἐν Ἐκκλησίᾳ τοσοῦτον ἐπισφαλεστέρα ἐστὶν, ὅσον καὶ τὸ τῆς ἀρχῆς μεῖζον καὶ ὑψηλότερον. Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ μέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι  ῥυθμῷ  καὶ τάξει  τὰ τῆς  παρατάξεως  ἔσται, καὶ πλοίου  τὸν  κυβερνήτην  ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος· οὕτω καὶ, ποιμνίου τὸν ποιμένα ἐὰν ἀποστήσῃς, πάντα ἀνέτρεψας καὶ ἠφάνισας. Κακὸν μὲν οὖν ἡ ἀναρχία καὶ ἀνατροπῆς ὑπόθεσις, κακὸν δὲ οὐχ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχομένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν. Λαὸς γὰρ ἄρχοντι μὴ πειθόμενος, ὅμοιός ἐστι τῷ μὴ ἔχοντι, τάχα δὲ καὶ χείρων· ἐκεῖ μὲν γὰρ καὶ συγγνώμην ἔχουσιν ὑπὲρ τῆς ἀταξίας, ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ καὶ κολάζονται.  Ἀλλ' ἴσως ἐρεῖ τις ἡμῖν, ὅτι ἔστι καὶ τρίτον  κακὸν, ὅταν ὁ ἄρχων  ᾖ κακός. Οἶδα κἀγὼ,  καὶ  οὐ  μικρὸν  τοῦτο  κακὸν,  ἀλλὰ  καὶ  τῆς  ἀναρχίας  πολλῷ κάκιον·  κρεῖττον  γὰρ  ὑπὸ  μηδενὸς  ἄγεσθαι  ἢ  ὑπὸ  κακοῦ  ἄγεσθαι.  Ὁ  μὲν  γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει, εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουμένοις  ὑμῶν, καὶ ὑπείκετε;  Ἀνωτέρω   εἰπὼν,   Ὧν  ἀναθεωροῦντες   τὴν   ἔκβασιν  τῆς  ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Τί οὖν, φησὶν, ὅταν πονηρὸς ᾖ, καὶ μὴ πειθώμεθα; Πονηρὸς, πῶς λέγεις; εἰ μὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου. Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγμα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν δεινὰ πολλὰ περὶ αὐτῶν, τότε φησίν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν, ὅσα ἂν λέγωσιν  ὑμῖν  ποιεῖν,  ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ  ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωμα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ μὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε· τῶν μὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως  δὲ  ἕνεκεν,  οὔτε  δῆλόν  ἐστιν  ἅπασιν,  ὅ  τε  πονηρὸς  οὐ  παραιτήσεται διδάσκειν· ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως· τὸ γοῦν ἐπαγόμενον τοῦτο δηλοῖ. Τί γὰρ βλέπεις, φησὶ, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, φησὶ, ποιεῖν, ποιεῖτε (τὸ δὲ ποιεῖν ἔργων ἐστὶν, οὐ πίστεως)· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογμάτων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ βίου  καὶ  ἔργων;  Ἀλλ'  ὁ  Παῦλος  πρότερον  συνέστησεν  αὐτοὺς,  καὶ  τότε  φησί· Πείθεσθε τοῖς  ἡγουμένοις  ὑμῶν,  καὶ ὑπείκετε· αὐτοὶ  γὰρ ἀγρυπνοῦσιν  ὑπὲρ τῶν ψυχῶν  ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἀκουέτωσαν καὶ οἱ ἄρχοντες, μὴ μόνον οἱ ἀρχόμενοι, ὅτι ὥσπερ πειθηνίους εἶναι δεῖ τοὺς ἀρχομένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους εἶναι καὶ νηφαλίους. Τί λέγεις; ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιμωρίαις τῶν σῶν ἁμαρτημάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος  φόβῳ,  καὶ  σὺ ῥᾳθυμεῖς  καὶ  ἀκκίζῃ  καὶ  βάναυσος  εἶ,  καὶ  οὐ  βούλει πείθεσθαι;  ∆ιὰ τοῦτο  προστίθησι λέγων·  Ἵνα  μετὰ  χαρᾶς  τοῦτο  ποιῶσι,  καὶ  μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον οὐκ ἀμύνεσθαι χρὴ, ἀλλ' ἡ πολλὴ ἄμυνα τὸ κλαῦσαι καὶ στενάξαι ἐστίν; εἰκότως. Ἐπεὶ καὶ ἰατρὸν καταφρονούμενον  ὑπὸ τοῦ κάμνοντος, οὐκ ἔνι ἀμύνασθαι, ἀλλὰ δακρῦσαι καὶ ἀνοιμῶξαι. Ὥστε ἐὰν στενάξῃ ὁ ἄρχων, ἀμύνεταί σε ὁ Θεός. Εἰ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων στενάζοντες ἐπισπώμεθα τὸν Θεόν· ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ μᾶλλον; Ὁρᾷς ὅτι οὐκ ἀφίησιν  αὐτὸν  εἰς  ὕβρεις  ἐξάγεσθαι; ὁρᾷς ὅση ἡ  φιλοσοφία;  Στενάζειν  δεῖ  τὸν καταφρονούμενον,  τὸν καταπατούμενον,  τὸν διαπτυόμενον.  Μὴ θαῤῥήσῃς ὅτι σε οὐκ ἀμύνεται· ὁ γὰρ στεναγμὸς πάσης ἀμύνης χείρων. Ὅταν γὰρ αὐτὸς μηδὲν ὀνήσῃ στενάζων, καλεῖ τὸν ∆εσπότην· καὶ καθάπερ ἐπὶ διδασκάλου καὶ τρο  φέως, ὅταν ἐκείνου μὴ ἀκούῃ τὸ παιδίον, καλεῖται ὁ αὐστηρότερον προσφερόμενος· οὕτω καὶ ἐνταῦθα.  Βαβαὶ, πόσος ὁ κίνδυνος! τί  ἄν  τις  εἴποι  πρὸς τοὺς  ἀθλίους,  τοὺς ἐπιῤῥίπτοντας ἑαυτοὺς τοσαύτῃ τιμωριῶν ἀβύσσῳ; Πάντων ὧν ἄρχεις γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων σὺ λόγον δίδως· τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης. Θαυμάζω εἴ τινα ἔστι τῶν ἀρχόντων  σωθῆναί ποτε, πρὸς τῇ τοσαύτῃ ἀπειλῇ καὶ τῇ παρούσῃ ῥᾳθυμίᾳ ὁρῶν ἔτι καὶ ἐπιτρέχοντάς  τινας, καὶ ἐπιῤῥίπτοντας  ἑαυτοὺς τῷ τοσούτῳ ὄγκῳ  τῆς  ἀρχῆς. Εἰ γὰρ οἱ ἀνάγκῃ  ἑλκόμενοι  οὐδεμίαν  ἔχουσι συγγνώμην  οὐδὲ ἀπολογίαν,  κακῶς  τὸ  πρᾶγμα  οἰκονομοῦντες  καὶ  ἀμελοῦντες·  ἐπεὶ  καὶ  Ἀαρὼν ἀνάγκῃ εἱλκύσθη καὶ ἐκινδύνευσε, καὶ Μωϋσῆς πάλιν ἐκινδύνευσε, καίτοι πολλάκις παραιτησάμενος·  καὶ  Σαοὺλ ἑτέραν  ἐμπιστευθεὶς  ἀρχὴν,  μετὰ  τὸ  παραιτήσασθαι ἐκινδύνευσεν,  ἐπειδὴ κακῶς αὐτὴν ᾠκονόμησε· πόσῳ μᾶλλον  οἱ σπουδὴν ταύτην τιθέμενοι καὶ ἐπιῤῥίπτοντες ἑαυτούς; ὁ γὰρ τοιοῦτος πολλῷ πλέον ἑαυτὸν ἀποστερεῖ πάσης συγγνώμης. ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον  τῆς  ἀρχῆς,  καὶ οὔτε  ἑλκομένους  ἅπαξ παραιτεῖσθαι,  οὔτε  μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν  τὴν εὐλάβειαν  ἐπιδείκνυσθαι χρή. Μηδὲν ἄμετρον ἔστω, πάντα  κατὰ τάξιν  γινέσθω.  Πρὸ τοῦ γενέσθαι προαισθόμενος, ἀναχώρει,  πεισθεὶς σαυτὸν ἀνάξιον εἶναι τοῦ πράγματος· συλληφθεὶς πάλιν, ὁμοίως εὐλαβῂς ἔσο, πανταχοῦ τὴν εὐγνωμοσύνην  ἐπιδεικνύμενος. Προσεύχεσθε, φησὶν, καὶ περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.

βʹ. Ὁρᾷς ὅτι ταῦτα ἀπολελόγηται ὡς πρὸς λελυπημένους πρὸς αὐτὸν γράφων,  ὡς  πρὸς ἀποστρεφομένους,  ὡς  πρὸς παραβάτην  διακειμένους,  καὶ  οὐκ ἀνεχομένους  οὐδὲ τὸ ὄνομα αὐτοῦ ἀκοῦσαι. Ἐπεὶ οὖν παρὰ τῶν μισούντων αὐτὸν ταῦτα  ἀπῄτει,  ἅπερ  ἂν  παρὰ  τῶν  φιλούντων   οἱ  λοιποὶ  πάντες,  τούτου  ἕνεκεν ἐνταῦθα τίθησι τοῦτο, λέγων· Πεποίθαμεν ὅτι καλὴν συνείδησιν ἔχομεν. Μὴ γάρ μοι τὰς κατηγορίας εἴπῃς· τὸ συνειδὸς ἡμῶν, φησὶν, οὐδὲν ἡμῶν  καταγινώσκει,  οὐδὲ σύνισμεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαμεν ὑμῖν. Πεποίθαμεν γὰρ, φησὶν, ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες  ἀναστρέφεσθαι. Ἄρα οὐκ ἐν ἐθνικοῖς μόνον,   ἀλλὰ   καὶ   ἐν   ὑμῖν.   Οὐδὲν  μετὰ   καπηλείας,   οὐδὲν   μετὰ  ὑποκρίσεως πεποιήκαμεν· εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι. Καὶ ὅτι διεβέβλητο, ἄκουε, Ἰακώβου λέγοντος· Κατηχήθησαν γὰρ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις. Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέμιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος. Καὶ τοῦτο καὶ ἐκ τοῦ ἑξῆς δηλοῖ· Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον  ἀποκατασταθῶ ὑμῖν. Τοῦτο σφόδρα φιλοῦντος  ἦν αὐτοὺς, τὸ οὕτως ἀξιοῦν εὔξασθαι. Μὴ ἁπλῶς, φησὶν, ἀλλὰ μετὰ πάσης σπουδῆς· ὥστε με ταχέως ἐλθεῖν πρὸς ὑμᾶς Τοῦτο μηδὲν ἑαυτῷ συνειδότος ἐστὶ, τὸ σπουδάζειν ἐλθεῖν πρὸς αὐτοὺς, καὶ παρακαλεῖν αὐτοὺς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Τούτου ἕνεκεν πρῶτον παρ' αὐτῶν αἰτήσας τὰς εὐχὰς, τότε καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται πάντα τὰ ἀγαθά. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, φησί. Τοῦτο εἶπε διὰ τὸ στασιάζειν αὐτούς. Εἰ τοίνυν  ὁ Θεὸς εἰρήνης Θεός ἐστι, μὴ διαστασιάζετε πρὸς ἡμᾶς.  Ὁ  ἀναγαγὼν  ἐκ  τῆς  γῆς  τὸν  Ποιμένα τῶν  προβά   των.  Περὶ τῆς ἀναστάσεως  τοῦτο  εἴρηται.  Τὸν  μέγαν.  Ἄλλη  προσθήκη. Ἐνταῦθα  πάλιν  μέχρι τέλους τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς λόγον διαβεβαιοῦται. Ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Πάλιν μαρτυρεῖ αὐτοῖς μεγάλα· τὸ γὰρ καταρτιζόμενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούμενον.  Καὶ ἐπεύχεται  αὐτοῖς·  ὅπερ ἐστὶ ποθοῦντος.  Καὶ ὅρα· ἐν  μὲν  ταῖς ἄλλαις ἐπιστολαῖς ἐν τοῖς προοιμίοις εὔχεται, ἐνταῦθα δὲ ἐν τῷ τέλει. Ποιῶν, φησὶν, ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον  αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Ὁρᾷς ὅτι ὃ μηδενὶ ἐπέστειλε, τοῦτο τούτοις ἐπιστέλλει; Καὶ γὰρ διὰ βραχέων, φησὶν, ἐπέστειλα· τουτέστιν, Οὐδὲ ἐνοχλῶ  ὑμᾶς  τῇ  μακρολογίᾳ.  Οἶμαι αὐτοὺς  οὐ  πάνυ  πρὸς  τὸν  Τιμόθεον  ἔχειν ἀπεχθῶς· ὅθεν καὶ αὐτὸν προεστήσατο. Γινώσκετε γὰρ, φησὶ, τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον,  μεθ' οὗ, ἐὰν  τάχιον  ἔρχηται, ὄψομαι  ὑμᾶς. Ἀπολελυμένον,  φησί· πόθεν; Οἶμαι αὐτὸν  εἰς δεσμωτήριον  ἐμβεβλῆσθαι· ἢ, εἰ μὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυμένον·  καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζοντα, ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν ἀρετὴν οὔτε ἐκ τοῦ Θεοῦ τὸ ὅλον, οὔτε ἐξ ἡμῶν μόνον κατορθουμένην; τῷ γὰρ εἰπεῖν· Καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ· ὡσεὶ ἔλεγεν· Ἔχετε μὲν ἀρετὴν, δεῖσθε δὲ πληρώσεως. Εἰπὼν δὲ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, ἔδειξεν ὅτι καὶ βίον ὀρθὸν ἔχειν δεῖ καὶ δόγματα. Καλῶς δὲ προσέθηκε τὸ, Ποιῶν ἐν  ὑμῖν  τὸ εὐάρεστον ἐνώπιον  αὐτοῦ. Ἐνώπιον  αὐτοῦ, φησίν· αὕτη γὰρ ἡ μεγίστη ἀρετὴ, ποιεῖν  ἐνώπιον  τοῦ Θεοῦ τὸ εὐάρεστον· καθὰ καὶ ὁ Προφήτης λέγει· Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον  τῶν  ὀφθαλμῶν  αὐτοῦ.  Τοσαῦτα δὲ  γράψας,  ὀλίγα  αὐτὰ  ἔφησεν  εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔμελλε λέγειν· καθὰ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔγραψα ὑμῖν ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. Καὶ ὅρα αὐτοῦ τὴν σοφίαν· Οὐ λέγει, Παρακαλῶ ὑμᾶς, ἀνέχεσθε τοῦ λόγου τῆς παραινέσεως, ἀλλὰ, Τοῦ λόγου τῆς παρακλήσεως· τουτέστι, τῆς παραμυθίας, τῆς προτροπῆς. Οὐκ ἔχει τις, φησὶ, πρὸς τὸ μῆκος ἀπαγορεῦσαι τῶν λεχθέντων.  Τί οὖν; καὶ τοῦτο ἦν ὃ ἐποίει αὐτοὺς ἀποστρέφεσθαι; Οὐδαμῶς· ἀλλ' οὐ βούλεται αὐτοῖς ἐνδείξασθαι, καὶ εἰπεῖν ὅτι Ὀλιγοψυχεῖτε· τῶν γὰρ τοιούτων ἴδιον τὸ μὴ ἀνέχεσθαι λόγου μακροῦ. Γινώσκετε τὸν ἀδελφὸν  Τιμόθεον ἀπολελυμένον, μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιμός ἐστιν ἐλθεῖν μετὰ τοῦ μαθητοῦ. Ἀσπάσασθε τοὺς ἡγουμένους ὑμῶν, καὶ πάντας  τοὺς  ἁγίους.  Ὅρα πῶς  αὐτοὺς  ἐτίμησεν,  εἴ  γε  ἐκείνοις  ἐπέστειλεν  ἀντ' ἐκείνων.  Ἀσπάζονται ὑμᾶς οἱ ἐκ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων  ὑμῶν. Ἀμήν. Ὅπερ ἦν κοινὸν ἁπάντων, τοῦτο ὕστερον εἶπεν. Ἡ χάρις δὲ πῶς γίνεται μεθ' ἡμῶν; Ἂν  μὴ ὑβρίσωμεν εἰς τὴν  εὐεργεσίαν, ἂν μὴ ῥᾴθυμοι γενώμεθα  περὶ  τὴν δωρεάν. Καὶ τί ἐστιν ἡ χάρις, φησίν; Ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ἡ κάθαρσις· αὕτη γὰρ μεθ'  ἡμῶν  ἐστι. Τίς γὰρ,  φησὶν,  ὑβρικὼς  δύναται  φυλάξαι  τὴν  χάριν,  καὶ  οὐκ ἀπόλλυσιν  αὐτήν; Οἷον, ἐχαρίσατό σοι τὰ ἁμαρτήματα· πῶς οὖν ἔσται μετὰ σοῦ ἡ χάρις, τουτέστιν, ἡ εὐδοκίμησις, ἢ ἡ τοῦ Πνεύματος ἐνέργεια, ἂν μὴ διὰ τῶν ἀγαθῶν πράξεων αὐτὴν ἐπισπάσῃ; Τοῦτο γὰρ πάντων αἴτιον ἀγαθῶν, τὸ παραμένειν ἡμῖν ἀεὶ τὴν  χάριν  τοῦ Πνεύματος· αὕτη γὰρ πρὸς ἅπαντα  ἡμᾶς ὁδηγεῖ, ὥσπερ οὖν  ὅταν ἀποπτῇ ἡμῶν, ἀπόλλυσιν ἡμᾶς καὶ ἐρήμους ποιεῖ.

γʹ. Μὴ δὴ αὐτὴν ἀποκρουσώμεθα· ἐν ἡμῖν  γάρ ἐστι καὶ μένειν  αὐτὴν,  καὶ ἀπελθεῖν.  Τὸ μὲν  γὰρ, ὅταν  τὰ οὐράνια λογιζώμεθα, γίνεται· τὸ δὲ, ὅταν τὰ βιωτικά. Ὃ ὁ κόσμος, φησὶν, οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει  αὐτό. Κόσμον τὸν  πονηρὸν  καὶ αἰσχρὸν βίον καλεῖ. Ὁρᾷς ὅτι οὐκ ἔστι κοσμικῆς ψυχῆς τὸ ἔχειν αὐτό; Πολλῆς τοίνυν ἡμῖν δεῖ τῆς σπουδῆς, ὥστε αὐτὸ κατασχεθῆναι παρ' ἡμῶν, ὥστε πάντα τὰ ἡμέτερα οἰκονομεῖν, καὶ ἐν ἀσφαλείᾳ ποιεῖν καὶ ἐν εἰρήνῃ πολλῇ. Ὥσπερ γὰρ τὴν ἐξ οὐρίων πλέουσαν ναῦν οὐκ ἔστιν οὔτε ἐμποδισθῆναι, οὔτε βαπτισθῆναι, ἕως ἂν ἀπολαύῃ δεξιοῦ τοῦ πνεύματος  καὶ διηνεκοῦς,  ἀλλὰ  καὶ πολλὴν  μετὰ τὴν  κάθοδον  ἐπιδόσεως δόξαν παρέχεται τοῖς τε ναύταις, τοῖς τε ἐπιβάταις, τοὺς μὲν διαναπαύουσα, καὶ οὐκ ἐῶσα ταῖς κώπαις προσταλαιπωρεῖν, τοὺς δὲ παντὸς ἀπαλλάττουσα δέους, καὶ θέαμα ἥδιστον  τὸν  αὑτῆς  παρεχομένη  δρόμον·  οὕτω  καὶ  ψυχὴ  τῷ  θείῳ  ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα  ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον  ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ εἰς χαῦνον  ἱστίον ἐμπίπτων  ὁ ἄνεμος, οὐκ ἂν ἐνεργήσειεν· οὕτως οὐδὲ τὸ Πνεῦμα εἰς χαύνην ψυχὴν παραμένειν ἀνέχεται, ἀλλὰ δεῖ πολλῆς τῆς τάσεως, τῆς σφοδρότητος. Ὥστε πεπυρωμένην  ἡμῖν  εἶναι  χρὴ τὴν  διάνοιαν,  καὶ πανταχοῦ  τετάσθαι  ἡμῶν  τὰ  ἔργα  καὶ  τετονῶσθαι·  οἷον,  ὅταν  εὐχώμεθα,  μετὰ πολλῆς τοῦτο τῆς τάσεως δεῖ ποιεῖν, ἀποτείνοντας πρὸς τὸν οὐρανὸν τὴν ψυχὴν, οὐ σχοινίοις, ἀλλὰ προθυμίᾳ σφοδρᾷ. Ὅταν ἐλεῶμεν  πάλιν, τάσεως ἡμῖν δεῖ, μήποτε φροντὶς  οἰκίας,  καὶ προστασία παίδων,  καὶ γυναικὸς  ἐπιμέλεια,  καὶ δέος πενίας ἐπεισελθὸν, χαυνώσῃ τὸ ἱστίον. Ἂν γὰρ τῇ τῶν μελλόντων  ἐλπίδι τείνωμεν  αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν· ἐκείνων δὲ τῶν ἐπικήρων καὶ ταλαιπώρων  οὐδὲν εἰς αὐτὴν ἐμπεσεῖται, ἀλλὰ κἂν ἐμπέσῃ, αὐτὴν μὲν οὐδὲν ἔβλαψεν, ἀπεκρούσθη δὲ ταχέως τῷ στεγανῷ καὶ ἐξέπεσεν ἀποτιναχθέν.  ∆ιὰ τοῦτο τοίνυν πολλῆς ἡμῖν δεῖ τῆς τάσεως· καὶ γὰρ καὶ ἡμεῖς θάλατταν πλέομεν μεγάλην καὶ εὐρύχωρον, πολλῶν  μὲν θηρίων γέμουσαν, πολλῶν  δὲ σκοπέλων, πολλοὺς δὲ ἡμῖν  χειμῶνας   τίκτουσαν,  καὶ  ἐξ  αἰθρίας  μέσης  χα   λεπωτάτην   ζάλην ἐπεγείρουσαν. ∆εῖ τοίνυν,  εἴ γε βουλοίμεθα μετὰ εὐμαρείας πλεῖν  καὶ ἀκινδύνως, τείνειν τὰ ἱστία, τουτέστι, τὴν προαίρεσιν τὴν ἡμετέραν· ἀρκεῖ γὰρ ἡμῖν τοῦτο· ἐπεὶ καὶ  ὁ  Ἀβραὰμ, ἐπειδὴ  τὸν  πόθον  ἔτεινε  πρὸς  τὸν  Θεὸν,  καὶ  τὴν  προαίρεσιν παρέστησεν ἀπηρτισμένην, τίνος ἑτέρου ἐδεήθη; οὐδενός, ἀλλ' Ἐπίστευσε τῷ Θεῷ, καὶ  ἐλογίσθη  αὐτῷ  εἰς  δικαιοσύνην.  Ἡ  δὲ  πίστις  προαιρέσεως  γνησίας  ἐστίν. Ἀνήνεγκε τὸν υἱὸν, καὶ μὴ σφάξας, τὴν τοῦ σφάξαντος ἀμοιβὴν ἐδέξατο, καὶ τοῦ ἔργου μὴ γενομένου ὁ μισθὸς ἐδίδοτο. Ἔστω τοίνυν ἡμῖν καθαρὰ καὶ καινὰ τὰ ἱστία, μὴ πεπαλαιωμένα·  Πᾶν γὰρ τὸ παλαιούμενον  καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· μὴ ἐκτετρημένα, ὥστε στέγειν τοῦ Πνεύματος τὴν ἐνέργειαν· Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν,  οὐ  δέχεται  τὰ  τοῦ  Πνεύματος.  Ὥσπερ γὰρ  τὰ  τῶν  ἀραχνῶν  ὑφάσματα Πνεύματος  ῥύμην  οὐκ  ἂν  δέξαιτο·  οὕτως  οὐδὲ  ψυχὴ  βιωτικὴ,  οὐδὲ  ἄνθρωπος ψυχικὸς Πνεύματος χάριν δέξασθαι δυνήσεταί ποτε. Ἐκείνων γὰρ οὐδὲν διεστήκασιν ἡμῶν   οἱ   λογισμοὶ,   ὄψει   μὲν   μόνον   ἀκολουθίαν    σώζοντες,   δυνάμεως   δὲ ἀπεστερημένοι πάσης. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἐὰν νήφωμεν·  ἀλλὰ ὅπερ ἂν ἐμπέσῃ, πάντα στέγει, καὶ πάντων ἐστὶν ἀνώτερος, πάσης ἴλιγγος ἰσχυρότερος. Ἔστω γάρ τις πνευματικὸς  ἀνὴρ, καὶ μυρία αὐτῷ συμπιπτέτω δεινά· ἀλλ' οὐδενὶ τούτων ἁλίσκεται.  Καὶ τί  λέγω;  ἐπαγέσθω  πενία,  νόσος,  ὕβρεις,  λοιδορίαι,  σκώμματα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισμῶν καὶ ὕβρεων· ἀλλ' ὥσπερ ἐκτὸς ὢν τῆς οἰκουμένης καὶ τῶν τοῦ σώματος ἀπηλλαγμένος παθῶν, οὕτως ἁπάντων καταγελάσεται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πολλοὺς μὲν οἶμαι εἶναι καὶ νῦν· οἷον, τῶν τὰς ἐρημίας κατειληφότων.  Ἀλλ' οὐδὲν θαυμαστὸν, φησίν. Ἐγὼ δὲ λέγω, καὶ τῶν ἐν ταῖς πόλεσιν ἀνυπονοήτους ἄνδρας εἶναι τοιούτους. Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσομαι. Καὶ ἵνα μάθῃς, ἐννόει μοι τὸν Παῦλον· τί μὲν οὐκ ἔπαθε δεινὸν, τί δὲ οὐχ ὑπέστη; ἀλλὰ πάντα ἔφερε γενναίως.  Τοῦτον δὴ μιμησώμεθα καὶ ἡμεῖς· οὕτω γὰρ δυνησόμεθα καὶ ἐνώπιον  τοῦ Θεοῦ εὐαρεστῆσαι, καὶ πρὸς τοὺς λιμένας καταχθῆναι τοὺς εὐδιεινοὺς μετὰ πολλῆς τῆς ἐμπορίας. Τείνωμεν  τοίνυν  τὴν διάνοιαν  ἡμῶν  πρὸς τὸν οὐρανὸν, τῷ πόθῳ κατασχεθῶμεν ἐκείνῳ,  τῷ  πυρὶ  περιβάλωμεν  ἑαυτοὺς  τῷ  πνευματικῷ,  τῇ  φλογὶ  διαζώσωμεν ἑαυτούς. Οὐδεὶς φλόγα ἐπιφερόμενος δέδοικε τοὺς ἀπαντῶντας· κἂν θηρίον ᾖ, κἂν ἄνθρωπος, κἂν μυρίαι παγίδες, ἕως πεπυρωμένος ᾖ, πάντα ὑπεξίσταται, πάντα παραχωρεῖ. Ἀνύποιστος ἡ φλὸξ, ἀφόρητος ἡ πυρὰ, πάντα καταναλίσκει. Τοῦτο τὸ πῦρ περιβάλωμεν ἑαυτοὺς, καὶ δόξαν ἀναπέμψωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |