ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΓʹ Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν

Πέμπτη 27 Οκτωβρίου 2016

ΙΓʹ Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΙΓʹΤὸ στόμα ἡμῶν  ἀνέῳγε  πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν  πεπλάτυνται.  Οὐ στενοχωρεῖσθε   ἐν   ἡμῖν,   στενοχωρεῖσθε   δὲ   ἐν   τοῖς   σπλάγχνοις    ὑμῶν.

 αʹ.∆ιηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶγμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεμονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς   ἄθλους   αὐτοῦ   καταλέξας·   Πάντοτε   γὰρ   τὴν   νέκρωσιν   αὐτοῦ,   φησὶ, περιφέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής·


 Ἵνα γὰρ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν, φησί· καὶ ὧν γέγονε κοινωνὸς, καὶ τίνα ἐπιστεύθη· Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύομεν, φησὶν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καὶ τίνων  ἐστὶ διάκονος, ὅτι οὐ γράμματος, ἀλλὰ πνεύματος· καὶ ὅτι οὐ τούτῳ  μόνον  αἰδέσιμος, ἀλλὰ  καὶ τοῖς  πειρασμοῖς· Τῷ Θεῷ γὰρ, φησὶ, χάρις  τῷ πάντοτε ἡμᾶς θριαμβεύοντι· μέλλει λοιπὸν αὐτοῖς καὶ ἐπιτιμᾷν, ὡς οὐ σφόδρα περὶ αὐτὸν διακειμένοις. Ἀλλὰ μέλλων, οὐκ εὐθέως ἐπὶ τοῦτο ἔρχεται, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἀγάπης εἰπὼν, ἣν περὶ αὐτοὺς ἐπεδείκνυτο, τότε ἐμβαίνει καὶ εἰς τὸν περὶ τούτων λόγον. Εἰ γὰρ καὶ ἀπὸ τῶν οἰκείων κατορθωμάτων αἰδέσιμος ὁ ἐπιτιμῶν εἴη, ἀλλ' ὅμως  ὅταν  καὶ τὴν  φιλίαν,  ἣν  ἔχει  πρὸς τοὺς ἐγκαλουμένους,  ἐπιδείξηται, ἀνεπαχθέστερον ποιεῖ τὸν λόγον. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν πειρασμῶν καὶ τῶν ἱδρώτων  τῶν ἑαυτοῦ καὶ τῶν ἀγώνων  ἐκβὰς, εἰς τὸν περὶ τῆς ἀγάπης μεταβαίνει λόγον, καὶ οὕτως αὐτῶν καθ  άπτεται. Τίνα οὖν ἐστι τὰ τῆς ἀγάπης ἐνδεικτικά; Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ ποῖον τοῦτο σημεῖον ἀγάπης; τί δὲ καὶ  ἔστιν  ὅλως  τὸ εἰρημένον;  Οὐκ ἀνεχόμεθα,  φησὶ, σιγᾷν  πρὸς ὑμᾶς, ἀλλ' ἀεὶ βουλόμεθα  καὶ  ἐπιθυμοῦμεν  φθέγγεσθαι  καὶ  διαλέγεσθαι  ὑμῖν·  ὅπερ  ἔθος  τῶν ἀγαπώντων  ἐστί. Καὶ γὰρ ὅπερ εἰσὶν ἐπὶ  σώματος περιπλοκαὶ  χειρῶν,  τοῦτο ἐπὶ ψυχῆς συνουσία λόγου Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται. Ποῖον δὴ τοῦτο; Ὅτι πάντα μετὰ παῤῥησίας ὑμῖν διαλεγόμεθα, ὡς ἀγαπητοῖς, καὶ οὐδὲν ὑποστελλόμενοι οὐδὲ ταμιευόμενοι. Ἐπειδὴ γὰρ λοιπὸν μέλλει ἐπιτιμᾷν, συγγνώμην αἰτεῖ, αὐτὸ τὸ ἐπιτιμᾷν  μετὰ παῤῥησίας ἀπόδειξιν  ποιούμενος τοῦ σφόδρα αὐτοὺς φιλεῖν.  Καὶ ἡ προσθήκη δὲ τοῦ ὀνόματος φιλίας  πολλῆς καὶ διαθέσεως καὶ θερμότητος· καὶ γὰρ εἰώθαμεν  τῶν  ἀγαπωμένων  συνεχῶς  γυμνὰ  τὰ ὀνόματα περιστρέφειν.  Ἡ καρδία ἡμῶν  πεπλάτυνται.  Καθάπερ γὰρ  τὸ  θερμαῖνον  εὐρύνειν  εἴωθεν·  οὕτω  καὶ  τῆς ἀγάπης ἔργον τὸ πλατύνειν  ἐστί. Θερμὴ γάρ ἐστιν ἡ ἀρετὴ καὶ ζέουσα. Αὕτη καὶ τὸ στόμα ἀνεπέτασε Παύλου, καὶ τὴν καρδίαν ἐπλάτυνεν. Οὐδὲ γὰρ τῷ στόματι μόνον φιλῶ,  φησὶν, ἀλλὰ καὶ τὴν καρδίαν συνᾴδουσαν ἔχω. ∆ιὰ τοῦτο μετὰ παῤῥησίας φθέγγομαι,  ὅλῳ  τῷ  στόματι,  ὅλῃ  τῇ  διανοίᾳ.  Οὐδὲν γὰρ  τῆς  Παύλου  καρδίας πλατύτερον,  ἣ τοὺς πιστοὺς ἅπαντας,  καθάπερ ἄν  τις  ἐρώμενον,  οὕτω  σφοδρῶς ἠγάπα,   οὐ  σχιζομένης   αὐτοῦ   τῆς   φιλίας   καὶ   ἀσθενεστέρας  γινομένης,   ἀλλ' ὁλοκλήρου ἐν ἑκάστῳ μενούσης. Καὶ τί θαυμαστὸν ἐπὶ πιστῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἀπίστων τὴν οἰκουμένην πᾶσαν ἐδέχετο ἡ καρδία Παύλου; ∆ιὰ τοῦτο οὐκ εἶπε, Φιλῶ ὑμᾶς, ἀλλ' ἐμφαντικώτερον,  Τὸ στόμα ἡμῶν ἀνέῳγεν, ἡ καρδία ἡμῶν πεπλάτυνται· πάντας ἔνδον ἔχομεν· καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ μετ' εὐρυχωρίας πολλῆς. Ὁ γὰρ φιλούμενος, μετὰ πολλῆς ἔνδον ἐν τῇ καρδίᾳ τοῦ φιλοῦντος βαδίζει τῆς ἀδείας· διό φησιν, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Καὶ τὴν ἐπιτίμησιν ὅρα μετὰ φειδοῦς γινομένην·  ὃ τῶν σφόδρα φιλούντων ἐστίν. Οὐκ εἶπεν, Οὐ φιλεῖτε  ἡμᾶς, ἀλλ',  Οὐ μετὰ τοῦ αὐτοῦ μέτρου· οὐ γὰρ βούλεται αὐτῶν σφόδρα καθάψασθαι.  Καὶ πανταχοῦ  δὲ  ἴδοι  τις  ἂν  πῶς  ἐκκαίεται  τῶν  πιστῶν, ἐκλέγων ἑκάστης ἐπιστολῆς αὐτοῦ τὰ ῥήματα. Ῥωμαίοις μὲν γάρ φησιν, Ἐπιποθῶ δὲ ἰδεῖν  ὑμᾶς·  καὶ,  Πολλάκις  προεθέμην  ἐλθεῖν  πρὸς  ὑμᾶς·  καὶ,  Εἴ πως  ἤδη  ποτὲ εὐοδωθήσομαι ἐλθεῖν πρὸς ὑμᾶς. Γαλάταις δέ φησι, Τεκνία μου, οὓς πάλιν ὠδίνω· Ἐφεσίοις πάλιν, Τούτου χάριν κάμπτω τὰ γόνατά μου ὑπὲρ ὑμῶν. Φιλιππησίοις δὲ, Τίς γάρ μοί ἐστιν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν τοῖς δεσμοῖς αὐτοὺς περιφέρειν ἔλεγε· Κολασσαεῦσι δὲ, Θέλω δὲ ὑμᾶς εἰδέναι  ἡλίκον  ἀγῶνα  ἔχω  ὑπὲρ ὑμῶν,  καὶ ὅσοι οὐχ ἑωράκασί με ἐν  σαρκὶ, ἵνα παρακληθῶσιν αἱ καρδίαι ὑμῶν· Θεσσαλονικεῦσι δὲ, Ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον,  ἀλλὰ  καὶ  τὰς  ἑαυτῶν  ψυχάς·  Τιμοθέῳ  δὲ,  Μεμνημένος  σου  τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ· Τίτῳ δὲ, Τῷ ἀγαπητῷ τέκνῳ· καὶ Φιλήμονι ὁμοίως.

 βʹ. Καὶ Ἑβραίοις δὲ πολλὰ ἕτερα τοιαῦτα γράφει, καὶ οὐ παύεται παρακαλῶν, καὶ λέγων, Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καθάπερ παῖδας δυσχεραίνοντας μήτηρ. Οὕτω καὶ αὐτοῖς, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, φησίν. Οὐ λέγει δὲ μόνον ὅτι φιλεῖ, ἀλλ' ὅτι καὶ φιλεῖται παρ' αὐτῶν, ἵνα καὶ ταύτῃ μᾶλλον αὐτοὺς ἐπισπάσηται. Καίτοι τοῖς μὲν τοῦτο μαρτυρῶν φησιν, ὅτι Ἦλθε Τίτος ἀπαγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον· καὶ Γαλάταις, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ Θεσσαλονικεῦσιν, Ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ Τιμοθέῳ δὲ, Μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.  Καὶ πανταχοῦ  δὲ τῶν  Ἐπιστολῶν εὕροι τις ἂν αὐτὸν  τοῦτο μαρτυροῦντα τοῖς μαθηταῖς, καὶ ὅτι ἐφίλησε καὶ ὅτι φιλεῖται· οὐ μὴν ὁμοίως. Καὶ ἐνταῦθά φησιν, Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει, τέως δὲ σφοδρότερον, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Ὑμεῖς ἕνα δέχεσθε, φησὶν, ἐγὼ δὲ πόλιν ὁλόκληρον, καὶ δῆμον τοσοῦτον. Καὶ οὐκ εἶπεν, Οὐ δέχεσθε ἡμᾶς, ἀλλ' ὅτι Στενοχωρεῖσθε· τὸ αὐτὸ μὲν αἰνιττόμενος,  μετὰ φειδοῦς δὲ, καὶ τοῦ μὴ σφόδρα καθάψασθαι. Τὴν δὲ αὐτὴνἀντιμισθίαν,  ὡς  τέκνοις  λέγω,  πλατύνθητε   καὶ  ὑμεῖς.  Καίτοι  οὐκ  ἔστιν  ἴσον, πρότερον  ἀγαπηθῆναι,  εἶτα  ἀγαπῆσαι.  Κἂν γὰρ  τὸ  ἴσον  τις  εἰσενέγκῃ  μέτρον, ἠλάττωται  τῷ δεύτερος ἐπανελθεῖν.  Ἀλλ' ὅμως οὐδὲν ἀκριβολογοῦμαι, φησὶ, κἂν παρ' ἐμοῦ λαβόντες τὰς ἀρχὰς τὸ αὐτὸ μέτρον ἐπιδείξησθε, ἀγαπῶ καὶ στέργω. Εἶτα ἵνα δείξῃ, ὅτι καὶ ὀφειλὴ τὸ πρᾶγμα ἦν, καὶ ὅτι κολακείας ἐκτὸς τὰ εἰρημένα, Ὡς τέκνοις λέγω, φησί. Τί ἐστιν, Ὡς τέκνοις; Οὐδὲν μέγα αἰτῶ, εἰ πατὴρ ὢν βούλομαι φιλεῖσθαι παρ' ὑμῶν. Καὶ ὅρα σύνεσιν καὶ μετριοφροσύνην. Οὐ τίθησιν ἐνταῦθα τοὺς κινδύνους τοὺς ὑπὲρ αὐτῶν καὶ τοὺς πόνους καὶ τοὺς θανάτους, καίτοι πολλὰ ἔχων εἰπεῖν·  οὕτως  ἐστὶν ἄτυφος·  ἀλλὰ  τὸ φιλεῖν· καὶ διὰ τοῦτο ἀξιοῖ φιλεῖσθαι,  Ὅτι πατὴρ ὑμῶν ἐγενόμην, φησὶν, ὅτι σφόδρα ὑμῶν περικαίομαι· ὃ μάλιστα προσίσταται τῷ  φιλουμένῳ   πολλάκις,  ὅταν  τις  αὐτῷ  τὰς  εὐεργεσίας  προσφέρῃ·  δοκεῖ  γὰρ ὀνειδίζειν. ∆ιὸ οὐ ποιεῖ τοῦτο Παῦλος, ἀλλ', Ὡς τέκνα πατέρα ἀγαπήσατε, φησίν· ὃ τῆς  φύσεως  μᾶλλόν  ἐστι, καὶ  ὀφειλόμενον  ἑκάστῳ πατρί. Εἶτα ἵνα  μὴ δόξῃ δι' ἑαυτὸν  ταῦτα  λέγειν,  δείκνυσιν  ὅτι  διὰ τὸ ἐκείνων  κέρδος καὶ τὴν  παρ' αὐτῶν ἐπισπᾶται φιλίαν· διὸ καὶ ἐπήγαγε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Καὶ  οὐκ εἶπε, Μὴ ἀναμίγνυσθε ἀπίστοις, ἀλλὰ μᾶλλον αὐτῶν καθαπτόμενος ἅτε ἀδικούντων τὸ δίκαιον, Μὴ ἐκκλίνητε ἑαυτοὺς, φησί. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ;  Ἐνταῦθα  λοιπὸν  σύγκρισιν  ποιεῖται  οὐχὶ  τῆς  ἑαυτοῦ  ἀγάπης,  καὶ  τῆς ἐκείνων  τῶν  διαφθειρόντων  αὐτοὺς, ἀλλὰ τῆς αὐτῶν  εὐγενείας, καὶ τῆς ἐκείνων ἀτιμίας· οὕτω γὰρ καὶ σεμνότερος ὁ λόγος γέγονε, καὶ αὐτῷ πρεπωδέστερος, καὶ μᾶλλον  αὐτοὺς ἐπεσπᾶτο. Ὡς ἂν εἴ τις παιδὶ τῶν  γεγεννηκότων ὑπερορῶντι  καὶ μιαροῖς ἑαυτὸν ἐκδιδόντι  λέγοι, Τί ποιεῖς, ὦ παιδίον; τοῦ μὲν πατρὸς καταφρονεῖ, προτιμᾷς δὲ τοὺς μιαροὺς ἄνδρας, καὶ μυρίας γέμοντας  κακίας; οὐκ οἶσθα πόσον αὐτῶν βελτίων  εἶ καὶ σεμνότερος; Οὕτω γὰρ μᾶλλον αὐτὸν ἀφίστησι τῆς ἐκείνων συνουσίας, ἢ εἰ τὸν πατέρα θαυμάζοι. Ἂν μὲν γὰρ λέγῃ, Οὐκ οἶσθα πόσον ἐστὶν ὁ πατήρ σου βελτίων  ἐκείνων; οὐδὲν τοσοῦτον ἐργάσεται· ἂν δὲ τὸν πατέρα ἀφεὶς, αὐτὸν αὐτῶν προκρίνῃ, λέγων, Οὐκ οἶσθα τίς μὲν σὺ, τίνες δὲ ἐκεῖνοι; οὐκ ἐννοεῖς σου τὴν  εὐγένειαν  καὶ  τὴν  ἐλευθερίαν,  καὶ  τὴν  ἀτιμίαν  τὴν  ἐκείνων;  τίς  γὰρ κοινωνία  σοι κἀκείνοις τοῖς κλέπταις, τοῖς μοιχοῖς, τοῖς γόησι; ταχέως αὐτὸν τοῖς ἐγκωμίοις τοῖς αὐτοῦ πτερώσας, ἀποῤῥαγῆναι ἐκείνων  παρασκευάσει. Τὸν μὲν γὰρ πρότερον οὐ σφόδρα δέξεται λόγον, ὅτι κατηγορία αὐτοῦ ἐστιν ἡ προτίμησις τοῦ πατρὸς, ὅταν μὴ μόνον πατέρα φαίνηται λυπῶν, ἀλλὰ καὶ πατέρα τοιοῦτον· ἐνταῦθα δὲ οὐκέτι οὐδὲν τοιοῦτον πείσεται. Οὐδεὶς γὰρ ἂν ἕλοιτο μὴ ἐγκωμιάζεσθαι· καὶ δι' αὐτοῦ  δὴ,  μετὰ  τῶν  ἐπαίνων  τοῦ  ἀκούοντος,  ὁ  ἔλεγχος  γίνεται  εὐπαράδεκτος. Χαλᾶται γὰρ ὁ ἀκροατὴς, καὶ φρονήματος  πληροῦται  μεγάλου, καὶ διαπτύει  τὴν ἐκείνων συνουσίαν. Οὐ τοῦτο δὲ μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω προήγαγε τὴν  σύγκρισιν,  ἀλλ'  ὅτι  καὶ  ἕτερόν  τι  μεῖζον  ἐπενόησε,  καὶ  ἐκπληκτικώτερον· πρῶτον μὲν κατ' ἐρώτησιν προαγαγὼν τὸν λόγον, ὅπερ τῶν σαφῶν καὶ ὁμολογουμένων   ἐστίν·  ἔπειτα  δὲ  πλατύνων   τῇ  πυκνότητι  καὶ  τῷ  πλήθει  τῶν ὀνομάτων.  Οὐ γὰρ  ἓν  καὶ  δύο  καὶ  τρία,  ἀλλὰ  πλείονα  πρὸς  τούτοις  ἀντὶ  τῶν προσώπων  τὰ  ὀνόματα  τῶν  πραγμάτων  τίθησι,  καὶ  ἄκραν  ἐνταῦθα  ἀρετὴν,  καὶ ἐσχάτην ἐκεῖ κακίαν ὑπογράφει· καὶ πολὺ τὸ μέσον καὶ ἄπειρον δείκνυσιν, ὡς μηδὲ δεηθῆναι κατασκευῆς. Τίς γὰρ, φησὶ, μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ  τίς  συγκατάθεσις  ναῷ  Θεοῦ μετὰ  εἰδώλων;  γʹ. Εἶδες πῶς  γυμνὰ  τὰ ὀνόματα τίθησι, καὶ ἀρκοῦντα αὐτῷ πρὸς ἀποτροπήν; Οὐδὲ γὰρ εἶπε, Παρανομίᾳ, ὃ πλέον ἦν, οὐδὲ εἶπε, Τοῖς τοῦ φωτὸς, καὶ τοῖς τοῦ σκότους· ἀλλ' αὐτὰ τὰ ἐναντία τίθησι, τὰ ἀπαράδεκτα τῶν ἐναντίων,  φῶς καὶ σκότος. Οὐδὲ εἶπε, Τοῖς τοῦ Χριστοῦ καὶ τοῖς  τοῦ διαβόλου,  ἀλλ'  ὃ πολλῷ  πλέον  ἀφειστήκει,  Χριστῷ καὶ Βελίαρ· τῇ
Ἑβραϊκῇ  φωνῇ  τὸν  ἀποστάτην  καλέσας οὕτως.  Ἢ τίς  μερὶς  πιστῷ  μετὰ ἀπίστου; Ἐνταῦθα  λοιπὸν,  ἵνα  μὴ  δόξῃ  κακίας  ἁπλῶς  κατηγορίαν,  καὶ  ἀρετῆς ἐγκώμιον  διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως. Καὶ οὐκ εἶπε κοινωνίαν, ἀλλὰ τὰ ἔπαθλα τέθεικε, μερίδα εἰπών. Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὔτε ὁ βασιλεὺς ὑμῶν ἔχει  τι  κοινὸν  πρὸς  αὐτόν·  (Τίς γὰρ  συμφωνία  Χριστῷ πρὸς  Βελίαρ;) οὔτε  τὰ πράγματα· Τίς γὰρ κοινωνία  φωτὶ πρὸς σκότος; Οὐκοῦν οὐδὲ ὑμᾶς δεῖ. Καὶ πρῶτον τίθησι τὸν βασιλέα, καὶ δεύτερον αὐτοὺς, τούτῳ μάλιστα αὐτοὺς ἀποσχίζων. Εἶτα εἰπὼν,  Ναῷ Θεοῦ μετὰ  εἰδώλων,  καὶ  ἀποφηνάμενος,  ὅτι  Ὑμεῖς γὰρ  ναὸς  Θεοῦ ζῶντος. ἀναγκαίως  καὶ τὴν μαρτυρίαν ἐπάγει, δεικνὺς ὅτι οὐ κολακεία τὸ πρᾶγμά ἐστιν. Ὁ γὰρ ἐγκωμιάζων, ἂν μὴ καὶ ἀπόδειξιν παρέχηται, δοκεῖ κολακεύειν. Τίς οὖν ἡ μαρτυρία; Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησὶ, καὶ ἐμπεριπατήσω. Ἐνοικήσω ἐν ναοῖς, καὶ ἐμπεριπατήσω· τὴν πλείονα πρὸς αὐτοὺς σχέσιν δηλῶν. Καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τί, φησί; Θεὸν φέρεις ἐν σεαυτῷ, καὶ πρὸς ἐκείνους τρέχεις; Θεὸν τὸν οὐδὲν ἔχοντα κοινὸν πρὸς αὐτούς; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; ἐννόησον τίς ἐμπεριπατεῖ σοι, τίς ἐνοικεῖ. ∆ιὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ οὐκ εἶπε, Μὴ πράττετε ἀκάθαρτα· ἀλλὰ πλείονα  ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε. Τί δέ ἐστι μολυσμὸς σαρκός; Μοιχεία, πορνεία, ἀσέλγεια πᾶσα. Τί δὲ ψυχῆς; Ἀκάθαρτοι λογισμοὶ ὡς τὸ ἐμβλέψαι  ἀκολάστοις  ὀφθαλμοῖς, μνησικακίαι, δόλοι, καὶ ὅσα τοιαῦτα. Βούλεται τοίνυν ἑκατέρωθεν εἶναι καθαρούς. Εἶδες τὸ ἔπαθλον ὅσον; Τὸ ἀπαλλαγῆναι τῶν πονηρῶν, τὸ ἑνωθῆναι Θεῷ. Ἄκουε καὶ τῶν ἑξῆς· Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει  Κύριος. Εἶδες  ἄνωθεν  τὴν  παροῦσαν  εὐγένειαν  τὸν  προφήτην προαναφωνοῦντα,  τὴν διὰ τῆς χάριτος ἀναγέννησιν; Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας,  ἀγαπητοί.  Ποίας; Τὸ ναοὺς  Θεοῦ εἶναι,  τὸ  υἱοὺς  καὶ  θυγατέρας,  τὸ ἔνοικον  αὐτὸν  ἔχειν  καὶ ἐμπεριπατοῦντα,  τὸ λαὸν  αὐτοῦ γίνεσθαι, τὸ τὸν  Θεὸν αὐτὸν καὶ πατέρα κεκτῆσθαι. Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Μήτε ἀκαθάρτων ἁπτώμεθα· τοῦτο γὰρ σαρκὸς μολυσμός· μήτε τῶν τὴν ψυχὴν μολυνόντων· οὗτος γὰρ πνεύματος. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ  ἐπάγει,  Ἐπιτελοῦντες  ἁγιωσύνην  ἐν  φόβῳ  Θεοῦ. Οὐ γὰρ  τὸ  μὴ  ἀκαθάρτου ἅπτεσθαι ποιεῖ καθαρὸν, ἀλλὰ καὶ ἑτέρου τινὸς ἡμῖν δεῖ ὥστε γενέσθαι ἡμᾶς ἁγίους, σπουδῆς, προσοχῆς, εὐλαβείας. Καὶ καλῶς εἶπε, Ἐν φόβῳ Θεοῦ. Ἔστι γὰρ ἐπιτελεῖν σωφροσύνην, οὐκ ἐν φόβῳ Θεοῦ, ἀλλὰ διὰ κενοδοξίαν. Μετὰ δὲ τούτου καὶ ἕτερον αἰνίττεται  εἰπὼν, Ἐν φόβῳ Θεοῦ, τὸν τρόπον, καθ' ὃν ἂν ἀνυσθείη ἡ ἁγιωσύνη. Εἰ γὰρ καὶ τυραννικὸν ἡ ἐπιθυμία, ἀλλ', ἂν ἐπιτειχίσῃς τὸν τοῦ Θεοῦ φόβον, κατέλυσας τὴν  αὐτῆς μανίαν.  Ἁγιωσύνην δὲ ἐνταῦθα  οὐχὶ σωφροσύνην μόνον λέγει, ἀλλὰ τὴν πάσης ἁμαρτίας ἀπαλλαγήν· ἅγιος γάρ ἐστιν ὁ καθαρός. Καθαρὸς δὲ ἄν τις γένοιτο, οὐχὶ εἰ πορνείας ἀπαλλαγείη μόνον, ἀλλὰ καὶ πλεονεξίας καὶ βασκανίας καὶ ἀπονοίας  καὶ κενοδοξίας· καὶ μάλιστα κενοδοξίας, ἣν  πανταχοῦ  μὲν  φυγεῖν  δεῖ, πολλῷ  δὲ πλέον  ἐπὶ ἐλεημοσύνης· ἐπεὶ οὐδ' ἂν εἴη ἐλεημοσύνη, εἰ τοῦτο ἔχει τὸ νόσημα, ἀλλ' ἐπίδειξις καὶ ὠμότης. Ὅταν γὰρ μὴ ἐλεῶν, ἀλλ' ἐκπομπεύων ποιῇς, οὐ μόνον οὐκ ἔστιν ἐλεημοσύνη τὸ τοιοῦτον, ἀλλὰ καὶ ὕβρις· παρεδειγμάτισας γὰρ τὸν ἀδελφόν. Οὐκ ἄρα τὸ διδόναι χρήματα, ἀλλὰ τὸ ἐλεοῦντα διδόναι, ἐλεημοσύνη. Ἐπεὶ καὶ οἱ ἐν τοῖς θεάτροις διδόασι καὶ παισὶ πεπορνευμένοις, καὶ ἑτέροις τοῖς ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐλεημοσύνη τὸ τοιοῦτον· καὶ αὐτοὶ δὲ οἱ ὑβρίζοντες εἰς τὸ σῶμα τῶν πορνευομένων γυναικῶν διδόασιν, ἀλλ' οὐ φιλανθρωπία  τοῦτο, ἀλλὰ παροινία. Τούτῳ καὶ ὁ κενόδοξος ἔοικε. Καθάπερ γὰρ ἐκεῖνος ὑβρίζων εἰς τὸ σῶμα τῆς πόρνης, μισθὸν αὐτῇ δίδωσι τῆς ὕβρεως· οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμβάνοντα τὴνὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν  καὶ σαυτὸν κἀκεῖνον.  Καὶ μετὰ τούτων  ἡ ζημία ἄφατος. Καθάπερ γὰρ θηρίον, καὶ κύων μαινόμενος  ἐπιπηδῶν,  οὕτως ἡμῶν ἁρπάζει τὰ  ἀγαθὰ  τὸ πονηρὸν  τοῦτο  νόσημα, καὶ  ἡ ἀπανθρωπία  αὕτη· καὶ  γὰρ ἀπανθρωπία καὶ ὠμότης τὸ τοιοῦτόν ἐστι· μᾶλλον δὲ καὶ τούτου χαλεπώτερον.  Ὁ μὲν  γὰρ  ὠμὸς  οὐκ  ἂν  δοίη  τῷ  δεομένῳ·  σὺ  δὲ  τούτου  πλέον   ποιεῖς·  τοὺς βουλομένους  δοῦναι  κωλύεις.  Ὅταν  γὰρ  ἐκπομπεύῃς  τὴν  δόσιν, καὶ  τὴν  δόξαν καθελεῖς τοῦ λαβόντος, καὶ τὸν μέλλοντα παρέχειν ἀνεχαίτισας, ἂν ῥᾴθυμος ᾖ. Οὐδὲ γὰρ δώσει λοιπὸν,  ὡς εἰληφότι  καὶ οὐχ οὕτω  δεομένῳ,  ἀλλὰ  καὶ καταγνώσεται πολλάκις, ἂν προσελθὼν αἰτήσῃ μετὰ τὸ λαβεῖν, καὶ ἀναίσχυντον ἡγήσεται.

δʹ. Ποία οὖν ἐλεημοσύνη τοῦτο, ὅταν καὶ σαυτὸν καταισχύνῃς, καὶ τὸν εἰληφότα,  καὶ τὸν ἐπιτάξαντα διπλῆ, ὅτι τε αὐτὸν θεατὴν ἔχων τῆς ἐλεημοσύνης, ἐπιζητεῖς τοὺς τῶν συνδούλων  ὀφθαλμοὺς  μετ' ἐκεῖνον, καὶ ὅτι τὸν νόμον τὸν ταῦτα ἀπαγορεύοντα, κείμενον  ὑπ'  αὐτοῦ,  παραβαίνεις;  Ἐβουλόμην  καὶ  τοῖς  ἄλλοις  ἐπεξελθεῖν,  καὶ νηστείᾳ καὶ εὐχῇ, καὶ δεῖξαι ὅσα καὶ ἐκεῖ λυμαίνεται ἡ κενοδοξία· ἀλλ' ἀνεμνήσθην, ὅτι λόγον τινὰ οὐκ ἤνυσα ἀναγκαῖον, ἐν τῇ πρὸ ταύτης διαλέξει. Τίς δὲ ὁ λόγος ἦν; Ἔλεγον ὅτι οἱ πένητες τῶν πλουτούντων  πλεονεκτοῦσιν ἐν τοῖς βιωτικοῖς, ὅτι περὶ ὑγείας καὶ ἡδονῆς διελεγόμην· καὶ σαφῶς τοῦτο ἐδείκνυτο. Φέρε οὖν σήμερον αὐτὸ δείξωμεν, ὅτι οὐκ ἐν τοῖς βιωτικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀνωτέρω παρὰ τούτοις τὸ πλέον ἐστί. Τί γὰρ εἰς βασιλείαν εἰσάγει, πλοῦτος ἢ πενία; Ἀκούσωμεν αὐτοῦ τοῦ τῶν  οὐρανῶν  ∆εσπότου λέγοντος,  περὶ μὲν  ἐκείνων,  ὅτι Εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· περὶ δὲ  πενήτων   τοὐναντίον.   Εἰ γὰρ   θέλεις  τέλειος  εἶναι,  πώλησόν  σου  τὰ ὑπάρχοντα.  καὶ  δὸς  πτωχοῖς,  καὶ  δεῦρο, ἀκολούθει  μοι, καὶ  ἕξεις  θησαυρὸν  ἐν οὐρανοῖς. Εἰ δὲ βούλεσθε, ἑκατέρωθεν ἴδωμεν τὸ εἰρημένον. Στενὴ, καὶ τεθλιμμένη ἡ ὁδὸς, φησὶν, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Τίς οὖν βαδίζει τὴν στενὴν, ὁ ἐν τρυφῇ, ἢ ὁ ἐν πτωχείᾳ;  ὁ μόνος, ἢ ὁ μυρία βαστάζων φορτία; ὁ χαῦνος  καὶ διαλελυμένος,  ἢ ὁ φροντίζων  καὶ μεμεριμνημένος; Ἀλλὰ τίς χρεία τῶν  λογισμῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν; Πένης ὁ Λάζαρος ἦν, καὶ σφόδρα πένης· πλούσιος δὲ ὁ παρατρέχων ἐν τῷ πυλῶνι κείμενον τοῦτον· τίς οὖν εἰσῆλθεν εἰς τὴν βασιλείαν, καὶ τοῖς κόλποις ἐνετρύφα τοῦ Ἀβραάμ; τίς δὲ ἀπετηγανίζετο, καὶ οὐδὲ σταγόνος ἦν κύριος; Ἀλλὰ καὶ πένητες ἀπολοῦνται πολλοὶ, φησὶ, καὶ πλούσιοι τῶν ἀποῤῥήτων ἐκείνων ἀπολαύσονται ἀγαθῶν. Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πλουσίους μὲν ὀλίγους, τῶν δὲ  πενήτων   πολλῷ  πλείους  σωζομένους.  Σκόπει  δὲ  ἀκριβῶς  ἐξετάζων  τὰ  τοῦ πλούτου κωλύματα, καὶ τὰ τῆς πενίας ἐλαττώματα·  μᾶλλον δὲ οὔτε τοῦ πλούτου οὔτε τῆς πενίας, ἀλλ' ἑκάτερα τῶν κεκτημένων ἐστί· πλὴν ἀλλὰ ποῖον εὐκολώτερον ὅπλον  ἴδωμεν.  Τί οὖν  ἡ πενία  ἐλάττωμα  ἔχειν  δοκεῖ; Ψεῦδος. Τί δὲ ὁ πλοῦτος; Ὑπερηφανίαν, τὴν μητέρα τῶν κακῶν, ἣ καὶ τὸν διάβολον ἐποίησεν εἶναι διάβολον, οὐκ ὄντα τοιοῦτον ἔμπροσθεν. Πάλιν, ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· τίς οὖν ἕστηκε  τῆς  ῥίζης  ταύτης  πλησίον,  ὁ  πλούσιος,  ἢ  ὁ  πένης;  οὐκ  εὔδηλον  ὅτι  ὁ πλούσιος; Ὅσῳ γὰρ ἄν τις πλείονα περιβαλῆται, τοσούτῳ πλειόνων  ἐρᾷ. Κενοδοξία πάλιν τὰ μυρία λυμαίνεται κατορθώματα· ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται. Τὰ δὲ τοῦ πένητος, φησὶν, οὐ τιθεῖς, τὴν θλῖψιν, τὴν στενοχωρίαν; Ἀλλὰ τοῦτο καὶ τοῦ πλουτοῦντος  κοινὸν, καὶ τούτου μᾶλλον ἢ τοῦ πένητος· ὥστε ἃ μὲν τῆς πενίας δοκεῖ εἶναι κακὰ, κοινὰ ἑκατέρων ἐστὶν, ἃ δὲ τοῦ πλούτου, μόνα ἐκείνου. Τί δὲ, φησὶν, ὅταν διὰ τὴν τῶν ἀναγκαίων  ἀπορίαν πολλὰ δεινὰ ὁ πένης ἐργάζηται; Ἀλλ' οὐδεὶς πένης, οὐδεὶς τοσαῦτα ἐργάζεται δεινὰ δι' ἔνδειαν, ὅσα οἱ πλουτοῦντες διὰ τὸ πλείονα  περιβάλλεσθαι, καὶ τὰ ἔνδον  μὴ ἀπολλύναι.  Οὐ γὰρ οὕτω  πένης ἐφίεται τῶν ἀναγκαίων, ὡς τῶν περιττῶν ὁ πλουτῶν· οὐδ' αὖ τοσαύτην ἰσχὺν ἔχει πρὸς τὸ χρήσασθαι τῇ πονηρίᾳ, ὅσην δύναμιν οὗτος. Εἰ τοίνυν καὶ βούλεται μᾶλλον
καὶ δύναται, εὔδηλον ὅτι μᾶλλον καὶ πλείονα ἐργάσεται. Οὐδὲ γὰρ οὕτω δέδοικεν ὁ πένης ὑπὲρ λιμοῦ, ὡς ὁ πλούσιος ὑπὲρ τῆς ἀπωλείας τῶν ὄντων τρέμει καὶ ἄγχεται, καὶ ὑπὲρ τοῦ μηδέπω τὰ πάντων λαβεῖν. Ὅταν οὖν καὶ κενοδοξίας ἑστήκῃ πλησίον καὶ  ὑπερηφανίας  καὶ  φιλαργυρίας  τῆς  ῥίζης  τῶν  κακῶν  ἁπάντων·  ποίαν  ἕξει σωτηρίας  ἐλπίδα,  ἂν  μὴ  πολλὴν  ἐπιδείξηται  φιλοσοφίαν,  πῶς  δὲ  βαδιεῖται  τὴν στενὴν ὁδόν; Μὴ τοίνυν  τὰς τῶν πολλῶν  δόξας περιφέρωμεν, ἀλλὰ τὰ πράγματα ἐξετάζωμεν. Πῶς γὰρ οὐκ ἄτοπον ὑπὲρ μὲν χρημάτων  μὴ ἑτέροις πιστεύειν, ἀλλ' ἀριθμῷ καὶ ψήφῳ τοῦτο ἐπιτρέπειν· ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχον  τας καὶ γνώμονα  καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν; ∆ιὸ παρακαλῶ καὶ δέομαι πάντων  ὑμῶν,  ἀφέντες  τί  τῷ  δεῖνι  καὶ  τῷ  δεῖνι  δοκεῖ  περὶ  τούτων,  παρὰ τῶν Γραφῶν ταῦτα ἅπαντα πυνθάνεσθε, καὶ τὸν ἀληθῆ πλοῦτον μαθόντες, τοῦτον διώκωμεν,  ἵνα  καὶ τῶν  αἰωνίων  ἐπιτύχωμεν  ἀγαθῶν·  ὧν  γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ι∆ʹ.Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ, ὡς καὶ προεῖπον, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῇν.

αʹ. Πάλιν τὸν περὶ ἀγάπης κινεῖ λόγον, συστέλλων τὸ τραχὺ τῆς ἐπιτιμήσεως. Ἐπειδὴ γὰρ ἤλεγξε καὶ ἐπέπληξεν, ὡς φιλουμένοις  μὲν, οὐχ ὁμοίως δὲ φιλοῦσιν, ἀλλ' ἀποῤῥηγνυμένοις τῆς ἀγάπης τῆς αὐτοῦ καὶ ἑτέροις φθόροις ἀναμιγνυμένοις, πάλιν  λεαίνει  τὸ  σφοδρὸν  τῆς  ἐπιτιμήσεως  λέγων,  Χωρήσατε ἡμᾶς,  τουτέστι, Φιλήσατε ἡμᾶς, καὶ χάριν  αἰτεῖ  λαβεῖν  ἀνεπαχθῆ,  καὶ τοῖς  παρέχουσι πρὸς τῶν λαμβανόντων  λυσιτελῆ. Καὶ οὐκ εἶπε, Φιλήσατε, ἀλλ' ἐλεεινότερον, Χωρήσατε. Τίς ἡμᾶς ἀπήλασε, φησί; τίς ἐξέβαλε τῆς διανοίας τῆς ὑμετέρας; πόθεν στενοχωρούμεθα ἐν  ὑμῖν;  Ἐπειδὴ γὰρ  εἶπεν  ἀνωτέρω,  Στενοχωρεῖσθε  ἐν  τοῖς  σπλάγχνοις  ὑμῶν· ἐνταῦθα αὐτὸ σαφέστερον δηλῶν  ἔλεγε, Χωρήσατε ἡμᾶς, καὶ ταύτῃ πάλιν  αὐτοὺς ἐφελκόμενος.  Οὐδὲν γὰρ  οὕτω  ποιεῖ  φιλίαν,  ὡς  τὸ  μαθεῖν  τὸν  φιλούμενον  ὅτι σφόδρα αὐτοῦ ἐφίεται τῆς ἀγάπης ὁ φιλῶν. Οὐδένα ἠδικήσαμεν. Ὅρα πῶς πάλιν οὐ τίθησι τὰς εὐεργεσίας, ἀλλὰ  καὶ ἀνεπαχθέστερον  καὶ πληκτικώτερον  ἑτέρως τὸν λόγον  ποιεῖ.  Ἅμα  δὲ  καὶ  αἰνίττεται  τοὺς  ψευδαποστόλους,  Οὐδένα ἠδικήσαμεν, λέγων, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Τί ἐστιν, Ἐφθείραμεν; Τουτέστιν, οὐδένα ἠπατήσαμεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μήποτε, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν,   οὕτω   φθαρῇ   τὰ   νοήματα   ὑμῶν.   Οὐδένα   ἐπλεονεκτήσαμεν·   οὐχ ἡρπάσαμεν, οὐκ  ἐπενοήσαμεν.  Καὶ οὐ λέγει  τέως,  Τὰ καὶ  τὰ  ὠφελήσαμεν,  ἀλλ' ἐντρεπτικώτερον ποιῶν τὸν λόγον, Οὐκ ἠδικήσαμεν, φησί· μονονουχὶ λέγων, ὅτι Εἰ καὶ μηδὲν ἦμεν εὐεργετηκότες, οὐδὲ οὕτως ἡμᾶς ἀποστρέφεσθαι ἔδει· οὐδὲ γὰρ οὐ μικρὸν, οὐ μέγα ἔχετε ἡμῖν ἐγκαλεῖν. Εἶτα ἐπειδὴ ᾔσθετο τῆς βαρύτητος, ἐπιδιορθοῦται  πάλιν.  Καὶ οὔτε  ἐσίγησε καθάπαξ·  οὐ  γὰρ  ἂν  διανέστησεν·  οὔτε ἀδιόρθωτον εἴασε τὸ τραχὺ τοῦ λόγου· ἢ γὰρ ἂν πλέον ἔπληξε. Καὶ τί φησιν; Οὐ πρὸς κατάκρισιν λέγω. Πόθεν δῆλον; Προείρηκα γὰρ, φησὶν, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς  τὸ συναποθανεῖν  καὶ  συζῇν. Μεγίστη φιλία  αὕτη, ὅταν  καὶ καταφρονούμενος,  καὶ συναποθανεῖν  αὐτοῖς  καὶ συζῇν αἱρῆται. Οὐδὲ γὰρ ἁπλῶς ἐστε ἐν ταῖς καρδίαις ἡμῶν, ἀλλ'  οὕτω, φησὶν, ὡς εἶπον. Ἔνι γὰρ καὶ φιλεῖν, καὶ κινδύνους φεύγειν· ἀλλ' οὐχ ἡμεῖς οὕτω. Καὶ ὅρα κἀνταῦθα σύνεσιν ἄφατον. Οὐ γὰρ τὰ γεγενημένα ὑπὲρ αὐτῶν εἶπεν, ἵνα μὴ δόξῃ πάλιν ὀνειδίζειν, ἀλλ' ὑπὲρ τῶν μελλόντων   ἐπαγγέλλεται.  Ἂν  γὰρ  συμβῇ, φησὶν,  ἐπενεχθῆναι  κίνδυνον,  πάντα ἕτοιμος ὑπὲρ ὑμῶν παθεῖν, καὶ οὔτε θάνατος, οὔτε ζωή μοί τι καθ' ἑαυτὸ φαίνεται· ἀλλ'  ἔνθα  ἂν  ἦτε  ὑμεῖς,  τοῦτο  ἐμοὶ  προτιμότερον,  καὶ  θάνατος  ζωῆς,  καὶ  ζωὴ θανάτου. Ἀλλὰ τὸ μὲν ἀποθανεῖν δῆλον ὅτι φιλίας, τὸ δὲ ζῇν τίς οὐκ ἂν ἕλοιτο καὶ τῶν μὴ φίλων;  Τίνος οὖν ἕνεκεν ὡς μέγα αὐτὸ τίθησι; Ὅτι καὶ σφόδρα μέγα ἐστί. Πολλοὶ μὲν γὰρ κακῶς πράττουσι συναλγοῦσι τοῖς φίλοις,  εὐδοκιμοῦσι δὲ οὐκέτι συνήδονται, ἀλλὰ καὶ φθονοῦσιν· ἀλλ' οὐχ ἡμεῖς, ἀλλ' ἄν τε ἐν συμφοραῖς ἦτε, οὐ φοβούμεθα κοινωνῆσαι τῆς δυσημερίας ὑμῖν· ἄν τε καλῶς πράττητε, οὐ βαλλόμεθα τῷ φθόνῳ. Εἶτα ἐπειδὴ συνεχῶς ταῦτα ἔστρεφε λέγων, Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, καὶ, Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν, καὶ, Χωρήσατε ἡμᾶς, καὶ, Πλατύνθητε καὶ ὑμεῖς, καὶ, Οὐδένα ἠδικήσαμεν, καὶ ἐδόκει πάντα ταῦτα αὐτῶν εἶναι κατάγνωσις· ὅρα πῶς καὶ ἑτέρως τὸ βαρὺ τοῦτο παραμυθεῖται λέγων, Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς. ∆ιὰ τοῦτο τοιαῦτα τολμῶ, φησὶν, οὐ πρὸς κατάκρισιν λέγων,  ἀλλὰ διὰ τὴν πολλὴν  παῤῥησίαν· ὃ καὶ ἀνωτέρω δηλῶν  ἔλεγε, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ὅτι ἐπειδὴ ταῦτα λέγω, ὡς κατεγνωκὼς ὑμῶν καθάπαξ λέγω· σφόδρα γὰρ ἐφ' ὑμῖν καλλωπίζομαι  καὶ καυχῶμαι· ἀλλὰ καὶ κηδόμενος, καὶ βουλόμενος ἐπιδοῦναι μειζόνως ὑμᾶς πρὸς ἀρετήν· ὃ καὶ τοῖς Ἑβραίοις μετὰ πολλὴν ἐπιτίμησιν ἔλεγε· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ  οὕτω  λαλοῦμεν.  Ἐπιθυμοῦμεν  δὲ  ἕκαστον  ὑμῶν  τὴν  αὐτὴν  ἐνδείκνυσθαι σπουδὴν, εἰς  τὴν  πληροφορίαν  τῆς  ἐλπίδος  ἄχρι  τέλους.  Οὕτω δὴ καὶ  ἐνταῦθα, Πολλή μοι καύχησις ὑπὲρ ὑμῶν. Πρὸς ἑτέρους καυχώμεθα, φησὶν, ὑπὲρ ὑμῶν. Εἶδες πῶς παρεμυθήσατο γνησίως; Καὶ οὐχ ἁπλῶς  καυχῶμαι, φησὶν, ἀλλὰ καὶ σφόδρα. Ἐπήγαγε γοῦν λέγων,  ὅτι Πεπλήρωμαι τῇ παρακλήσει. Ποίᾳ παρακλήσει; Τῇ παρ' ὑμῶν, ὅτι διορθωθέντες, διὰ τῶν ἔργων παρεκαλέσατέ με. Τοῦτο φιλοῦντός ἐστι, καὶ ἐγκαλεῖν  ὑπὲρ τοῦ μὴ φιλεῖσθαι  καὶ δεδοικέναι  μὴ, πέρα τοῦ μέτρου ἐγκαλέσας, λυπήσῃ. ∆ιὰ τοῦτό φησι,  Πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ.

 βʹ. Ἀλλὰ ταῦτα δοκεῖ, φησὶν, ἐναντία εἶναι τοῖς πρώτοις. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ καὶ σφόδρα συμβαίνοντα. Ταῦτα γὰρ ἐκεῖνα εὐπαράδεκτα ποιεῖ, καὶ ὁ διὰ τούτων ἔπαινος   τὴν   ἀπὸ   τῶν   ἐλέγχων   ἐκείνων   ὠφέλειαν    γνησιωτέραν   ἐργάζεται, ὑποκλέπτων  αὐτῶν  τὸ ὀδυνηρόν.  ∆ιὸ καὶ σφόδρα γνησίως  κέχρηται  τοῖς ῥήμασι τούτοις, καὶ φιλοτίμως.  Οὐδὲ γὰρ εἶπε, Πεπλήρωμαι τῇ χαρᾷ, ἀλλὰ, Περισσεύομαι· μᾶλλον δὲ, οὐδὲ περισσεύομαι, ἀλλὰ, Ὑπερπερισσεύομαι, κἀντεῦθεν πάλιν δεικνὺς τὸν πόθον, ὅτι κἂν οὕτω φιλῆται, ὡς χαίρειν καὶ ἀγάλλεσθαι, οὐδέπω ἡγεῖται φιλεῖσθαι, ὡς φιλεῖσθαι χρὴ, οὐδὲ τὸ πᾶν εἰληφέναι· οὕτως ἀκόρεστος τῷ σφόδρα φιλεῖν  αὐτοὺς ἦν. Τὸ γὰρ παρὰ τῶν ἐρωμένων  ὁπωσοῦν φιλεῖσθαι, πολλὴν  φέρει τὴν  χαρὰν  διὰ  τὸ σφόδρα αὐτοὺς  φιλεῖν.  Ὥστε τοῦτο  πάλιν  τῆς  αὐτοῦ  ἀγάπης σημεῖον  ἦν.  Καὶ ἐπὶ  μὲν  τῆς  παρακλήσεώς  φησι,  Πεπλήρωμαι· ἀπέλαβον  ὅπερ ὠφείλετό μοι· ἐπὶ δὲ τῆς χαρᾶς, Ὑπερπερισσεύομαι· τουτέστιν, Ἠθύμησα πρὸς ὑμᾶς, ἀλλ' ἀπελογήσασθε ἀρκούντως, καὶ παρεμυθήσασθε· οὐδὲ γὰρ μόνον ἀνείλετέ  μοι τὴν ὑπόθεσιν τῆς λύπης, ἀλλὰ καὶ χαρὰν ἐποιήσατε πλείονα. Εἶτα δηλῶν αὐτῆς τὸ μέγεθος, οὐ τούτῳ μόνον δείκνυσιν αὐτὸ, τῷ εἰπεῖν, ὅτι Ὑπερπερισσεύομαι τῇ χαρᾷ, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Τοσαύτη γὰρ ἦν ἡ δι' ὑμᾶς ἡμῖν ἡδονὴ  γενομένη,  ὡς μηδὲ τοσαύτῃ ἀμαυρωθῆναι  θλίψει,  ἀλλὰ  τῇ περιουσίᾳ τοῦ οἰκείου μεγέθους περιγενέσθαι τῶν καταλαβόντων  ἡμᾶς λυπηρῶν, καὶ μὴ ἀφεῖναι αἴσθησιν ἡμᾶς αὐτῶν  λαβεῖν. Καὶ γὰρ ἐλθόντων  ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν. Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ μεγάλην οὖσαν τὴν ἐκ τούτων παραμυθίαν
καὶ χαρὰν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην. Ἀλλ' ἐν παντὶ θλιβόμενοι. Πῶς ἐν παντί; Ἔξωθεν μάχαι, παρὰ τῶν  ἀπίστων· Ἔσωθεν φόβοι, διὰ τοὺς ἀσθενεῖς τῶν πιστῶν,  μὴ παρασυρῶσιν. Οὐδὲ γὰρ παρὰ Κορινθίοις μόνον  τοιαῦτα  συνέβαινεν, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἀλλ' ὁ παρακαλῶν  τοὺς ταπεινοὺς, παρεκάλεσεν ἡμᾶς ἐπὶ τῇ παρουσίᾳ Τίτου. Ἐπειδὴ γὰρ μεγάλα αὐτοῖς ἐμαρτύρησεν εἰπὼν, ἵνα μὴ δόξῃ κολακεύειν, μάρτυρα παράγει Τίτον τὸν ἀδελφὸν, ὃς παρ' αὐτῶν ἀφίκετο πρὸς τὸν Παῦλον μετὰ τὴν προτέραν ἐπιστολὴν διηγούμενος αὐτῷ τὰ τῆς αὐτῶν διορθώσεως. Σὺ  δέ  μοι  σκόπει  πῶς  πανταχοῦ  μέγα  τίθεται  τὴν  παρουσίαν  Τίτου.  Καὶ γὰρ ἔμπροσθέν φησιν, Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· καὶ ἐνταῦθα πάλιν, Ἐπὶ τῇ  παρουσίᾳ  Τίτου  παρεκλήθημεν,  φησί.  Καὶ γὰρ  βούλεται  ἀξιόπιστον  αὐτοῖς καταστῆσαι τὸν ἄνδρα, καὶ φίλον  σφόδρα ποιῆσαι. Καὶ ὅρα πῶς ἀμφότερα κατασκευάζει. Τῷ μὲν γὰρ εἰπεῖν, Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τὸ μέγεθος αὐτοῦ δείκνυσι τῆς ἀρετῆς· τῷ δὲ εἰπεῖν,  ὅτι Ἐπὶ τῇ θλίψει ἡμῶν ἡ παρουσία αὐτοῦ ἤρκεσεν εἰς παραμυθίαν, οὐ μόνον  δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα. Οὐδὲν γὰρ οὕτω φιλίας ποιεῖ καὶ συγκροτεῖ, ὡς τὸ δεξιόν τι καὶ ὑγιὲς περί τινος εἰπεῖν· ὃ καὶ Τίτῳ μαρτυρεῖ λέγων, ὅτι Παραγενόμενος ἐπτέρωσεν ἡμᾶς ὑπὸ τῆς ἡδονῆς· τοιαῦτα περὶ ὑμῶν ἀπήγγειλε. ∆ιὰ τοῦτο ἡ παρουσία αὐτοῦ ηὔφρανεν ἡμᾶς. Οὐ γὰρ μόνον ἐν τῇ παρουσίᾳ αὐτοῦ ἥσθημεν, ἀλλὰ καὶ ἐπὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν. Καὶ πῶς  παρεκλήθη; ∆ιὰ τῆς  ἀρετῆς ὑμῶν,  διὰ τῶν  κατορθωμάτων·  διὸ καὶ ἐπάγει, Ἀναγγέλλων  ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ.  Ταῦτα  αὐτὸν  ηὔφρανε,  φησὶ,  ταῦτα  παρεκάλεσεν.  Εἶδες  πῶς  καὶ  αὐτὸν δείκνυσιν   αὐτῶν   σφοδρὸν  ἐραστὴν,  εἴ  γε  τὴν   ἐκείνων   εὐδοκίμησιν  οἰκείαν παράκλησιν εἶναι ἡγεῖται, καὶ ὡς ἐπ' οἰκείοις ἀγαθοῖς ἐλθὼν ἐκαυχᾶτο παρὰ Παύλῳ; Καὶ ὅρα πῶς αὐτὰ θερμῶς ἀπαγγέλλει· Τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμὸν, τὸν  ὑμῶν  ζῆλον. Εἰκὸς γὰρ αὐτοὺς πενθεῖν  καὶ ἀλγεῖν,  τί οὕτως  ἐδυσχέρανεν  ὁ μακάριος Παῦλος, τί τοσοῦτον ἀπέστη χρόνον. ∆ιὸ οὐδὲ ἁπλῶς εἶπε δάκρυα, ἀλλ' Ὀδυρμὸν, οὐδὲ ἐπιθυμίαν,  ἀλλ' Ἐπιπόθησιν, οὐδὲ ὀργὴν, ἀλλὰ Ζῆλον, καὶ ζῆλον πάλιν  τὸν  ὑπὲρ αὐτοῦ, τὸν  ἐκ τοῦ πεπορνευκότος,  τὸν  ἐκ τῶν  κατηγορούντων. Ἐπυρώθητε γὰρ, φησὶ, καὶ ἐξεκάητε δεξάμενοί μου τὰ γράμματα. ∆ιὰ ταῦτα περισσεύει τῇ χαρᾷ, διὰ ταῦτα πεπλήρωται  τῇ παρακλήσει, ὅτι αὐτῶν  καθήψατο. Ἐμοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραμυθίαν τῶν ἔμπροσθεν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ εἰς προτροπὴν τῶν κατωρθωκότων αὐτά. Καὶ γὰρ εἰ καὶ τοῖς ἔμπροσθεν ἐγκλήμασιν εἶναί  τινας  ὑπευθύνους  ἡγοῦμαι,  καὶ τῶν  ἐπαίνων  τούτων  ἀναξίους· ἀλλ' ὅμως αὐτοὺς οὐ διαιρεῖ, ἀλλὰ κοινὰ τίθησι καὶ τὰ ἐγκώμια καὶ τὰ ἐγκλήματα, διδοὺς τῷ συνειδότι  τῶν  ἀκουόντων  ἐπιλέξασθαι  τὰ  οἰκεῖα.  Οὕτω γὰρ  κἀκεῖνα  ἀνεπαχθῆ ἐγίνετο, καὶ ταῦτα εἰς ζῆλον ἦγε πολύν. γʹ. Οὕτω καὶ νῦν χρὴ τοὺς ἐγκαλουμένους διακεῖσθαι, θρηνεῖν  καὶ ὀδύρεσθαι, οὕτω τοὺς διδασκάλους ποθεῖν, οὕτω μᾶλλον πατέρων ἐπιζητεῖν. ∆ι' ἐκείνων μὲν γὰρ τὸ ζῇν, διὰ δὲ τούτων τὸ καλῶς ζῇν γίνεται. Οὕτω χρὴ φέρειν ἐπιτιμήσεις πατέρων, οὕτω τοῖς προηγουμένοις χρεὼν συναλγεῖν ἐπὶ τοὺς ἁμαρτάνοντας. Οὐ γὰρ ἐν αὐτοῖς κεῖται τὸ πᾶν, ἀλλὰ καὶ ἐν ὑμῖν. Κἂν γὰρ ἴδῃ ὁ ἡμαρτηκὼς, ὅτι ἐπετιμήθη μὲν παρὰ τοῦ πατρὸς, ἐκολακεύθη δὲ παρὰ τῶν ἀδελφῶν, ῥᾳθυμότερος γίνεται. Ἀλλ' ὅταν ὁ πατὴρ ἐπιτιμήσῃ, συνοργίσθητι καὶ σὺ, εἴτε ὡς ἀδελφοῦ κηδόμενος, εἴτε ὡς πατρὶ συναγανακτῶν· μόνον ἐπίδειξαι πολλὴν τὴν σπουδὴν, καὶ πένθησον, μὴ ὅτι ἐπετιμήθη, ἀλλ' ὅτι ἥμαρτεν. Ἂν δὲ οἰκοδομήσω μὲν ἐγὼ, καταλύσῃς δὲ σὺ, τί ὠφελήσαμεν  πλέον  ἢ κόπους; Μᾶλλον δὲ οὐ μέχρι τούτου σοι τὰ τῆς ζημίας, ἀλλὰ καὶ κόλασιν ἄγεις ἐπὶ σαυτόν. Ὁ γὰρ κωλύων  τὸ τραῦμα θεραπευθῆναι, τοῦ πεποιηκότος αὐτὸ οὐκ ἐλάττονα ἔχει κόλασιν, ἀλλὰ καὶμείζονα. Οὐ γάρ ἐστιν ἴσον πλῆξαι, καὶ τὸ πληγὲν  κωλῦσαι θεραπευθῆ  ναι· τοῦτο μὲν γὰρ θάνατον τίκτει πάντως, ἐκεῖνο δὲ οὐ πάντως. Ταῦτα δέ μοι εἴρηται πρὸς ὑμᾶς, ἵνα συνοργίζησθε τοῖς ἄρχουσιν, ἐφ' οἷς δικαίως ἀγανακτοῦσιν, ἵν', ὅταν ἴδητέ  τινα  ἐπιτιμώμενον,  πάντες  ἀποστρέφησθε μειζόνως  ἢ ὁ διδάσκαλος. Ὑμᾶς φοβείσθω μᾶλλον, ἢ τοὺς ἄρχοντας ὁ πεπλημμεληκώς. Ἂν μὲν γὰρ τὸν διδάσκαλον φοβηθῇ  μόνον, ταχέως  ἁμαρτήσεται· ἂν δὲ τοσούτους ὀφθαλμοὺς  περιστέλληται, τοσαῦτα στόματα, ἐν πλείονι ἔσται ἀσφαλείᾳ. Ὥσπερ γὰρ, εἰ μὴ ταῦτα ποιοῦμεν, τὴν ἐσχάτην δώσομεν δίκην· οὕτως, εἰ ταῦτα ἐργαζόμεθα, τοῦ κέρδους τοῦ ἐπὶ τῇ διορθώσει κοινωνήσομεν. Οὕτω τοίνυν ποιῶμεν· κἂν εἴποι τις, ὅτι Φιλανθρώπευσαι τὸν ἀδελφὸν, τοῦτο πρέπει Χριστιανοῖς· μανθανέτω,  ὅτι ὁ ὀργιζόμενος φιλανθρωπεύεται,  οὐκ ἐκεῖνος  ὁ πρὸ τοῦ καιροῦ καλῶν  αὐτὸν,  καὶ μηδὲ ἀφιεὶς αἴσθησιν  λαβεῖν  τοῦ  πλημμελήματος.  Τίς  γὰρ,  εἰπέ  μοι,  τὸν  πυρεταίνοντα  καὶ φρενίτιδι  κατεχόμενον  ἐλεεῖ, ὁ κατακλίνων  ἐπὶ τῆς εὐνῆς, καὶ δεσμῶν, καὶ σίτων καὶ ποτῶν τῶν οὐ προσηκόντων ἀπάγων, ἢ ὁ διδοὺς ἀκράτου ἐμφορηθῆναι, καὶ ἐν ἐξουσίᾳ κελεύων εἶναι, καὶ πάντα ποιεῖν ἅπερ τὸν ὑγιαίνοντα δεῖ; οὐχὶ οὗτος μὲν καὶ ἐπιτρίβει τὸ νόσημα, ὁ δοκῶν φιλανθρωπεύεσθαι,  ἐκεῖνος δὲ διορθοῦται; Οὕτω δὴ καὶ ἐνταῦθα ψηφιζόμεθα. Καὶ γὰρ φιλανθρωπίας  ἐστὶ τὸ μὴ πανταχοῦ  χαρίζεσθαι τοῖς κάμνουσι, μηδὲ κολακεύειν τὰς ἀτόπους αὐτῶν ἐπιθυμίας. Οὐδεὶς οὕτως ἐφίλει τὸν πορνεύσαντα παρὰ Κορινθίοις, ὡς Παῦλος, ὁ κελεύων  αὐτὸν  παραδοῦναι τῷ Σατανᾷ· οὐδεὶς οὕτως αὐτὸν ἐμίσει, ὡς οἱ συγκροτοῦντες καὶ θεραπεύοντες· καὶ τὸ πέρας ἔδειξεν. Ἐκεῖνοι μὲν γὰρ αὐτὸν καὶ ἐφύσησαν, καὶ τὴν φλεγμονὴν  μείζονα εἰργάσαντο· οὗτος δὲ καὶ κατέστελλε, καὶ οὐκ ἀπ  έστη, ἕως πρὸς καθαρὰν ὑγίειαν  ἤγαγε· καὶ οἱ μὲν τῷ ὄντι  κακῷ προσετίθεσαν, οὗτος δὲ καὶ τὸ ἐξ ἀρχῆς γενόμενον  ἀνέσπασε. Τούτους καὶ ἡμεῖς μάθωμεν τῆς φιλανθρωπίας  τοὺς νόμους. Καὶ  γὰρ  ἵππον   ἂν   ἴδῃς   κατὰ  κρημνῶν   φερόμενον,   χαλινὸν   ἐμβάλλεις,   καὶ ἀναχαιτίζεις  μετὰ σφοδρότητος, καὶ μαστίζεις πολλάκις·  καίτοι γε τοῦτο κόλασίς ἐστιν, ἀλλ' ἡ κόλασις αὕτη σωτηρίας μήτηρ ἐστίν. Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ποίησον·  δῆσον  τὸν   πλημμελήσαντα,   ἕως  ἂν   ἐξιλεώσῃ  τὸν   Θεόν·  μὴ  ἀφῇς λελυμένον,  ἵνα μὴ πλέον  δεθῇ τῇ τοῦ Θεοῦ ὀργῇ. Ἂν  ἐγὼ δήσω, ὁ Θεὸς οὐκέτι δεσμεῖ·  ἂν  δὲ  ἐγὼ  μὴ  δήσω,  τὰ  ἄῤῥηκτα  αὐτὸν  μένει  δεσμά. Εἰ γὰρ  ἑαυτοὺς ἐκρίνομεν,  οὐκ  ἂν  ἐκρινόμεθα.  Μὴ δὴ  ὠμότητος  εἶναι  νόμιζε  τὸ  τοιοῦτον  καὶ ἀπανθρωπίας, ἀλλὰ τῆς ἄκρας ἡμερότητος, καὶ τῆς ἀρίστης ἰατρείας, καὶ πολλῆς τῆς κηδεμονίας. Ἀλλ' ἱκανὸν ἔδοσαν χρόνον τιμωρίαν, φησί. Πόσον; εἰπέ μοι· ἐνιαυτὸν, καὶ ἔτη δύο καὶ τρία; Ἀλλ' οὐ τοῦτο ζητῶ χρόνου πλῆθος, ἀλλὰ ψυχῆς διόρθωσιν. Τοῦτο τοίνυν ἐπίδειξον, εἰ κατενύγησαν, εἰ μετεβάλοντο, καὶ τὸ πᾶν γέγονεν· ὡς, ἂν μὴ τοῦτο ᾖ, οὐδὲν ὄφελος  τοῦ χρόνου. Οὐδὲ γὰρ εἰ πολλάκις  ἐπεδέθη τὸ τραῦμα ζητοῦμεν, ἀλλ' εἰ ὤνησέ τι ὁ δεσμός. Εἰ μὲν οὖν ὠφέλησε  καὶ ἐν χρόνῳ  βραχεῖ, μηκέτι προσκείσθω· εἰ δὲ μηδὲν ὤνησε, καὶ μετὰ δέκα ἐνιαυτοὺς ἔτι προσκείσθω· καὶ ὅρος οὗτος ἔστω λύσεως, τοῦ δεδεμένου τὸ κέρδος. Ἂν οὕτω καὶ ἡμῶν αὐτῶν καὶ τῶν λοιπῶν  ἐπιμελώμεθα, καὶ μὴ πρὸς ἀνθρώπων  βλέπωμεν δόξαν καὶ αἰσχύνην, ἀλλὰ τὴν ἐκεῖ κόλασιν καὶ τὸ ὄνειδος  ἐννοοῦντες,  καὶ πρὸ πάντων  τὸ τὸν Θεὸν παροξύνεσθαι, σφόδρα τῆς μετανοίας ἐπιτιθῶμεν  τὰ φάρμακα· καὶ ἐπὶ τὴν καθαρὰν ἥξομεν  ὑγίειαν  ταχέως,  καὶ  τῶν  μελλόντων   ἐπιτευξόμεθα  ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |