ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΒʹ Τὰ κατὰ πρόσωπον βλέπετε.

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΒʹ Τὰ κατὰ πρόσωπον βλέπετε.




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΚΒʹ Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.

αʹ. Ὃ μάλιστα ἄν τις θαυμάσειε Παύλου μετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς ἀνάγκην ἐμπεσὼν μεγάλην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀμφότερα ἐργάζεται, τοῦτο τε αὐτὸ, καὶ τὸ μὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς διὰ τὴν περιαυτολογίαν  ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας μάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐμπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀμφοτέρων ἐπιμελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς  δεομένων συνέσεως· καὶ μετριάζει, καὶ περὶ ἑαυτοῦ μέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα μέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀνταῦθα σύνεσιν. Ἐπιτιμήσας γὰρ τοῖς ἀπατῶσιν αὐτοὺς, οὐ μέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ' ἀπ' ἐκείνων  καὶ εἰς τούτους μεταπηδᾷ· καὶ συνεχῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ μόνον  τῶν  παρακρουομένων,  ἀλλὰ καὶ τῶν  ἠπατημένων  καθάπτεται.  Εἰ γὰρ καὶ αὐτοὺς  ἀφῆκεν  ἀνευθύνους,  οὐκ  ἂν  οὕτως  εὐκόλως  ἐκ τῶν  ἑτέροις  εἰρημένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλήμασιν ὑπεύθυνοι.


∆ιὰ τοῦτο καὶ αὐτῶν καθάπτεται. Καὶ οὐ τοῦτο μόνον αὐτοῦ ἐστι τὸ θαυμαστὸν, ἀλλ' ὅτι  καὶ  καταλλήλως  ἑκατέροις  ἐπιτιμᾷ.  Ἄκουε  γοῦν  τί  τούτοις  φησί·  Τὰ κατὰ πρόσωπον  βλέπετε.  Οὐ μικρὸν  τὸ  ἔγκλημα,  ἀλλὰ  καὶ  σφόδρα  μέγα.  Πῶς; Ὅτι εὐεξαπάτητον τὸ τῶν ἀνθρώπων  γένος, φησίν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῶν φαινομένων  δοκιμάζετε, ἀπὸ τῶν σαρκικῶν, ἀπὸ τῶν σωματικῶν. Τί ἐστιν, Ἀπὸ τῶν φαινομένων; Εἴ τις πλουτεῖ, εἴ τις φυσᾶται, εἴ τις πολλοὺς περιβέβληται κόλακας, εἴ τις μεγάλα περὶ ἑαυτοῦ λέγει, εἴ τις κενοδοξεῖ, εἴ τις ὑποκρίνεται ἀρετὴν, οὐκ ἔχων ἀρετήν· τοῦτο γάρ ἐστι, Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς. Οὐ γὰρ βούλεται ἐκ προοιμίων  σφοδρὸς γίνεσθαι, ἀλλὰ κατὰ μικρὸν αὔξεται καὶ κορυφοῦται. Σκόπει δὲ ἐνταῦθα τὴν πολλὴν τραχύτητα, καὶ πολὺ τὸ αἴνιγμα ὄν. Τὸ γὰρ, Ἀφ' ἑαυτοῦ, τοῦτό ἐστιν ἐμφαίνοντος·  Μὴ γὰρ ἀναμενέτω,  φησὶ, παρ' ἡμῶν μαθεῖν, τουτέστι, διὰ ἐπιτιμήσεως τῆς κατ' αὐτοῦ, ἀλλ' ἄφ' ἑαυτοῦ τοῦτο λογιζέσθω, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς· οὐκ ἐπειδὴ οὕτως ἦν τοῦ Χριστοῦ, ὡς ἐκεῖνος, ἀλλ' ὅτι Ὥσπερ ἐκεῖνος  Χριστοῦ, οὕτω  καὶ ἐγὼ  Χριστοῦ. Κατὰ τοῦτο ἡ κοινωνία· οὐ γὰρ δὴ αὐτὸς μὲν Χριστοῦ, ἐγὼ δὲ ἑτέρου τινός. Καὶ θεὶς τοῦτο τὸ ἴσον, προστίθησι καὶ τὴν ὑπεροχὴν, λέγων· Ἐὰν γὰρ καὶ περισσὸν καυχήσωμαι περὶ τῆς ἐξουσίας,  ἧς  ἔδωκέ  μοι  ὁ  Κύριος εἰς  οἰκοδομὴν  καὶ  οὐκ  εἰς  καθαίρεσιν,  οὐκ αἰσχυνθήσομαι. Ἐπειδὴ γὰρ μέγα τι λέγειν  ἔμελλεν,  ὅρα πῶς αὐτὸ παραμυθεῖται.Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς πολλοῖς τῶν ἀκροατῶν, ὡς τὸ ἑαυτόν τινα ἐγκωμιάζειν. ∆ιόπερ ὑποτεμνόμενος τὸ βαρὺ, τοῦτό φησιν· Ἐὰν γὰρ καὶ περισσόν τι καυχήσωμαι. Καὶ οὐκ εἶπεν, ὅτι Εἴ τις πέποιθεν εἶναι Χριστοῦ, λογιζέσθω ὅτι πολὺ ἡμῶν  ἀπέχει·  ἐγὼ  γὰρ  ἐξουσίαν  ἔχω  παρ'  αὐτοῦ  πολλὴν,  ὥστε  οὓς  ἂν  ἐθέλω, κολάζειν καὶ ἀποκτιννύναι· ἀλλὰ τί; Ἐὰν γὰρ καὶ περισσόν τι. Καίτοι ἄφατον εἶχεν, ἀλλ' ὅμως συστέλλει τῷ λόγῳ. Καὶ οὐκ εἶπεν, ὅτι Καυχῶμαι, ἀλλ', Ἐὰν καυχήσωμαι, ἐὰν βουληθῶ· ἅμα καὶ μετριάζων, καὶ τὴν ὑπεροχὴν δεικνύς. Ἐὰν οὖν καυχήσωμαι, φησὶ, περὶ τῆς ἐξουσίας, ἧς ἔδωκέ μοι ὁ Κύριος. Πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι, καὶ κοινὸν  ποιεῖ  τὸ δῶρον. Εἰς οἰκοδομὴν,  καὶ οὐκ εἰς καθαίρεσιν. Εἶδες πῶς  πάλιν παραμυθεῖται τὸν φθόνον τὸν ἀπὸ τῶν ἐγκωμίων, καὶ τὸν ἀκροατὴν ἐπισπᾶται, τὴν χρείαν εἰπὼν δι' ἣν ἔλαβε; Καὶ πῶς φησι, Λογισμοὺς καθαιροῦντες; Ὅτι αὐτὸ τοῦτο μάλιστα οἰκοδομῆς εἶδός ἐστι, τὸ τὰ κωλύματα ἀναιρεῖν, καὶ τὰ σαθρὰ διελέγχειν, καὶ  τὰ  ἀληθῆ   συντιθέναι.   Ἐν  οἰκοδομῇ.  Εἰς  τοῦτο   μὲν   οὖν   ἐλάβομεν,  ἵνα οἰκοδομῶμεν. Ἐὰν δέ τις πυκτεύῃ καὶ πολεμῇ καὶ ἀνίατος ᾖ, καὶ τῇ ἑτέρᾳ χρησόμεθα ἐνεργείᾳ,  καθαιροῦντες  αὐτὸν  καὶ  καταβάλλοντες.  ∆ιὸ καὶ, Οὐκ αἰσχυνθήσομαι, φησί·  τουτέστιν,  Οὐ δειχθήσομαι  ψευδόμενος,  οὐδὲ ἀλαζονευόμενος.  Ἵνα  δὲ μὴ δόξω, ὡς ἂν ἐκφοβεῖν ὑμᾶς, ὅτι αἱ μὲν ἐπιστολαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος  ἐξουθενημένος·  τοῦτο λογιζέσθω  ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ὃ δὲ  λέγει,  τοῦτό  ἐστιν·  Ἠδυνάμην  μὲν  καυχήσασθαι· ἵνα  δὲ  μὴ  τὰ  αὐτὰ  πάλιν λέγωσιν,  ὅτι κομπάζω ἐπιστέλλων,  καὶ εὐκαταφρόνητός  εἰμι παρὼν, οὐδὲν μέγα ἐρῶ. Καὶ μὴν  ὕστερον ἐφθέγξατο,  ἀλλ'  οὐ περὶ τῆς  δυνάμεως  ταύτης  δι'  ἧς ἦν φοβερὸς, ἀλλὰ περὶ ἀποκαλύψεων, καὶ τὸ πλέον περὶ πειρασμῶν. Ἵν' οὖν μὴ δόξω φοβεῖν  ὑμᾶς, Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν  ἀπόντες, τοιοῦτοι  καὶ παρόντες  τῷ  ἔργῳ. Ἐπειδὴ γὰρ ἔλεγον,  ὅτι ἐπιστέλλει  μεγάλα περὶ ἑαυτοῦ, παρὼν δὲ οὐδενὸς λόγου ἐστὶν ἄξιος· διὰ τοῦτο ταῦτά φησι, καὶ αὐτὰ πάλιν συνεσταλμένως. Οὐ γὰρ εἶπεν, ὅτι Ὡς μεγάλα ἐπιστέλλομεν, μεγάλα καὶ πράττομεν παρόντες·  ἀλλ' ὑφειμένως  μᾶλλον.  Ὅτε μὲν  γὰρ πρὸς ἐκείνους  διελέγετο,  μετὰ σφοδρότητος αὐτὸ τέθεικε λέγων, ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾗ λογίζομαι τολμῆσαι, ἐπί τινας· ὅτε δὲ πρὸς τούτους, καθυφῆκε. ∆ιὸ καὶ λέγει, Ὁποῖοί ἐσμεν παρόντες, καὶ ἀπόντες· τουτέστι, ταπεινοὶ, συνεσταλμένοι, οὐδαμοῦ κομπάζοντες.  Καὶ δῆλον  ἐκ  τῶν  ἑξῆς·  Οὐ γὰρ  τολμῶμεν  ἐγκρῖναι  ἢ  συγκρῖναι ἑαυτούς  τισι  τῶν  ἑαυτοὺς  συνιστανόντων. 

βʹ. Ἐνταῦθα  καὶ  ἀλαζόνας  δείκνυσιν ὄντας ἐκείνους, καὶ μεγάλα περὶ ἑαυτῶν φθεγγομένους· καὶ κωμῳ  δεῖ αὐτοὺς ὡς ἑαυτοὺς συνιστῶντας. Ἀλλ' ἡμεῖς οὐδὲν τοιοῦτον· ἀλλ' εἴ τινα καὶ μεγάλα εἰργασάμεθα, ἐπὶ  τὸν  Θεὸν ἅπαντα  ἀναφέρομεν,  καὶ ἀλλήλοις  ἑαυτοὺς παραβάλλομεν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρίνοντες  ἑαυτοῖς  ἑαυτοὺς  οὐ  συνιοῦσιν.  Ὃ δὲ  λέγει,  τοῦτό  ἐστιν· Οὐ πρὸς ἐκείνους  ἑαυτοὺς  παραβάλλομεν,  ἀλλὰ  πρὸς ἀλλήλους.  Καὶ γὰρ προϊὼν  ἔλεγεν, Οὐδὲν ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων· καὶ ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, Περισσότερον αὐτῶν  πάντων  ἐκοπίασα· καὶ πάλιν,  Τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν  ἐν πάσῃ ὑπομονῇ. Ὥστε ἑαυτοῖς συγκρίνομεν  ἑαυτοὺς, οὐκ ἐκείνοις τοῖς οὐδὲν ἔχουσιν· ἡ γὰρ τοιαύτη ἀπόνοια ἀνοίας ἐστίν. Ἢ περὶ ἑαυτοῦ οὖν τουτό φησιν, ἢ περὶ ἐκείνων, ὅτι Οὐ τολμῶμεν συγκρῖναι ἑαυτοὺς ἐκείνοις τοῖς πρὸς ἀλλήλους  ἁμιλλωμένοις  καὶ  μεγάλα  κομπάζουσι, καὶ  μὴ συνιοῦσι, τουτέστι,  μὴ αἰσθανομένοις   πῶς   εἰσι   καταγέλαστοι   τοιαῦτα   ἀλαζονευόμενοι,   καὶ   μεταξὺ ἀλλήλων  ἑαυτοὺς ἐπαίροντες. Ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, καθάπερ οὗτοι. Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν,  ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγορεῖν. Ἀλλ' ἡμεῖς οὐχ οὕτω, φησὶν, Ἀλλὰ κατὰ τὸ μέτρον οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρις καὶ ὑμῶν. Ὥστε ἑκατέρωθεν ἡ ταπεινοφροσύνη αὐτοῦ κατάδηλος,  καὶ ὅτι οὐδὲν  πλεῖον  ἢ εἰργάσατο, εἶπε, καὶ ὅτι τοῦτο αὐτὸ τῷ  Θεῷ ἀνατίθησι. Κατὰ γὰρ τὸ μέτρον, φησὶν, τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι  ἄχρις  καὶ  ὑμῶν.  Καθάπερ γεωργοῖς  ἄμπελον  διανέμων,  οὕτως  ἡμῖν ἀφώρισε. Μέχρις οὖν οὗ κατηξιώθημεν φθάσαι, μέχρι τούτου καυχώμεθα. Οὐ γὰρ μὴ ὡς ἐφικόμενοι εἰς ὑμᾶς, ὑπερεκτείνομεν ἑαυτούς· μέχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ  εὐαγγελίῳ   τοῦ  Χριστοῦ. Οὐχ  ἁπλῶς   παρεγενόμεθα,  ἀλλὰ  κατηγγείλαμεν, ἐκηρύξαμεν, ἐπείσαμεν, κατωρθώσαμεν. Εἰκὸς γὰρ ἐκείνους καὶ ἁπλῶς παραγινομένους  τοῖς τῶν ἀποστόλων μαθηταῖς, ἑαυτοῖς τὸ πᾶν λογίζεσθαι, ἐκ τῆς ψιλῆς ἐπιδημίας. Ἀλλ' οὐχ ἡμεῖς οὕτως· οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι οὐ μέχρις ὑμῶν ἰσχύσαμεν ἐλθεῖν, καὶ τῷ λόγῳ μόνον ἐκτείνομεν  τὴν μέχρις ἡμῶν καύχησιν· καὶ γὰρ  καὶ  ὑμῖν  τὸν  λόγον  ἐκηρύξαμεν.  Οὐκ εἰς  τὰ  ἄμετρα  καυχώμενοι,  ἀλλ'  ἐν ἀλλοτρίοις   κόποις,   ἐλπίδα   δὲ   ἔχοντες,   αὐξανομένης   τῆς   πίστεως,   ἐν   ὑμῖν μεγαλυνθῆναι   κατὰ  τὸν  κανόνα  ἡμῶν  εἰς  περισσείαν, εἰς  τὰ  ὑπερέκεινα  ὑμῶν εὐαγγελίσασθαι,  οὐκ  ἐν  ἀλλοτρίῳ  κανόνι  εἰς  τὰ  ἕτοιμα  καυχήσασθαι.  Πολλὴν δείκνυσι τὴν κατηγορίαν ἐκείνων  ἐντεῦθεν, ὅτι καὶ εἰς τὰ ἄμετρα ἐκαυχῶντο, καὶ ὅτι  εἰς  τὰ  ἀλλότρια,  καὶ  ὅτι  τῶν  μὲν  ἀποστόλων  ὁ ἱδρὼς  ἦν  ἅπας,  ἐκεῖνοι  δὲ ἐκαλλωπίζοντο τοῖς ἐκείνων κόποις. Ἡμεῖς δὲ, φησὶ, διὰ τῶν ἔργων ταῦτα ἐπεδείξαμεν. Οὐ τοίνυν  ἐκείνους  μιμησόμεθα, ἀλλ'   ἔνθα ἡμῖν μαρτυρεῖ τὰ ἔργα, ταῦτα ἐροῦμεν. Καὶ τί λέγω, φησὶν, ὑμᾶς; Ἐλπίδα γὰρ ἔχω, αὐξανομένης τῆς πίστεως  ὑμῶν·  οὐ  γὰρ  ἀποφαίνεται  ἁπλῶς,  τὸ  οἰκεῖον  ἦθος  μιμούμενος,  ἀλλ', Ἐλπίζω,   φησὶν,   ὑμῶν    ἐπιδιδόντων,    ὅτι   καὶ   περαιτέρω   ὁ   κανὼν,    ἡμῶν ἐπεκταθήσεται, εἰς τὰ ὑπερέκεινα εὐαγγελίσασθαι. Προβησόμεθα γὰρ καὶ περαιτέρω, φησὶν,  ὥστε κηρῦξαι καὶ καμεῖν,  οὐχ  ὥστε λόγοις  κομπάζειν  ὑπὲρ ὧν  ἔκαμνον ἕτεροι. Καλῶς δὲ κανόνα ἐκάλεσε καὶ μέτρον, ὡς ἐπὶ κτῆσιν τῆς οἰκουμένης ἐλθὼν καὶ  κληρονομίαν  ἀρίστην,  καὶ  δεικνὺς  τὸ  ἔργον  τοῦ  Θεοῦ ὅλον.  Ἔχοντες  οὖν τοιαῦτα ἔργα, φησὶ, καὶ μείζονα προσδοκῶντες, οὐ κομπάζομεν, ὡς ἐκεῖνοι μηδὲν ἔχοντες,  οὐδὲ  ἑαυτοῖς  τι  λογιζόμεθα,  ἀλλὰ  τῷ  Θεῷ τὸ  πᾶν.  ∆ιὸ καὶ  ἐπάγει,  Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Καὶ τοῦτο, φησὶν, ἐκ τοῦ Θεοῦ ἡμῖν προσγίνεται. Οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησιν. Οὐκ εἶπεν,  Ἡμεῖς  ἐσμεν, ἀλλ',  Ὃν  ὁ  Κύριος συνίστησιν.  Εἶδες πῶς  συνεσταλμένως φθέγγεται; Εἰ δὲ προϊὼν ὑψηλότερα ἀνίστησι, μὴ θαυμάσῃς· καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Παύλου συνέσεως. Εἰ γὰρ ἔμελλε πανταχοῦ ταπεινὰ φθέγγεσθαι, οὐκ ἂν αὐτοὺς ἔπληξεν  οὕτως,  οὐδ'  ἂν  τοὺς  μαθητὰς  τῆς  πλάνης  ἀπήλλαξεν.  Ἔστι γὰρ  καὶ μετριάζοντα  ἀκαίρως, βλάψαι,  καὶ λέγοντά  τι περὶ ἑαυτοῦ θαυμαστὸν εὐκαίρως, ὠφελῆσαι.  Ὥσπερ οὖν  καὶ αὐτὸς  ἐποίησε. Καὶ γὰρ κίνδυνος  ἦν  οὐ μικρὸς, περὶ Παύλου τι πεισθῆναι  φαῦλον  τοὺς μαθητὰς, οὐκ ἐπειδὴ Παῦλος ἐζήτει τὴν  παρ' ἀνθρώπων δόξαν. Εἰ γὰρ τοῦτο ἐζήτει, οὐκ ἂν τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστὰ τὰ πρὸ δεκατεσσάρων ἐτῶν  ἂν ἐσίγησε χρόνον  τοσοῦτον· οὐδ' ἂν, ἀνάγκης  ἐπικειμένης, οὕτως ἀνεδύετο καὶ ὤκνει εἰπεῖν. ∆ῆλον δὲ, ὅτι οὐδ' ἂν τότε εἶπεν, εἰ μὴ σφόδρα κατηναγκάσθη.  Οὐκοῦν οὐ τὴν  παρὰ ἀνθρώπων  δόξαν  ἐπιζητῶν,  ταῦτα  ἔλεγεν, ἀλλὰ τῶν μαθητῶν κηδόμενος. Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν. Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν  λόγων  κέχρηται ἀπειλῇ· κενοδοξίας γὰρ μάλιστα καθαρὸς ἦν· καὶ τοῦτο αὐτοῦ δείκνυσιν ἅπας ὁ βίος, καὶ ὁ πρότερος καὶ ὁ μετὰ ταῦτα. ∆ιὰ τοῦτο γοῦν καὶ ἀθρόον μετέστη, καὶ μεταστὰς συνέχεεν Ἰουδαίους, καὶ πᾶσαν ἐκείνην ἔῤῥιψε τὴν παρ' αὐτῶν τιμὴν, καίτοι γε τὸ κεφάλαιον αὐτῶν, καὶ ὁ προστάτης αὐτὸς ἦν. Ἀλλ' οὐδὲν ἐκείνων ἐνενόησεν, ἐπειδὴ τὴν ἀλήθειαν εὗρεν, ἀλλ' ὕβρεις καὶ ἀτιμίας αὐτῶν ἀντηλλάξατο· καὶ γὰρ πρὸς τὴν σωτηρίαν ἑώρα τῶν πολλῶν, τοῦτο πάντα ἡγούμενος. Ὁ γὰρ μήτε γέενναν, μήτε βασιλείαν ἡγούμενός τι εἶναι, μήτε κόσμους μυρίους πρὸς τὸν τοῦ Χριστοῦ πόθον, πῶς ἂν τὴν παρὰ τῶν πολλῶν  δόξαν ἐθήρευεν; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ταπεινός ἐστιν, ὅταν ἐξῇ, καὶ τὸν  πρότερον αὐτοῦ  στηλιτεύει  βίον, ἅτε βλάσφημον  καὶ διώκτην  καὶ ὑβριστὴν ἀποκαλῶν ἑαυτόν. Καὶ ὁ μα  θητὴς δὲ αὐτοῦ Λουκᾶς πολλὰ περὶ αὐτοῦ φησι, δηλονότι παρ' αὐτοῦ μαθὼν, ἐκπομπεύοντος αὐτοῦ τῷ προτέρῳ βίῳ οὐχ ἧττον ἢ τῷ μετὰ ταῦτα. γʹ. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ' ἵνα καὶ μανθάνωμεν. Εἰ γὰρ ἐκεῖνος  τῶν  πρὸ τοῦ λουτροῦ  πλημμελημάτων  ἐμέμνητο, καίτοι  πάντων ἀφανισθέντων,    τίνα    ἂν   σχοίημεν   συγγνώμην    οἱ   τῶν    μετὰ   τὸ   λουτρὸν ἀμνημονοῦντες  ἡμεῖς; Τί λέγεις, ἄνθρωπε; προσέκρουσας τῷ Θεῷ, καὶ ἐπιλανθάνῃ; ∆ευτέρα  αὕτη  πρόσκρουσις, δευτέρα  ἀπέχθεια.  Ποίων  οὖν  ἁμαρτημάτων  αἰτεῖς λύσιν; ὧν οὐδὲ οἶδας αὐτός; Πάνυ γε. Οὐ γὰρ μεριμνᾷς καὶ φροντίζεις  πῶς λόγον δώσεις, ὁ μηδὲ μεμνῆσθαι αὐτῶν  σπουδάζων, ἀλλὰ παίζων  ἐν οὐ παικτοῖς.  Ἀλλ' ἔσται καιρὸς, ὅτε οὐκέτι προχωρήσει τὰ τῆς παιδιᾶς ἡμῖν. Καὶ γὰρ δεῖ ἡμᾶς πάντως ἀποθανεῖν  (διὰ γὰρ τὴν πολλὴν  ἀναισθησίαν τῶν πολλῶν  καὶ ὑπὲρ τῶν φανερῶν διαλέγεσθαι  δεῖ), καὶ ἀναστῆναι  πάντως,  καὶ κριθῆναι  πάντως,  καὶ κολασθῆναι· μᾶλλον δὲ τοῦτο οὐ πάντως, ἐὰν θέλωμεν. Ἐκείνων μὲν γὰρ οὐχ ἡμεῖς κύριοι, οὔτε τῆς τελευτῆς  ἡμῶν,  οὔτε τῆς ἀναστάσεως, οὔτε τῆς κρίσεως, ἀλλ' ὁ ∆εσπότης ὁ ἡμέτερος· τοῦ μέντοι διδόναι δίκην, ἢ μὴ, ἡμεῖς κύριοι· τοῦτο γὰρ τῶν ἐνδεχομένων ἐστίν. Ἀλλ' ἐὰν θέλωμεν,  τῶν  ἀδυνάτων  αὐτὸ ποιήσομεν, ὡσπεροῦν Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι  πάντες·  καὶ γὰρ ἐκείνους  κολασθῆναι  ἀδύνατον.  Ἂν  τοίνυν ἐθέλωμεν, καὶ ἡμᾶς ὁμοίως ἀδύνατόν  τι παθεῖν. Κἂν γὰρ μυρία πεπλημμεληκότες ὦμεν,  δυνατὸν   ἀνακτήσασθαι,  ἕως  ἂν  ἐνταῦθα   ὦμεν.  Ἀνακτησώμεθα  τοίνυν ἑαυτούς· καὶ ὁ μὲν γέρων ἐννοείτω,  ὅτι μικρὸν ὕστερον ἀπελεύσεται, ὅτε ἱκανῶς ἐνετρύφησε τῇ ἡλικίᾳ (καίτοι γε ποία τοῦτο τρυφὴ τὸ ἐν κακίᾳ διάγειν; ἀλλὰ τέως πρὸς τὴν  ἐκείνου  δόξαν τοῦτό φημι)· ἐννοείτω  μετὰ τοῦτο, ὅτι ἔξεστιν αὐτῷ  ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀπονίψασθαι. Ὁ νέος πάλιν καὶ αὐτὸς τὸ ἄδηλον λογιζέσθω τῆς τελευτῆς, καὶ ὅτι πολλῶν πολλάκις πρεσβυτέρων μενόντων ἐνταῦθα, οἱ νέοι πρὸ αὐτῶν ἀπηνέχθησαν. Ἵνα γὰρ μὴ πραγματευώμεθα τὴν τελευτὴν ἡμῶν, διὰ τοῦτο ἐν ἀδήλῳ  κεῖται.  ∆ιὸ καὶ σοφός τις  παραινεῖ  λέγων,  Μὴ ἀνάμενε  ἐπιστρέψαι  πρὸς Κύριον, καὶ μὴ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Ἐκ μὲν γὰρ τοῦ ἀναβάλλεσθαι κίνδυνος καὶ φόβος, ἐκ δὲ τοῦ μὴ ἀναβάλλεσθαι σωτηρία δήλη καὶ ἀσφαλής. Ἔχου τοίνυν τῆς ἀρετῆς. Οὕτω γὰρ, κἂν νέος ἀπέλθῃς, ἀσφαλῶς ἀπῆλθες· κἂν εἰς γῆρας ἔλθῃς, μετὰ πολλῆς ἀπῆλθες τῆς εὐπορίας· καὶ διπλῇ ἑορτὴν διὰ παντὸς ἕξεις τοῦ βίου, κακίας τε ἀπεχόμενος, καὶ ἀρετῆς ἐπειλημμένος. Μὴ λέγε, Ἔσται καιρὸς ὅταν ἐπιστρέψαι δέῃ· ταῦτα γὰρ τὰ ῥήματα σφόδρα παροργίζει τὸν Θεόν. Τί δήποτε; Ὅτι αὐτός σοι ἀπείρους αἰῶνας ἐπηγγείλατο, σὺ δὲ οὐδὲ τὴν παροῦσαν ζωὴν ἐθέλεις πονεῖν, τὴν βραχεῖαν ταύτην καὶ πρόσκαιρον, ἀλλ' οὕτως εἶ χαῦνος  καὶ ἄνανδρος,  ὡς καὶ αὐτῆς  ταύτης  βραχυτέραν ἐπιζητεῖν.  Οὐχ οἱ αὐτοὶ κῶμοι καθ' ἡμέραν; οὐχ αἱ αὐταὶ τράπεζαι; οὐχ αἱ αὐταὶ πόρναι, οὐχὶ τὰ αὐτὰ θέατρα; οὐχὶ  τὰ  αὐτὰ  χρήματα;  Μέχρι τίνος  ὡς  ἐκείνων  ὄντων  ἐρᾷς; μέχρι  τίνος  τὴν ἀκόρεστον   ἔχεις   τῆς   κακίας   ἐπιθυμίαν;   Ἐννόησον   ὅτι   ὁσάκις   ἐπόρνευσας, τοσαυτάκις κατέγνως  σαυτοῦ. Καὶ γὰρ τοιοῦτον  ἡ ἁμαρτία· ἅμα γέγονε,  καὶ τὴν ψῆφον  ἤνεγκεν  ὁ δικαστής. Ἐμεθύσθης, ἐγαστρίσθης, ἥρπασας; Στῆθι λοιπὸν, ὑπόστρεψον  τὴν  ἐναντίαν,   ὁμολόγησον  τῷ  Θεῷ  χάριν,  ὅτι  σε  οὐκ  ἐν  μέσοις ἀνήρπασε  τοῖς   ἁμαρτήμασι·  μὴ  καὶ  ἑτέραν   ζήτει   προθεσμίαν  εἰς  τὸ  κακῶς ἐργάζεσθαι.  Πολλοὶ   μεταξὺ   πλεονεκτοῦντες    ἀνηρπάγησαν,   καὶ   ἀπῆλθον   ἐπὶ φανερὰν  δίκην.  Φοβήθητι μὴ καὶ σὺ τοῦτο  πάθῃς  ἀναπολόγητος.  Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι. Τί οὖν; καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις ἴσως, καὶ ἐνίοτε, καὶ πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε, Τί δὲ, ἐὰν μὴ δῷ; Τί δὲ, ἐὰν δῷ, φησίν; Ἔδωκε μὲν αὐτὸς, πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς προθεσμίαν· ἐὰν δὲ ἀεὶ μέλλῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ εἰς μὲν  πόλεμον  ἐξιὼν,  οὐ λέγεις,  Οὐκ ἀνάγκη  διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν  οἰκοδομούμενος, Καταβάλω θεμελίους  σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ πολλάκις καὶ ἐνίοτε τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ,  φησὶν,  ἀλλὰ  τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ·  φιλάνθρωπος  γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος  οὗτος  κἀκείνους  οὓς εἶπον  ἀνήρπασε. Τί δὲ, ἂν  καὶ χρόνον λαβὼν ὅμοιος μένῃς; ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται. Οὒ, φησίν· Ὁ γὰρ λογισμὸς οὗτος καὶ μετὰ τὰ ὀγδοήκοντα ἔτη, ἐννενήκοντα  ἐπιζητεῖ, καὶ μετὰ τὰ ἐννενήκοντα, ἑκατὸν, καὶ μετὰ τὰ ἑκατὸν, ἀργότερος ἔσται. Καὶ οὕτως ὁ βίος ἅπας ἀναλωθήσεται μάτην, καὶ συμβήσεται τὰ περὶ τῶν Ἰουδαίων εἰρημένα καὶ ἐπὶ σοί· ὅτι Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Καὶ εἴθε ἐν ματαιότητι μόνον, ἀλλὰ μὴ καὶ  ἐπὶ  κακῷ.  Ὅταν  γὰρ  ἀπέλθωμεν  ἐκεῖ  τὸ  βαρὺ  τῶν  ἁμαρτημάτων  φορτίον φέροντες (τοῦτο γάρ ἐστιν, ἐπὶ κακῷ), τροφὴν ἀποίσομεν τῷ πυρὶ, καὶ πολλὴν  τῷ σκώληκι  τράπεζαν.  ∆ιὸ δέομαι  καὶ  ἀντιβολῶ  στῆναί   ποτε  γενναίως,  καὶ ἀποστῆναι κακίας, ἵνα καὶ τῶν ἐπηγγελμένων  τύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου  ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΚΓʹ.Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, ἀλλὰ καὶ ἀνέχεσθέ μου.

αʹ. Μέλλων  ἐμβαίνειν   εἰς  τοὺς  οἰκείους  ἐπαίνους,  πολλῇ  κέχρηται  τῇ προδιορθώσει. Καὶ οὐχ  ἅπαξ, οὐδὲ  δεύτερον  τοῦτο  ποιεῖ· καίτοι  γε  ἱκανὴ  ἦν  ἡ ἀνάγκη τῆς ὑποθέσεως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ, καὶ τὰ πολλάκις εἰρημένα αὐτῷ. Ὁ γὰρ ἁμαρτημάτων μεμνημένος, ὧν ὁ Θεὸς οὐκ ἐμέμνητο, καὶ διὰ τοῦτο λέγων ἀνάξιος εἶναι καὶ τῆς προσηγορίας αὐτῆς τῶν ἀποστόλων, καὶ τοῖς σφόδρα ἀναισθήτοις εὔδηλός ἐστιν οὐ διὰ δόξαν ταῦτα λέγων, ἃ μέλλει νῦν ἐρεῖν. Καὶ γὰρ, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, εἰς δόξαν αὐτὸν μάλιστα τοῦτο παρέβλαπτε, τὸ περὶ ἑαυτοῦ τι λέγειν· καὶ προσίσταται τοῦτο τοῖς πολλοῖς.  Ἀλλ' ὅμως οὐδὲν τούτων ὑπείδετο, ἀλλ' εἰς ἓν εἶδε, τὴν τῶν ἀκουόντων  σωτηρίαν. Ὥστε οὖν μηδὲ βλάψαι τούτῳ τοὺς ἀνοήτους, τῷ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, ἐκ περιουσίας κέχρηται ταῖς πολλαῖς ταύταις προδιορθώσεσι, καί φησιν, Εἴθε ἠνείχεσθέ μου μικρά τινα ἀνοηταίνοντος·  μᾶλλον  δὲ καὶ ἀνέχεσθε. Εἶδες σύνεσιν; Τὸ μὲν γὰρ εἰπεῖν,  Εἴθε, κυρίους αὐτοὺς ποιοῦντός ἐστι· τὸ δὲ καὶ ἀποφήνασθαι, σφόδρα θαῤῥοῦντος αὐτῶν ἐστι τῇ ἀγάπῃ, καὶ ἐνδεικνυμένου  ὅτι καὶ φιλεῖ  καὶ φιλεῖται· μᾶλλον  δὲ οὐκ ἀπὸ ἀγάπης ψιλῆς ἁπλῶς, ἀλλ' ἀπό τινος ἔρωτος θερμοῦ καὶ μανικοῦ φησι δεῖν αὐτοὺς ἀνασχέσθαι καὶ ἀνοηταίνοντος.  ∆ιὸ καὶ ἐπήγαγε, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Οὐκ εἶπεν, Ἀγαπῶ γὰρ ὑμᾶς, ἀλλ' ὃ πολλῷ  τούτου σφοδρότερον ἦν τίθησι. Ζηλότυποι γάρ εἰσιν αἱ ψυχαὶ  αἱ σφόδρα τῶν  ἐρωμένων  περικαιόμεναι,  καὶ οὐκ ἂν ἄλλως τεχθείη  ζηλοτυπία,  ἀλλ'  ἢ  ἀπὸ  σφοδρᾶς  φιλίας.  Εἶτα  ἵνα  μὴ  νομίσωσιν,  ὅτι δυναστείας ἕνεκεν, ἢ τιμῆς, ἢ χρημάτων, ἢ ἄλλου τινὸς τοιούτου, τῆς φιλίας αὐτῶν ἐφίεται,  προσέθηκε, Θεοῦ ζήλῳ. Καὶ γὰρ ὁ Θεὸς λέγεται  ζηλοῦν,  οὐχ ἵνα  πάθος ὑποπτεύσῃ τις· καὶ γὰρ ἀπαθὲς τὸ Θεῖον· ἀλλ' ἵνα μάθωσιν ἅπαντες, ὅτι δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ δι' αὐτοὺς  τοὺς ζηλοτυπουμένους  πάντα  ποιεῖ· οὐχ  ἵνα  αὐτός  τι κερδάνῃ, ἀλλ' ἵνα ἐκείνους διασώσῃ. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐχ οὕτως ὁ ζῆλος γίνεται, ἀλλὰ διὰ τὴν οἰκείαν ἀνάπαυσιν· οὐ διὰ τὸ καθυβρίζεσθαι τοὺς ἐρωμένους, ἀλλὰ διὰ τὸ μὴ πλήττεσθαι τοὺς φιλοῦντας, καὶ παρευδοκιμεῖσθαι, καὶ ἔλαττον ἔχειν παρὰ τοῖς ἐρωμένοις. Ἐνταῦθα δὲ οὐχ οὕτως. Οὐ γὰρ τούτου μοι μέλει, φησὶ, μὴ ἔλαττον σχῶ παρ' ὑμῖν, ἀλλὰ μὴ ὑμᾶς ἴδω διαφθαρέντας. Τοιοῦτος γὰρ ὁ τοῦ Θεοῦ ζῆλος, τοιοῦτος καὶ ὁ ἐμὸς, σφοδρὸς ὁμοῦ καὶ καθαρός. Εἶτα καὶ ἡ αἰτία ἀναγκαία· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Οὐκοῦν οὐκ ἐμαυτῷ, ἀλλ' ἐκείνῳ ζηλῶ, ᾧ ἡρμοσάμην. Μνηστείας γάρ ἐστι καιρὸς ὁ παρὼν καιρὸς, ὁ δὲ τῶν παστάδων ἕτερος, ὅταν λέγωσιν, Ἀνέστη ὁ νυμφίος.  Ὢ καινῶν  πραγμάτων! ἐπὶ τοῦ κόσμου παρθένοι μένουσι πρὸ  τοῦ γάμου, μετὰ δὲ τὸν γάμον οὐκέτι. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ κἂν μὴ ὦσι παρθένοι πρὸ τοῦ γάμου τούτου, μετὰ τὸν γάμον παρθένοι γίνονται. Οὕτω πᾶσα ἡ Ἐκκλησία παρθένος ἐστί. Καὶ γὰρ πρὸς πάντας διαλεγόμενος ταῦτά φησι, καὶ τοὺς γεγαμηκότας  καὶ τὰς γεγαμημένας.  Ἀλλ'  ἴδωμεν  τί φέρων, ἡμᾶς  ἡρμόσατο, ποῖα  ἕδνα.  Οὐ χρυσὸν, οὐκ  ἄργυρον,  ἀλλὰ  τὴν  βασιλείαν  τῶν οὐρανῶν·  διὸ  καὶ  ἔλεγεν,  Ὑπὲρ Χριστοῦ πρεσβεύομεν· καὶ  παρακαλεῖ,  ὅτε  τὴν νύμφην ἔμελλε λαμβάνειν. Τούτου τύπος ἦν τὰ ἐπὶ τοῦ Ἀβραάμ. Καὶ γὰρ ἐκεῖνος τὸν παῖδα τὸν πιστὸν ἔπεμψε μνηστευσόμενον κόρην ἐθνικήν· καὶ ἐνταῦθα ἔπεμψεν ὁ Θεὸς τοὺς  οἰκέτας  τοὺς  ἑαυτοῦ  μνηστευσομένους  τῷ  παιδὶ  τὴν  Ἐκκλησίαν, καὶ  προφήτας ἄνωθεν  ταῦτα λέγοντας·  Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου  τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Εἶδες καὶ τὸν προφήτην  ἁρμοζόμενον; εἶδες καὶ τὸν Ἀπόστολον μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο τὸ ῥῆμα φθεγγόμενον,  καὶ λέγοντα,  Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον  ἁγνὴν  παραστῆσαι τῷ  Χριστῷ; Εἶδες πάλιν  σύνεσιν;  Εἰπὼν  γὰρ,  ὅτι Ὀφείλετέ μου ἀνέχεσθαι, οὐκ εἶπε, ∆ιδάσκαλος γὰρ ὑμῶν εἰμι, καὶ οὐ, ∆ι' ἐμαυτὸν λέγω· ἀλλ' ὃ μάλιστα τούτοις ἔφερεν ἀξίωμα, τοῦτο τίθησιν, ἑαυτὸν μὲν ἐν χώρᾳ τῆς προμνηστρίας, ἐκείνους δὲ ἐν τάξει τῆς νύμφης στήσας· καὶ ἐπάγει λέγων, Φοβοῦμαι δὲ  μή  πως,  ὡς  ὄφις  Εὔαν ἠπάτησε  διὰ  τῆς  πανουργίας  αὑτοῦ,  οὕτω  φθαρῇ  τὰ νοήματα  ὑμῶν  ἀπὸ  τῆς  ἁπλότητος  τῆς  εἰς  τὸν  Χριστόν. Εἰ γὰρ  καὶ  ἡ  ἀπώλεια ὑμετέρα, ἀλλὰ ἡ ἀθυμία κοινή. Καὶ σκόπει τὴν σύνεσιν· οὐ γὰρ αὐτὸ ἀποφαίνεται, καίτοι ἦσαν διεφθαρμένοι· καὶ τοῦτο δηλῶν ἔλεγεν, Ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοὴ, καὶ, Πενθήσω πολλοὺς τῶν προημαρτηκότων· ἀλλ' ὅμως οὐκ ἀφίησιν αὐτοὺς ἀναισχυντῆσαι· διό φησι, Μήποτε. Οὔτε γὰρ καταδικάζει, οὔτε σιγᾷ· οὐδέτερον γὰρ ἀσφαλὲς, οὔτε εἰπεῖν φανερῶς, οὔτε κρύψαι διηνεκῶς. ∆ιὸ τὸ μέσον τίθησι λέγων, Μήποτε. Τοῦτο γὰρ οὐδὲ σφόδρα κατεγνωκότος, οὐδὲ σφόδρα θαῤῥοῦντος, ἀλλ' ἐν τῷ μέσῳ τούτων ἑκατέρων ἑστῶτος. Οὕτω μὲν οὖν παρεμυθήσατο· τῇ δὲ μνήμῃ τῆς ἱστορίας εἰς φόβον ἄφατον ἐνέβαλε, καὶ πάσης ἀποστερεῖ συγγνώμης αὐτούς. Εἰ γὰρ καὶ ὁ ὄφις  κακοῦργος, κἀκείνη  ἀνόητος, ἀλλ' ὅμως οὐδὲν τούτων  ἐξήρπασε τὴν γυναῖκα.

 βʹ. Ὁρᾶτε οὖν μὴ ταῦτα πάθητε, φησὶ, καὶ οὐδὲν ὑμῶν προστήσεται. Καὶ γὰρ καὶ ἐκεῖνος μείζονα ἐπαγγειλάμενος,  οὕτως ἠπάτησεν. Ὅθεν δῆλον ὅτι  καὶ οὗτοι κομπάζοντες, φυσῶντες αὐτοὺς ἐξηπάτων. Καὶ τοῦτο οὐκ ἐντεῦθεν μόνον ἔστι στοχάσασθαι, ἀλλὰ καὶ ἐξ ὧν μετὰ ταῦτα λέγει, ὅτι Εἰ μὲν ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν  οὐκ  ἐκηρύξαμεν,  ἢ  πνεῦμα  ἕτερον  λαμβάνετε,  ὃ  οὐκ  ἐλάβετε,  ἢ εὐαγγέλιον  ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Καὶ οὐ λέγει, Μή πως ὡς ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ δείκνυσι γυναῖκας ὄντας τοὺς ταῦτα πάσχοντας· γυναικῶν γὰρ τὸ  ἀπατᾶσθαι.  Καὶ οὐκ  εἶπεν,  Οὕτω καὶ  ὑμεῖς  ἀπατηθῆτε·  ἀλλὰ  ἔτι  μένων  τῇ μεταφορᾷ,  φησὶ, Μή πως  φθαρῇ  τὰ  νοήματα  ὑμῶν  ἀπὸ  τῆς  ἁπλότητος  τῆς  εἰς Χριστόν. Ἀπὸ τῆς ἀφελείας, οὐκ ἀπὸ τῆς κακουργίας, λέγω· οὔτε ἐκ κακουργίας οὔτε ἐκ τοῦ μὴ πιστεύειν ὑμῶν, ἀλλ' ἐξ ἀφελείας. Ἀλλ' ὅμως οὐδὲ ἐντεῦθεν συγγνώμης ἄξιοι οἱ ἀπατώμενοι· καὶ ἐδήλωσεν ἡ Εὔα. Εἰ δὲ τοῦτο οὐ συγγνώμης ἄξιον, πολλῷ μᾶλλον, ὅταν διὰ κενοδοξίαν τις τοῦτο πάθῃ. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν. ∆είκνυσιν ἐντεῦθεν οὐχὶ διαφθειρομένους Κορινθίους ἐξ αὑτῶν, ἀλλ' ἑτέρωθεν αὐτοῖς ὄντας τοὺς ἀπατῶντας· διό φησιν, Ὁ ἐρχόμενος. Εἰ πνεῦμα ἕτερον λαμβάνετε, εἰ εὐαγγέλιον ἕτερον, ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε. Τί  λέγεις;  ὁ  Γαλάταις  εἰπὼν,  Ἐάν  τις  εὐαγγελίζηται   ὑμᾶς  παρ'  ὃ  παρελάβετε, ἀνάθεμα  ἔστω,  νῦν  λέγεις,  Καλῶς  ἠνείχεσθε;  Καὶ μέντοι  διὰ  τοῦτο  οὐκ  ἔδει ἀνέχεσθαι, ἀλλ' ἀποπηδᾷν· εἰ δὲ τὰ αὐτὰ λέγουσι, δεῖ ἀνέχεσθαι. Πῶς οὖν λέγεις, Ἐπειδὴ τὰ αὐτὰ λέγουσιν, οὐ δεῖ ἀνέχεσθαι; εἰ γὰρ ἄλλα ἔλεγον, φησὶν, ἔδει ἀνέχεσθαι; Προσέχωμεν τοίνυν· καὶ γὰρ μέγας ὁ κίνδυνος καὶ βαθὺς ὁ κρημνὸς, ἂν ἁπλῶς αὐτὸ παραδράμωμεν, καὶ πάσαις ταῖς αἱρέσεσι πάροδον δίδωσι τὸ εἰρημένον. Τί οὖν ἐστι τὸ νόημα τῶν ῥημάτων τούτων; Οὕτως ἐκόμπαζον ἐκεῖνοι, ὡς ἀτελῶς τῶν ἀποστόλων διδασκόντων, ὡς αὐτῶν πλεῖόν τι εἰσφέροντες. Εἰκὸς γὰρ αὐτοὺς πολλὰ φλυαροῦντας, φορυτὸν ἐπεισάγειν ἀνόητον τοῖς δόγμασι τούτοις. ∆ιὸ καὶ τοῦ ὄφεως  καὶ τῆς Εὔας ἀνεμνήσθη  οὕτως  ἀπατηθείσης  τῇ τοῦ πλείονος  προσδοκίᾳ. Τοῦτο καὶ  ἐν  τῇ  προτέρᾳ  αἰνιττόμενος  ἔλεγεν,  Ἤδη ἐπλουτήσατε  χωρὶς  ἡμῶν ἐβασιλεύσατε· καὶ πάλιν, Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρημένους, τοῦτό φησιν, ὅτι  Εἰ  μέν  τι  περιττὸν   ἔλεγον  οὗτοι,  καὶ  ἕτερον  ἐκήρυττον  Χριστὸν,  ὃν  οὐ κηρυχθῆναι   ἔδει,   ἡμεῖς   δὲ   παρελίπομεν,   καλῶς   ἠνείχεσθε·   διὰ   γὰρ   τοῦτο προσέθηκεν, Ὃν οὐκ ἐκηρύξαμεν. Εἰ δὲ τὰ αὐτὰ κεφάλαια τῆς πίστεως, τί τὸ πλέον; ὅσα γὰρ ἂν εἴπωσιν, οὐδὲν πλέον ἐροῦσιν ὧν ἡμεῖς εἰρήκαμεν. Καὶ ὅρα πῶς αὐτὸ ἀκριβῶς τίθησιν· οὐ γὰρ εἶπεν, Εἰ μὲν ὁ ἐρχόμενος πλεῖόν τι λέγει· ἔλεγον γάρ τι πλέον, μετὰ πλείονος δημηγοροῦντες ἐξουσίας, καὶ πολλοῦ τοῦ κάλλους τῶν ῥημάτων· διόπερ οὐκ εἶπε τοῦτο, ἀλλὰ τί; Ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει· ὅπερ οὐ χρείαν  εἶχε τῆς διὰ τῶν λόγων κατασκευῆς· Ἢ πνεῦμα ἕτερον λαμβάνετε· οὐδὲ γὰρ ἐνταῦθα λόγων  ἦν χρεία· τουτέστι, πλουσιωτέρους ὑμᾶς ποιεῖ κατὰ τὴν χάριν·  Ἢ εὐαγγέλιον  ἕτερον,  ὃ οὐκ  ἐδέξασθε· οὐδὲ  τοῦτο  λόγων  ἐδεῖτο  πάλιν, Καλῶς ἠνείχεσθε.  Σὺ δέ  μοι  σκόπει  πῶς  πανταχοῦ  τῷ  διορισμῷ  κέχρηται,  τῷ δηλοῦντι ὅτι οὐδὲν περιττὸν, οὐδὲν πλέον τι παρ' αὐτῶν εἰσενήνεκται. Εἰπὼν γὰρ, ὅτι  Εἰ ὁ ἐρχόμενος  ἄλλον  Ἰησοῦν κηρύσσει, ἐπήγαγεν,  Ὃν οὐκ ἐκηρύξαμεν  καὶ πνεῦμα  ἕτερον  λαμβάνετε,  προσέθηκεν,  Ὃ οὐκ  ἐλάβετε·  ἢ  εὐαγγέλιον   ἕτερον, ἐπήγαγεν, Ὃ οὐκ ἐδέξασθε· διὰ πάντων δηλῶν, ὅτι οὐχ ἁπλῶς, εἰ πλέον τι λέγουσι, προσέχειν  δεῖ,  ἀλλὰ  εἴ  τι  πλέον   λέγουσιν   ὃ  λεχθῆναι   ἔδει,  καὶ  παρ'  ἡμῶν παρελείφθη.  Εἰ δὲ  οὐδὲ  ἔδει,  διὸ  οὐδὲ  παρ'  ἡμῶν  εἴρηται,  ἵνα  τί  πρὸς  αὐτοὺς κεχήνατε; γʹ. Καίτοι εἰ τὰ αὐτὰ λέγουσι, φησὶ, τίνος  ἕνεκεν  αὐτοὺς κωλύεις; Ὅτι ὑποκρίσει κεχρημένοι, ἕτερα εἰσάγουσι δόγματα. Ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει, ἀλλ' ὕστερον αὐτὸ τίθησιν, ὅταν λέγῃ, Μετασχηματίζονται εἰς ἀποστόλους Χριστοῦ· τέως δὲ ἐκ τῶν  ἀνεπαχθεστέρων  ἀπάγει  τῆς αὐθεντίας  αὐτῶν  τοὺς μαθητάς· καὶ οὐκ ἐκείνοις  βασκαίνων,  ἀλλὰ  τούτους  ἀσφαλιζόμενος.  Ἐπεὶ τὸν  Ἀπολλὼ  διὰ  τί  οὐ κωλύει,  καίτοι  ἄνδρα  λόγιον   ὄντα,  καὶ  δυνατὸν   ἐν  ταῖς  Γραφαῖς,  ἀλλὰ  καὶ παρακαλεῖ, καὶ ἐπαγγέλλεται  πέμψειν αὐτόν; Ὅτι μετὰ τῆς παιδεύσεως ἐκεῖνος καὶ τὴν τῶν δογμάτων ὀρθότητα διετήρει· οὗτοι δὲ τοὐναντίον.  ∆ιόπερ αὐτοῖς πολεμεῖ, καὶ  τοῖς  μαθηταῖς  ἐγκαλεῖ  πρὸς  αὐτοὺς  κεχηνόσι,  λέγων,   ὅτι  Εἰ  μέν  τι  τῶν ὀφειλόντων  λεχθῆναι παρελίπομεν ἡμεῖς, ἐπλήρωσαν δὲ ἐκεῖνοι, οὐ κωλύομεν προσέχειν· εἰ δὲ πάντα ἀπήρτισται παρ' ἡμῶν, καὶ οὐδὲν λέλειπται, πόθεν ὑμᾶς εἷλον ἐκεῖνοι;  ∆ιὸ καὶ ἐπάγει  λέγων,  Λογίζομαι γὰρ μηδὲν  ὑστερηκέναι τῶν  ὑπερλίαν ἀποστόλων·  οὐκέτι  πρὸς ἐκείνους,  ἀλλὰ  πρὸς τοὺς περὶ Πέτρον ποιούμενος  τὴν σύγκρισιν. Ὥστε εἰ ἐμοῦ τι πλέον ἴσασι, κἀκείνων. Καὶ ὅρα πῶς κἀνταῦθα μετριάζει. Οὐ γὰρ εἶπεν, ὅτι Οὐδέν μου πλέον εἶπαν οἱ ἀπόστολοι· ἀλλὰ πῶς; Λογίζομαι· οὕτω νομίζω,  ὅτι  οὐδὲν  ὑστέρησα τῶν  ὑπερλίαν  ἀποστόλων.  Ἐπειδὴ  γὰρ  καὶ  τοῦτο ἐλάττωμα  αὐτοῦ  ἐδόκει  εἶναι  τὸ προλαβόντας  ἐκείνους  ὄνομα  ἔχειν  πλέον,  καὶ μείζων περὶ ἐκείνους ἦν ἡ δόξα, καὶ ἔμελλον οὗτοι παρεισάγειν ἑαυτοὺς, διὰ τοῦτο πρὸς αὐτοὺς ποιεῖται τὴν σύγκρισιν μετὰ τοῦ προσήκοντος αὐτῷ σχήματος. ∆ιὸ καὶ μετ' ἐγκωμίων  αὐτῶν  μέμνηται,  οὐχ  ἁπλῶς  τῶν  ἀποστόλων  εἰπὼν,  ἀλλὰ,  Τῶν ὑπερλίαν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην δηλῶν. Εἰ δὲ καὶἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Ἐπειδὴ γὰρ τούτῳ ἐκεῖνοι ἐπλεονέκτουν οἱ διαφθείροντες Κορινθίους, τῷ μὴ εἶναι ἰδιῶται, καὶ τοῦτο τίθησι, δεικνὺς ὅτι οὐκ ἐπαισχύνεται τούτῳ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται. Καὶ οὐκ εἶπεν, Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλὰ κἀκεῖνοι· τοῦτο γὰρ ἐδόκει διαβάλλοντος  εἶναι κἀκείνους, καὶ τούτους ἐπαίροντος· ἀλλ' αὐτὸ καθαιρεῖ τὸ  πρᾶγμα  τὸ  τῆς  ἔξω  σοφίας.  Καὶ ἐν  μὲν  τῇ  προτέρᾳ  Ἐπιστολῇ  καὶ  σφόδρα ἀγωνίζεται  περὶ  τού   του  λέγων,  ὅτι  οὐ  μόνον  οὐδὲν  συντελεῖ  πρὸς  τὸ κήρυγμα τοῦτο, ἀλλὰ καὶ ἐπισκιάζει τῇ δόξῃ τοῦ σταυροῦ· Ἦλθον γὰρ, φησὶν, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας πρὸς ὑμᾶς, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ ἕτερα πολλὰ τοιαῦτα· ὅτι τῇ γνώσει ἰδιῶται ἦσαν, ἥπερ καὶ ἐσχάτη ἐστὶν ἰδιωτεία. Ὅτε μὲν οὖν ἐν τοῖς μεγάλοις ἔδει συγκρίνειν, τοῖς ἀποστόλοις ἑαυτὸν συγκρίνει· ὅτε  δὲ  δεῖξαι  τὸ  δοκοῦν  ἐλάττωμα  εἶναι,  οὐκέτι,  ἀλλ'  αὐτῷ  συμπλέκεται  τῷ πράγματι, καὶ δείκνυσι πλεονέκτημα τοῦτο γενόμενον· καὶ ὅτε μὲν οὐδεμία ἀνάγκη κατήπειγε,  καὶ ἐλάχιστόν  φησι τῶν  ἀποστόλων  εἶναι,  καὶ οὐδὲ τῆς προσηγορίας ἄξιον· ἐνταῦθα δὲ πάλιν, ὅτε καιρὸς ἐκάλει, φησὶ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.  Ἤδει  γὰρ  τοῦτο  μάλιστα  ὠφελῆσον  τοὺς  μαθητάς·  διὸ  καὶ  ἐπάγει λέγων,  Ἀλλ' ἐν παντὶ  φανερωθέντες  ἐν πᾶσιν εἰς ὑμᾶς. Καὶ γὰρ ἐνταῦθα  πάλιν διαβάλλει  τοὺς ψευδαποστόλους,  ὡς ἐν πανουργίᾳ  περιπατοῦντας.  Ταῦτα δὲ καὶ ἔμπροσθεν  περὶ  ἑαυτοῦ  ἔλεγεν,  ὅτι  οὐ  κατὰ  πρόσωπον  ἔζη,  οὐδὲ  δολῶν  καὶ καπηλεύων τὸν λόγον ἐκήρυττεν. Ἐκεῖνοι δὲ ἕτεροι μὲν ἦσαν, ἕτεροι δὲ ἐφαίνοντο, ἀλλ' οὐκ αὐτός. ∆ιὸ καὶ πανταχοῦ μέγα φρονεῖ ἐπὶ τῷ μηδὲν πρὸς ἀνθρώπων δόξαν ποιεῖν,  μηδὲ ἀποκρύπτεσθαι τὰ καθ' ἑαυτόν. Ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν,  ὅτι Τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων· καὶ νῦν  δέ φησιν, Ἐν παντὶ  φανερωθέντες  εἰς ὑμᾶς. Τί δὲ τοῦτό ἐστιν; Ἰδιῶται, φησὶν, ἐσμὲν, καὶ οὐκ ἀποκρυπτόμεθα· λαμβάνομεν  παρά τινων,  καὶ οὐ σιγῶμεν. Παρ' ὑμῶν οὖν λαμβάνομεν, καὶ οὐχὶ προσποιούμεθα μὴ λαμβάνειν, καθάπερ οὗτοι λαμβάνοντες· ἀλλὰ πάντα ποιοῦμεν φανερὰ ὑμῖν. Καὶ σφόδρα θαῤῥοῦντος ἐκείνοις ἦν, καὶ μετὰ ἀληθείας ἅπαντα καταγγέλλοντος.  ∆ιὸ καὶ μάρτυρας αὐτοὺς καλεῖ, καὶ νῦν εἰπὼν, Ἐν πᾶσιν εἰς ὑμᾶς, καὶ ἔμπροσθεν λέγων, Οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε,  ἢ καὶ ἐπιγινώσκετε.  Εἶτα ἐπειδὴ  ὑπὲρ τῶν  καθ' ἑαυτὸν ἀπελογήσατο,  βαρέως  τὸ  ἑξῆς  ἐπάγει  λέγων,   Ἢ  ἁμαρτίαν  ἐποίησα,  ἐμαυτὸν ταπεινῶν,  ἵνα ὑμεῖς ὑψωθῆτε; Καὶ ἑρμηνεύων  αὐτὸ, φησὶν, Ἄλλας Ἐκκλησίαςἐσύλησα, λαβὼν  ὀψώνιον,  πρὸς τὴν  ὑμετέραν  διακονίαν.  Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν στενοχωρίᾳ διήγαγον· τοῦτο γάρ ἐστι τὸ, Ταπεινῶν ἐμαυτόν. Τοῦτο οὖν μοι ἔχετε ἐγκαλεῖν; καὶ διὰ τοῦτο κατεπαίρεσθέ μου, ἐπειδὴ ἐταπείνωσα ἐμαυτὸν προσαιτῶν,  στενοχωρούμενος,  λιμώττων,  ἵνα  ὑμεῖς  ὑψωθῆτε;  Καὶ πῶς  ὑψοῦντο οὗτοι,  τούτου  ὄντος  ἐν  στενοχωρίᾳ;  Μᾶλλον  ᾠκοδομοῦντο,  καὶ  οὐκ ἐσκανδαλίζοντο· ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα.  Ἐγκαλεῖτέ μοι  οὖν  ὅτι  ταπεινὸς  γέγονα;  Ἀλλὰ  διὰ  τοῦτο  ὑμεῖς  ὑψώθητε.  Ἐπειδὴ γὰρ  καὶ ἀνωτέρω  ἔλεγεν, ὅτι διέβαλλον  αὐτὸν, ὅτι παρὼν μὲν ταπεινὸς,  ἀπὼν δὲ θαῤῥεῖ, ἀπολογούμενος πλήττει πάλιν αὐτοὺς ἐνταῦθα λέγων, ὅτι Καὶ τοῦτο δι' ὑμᾶς. Ἄλλας Ἐκκλησίας ἐσύλησα. Ἐνταῦθα λοιπὸν  ὀνειδιστικῶς· ἀλλὰ τὰ πρότερα οὐκ ἀφίησιν ἐπαχθῆ ταῦτα φανῆναι.  Εἶπε γὰρ, Ἀνέχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· καὶ πρὸ  τῶν  ἄλλων  αὐτοῦ  κατορθωμάτων  ἐν  τούτῳ  πρώτῳ  καυχᾶται.  Τοῦτο  γὰρ μάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας μέγα ἐφρόνουν. ∆ιὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν  κινδύνων  ἐμβάλλει  λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ'  εἰς τὸν τῆς τῶν  χρημάτων  ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν· ὁμοῦ δὲ αὐτοὺς καὶ αἰνίττεται πλουτοῦντας.

 δʹ. Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν,ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐτοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον. Καὶ οὐκ εἶπεν, Ἔλαβον, ἀλλὰ, Ἐσύλησα· τουτέστιν, ἐγύμνωσα, καὶ πένητας αὐτοὺς ἐποίησα. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ εἰς περιουσίαν, ἀλλὰ εἰς τὴν τῶν  ἀναγκαίων χρείαν· ὅταν γὰρ εἴπῃ, ὀψώνια, τὴν ἀναγκαίαν λέγει τροφήν. Καὶ τὸ χαλεπώτερον, Εἰς τὴν ὑμῶν διακονίαν. Ὑμῖν κηρύττομεν, καὶ παρ' ὑμῶν ὀφείλων τρέφεσθαι, παρ' ἑτέρων τούτων ἀπήλαυον. ∆ιπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν· ὅτι καὶ παρ' αὐτοῖς ὢν, καὶ αὐτοῖς διακονούμενος,  καὶ τὴν ἀναγκαίαν  ζητῶν τροφὴν, ἑτέρους εἶχε τοὺς χορηγοῦντας. Καὶ πολλὴ τούτων ὑπερβολὴ πρὸς ἐκείνους. Οἱ μὲν γὰρ ἐν ῥᾳθυμίᾳ, οἱ δὲ ἐν σπουδῇ· οἱ μὲν καὶ μακρὰν ὄντι  ἔπεμπον,  οἱ δὲ οὐδὲ παρόντα ἔτρεφον. Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός. Οὐ γὰρ εἶπεν, Οὐ δεδώκατέ μοι, ἀλλ', Ἐγὼ οὐκ ἔλαβον. Φείδεται γὰρ αὐτῶν ἔτι· ἀλλ' ὅμως καὶ ἐν τῇ ὑφέσει τοῦ λόγου, λανθανόντως πάλιν  πλήττει· τὸ γὰρ, Παρὼν, σφόδρα ἐμφαντικὸν,  καὶ  τὸ,  Ὑστερηθείς· ἵνα  γὰρ  μὴ  λέγωσι,  Τί οὖν,  εἰ  εἶχες; ἐπήγαγε,  Καὶ ὑστερηθεὶς οὐ κατενάρκησα ὑμῶν.  Ἐνταῦθα πάλιν  μετρίως  αὐτοὺς πλήττει,  ὡς ὀκνηρῶς τὴν τοιαύτην  τιθέντας  φορὰν, ὡς βαρυνομένους. Εἶτα καὶ ἡ αἰτία, κατηγορίας μεστὴ καὶ ζηλοτυπίας γέμουσα. ∆ιὸ καὶ τέθεικεν αὐτὴν οὐ προηγουμένως, ἀλλ' ὡς διδάσκων πόθεν καὶ παρὰ τίνων  ἐτράφη, ὥστε ἀνυπόπτως διεγείρειν  πάλιν  εἰς  τὸν  τῆς  ἐλεημοσύνης  λόγον.  Τὸ γὰρ  ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν  οἱ  ἀδελφοὶ  ἐλθόντες  ἀπὸ  Μακεδονίας.  Εἶδες πῶς  παροξύνει πάλιν, εἰς μέσον ἄγων τοὺς διακονησαμένους; Πρότερον γὰρ εἰς ἐπιθυμίαν αὐτοὺς ἄγων τοῦ μαθεῖν τίνες ἂν εἶεν οὗτοι, ὅτε ἔλεγεν, Ἄλλας Ἐκκλησίας ἐσύλησα, τότε καὶ ὀνομαστὶ αὐτοὺς τίθησιν· ὅπερ καὶ εἰς ἐλεημοσύνην αὐτοὺς προέτρεπε. Τοὺς γὰρ ἡττηθέντας  ἐν τῷ μὴ θρέψαι τὸν  Ἀπόστολον, πείθει  καὶ ἐν τῇ τῶν  πενήτων  μὴ ἡττηθῆναι  βοηθείᾳ. Τοῦτο δὲ καὶ αὐτοῖς Μακεδόσιν ἐπιστέλλων  λέγει, ὅτι Ἐν ταῖς χρείαις μου ἐπέμψατέ μοι καὶ ἅπαξ καὶ δὶς, καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου· ὅπερ καὶ ἐγκώμιον  μέγιστον  αὐτῶν  ἦν, ὅτι ἐξ αὐτῶν  τῶν  προοιμίων  ἔλαμψαν.  Ἀλλ' ὅρα πανταχοῦ τὴν χρείαν αὐτοῦ τιθέντα, καὶ οὐδαμοῦ περιουσίαν. Τῷ μὲν οὖν εἰπεῖν, ὅτι  Παρὼν, καὶ, Ὑστερηθεὶς, ἔδειξεν ὅτι παρὰ Κορινθίων ἔδει τραφῆναι· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ὑστέρημά μου προσανεπλήρωσαν, δείκνυσιν ὅτι οὐδὲ ᾔτησε. Καὶ αἰτίαν τίθησιν οὐκ οὖσαν. Ποίαν δὴ ταύτην; Τὸ παρ' ἑτέρων λαβεῖν· Τὸ γὰρ ὑστέρημά μου, φησὶ, προσανεπλήρωσαν οἱ ἐλθόντες. ∆ιὰ τοῦτό φησιν, Οὐ κατενάρκησα, οὐ διὰ τὸ μὴ θαῤῥεῖν. Καὶ μὴν διὰ τοῦτο αὐτὸ ποιεῖ, καὶ δείκνυσι διὰ τῶν ἑξῆς· ἀλλ' οὐ λέγει αὐτὸ   σαφῶς,   ἀλλὰ   συσκιάζει,  ἀφεὶς   τῷ   συνειδότι   τῶν   ἀκροωμένων.   Καὶ λανθανόντως αὐτὸ ἐνδείκνυται  διὰ τῶν ἑξῆς, λέγων, Καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ἐτήρησα, καὶ τηρήσω. Μὴ γὰρ νομίσητε, φησὶ, ταῦτα λέγειν  με, ἵνα λάβω. Τὸ δὲ, Τηρήσω, βαρύτερον, εἰ μηδ' ἔτι αὐτοῖς θαῤῥεῖ, ἀλλὰ καθάπαξ ἀπέγνω τι λαβεῖν παρ' αὐτῶν. ∆είκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο· διὸ ἔλεγεν, Ἀβαρῆ ἐτήρησα, καὶ τηρήσω. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ λέγει, Οὐκ ἔγραψα, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ ἐνταῦθα πάλιν, Ἀβαρῆ ὑμῖν ἑαυτὸν ἐτήρησα, καὶ ἔτι τηρήσω. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ τοῦ μᾶλλον ἐπισπάσασθαι αὐτοὺς  ταῦτα  λέγειν,  φησίν· Ἔστιν ἀλήθεια  Χριστοῦ ἐν  ἐμοί. Μὴ νομίσητε, ὅτι διὰ τοῦτο εἶπον, ἵνα λάβω, ἵνα μᾶλλον ἐφελκύσωμαι· Ἔστι γὰρ, φησὶν, ἀλήθεια ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Ἵνα γὰρ μή τις αὐτὸν νομίσῃ πάλιν ἀλγεῖν ἐπὶ τούτῳ, ἢ ὀργιζόμενον ταῦτα λέγειν, καὶ καύχησιν τὸ πρᾶγμα καλεῖ. Καὶ ἐν τῇ προτέρᾳ δὲ ὁμοίως αὐτὸ κατεσκεύαζεν. Ὥστε γὰρ μηδὲ ἐκεῖ πλῆξαι αὐτοὺς, φησί· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος  ἀδάπανον  θήσω  τὸ  Εὐαγγέλιον  τοῦ  Χριστοῦ. Καὶ ὥσπερ  ἐκεῖ μισθὸν, οὕτως ἐνταῦθα καύχημα καλεῖ, ἵνα μὴ σφόδρα αἰσχύνωνται τοῖς λεγομένοις, ὡς αἰτοῦντι μὴ παρέχοντες. Τί γὰρ, ἂν καὶ ὑμεῖς δῶτε, φησίν; ἀλλ' ἐγὼ οὐ δέχομαι. Καὶ τὸ, Οὐ φραγήσεται, ἀπὸ μεταφορᾶς τῶν ποταμῶν, αὐτοῦ φήμης ὡς πανταχοῦ ῥεούσης ὅτι οὐ λαμβάνει. Οὐκ ἐμφράσσετε τῷ δόματι τὴν παῤῥησίαν τὴν ἐμήν. Ἀλλ' οὐκ  εἶπεν,  Οὐκ ἐμφράσσετε, ὅπερ πληκτικώτερον,  ἀλλ',  Οὐ φραγήσεται  ἐν  τοῖς κλίμασι τῆς Ἀχαΐας. Τοῦτο πάλιν καιρίαν διδόντος ἦν, καὶ σφόδρα ἱκανὸν αὐτοὺς καθελεῖν καὶ λυπῆσαι, εἴ γε μόνους αὐτοὺς παρῃτεῖτο. Εἰ γὰρ ἐκαυχᾶτο, πανταχοῦ ἔδει καυχᾶσθαι· εἰ δὲ ἐν ὑμῖν μόνοις, διὰ τὴν ἀσθένειαν ἴσως τὴν ὑμῶν. Ἵν' οὖν μὴ ταῦτα λογιζόμενοι ἀθυμῶσιν, ὅρα πῶς αὐτὸ διορθοῦται· ∆ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδε· ταχέως  τὴν  λύσιν  ἐπαγαγὼν,  καὶ εὐαπαλλάκτως.  Ἀλλ' ὅμως  οὐδὲ οὕτως ἀπήλλαξεν αὐτοὺς τῶν ἐγκλημάτων. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ Ἐστὲ ἀσθενεῖς, οὐδ' ὅτι [Οὐκ] ἐστὲ ἰσχυροὶ, ἀλλ', Ὅτι ἀγαπῶ ὑμᾶς· ὃ μάλιστα ἐπέτεινεν αὐτῶν τὴν κατηγορίαν. Τοῦ γὰρ μάλιστα φιλεῖν αὐτοὺς ἦν τὸ μὴ λαμβάνειν παρ' αὐτῶν, ἐπειδὴ  σφόδρα ἐπλήττοντο.

 εʹ. Ὥστε ἐναντία ἐποίει ἀπὸ τοῦ φιλεῖν, καὶ ἐλάμβανε, καὶ οὐκ ἐλάμβανεν· ἡ δὲ ἐναντιότης  παρὰ τὴν τῶν  διδόντων  ἕξιν. Καὶ οὐκ εἶπε μὲν, ∆ιὰ τοῦτο  οὐ λαμβάνω, ἐπειδὴ σφόδρα ὑμᾶς ἀγαπῶ, ἐπεὶ κατηγορίαν αὐτῶν εἶχε τῆς ἀσθενείας, καὶ εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' ἔτρεψεν εἰς ἑτέραν αἰτίαν τὸν λόγον. Ποίαν δὴ ταύτην; Ἵνα ἐκκόψω  τὴν  ἀφορμὴν  τῶν  θελόντων  ἀφορμὴν,  ἵνα  ἐν ᾧ καυχῶνται  εὑρεθῶσι, καθὼς καὶ ἡμεῖς. Ἐπειδὴ γὰρ τοῦτο ἐσπούδαζον, λαβήν τινα εὑρεῖν, καὶ ταύτην ἀναιρεῖν δεῖ. Τοῦτο γάρ ἐστιν ᾧ σεμνύνονται μόνον. Ἵνα τοίνυν μηδὲν πλέον ἔχωσι, καὶ τοῦτο διορθῶσαι ἔδει· ἐν γὰρ τοῖς ἄλλοις ἠλαττωμένοι ἦσαν. Οὐδὲν γὰρ,  ὅπερ ἔφην,  οὕτως  οἰκοδομεῖ  τοὺς  βιωτικοὺς,  ὡς  τὸ  μὴ  λαμβάνειν. Πονηρὸς οὖν ὢν ὁ διάβολος, τοῦτο μάλιστα τὸ δέλεαρ καθῆκε, βουλόμενος αὐτοὺς εἰς ἕτερα παραβλάψαι. ∆οκεῖ δέ μοι καὶ τοῦτο ὑποκρίσεως εἶναι. ∆ιόπερ οὐδὲ εἶπεν, Ἐν ᾧ κατώρθωσαν, ἀλλὰ τί; Ἐν ᾧ καυχῶνται· ὃ καὶ εἰς ἀλαζονείαν σκώπτοντος ἦν· ἐκαυχῶντο γὰρ καὶ τοῦτο ὃ οὐκ ἦσαν. Τὸν δὲ γενναῖον ἄνδρα οὐ μόνον ἐφ' οἷς οὐκ ἔχει καυχᾶσθαι οὐ δεῖ, ἀλλ' οὐδὲ ἐν οἷς κέκτηται· καθάπερ ὁ μακάριος οὗτος ἐποίει, καθάπερ ὁ πατριάρχης Ἀβραὰμ, λέγων, Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐπειδὴ γὰρ οὐκ εἶχεν εἰπεῖν ἁμαρτήματα, ἀλλ' ἔλαμπεν ἀπὸ κατορθωμάτων, πανταχοῦ περιδραμὼν, καὶ μὴ εὑρών  τινα  καθ' ἑαυτοῦ μεγίστην  λαβὴν, ἐπὶ τὴν  φύσιν  καταφεύγει· καὶ ἐπειδὴ τὸ τῆς γῆς ὄνομα ὁπωσδήποτε σεμνὸν, καὶ τὸ τῆς σποδοῦ προσέθηκε. ∆ιὸ καὶ ἕτερός τις ἔλεγε, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Μὴ γάρ μοι τὸ ἄνθος εἴπῃς τῆς ὄψεως, μηδὲ τὸν ἀνατεταμένον  αὐχένα, μηδὲ τὴν χλανίδα  καὶ τὸν ἵππον καὶ τοὺς ἀκολούθους· ἀλλὰ  ποῦ  τελευτᾷ  ταῦτα  πάντα  λογίζου  καὶ  προστίθει. Ἐὰν δὲ τὰ φαινόμενα   λέγῃς,  καὶ  ἐγώ  σοι  τὰ  ἐν  ταῖς  Γραφαῖς  ἐρῶ,  τὰ  πολλῷ   τούτων λαμπρότερα. Ἀλλ' ὥσπερ ἐκεῖνα διὰ τὴν ὄψιν οὐ θαυμάζομεν, τὴν οὐσίαν αὐτῶν ὁρῶντες  ὅτι πηλός  ἐστι τὸ πᾶν· οὕτω δὴ μηδὲ ταῦτα. Καὶ γὰρ καὶ ταῦτα πηλός· μᾶλλον δὲ, καὶ πρὶν διαλυθῆναι καὶ γενέσθαι κόνιν. ∆εῖξόν μοι τοῦτον τὸν ἀνατεταμένον πυρέττοντα, ψυχοῤῥαγοῦντα· καὶ τότε σοι διαλέξομαι, καὶ ἐρήσομαι τί γέγονεν ὁ πολὺς κόσμος ἐκεῖνος, ποῦ δὲ οἴχεται ἡ πολλὴ κολακεία, καὶ ἡ θεραπεία τῶν   δούλων,   καὶ  ἡ  περιουσία  τῶν   χρημάτων,   τῶν   κτημάτων,   ποῖος  ἄνεμος ἐπεισελθὼν ἐξεφύσησε πάντα. Ἀλλὰ ἐρεῖς, ὅτι καὶ ἐπὶ τῆς κλίνης κείμενος φέρει τοῦ πλούτου  καὶ τοῦ τύφου  τὰ σύμβολα, ἐσθῆτος λαμπρᾶς ἐπικειμένης,  πενήτων  καὶ πλουσίων προπεμπόντων, δήμων εὐφημούντων. Μάλιστα μὲν καὶ ταῦτα κατάγελως· πλὴν  ἀλλὰ καὶ ταῦτα εὐθέως  ἐλέγχεται  ὥσπερ ἄνθος διαῤῥέοντα. Ὅταν γὰρ τὸν οὐδὸν ὑπερβῶμεν τῶν τῆς πόλεως πυλῶν,  καὶ τοῖς σκώληξι παραδόντες τὸ σῶμα ὑποστρέφωμεν, πάλιν σε ἐρήσομαι, ποῦ πορεύεται ὁ πολὺς ὄχλος ἐκεῖνος; τί γέγονεν ἡ κραυγὴ καὶ ὁ θόρυβος; ποῦ δὲ αἱ λαμπάδες; ποῦ δὲ οἱ χοροὶ τῶν γυναικῶν; ἆρα μὴ ὄναρ ταῦτά ἐστι; τί δὲ καὶ ἐγένοντο  αἱ βοαί; ποῦ τὰ στόματα τὰ πολλὰ ἐκεῖνα τὰ κραυγάζοντα, καὶ παρακελευόμενα θαῤῥεῖν, ὅτι οὐδεὶς θάνατος; Οὐ νῦν ταῦτα ἔδει λέγεσθαι τῷ μὴ ἀκούοντι, ἀλλ' ὅτε ἥρπαζεν, ὅτε ἐπλεονέκτει, τότε μικρὸν παραλλάξαντας  ἔδει λέγειν·  Οὐ δεῖ θαρσεῖν, οὐδεὶς ἀθάνατος·  ἐπίσχες τῆς μανίας, σβέσον τὴν ἐπιθυμίαν,  μηδὲ θάρσει τῷ ἀδικουμένῳ. Ἐπεὶ τούτῳ γε τὸ τὰ τοιαῦτα  νῦν  λέγειν,  καὶ φειδομένων  ἐστὶ καὶ εἰρωνευομένων·  οὐ γὰρ διὰ τοῦτο αὐτὸν χρὴ θαῤῥεῖν λοιπὸν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν. Ἀλλ' εἰ καὶ ἐκείνῳ ταῦτα ἀνόνητα λοιπὸν ἐξελθόντι τὸ στάδιον, κἂν οἱ τὰ αὐτὰ νοσοῦντες τῶν πλουτούντων, καὶ ἐπὶ τὸ σῆμα ἀκολουθοῦντες, ἀκουέτωσαν. Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ  κειμένου  πιστοῦται  τὸ  λεγόμενον,  σωφρονείσθωσαν,  παιδευέσθωσαν, ἐννοοῦντες  ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν. Καὶ τί ταῦτα πρὸς τοὺς πένητας, φησί; Μάλιστα μὲν πολλοῖς καὶ τοῦτο ἡδὺ, τὸ ἰδεῖν κολαζόμενον τὸν ἀδικήσαντα. Ἀλλ' ἡμῖν οὐχ ἡδὺ, ἀλλὰ τὸ μὴ παθεῖν κακῶς. Ἐπαινῶ σφόδρα ὑμᾶς καὶ ἀποδέχομαι, ταῖς ἀλλοτρίαις  οὐκ ἐφηδομένους  συμφοραῖς, ἀλλὰ  τὴν  οἰκείαν ζητοῦντας  ἀσφάλειαν.  Φέρε  οὖν  καὶ  ταύτην  ὑμῖν  ἐγγυήσομαι.  Ἂν  γὰρ  παρὰ ἀνθρώπων πάσχωμεν κακῶς, ὑποτεμνόμεθα τοῦ χρέους οὐκ ὀλίγον, φέροντες γενναίως  τὰ γινόμενα. Οὐκ ἄρα ἀδικούμεθα· λογίζεται γὰρ εἰς τὸ ὄφλημα ἡμῖν τὴν ἐπήρειαν ὁ Θεὸς, οὐ κατὰ τὸν τοῦ δικαίου λόγον, ἀλλὰ κατὰ τὸν τῆς φιλανθρωπίας.∆ιὰ  τοῦτο  καὶ  ἄνωθεν  οὐκ  ἤμυνε  παθόντι  κακῶς.  Πόθεν  τοῦτο  δῆλον,  φησίν; Ἔπαθον ὑπὸ τῶν Βαβυλωνίων οἱ Ἰουδαῖοί ποτε κακῶς, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσεν, ἀλλ' ἀπήγοντο  παῖδες  καὶ γυναῖκες· ἀλλὰ  μετὰ ταῦτα  ἡ αἰχμαλωσία  αὕτη κατὰ ἀναλογίαν  τῶν ἁμαρτημάτων αὐτοῖς γέγονε παραμυθία. ∆ιὰ τοῦτο τῷ Ἡσαΐᾳ φησὶ, Παρακαλεῖτε,  παρακαλεῖτε   τὸν   λαόν   μου,  ἱερεῖς·  λαλήσατε  ἐπὶ  τὴν   καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς· καὶ πάλιν, ∆ὸς ἡμῖν εἰρήνην· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Καὶ ὁ ∆αυΐδ φησιν, Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν,  καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἡνίκα τὸν Σεμεεὶ καταρώμενον ἔφερε, λέγει, Ἄφες αὐτὸν, ὅπως ἴδῃ Κύριος τὴν ταπείνωσίν μου, καὶ ἀνταποδῷ  μοι ἀντὶ  τῆς  ἡμέρας ταύτης.  Ὅταν γὰρ μὴ ἀμύνῃ  ἀδικουμένοις,  τότε μάλιστα ὠφελούμεθα· λογίζεται γὰρ ἡμῖν εἰς κατόρθωμα, ἂν εὐχαρίστως ἐνέγκωμεν.  Ὥστε ὅταν ἴδῃς πλούσιον ἁρπάζοντα πένητα, ἀφεὶς τὸν ἐπηρεαζόμενον, δάκρυσον τὸν ἁρπάζοντα. Ὁ μὲν γὰρ ἀποτίθεται ῥύπον, ὁ δὲ προστρίβεται ῥύπον. Οὕτω καὶ ὁ τοῦ Ἑλισσαίου παῖς ἔπαθεν, ἐπὶ τοῦ Νεεμάν· εἰ γὰρ καὶ μὴ ἥρπασεν, ἀλλὰ τὸ ἐν ἀπάτῃ λαβεῖν, ἀδικία. Τί οὖν γέγονεν; ἔλαβε μετὰ τῆς ἀδικίας καὶ τὴν λέπραν· καὶ ὁ μὲν ἀδικηθεὶς, ὠφελεῖτο, ὁ δὲ ἀδικήσας, τὰ μέγιστα βλάπτεται. Τοῦτο καὶ νῦν ἐπὶ τῆς ψυχῆς γίνεται. Καὶ τοσοῦτον τοῦτό ἐστιν, ὅτι τοῦτο μόνον πολλάκις ἵλεων τὸν Θεὸν ἐποίησε· κἂν  ὁ πάσχων  κακῶς  ἀνάξιος  ᾖ βοηθείας,  ὅταν  μεθ' ὑπερβολῆς τοῦτο πάθῃ, καὶ εἰς τὴν ἑαυτοῦ συγγνώμην τὸν Θεὸν ἐπισπᾶται, καὶ εἰς τὴν ἄμυναν τοῦ ποιοῦντος ἐντεῦθεν μόνον. ∆ιὸ καὶ τοῖς βαρβάροις ἔλεγεν ὁ Θεὸς ἄνωθεν, Ἐγὼ μὲν  παρέδωκα  αὐτοὺς  εἰς  ὀλίγα,  αὐτοὶ  δὲ  συνεπέθεντο  εἰς  κακά· διὰ  τοῦτο  τὰ ἀνήκεστα πείσονται. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν τὸν Θεὸν οὕτω παροξῦνον, ὡς τὸ ἁρπάζειν καὶ βιάζεσθαι καὶ πλεονεκτεῖν.  Τί δήποτε; Ὅτι σφόδρα εὔκολον  ταύτης ἀπέχεσθαι  τῆς  ἁμαρτίας.  Οὐ γάρ  ἐστι  φυσικὴ  ἐνοχλοῦσα  ἐπιθυμία,  ἀλλὰ  ἀπὸ ῥᾳθυμίας γίνεται.  Πῶς οὖν ῥίζαν κακῶν  αὐτὴν  ὁ Ἀπόστολος καλεῖ; Καὶ γὰρ ἐγὼ τοῦτο λέγω· ἀλλὰ παρ' ἡμᾶς ἡ ῥίζα αὕτη, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος. Καὶ, εἰ βούλεσθε, ποιησώμεθα σύγκρισιν, καὶ ἴδωμεν ποῖον τυραννικώτερον,  χρημάτων  ἢ σωμάτων ἐπιθυμία· ὃ γὰρ ἂν εὑρεθείη μεγάλους ἄνδρας καταβεβληκὸς, τοῦτό ἐστι τὸ χαλεπώτερον.  Οὐκοῦν ἴδωμεν  τίνα  μέγαν  κατέσχε  χρημάτων  ἐπιθυμία.  Οὐδένα, ἀλλὰ οἰκτροὺς σφόδρα καὶ ἀπεῤῥιμ[μ]ένους, τὸν Γιεζῆ, τὸν Ἀχαὰβ, τὸν Ἰούδαν, τοὺς ἱερεῖς τοὺς Ἰουδαϊκούς· ἐπιθυμία δὲ σωμάτων τοῦ μεγάλου προφήτου περιεγένετο τοῦ  ∆αυΐδ. Καὶ ταῦτα  λέγω,  οὐ συγγνώμην  διδοὺς  τοῖς  ὑπὸ  ἐπιθυμίας  τοιαύτης ἁλισκομένοις, ἀλλὰ μᾶλλον αὐτοὺς νήφειν παρασκευάζων. Ὅταν γὰρ δείξω μέγα τὸ πάθος, τότε μάλιστα αὐτοὺς δείκνυμι  συγγνώμης  ἁπάσης ἀπεστερημένους. Εἰ μὲν γὰρ ἠγνόεις τὸ θηρίον, εἶχες εἰς αὐτὸ τοῦτο καταφυγεῖν· νυνὶ δὲ εἰδὼς καὶ ἐμπίπτων, οὐκ ἂν σχοίης ἀπολογίαν  τινά. Μετὰ δὲ τοῦτον, τὸν τούτου παῖδα μετὰ πλείονος εἷλεν ὑπερβολῆς· καίτοι σοφώτερος ἐκείνου οὐδεὶς γέγονε, καὶ πᾶσαν δὲ τὴν ἄλλην ἐπῆλθεν ἀρετήν· ἀλλ' ὅμως ὑπὸ τούτου οὕτω σφοδρῶς ἑάλω, ὡς καὶ ἐν τοῖς καιρίοις δέξασθαι τὴν πληγήν.  Καὶ ὁ μὲν πατὴρ ἀνέστη, καὶ ἀνεμαχήσατο τὴν πάλην, καὶ πάλιν  ἐστεφανώθη· οὗτος  δὲ οὐδὲν  τοιοῦτον  ἐπεδείξατο. ∆ιὰ τοῦτο  καὶ Παῦλος ἔλεγε· Κρεῖσσόν ἐστι γαμῆσαι, ἢ πυροῦσθαι· καὶ ὁ Χριστὸς, Ὁ δυνάμενος  χωρεῖν, χωρείτω.  Περὶ δὲ  χρημάτων  οὐχ  οὕτως,  ἀλλ',  Ὃς ἀφῆκε  τὰ  ὑπάρχοντα  αὑτοῦ, ἑκατονταπλασίονα  λήψεται.  Πῶς  οὖν,  φησὶ,  περὶ  τῶν  πλουτούντων   εἶπεν,  ὅτι δυσκόλως ἐπιτεύξονται τῆς βασιλείας; Πάλιν τὴν βλακείαν αὐτῶν αἰνιττόμενος, οὐ τὴν τυραννίδα τῶν χρημάτων, ἀλλὰ τὴν σφοδρὰν αὐτῶν δουλείαν. Καὶ τοῦτο καὶ ἐξ ὧν ὁ Παῦλος συνεβούλευσε δῆλον. Ἐκείνης μὲν γὰρ ἀπάγει τῆς ἐπιθυμίας λέγων, Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν· ἐπὶ δὲ ταύτης οὐκέτι, ἀλλὰ πρὸς καιρὸν   μόνον   διαλύσας,   καὶ   τοῦτο   συμφώνως,   πάλιν   ἐπὶ   τὸ   συνέρχεσθαι συμβουλεύει. ∆έδοικε γὰρ τὰ κύματα τῆς ἐπιθυμίας,  μήποτε ναυάγιον  ἐργάσηται χαλεπόν. Τοῦτο καὶ ὀργῆς εὐτονώτερον πάθος· ὀργίζεσθαι μὲν γὰρ οὐκ ἔνι, μηδενὸς ὄντος  τοῦ  παροξύνοντος·  ἐπιθυμεῖν  δὲ  ἀνάγκη,  καὶ  τῆς  ὄψεως  τῆς  εἰς  τοῦτο κινούσης μὴ φαινομένης.  ∆ιὸ ταύτην  μὲν οὐκ ἐξέκοψε  καθάπαξ, ἀλλὰ τὸ, Εἰκῆ, προσέθηκεν· οὔτ' αὐτὴν  ἐπιθυμίαν  ἀνεῖλεν,  ἀλλὰ  τὴν  ἄδικον· ∆ιὰ γὰρ τὰς ἐπιθυμίας,  φησὶν, ἕκαστος τὴν  ἑαυτοῦ γυναῖκα  ἐχέτω. Θησαυρίζειν δὲ οὔτε εἰκῆ, οὔτε μὴ εἰκῆ συνεχώρησε. Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη· ὑπὲρ μὲν παιδοποιίας ἐπιθυμία, ὑπὲρ δὲ βοηθείας τῶν ἀδικουμένων  ὀργή· ἐπιθυμία δὲ χρημάτων οὐδαμῶς. Οὐκοῦν οὐδέ ἐστι φυσικὸν τὸ πάθος. Ὥστε ὅταν ὑπὸ τούτου ἁλῷς, τοσούτῳ μᾶλλον  τὰ αἴσχιστα πείσῃ. ∆ιὰ δὴ τοῦτο καὶ δεύτερον ἐπιτρέπων γάμον ὁ Παῦλος, ἐπὶ χρημάτων  πολλὴν  ἀπαιτεῖ  τὴν ἀκρίβειαν, λέγων,  ∆ιὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον  ἀποστερεῖσθε; Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φησίν· Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· καὶ, Πρὸς τὸ συμφέρον ὑμῖν λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω· ὅταν δὲ περὶ χρημάτων ὁ λόγος αὐτῷ, Ἔχοντες, φησὶ, σκεπάσματα καὶ τροφὴν,  τούτοις  ἀρκεσθησόμεθα. Πῶς οὖν, φησὶ, τούτῳ  μᾶλλον ἁλίσκονται  πολλοί;  Ὅτι  οὐχ  οὕτως  εἰσὶ  πρὸς  αὐτὸ  παραταττόμενοι,  ὡς  πρὸς ἀσέλγειαν  καὶ  πορνείαν·  ὡς  εἴ  γε  ὁμοίως  ἐδόκει  εἶναι  δεινὸν,  οὐκ  ἂν  ταχέως ἑάλωσαν. Οὕτω καὶ αἱ ἄθλιαι παρθένοι ἐκεῖναι  τοῦ νυμφῶνος  ἐξεβλήθησαν, ἐπειδὴ τὸν μείζονα ἀνταγωνιστὴν  καταβαλοῦσαι, ὑπὸ τοῦ ἀσθενεστέρου καὶ μηδὲν ὄντος ἐβλήθησαν. Μετὰ τούτου κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι εἴ τις ἐπιθυμίας κρατῶν, ὑπὸ χρημάτων νικᾶται, οὐδὲ ἐπιθυμίας πολλάκις κρατεῖ, ἀλλὰ ἀπὸ φύσεως ἔλαχε τὸ μὴ σφόδρα ἐνοχλεῖσθαι ἐντεῦθεν· οὐ γὰρ πάντες ὁμοίως εἰσὶ κατωφερεῖς. Ταῦτ' οὖν εἰδότες,  καὶ  τὸ  ὑπόδειγμα  τῶν   παρθένων   συνεχῶς  παρ'  ἑαυτοῖς  στρέφοντες, φεύγωμεν τὸ πονηρὸν τοῦτο θηρίον. Εἰ γὰρ παρθενία οὐδὲν ὤνησεν, ἀλλ' ἀπώλοντο μετὰ   μυρίους   πόνους   καὶ   ἱδρῶτας   ἐκεῖναι   διὰ   τὴν   φιλαργυρίαν·   τίς   ἡμᾶς ἐξαιρήσεται, εἰ τούτῳ  περιπέσοιμεν  τῷ  πάθει; ∆ιὸ παρακαλῶ  πάντα  ποιεῖν  μήτε ἁλῶναι,  μήτε ἁλόντας  ἐναπομεῖναι,  ἀλλὰ καὶ διαῤῥῆξαι τὰ χαλεπὰ ταῦτα δεσμά. Οὕτω γὰρ δυνησόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |