Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61
ΚΣΤ΄Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
αʹ. Τί τοῦτο; ὁ τοσαῦτα εἰπὼν, φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, φησὶν, ὡς οὐδὲν εἰρηκώς; Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον εἶδος καυχήσεως, ὃ μισθὸν μὲν οὐκ ἔχει τοσοῦτον, λαμπρότερον δὲ δοκεῖ δεικνύναι τοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι· φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Τὰ γὰρ μεγάλα καυχήματα ταῦτα, ἅπερ ἀπηριθμήσατο, τὰ τῶν πειρασμῶν· ἔχει δὲ καὶ ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων μυστηρίων. Καὶ τίνος ἕνεκέν φησιν, Οὐ συμφέρει μοι; Ἵνα μή με εἰς ἀπόνοιαν ἐπάρῃ, φησί. Τί λέγεις; ἂν γὰρ μὴ εἴπῃς αὐτὰ, οὐκ οἶδας αὐτά; Ἀλλ' οὐχ ὁμοίως ἐπαιρόμεθα αὐτοὶ εἰδότες αὐτὰ, καὶ εἰς ἄλλους ἐκφέροντες.
Οὐ γὰρ ἡ τῶν κατορθωμάτων φύσις ἐπαίρειν εἴωθεν, ἀλλ' ἡ τῶν πολλῶν μαρτυρία καὶ γνῶσις. ∆ιὰ τοῦτο οὖν φησιν, Οὐ συμφέρει μοι, καὶ ἵνα μὴ μείζονα ἐνθῶ περὶ ἐμοῦ ἔννοιαν τοῖς ἀκούουσιν. Ἐκεῖνοι μὲν γὰρ οἱ ψευδαπόστολοι καὶ τὰ οὐκ ὄντα περὶ ἑαυτῶν ἔλεγον· οὗτος δὲ καὶ τὰ ὄντα ἀποκρύπτεται, καὶ ταῦτα ἀνάγκης τοσαύτης ἐπικειμένης καί φησιν, Οὐ συμφέρει μοι, παιδεύων ἅπαντας ἐκ πολλῆς περιουσίας τὸ τοιοῦτον φεύγειν. Οὐδὲν γὰρ ἔχει τὸ πρᾶγμα κέρδος, ἀλλὰ καὶ βλάβην, πλὴν ἐὰν μὴ ἀναγκαία τις ᾖ πρόφασις καὶ ὠφέλιμος ἡ εἰς τοῦτο ἐνάγουσα. Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰς ἐπιβουλὰς, τὰς ἀθυμίας, τὰ ναυάγια, ἐφ' ἕτερον μεθίσταται καυχήσεως εἶδος, λέγων· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν) ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα ὅτι ἡρπάγη εἰς τὸν παράδεισον (εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα), καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι. Μεγάλη μὲν αὕτη ἡ ἀποκάλυψις. Οὐκ αὐτὴ δὲ γέγονε μόνη, ἀλλὰ καὶ ἕτεραι πλείους· αὐτὸς δὲ μίαν ἐκ πολλῶν τίθησιν. Ὅτι γὰρ πολλαὶ ἦσαν, ἄκουσον τί φησι· Τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι. Καὶ μὴν εἴποι τις ἂν, εἰ κρύψαι ἤθελε, παντελῶς ἔδει μὴ δοῦναι αἴνιγμα, μηδὲ εἰπεῖν τι τοιοῦτον· εἰ δὲ εἰπεῖν ἤθελε, σαφῶς εἰπεῖν. Τίνος οὖν ἕνεκεν οὔτε σαφῶς εἶπεν, οὔτε ἐσίγησεν; Ἵνα κἀνταῦθα δείξῃ, ὅτι ἄκων ἐπὶ τὸ πρᾶγμα ἔρχεται. ∆ιὰ τοῦτο καὶ τὸν χρόνον ἔθηκε τῶν δεκατεσσάρων ἐτῶν. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῦ μέμνηται, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἂν ὁ τοσοῦτον καρτερήσας χρόνον, νῦν ἂν ἐξεῖπεν, εἰ μὴ πολλὴ ἦν ἡ ἀνάγκη, ἀλλ' ὅμως ἐσίγησεν ἂν, εἰ μὴ τοὺς ἀδελφοὺς ἀπολλυμένους ἑώρα. Εἰ δὲ ἐκ προοιμίων τοιοῦτος ἦν ὁ Παῦλος, ὥστε τοιαύτης καταξιωθῆναι ἀποκαλύψεως, ὅτε οὔπω τοιαῦτα κατορθώματα εἶχεν· ἐννόησον ἡλίκος ἐν τεσσαρεσκαίδεκα ἔτεσι γέγονεν. Ὅρα δὲ πῶς καὶ ἐν αὐτῷ τούτῳ μετριάζει τῷ τὰ μὲν εἰπεῖν, τὰ δὲ ὁμολογεῖν ἠγνοηκέναι. Ὅτι μὲν γὰρ ἡρπάγη, εἶπεν, εἴτε δὲ ἐν σώματι, εἴτε οὐκ ἐν σώματι, οὐκέτι φησὶν εἰδέναι. Καίτοι γε ἐξήρκει τὴν ἁρπαγὴν εἰπόντι, σιγῆσαι· νυνὶ δὲ μετριάζων καὶ τοῦτο προστίθησι. Τί οὖν; ὁ νοῦς ἡρπάγη καὶ ἡ ψυχὴ, τὸ δὲ σῶμα νεκρὸν ἔμεινεν; ἀλλὰ τὸ σῶμα ἡρπάγη; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν. Εἰ γὰρ ὁ Παῦλος ἠγνόει ὁ ἁρπαγεὶς, καὶ τοιούτων καὶ τοσούτων τυχὼν ἀποῤῥήτων, πολλῷ μᾶλλον ἡμεῖς. Ὅτι μὲν γὰρ ἐν παραδείσῳ ἦν ᾔδει, καὶ ὅτι ἐν τῷ τρίτῳ ἦν οὐρανῷ, οὐκ ἠγνόει, τὸν δὲ τρόπον οὐκ ᾔδει σαφῶς. Σκόπει δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὸ ἄτυφον. Ἐπὶ μὲν γὰρ τῆς ∆αμασκηνῶν πόλεως πιστοῦται τὸν λόγον, ἐνταῦθα δὲ οὐκέτι· οὐδὲ γὰρ σφόδρα αὐτὸ κατασκευάσαι ἠβούλετο, ἀλλ' εἰπεῖν καὶ αἰνίξασθαι μόνον. ∆ιὸ καὶ ἐπάγει λέγων· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι· οὐ τοῦτο δηλῶν, ὅτι ἕτερός τις ἦν ὁ ἁρπαγείς· ἀλλ' ὡς ἐνεχώρει καὶ δυνατὸν ἦν καὶ εἰπεῖν, καὶ διακρούσασθαι τὸ περὶ ἑαυτοῦ εἰπεῖν φανερῶς, οὕτω σχηματίζει τὸν λόγον. Ποία γὰρ ἀκολουθία ἦν, περὶ ἑαυτοῦ διαλεγόμενον, ἄλλον παράγειν εἰς μέσον; Τίνος οὖν ἕνεκεν οὕτως αὐτὸ τέθεικεν; Οὐκ ἦν ἴσον εἰπεῖν, Ἡρπάγην, καὶ, Οἶδα ἁρπαγέντα· καὶ, Καυχῶμαι ὑπὲρ ἐμαυτοῦ, καὶ, Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἔνι χωρὶς σώματος ἁρπαγῆναι; ἐρήσομαι αὐτὸν, Πῶς δὲ ἔνι μετὰ σώματος ἁρπαγῆναι; καὶ γὰρ καὶ τοῦτο ἐκείνου ἀπορώτερον, ἐὰν λογισμοῖς ἐξετάζῃς, καὶ μὴ τῇ πίστει παραχωρῇς. Τίνος δὲ ἕνεκεν καὶ ἡρπάγη; Ὑπὲρ τοῦ δοκεῖν αὐτὸν, ὡς ἔγωγε οἶμαι, ἔλαττον ἔχειν τῶν λοιπῶν ἀποστόλων. Ἐπειδὴ γὰρ ἐκεῖνοι συνεγένοντο τῷ Χριστῷ, οὗτος δὲ οὐδαμῶς, διὰ τοῦτο εἰς δόξαν ἥρπασε καὶ τοῦτον εἰς τὸν παράδεισον. Πολὺ γὰρ ὄνομα τοῦ χωρίου τούτου, καὶ πανταχοῦ ᾔδετο.
βʹ. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. Τίνος ἕνεκεν; εἰ γὰρ ἄλλος ἡρπάγη, σὺ τί καυχᾷ; Ὅθεν δῆλον, ὅτι περὶ ἑαυτοῦ ταῦτα ἔλεγεν. Εἰ δὲ ἐπήγαγεν, Ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· οὐδὲν ἄλλο λέγει, ἢ ὅτι, Ἀνάγκης οὐκ οὔσης, οὐδὲν ἐρῶ τοιοῦτον ἁπλῶς καὶ εἰκῆ· ἢ συσκιάζων πάλιν τὸ εἰρημένον, ὡς ἐνεχώρει. Ὅτι γὰρ περὶ ἑαυτοῦ πᾶς ὁ λόγος ἦν, καὶ τὰ ἑξῆς δηλοῖ· ἐπήγαγε γὰρ λέγων, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Πῶς οὖν ἔμπροσθεν ἔλεγες, Ὄφελον ἠνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ, καὶ Ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀφροσύνῃ· ἐνταῦθα δὲ, Ἐὰν δὲ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων; Οὐ κατὰ τὸ καυχάσθαι, ἀλλὰ κατὰ τὸ ψεύδεσθαι· εἰ γὰρ τὸ καυχᾶσθαι ἀφροσύνης, πόσῳ μᾶλλον τὸ ψεύδεσθαι; Κατὰ τοῦτο οὖν φησιν, Οὐκ ἔσομαι ἄφρων. ∆ιὸ καὶ ἐπήγαγεν, Ἀλήθειαν γὰρ ἐρῶ, Φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Αὕτη ἐστὶν ἡ ὡμολογημένη αἰτία· καὶ γὰρ καὶ θεοὺς αὐτοὺς ἐνόμισαν διὰ τὸ μέγεθος τῶν σημείων. Καθάπερ οὖν ἐπὶ τῶν στοιχείων ἀμφότερα πεποίηκεν ὁ Θεὸς, καὶ ἀσθενῆ καὶ λαμπρὰ κατασκευάσας, τὸ μὲν, ἵνα κηρύξῃ τὴν αὑτοῦ δύναμιν, τὸ δὲ, ἵνα κωλύσῃ τῶν ἀνθρώπων τὴν πλάνην· οὕτω δὴ καὶ ἐνταῦθα καὶ θαυμαστοὶ ἦσαν καὶ ἀσθενεῖς, ὥστε δι' αὐτῶν τῶν ἔργων παιδεύεσθαι τοὺς ἀπίστους. Εἰ γὰρ μένοντες θαυμαστοὶ μόνον, καὶ μηδὲν ἀσθενείας δεῖγμα φέροντες, λόγῳ τοὺς πολλοὺς ἀπῆγον τοῦ μείζονα περὶ αὐτῶν ὑποπτεύειν τῆς ἀληθείας· οὐ μόνον οὐδὲν ἂν ἤνυσαν, ἀλλὰ καὶ τοὐναντίον ἂν κατεσκεύασαν. Αἱ γὰρ διὰ τῶν λόγων γινόμεναι παραιτήσεις, ταπεινοφροσύνης ἂν ἔδοξαν εἶναι μᾶλλον, καὶ πλέον αὐτοὺς θαυμασθῆναι παρεσκεύασαν. ∆ιὰ τοῦτο ἔργῳ καὶ πράγμασιν ἡ ἀσθένεια αὐτῶν ἐξεκαλύπτετο. Καὶ τοῦτο ἴδοι τις ἂν ἐπὶ τῶν ἐν τῇ Παλαιᾷ γενομένων ἀνθρώπων. Καὶ γὰρ ὁ Ἠλίας θαυμαστὸς ἦν, ἀλλ' ἠλέγχθη ποτὲ ὑπὸ δειλίας· καὶ ὁ Μωϋσῆς μέγας, ἀλλὰ καὶ οὗτος δι' αὐτὸ τοῦτο τὸ πάθος ἐδραπέτευσε. Ταῦτα δὲ ἔπασχον, τοῦ Θεοῦ ἀφιστῶντος, καὶ συγχωροῦντος ἐλεγχθῆναι τὴν ἀνθρωπίνην φύσιν. Εἰ γὰρ, ἐπειδὴ ἐξήγαγεν αὐτοὺς, λέγουσι, Ποῦ ἔστι Μωϋσῆς; εἰ καὶ εἰσήγαγε, τί οὐκ ἂν εἶπον; ∆ιὰ τοῦτο καὶ αὐτός φησι, Φείδομαι μή τις εἰς ἐμὲ λογίσηται. Οὐκ εἶπεν, Εἴπῃ, ἀλλ', Ἵνα μηδὲ λογίσηταί τι μεῖζον τῆς ἀξίας τῆς ἐμῆς. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι περὶ αὐτοῦ πᾶς ὁ λόγος. ∆ιὸ καὶ ἀρχόμενος ἔλεγε, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Οὐκ ἂν, εἰ περὶ ἑτέρου ἔμελλεν ἐρεῖν ἅπερ εἶπε, τοῦτο εἶπε· τίνος γὰρ ἕνεκεν οὐ συμφέρει περὶ ἑτέρου καυχᾶσθαι; Ἀλλ' αὐτὸς ἦν ὁ τούτων ἀξιωθείς· διὸ καὶ ἐπάγει λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ. Τί λέγεις; ὁ τὴν βασιλείαν οὐδὲν εἶναι νομίζων, οὐδὲ τὴν γέενναν πρὸς τὸν πόθον τοῦ Χριστοῦ, τὴν παρὰ τῶν πολλῶν ἐνόμιζέ τι εἶναι τιμὴν, ὥστε καὶ ἐπαρθῆναι, καὶ διηνεκοῦς δεῖσθαι τοῦ χαλινοῦ; οὐ γὰρ εἶπεν, Ἵνα κολαφίσῃ, ἀλλ' Ἵνα κολαφίζῃ. Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Ὅταν ἀνακαλύψωμεν τίς ποτέ ἐστιν ὁ σκόλοψ, καὶ τίς ὁ ἄγγελος τοῦ σατᾶν, τότε καὶ τοῦτο ἐροῦμεν. Τινὲς μὲν οὖν κεφαλαλγίαν τινὰ ἔφασαν αὐτὸν λέγειν ὑπὸ τοῦ διαβόλου γινομένην· ἀλλὰ μὴ γένοιτο. Οὐ γὰρ ἂν τὸ σῶμα τοῦ Παύλου ταῖς τοῦ διαβόλου χερσὶν ἐξεδόθη, ὅπου γε αὐτὸς ὁ διάβολος ἐπιτάγματι μόνον εἶκεν αὐτῷ τῷ Παύλῳ· καὶ νόμους αὐτῷ καὶ ὅρους ἐτίθει, ὅτε τὸν πορνεύοντα παρέδωκεν εἰς ὄλεθρον τῆς σαρκός· καὶ ὑπερβῆναι τούτους οὐκ ἐτόλμησεν ἐκεῖνος. Τί οὖν ἐστι τὸ λεγόμενον; Σατᾶν ὁ ἀντικείμενος λέγεται τῇ τῶν Ἑβραίων φωνῇ· καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοὺς ἀντικειμένους οὕτως ἐκάλεσεν ἡ Γραφὴ, καὶ περὶ τοῦ Σολομῶντος διηγουμένη φησὶν, Οὐκ ἦν σατᾶν ἐν ταῖς ἡμέραις αὐτοῦ· τουτέστιν, ἀντικείμενος, πολεμῶν, ἢ ἐνοχλῶν. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· Οὐκ εἴασεν ὁ Θεὸς προχωρῆσαι τὸ κήρυγμα, τὸ φρόνημα καταστέλλων ἡμῶν, ἀλλὰ συνεχώρησε τοῖς ἀντικειμένοις ἐπιτίθεσθαι ἡμῖν. Τοῦτο μὲν γὰρ ἱκανὸν ἦν κατασπάσαι τὸ φρόνημα, ἐκεῖνο δὲ οὐκέτι, τὸ τῆς κεφαλαλγίας. Ἄγγελον τοίνυν σατᾶν λέγει Ἀλέξανδρον τὸν χαλκέα, τοὺς περὶ Ὑμέναιον καὶ Φιλητὸν, πάντας τοὺς ἀντικειμένους τῷ λόγῳ, τοὺς φιλονεικοῦντας αὐτῷ καὶ πολεμοῦντας, τοὺς ἐμβάλλοντας εἰς δεσμωτήριον, τοὺς δέροντας, τοὺς ἀπάγοντας· ἐπειδὴ τὰ τοῦ σατανᾶ ἔπραττον. Ὥσπερ οὖν υἱοὺς διαβόλου καλεῖ τοὺς Ἰουδαίους τὰ ἐκείνου ζηλοῦντας, οὕτω καὶ ἄγγελον σατᾶν ἅπαντα τὸν ἀντιπίπτοντα. Τοῦτο οὖν φησιν, Ἐδόθη μοι σκόλοψ, ἵνα με κολαφίζῃ· οὐχ ὡς τοῦ Θεοῦ τοὺς τοιούτους ὁπλίζοντος, μὴ γένοιτο, οὐ κολάζοντος οὐδὲ τιμωρουμένου, ἀλλὰ συγχωροῦντος καὶ ἀφιέντος τέως. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· τουτέστι, πολλάκις.
γʹ. Καὶ τοῦτο πολλῆς ταπεινοφροσύνης, τὸ μὴ κρύψαι ὅτι οὐκ ἔφερε τὰς ἐπιβουλὰς, ὅτι ἔκαμνε, καὶ δεήσεως ἐδεῖτο ὑπὲρ ἀπαλλαγῆς. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τουτέστιν, Ἀρκεῖ σοι ὅτι νεκροὺς ἐγείρεις, ὅτι τυφλοὺς θεραπεύεις, ὅτι λεπροὺς καθαίρεις, ὅτι τὰ ἄλλα θαυματουργεῖς· μὴ ζήτει καὶ τὸ ἀκίνδυνον καὶ τὸ ἀδεὲς καὶ τὸ χωρὶς πραγμάτων κηρύττειν. Ἀλλὰ ἀλγεῖς, καὶ ἀθυμεῖς; Μὴ δόξῃ τοῦτο ἀσθενείας εἶναι ἐμῆς, τὸ πολλοὺς εἶναι τοὺς ἐπιβουλεύοντας καὶ δέροντάς σε καὶ ἐλαύνοντας καὶ μαστίζοντας· τοῦτο μὲν αὐτὸ δείκνυσί μου τὴν δύναμιν· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται· ὅταν διωκόμενοι τῶν διωκόντων περιγίνησθε, ὅταν ἐλαυνόμενοι τῶν ἐλαυνόντων κρατῆτε, ὅταν δεσμούμενοι τοὺς δεσμοῦντας τρέπησθε. Μὴ τοίνυν ζήτει τὰ περιττά. Ὁρᾷς πῶς ἄλλην μὲν αἰτίαν αὐτὸς τίθησιν, ἄλλην δὲ ὁ Θεός; Αὐτὸς μὲν γὰρ λέγει, Ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί· τὸν δὲ Θεὸν εἰρηκέναι φησὶν, ὑπὲρ τοῦ δεῖξαι τὴν δύναμιν αὐτοῦ, τοῦτο συγχωρεῖ. Οὐ τοίνυν περιττὸν μόνον ζητεῖς, ἀλλὰ καὶ ἐπισκοτοῦν τῇ τῆς δυνάμεώς μου δόξῃ πρᾶγμα. Τὸ γὰρ, Ἀρκεῖ σοι, τοῦτο δηλοῦντός ἐστιν, ὡς οὐκ ὀφείλοντος προστεθῆναι ἑτέρου τινὸς, ἀλλ' ὡς τοῦ παντὸς ἀπηρτισμένου. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ κεφαλαλγίαν φησίν. Οὐ γὰρ δὴ νοσοῦντες ἐκήρυττον (οὐ γὰρ ἠδύναντο κηρύττειν ἀσθενοῦντες), ἀλλ' ὅτι ἐλαυνόμενοι, διωκόμενοι, πάντων περιεγένοντο. Ἐπειδὴ οὖν ταῦτα ἤκουσα, φησὶν, ἥδιστα οὖν καυχήσομαι ἐν ἀσθενείαις μου. Ἵνα γὰρ μὴ καταπέσωσιν, ἐκείνων τῶν ψευδαποστόλων ἐπὶ τοῖς ἐναντίοις καυχωμένων, καὶ τούτων ὄντων ἐν διωγμοῖς, δείκνυσιν, ὅτι διὰ τοῦτο λαμπρότερος γίνεται, καὶ οὕτω μᾶλλον ἡ δύναμις τοῦ Θεοῦ διαλάμπει, καὶ καυχήσεως ἄξια τὰ γινόμενα. ∆ιό φησιν, Ἥδιστα οὖν καυχήσομαι. Οὐχὶ λυπούμενος ταῦτα εἶπον ἅπερ ἀπηριθμησάμην, ἢ τοῦτο ὅπερ εἴρηκα νῦν, ὅτι Ἐδόθη μοι σκόλοψ, ἀλλ' ἐγκαλλωπιζόμενος καὶ πλείονα δύναμιν ἐφελκόμενος. ∆ιὸ καὶ ἐπάγει, Ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεται, ὅτι ὅσῳ τὰ τῶν πειρασμῶν ἐπετείνετο, τοσούτῳ τὰ τῆς χάριτος ηὔξετο καὶ ἐπέμενε.
∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις πολλαῖς. Ποίαις, εἰπέ μοι; Ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Εἶδες πῶς αὐτὸ νῦν ἀπεκάλυψε σαφέστατα; Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας. Εἶδες ψυχὴνεὐγνώμονα; Ἐπεθύμει ἀπαλλαγῆναι τῶν δεινῶν· ὅτε δὲ ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ μόνον οὐκ ἠθύμησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐφράνθη. ∆ιὸ ἔλεγεν, Εὐδοκῶ, χαίρω, ἐπιθυμῶ, ὑβρίζεσθαι, διώκεσθαι, τενοχωρεῖσθαι ὑπὲρ Χριστοῦ. Ταῦτα δὲ ἔλεγε, κἀκείνους καταστέλλων, καὶ τούτων ἐπαίρων τὰ φρονήματα, ἵνα μὴ αἰσχύνωνται τοῖς Παύλου παθήμασιν. Ἀρκεῖ γὰρ ἡ ὑπόθεσις πάντων ποιῆσαι λαμπροτέρους. Εἶτα καὶ ἄλλην αἰτίαν τίθησιν· Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. Τί θαυμάζεις, εἰ τοῦ Θεοῦ ἡ δύναμις τότε διαδείκνυται; καὶ ἐγὼ τότε δυνατός εἰμι· τότε γὰρ μάλιστα ἡ χάρις ἐπῄει. Καθὼς γὰρ περισσεύει τὰ παθήματα αὐτοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Ὅπου θλίψις, ἐκεῖ καὶ παράκλησις· ὅπου παράκλησις, ἐκεῖ καὶ χάρις. Ὅτε γοῦν ἐνέπεσεν εἰς τὸ δεσμωτήριον, τότε τὰ θαυμαστὰ ἐποίησεν ἐκεῖνα· ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη. Ὅτε εἰς τὸ δικαστήριον εἰσῆλθε δεδεμένος, τότε καὶ τοῦ δικαστοῦ περιγέγονεν. Οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνέβαινεν· ἐν τοῖς πειρασμοῖς ἤνθουν οἱ δίκαιοι· οὕτως οἱ τρεῖς παῖδες, οὕτως ὁ ∆ανιὴλ, καὶ Μωϋσῆς, καὶ ὁ Ἰωσήφ· πάντες ἐντεῦθεν λαμπροὶ, καὶ μεγάλων κατηξιώθησαν στεφάνων. Τότε γὰρ καὶ ἡ ψυχὴ καθαίρεται, ὅτε διὰ τὸν Θεὸν θλίβεται· τότε μείζονος ἀπολαύει βοηθείας, πλείονος δεομένη συμμαχίας, καὶ πλείονος ἀξία χάριτος. Καὶ πρὸ τοῦ μισθοῦ δὲ τοῦ παρὰ τοῦ Θεοῦ κειμένου, μεγάλα καρποῦται ἀγαθὰ φιλόσοφος γινομένη. Καὶ γὰρ τὸν τῦφον περισπᾷ, καὶ τὴν ῥᾳθυμίαν ἐκκόπτει πᾶσαν ἡ θλῖψις, καὶ πρὸς ὑπομονὴν ἀλείφει· ἐκκαλύπτει τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, καὶ πολλὴν εἰσάγει φιλοσοφίαν. Πάντα γὰρ αὐτῇ παραχωρεῖ τὰ πάθη, βασκανία, ζῆλος, ἐπιθυμία, δυναστεία, χρημάτων ἔρως καὶ σωμάτων, ἀλαζονεία, τῦφος, θυμὸς, ἅπας ὁ λοιπὸς τῶν νοσημάτων τούτων ἐσμός. Καὶ εἰ βούλει ἐπ' αὐτῶν τῶν πραγμάτων ἰδεῖν, καὶ ἄνδρα ἰδίᾳ καὶ δῆμον ὁλόκληρον, δυνήσομαί σοι δεῖξαι, καὶ ἐν θλίψει γενομένους, καὶ ἐν ἀνέσει, καὶ διδάξαι πόσον ἐντεῦθεν τὸ κέρδος, καὶ πόση ἐκεῖθεν ἡ ῥᾳθυμία.
δʹ. Καὶ γὰρ ὁ τῶν Ἑβραίων δῆμος, ὅτε μὲν ἐκακοῦντο καὶ ἠλαύνοντο, ἔστενον καὶ τὸν Θεὸν παρεκάλουν, καὶ πολλὴν ἄνωθεν ἐπεσπῶντο τὴν ῥοπήν· ὅτε δὲ ἐλιπάνθησαν, ἀπεσκίρτησαν. Οἱ Νινευῗται πάλιν, ὅτε μὲν ἀδείας ἀπήλαυον, οὕτω τὸν Θεὸν παρώξυναν, ὡς ὁλόκληρον ἀπειλῆσαι τὴν πόλιν ἐκ βάθρων ἀνασπᾷν· ὅτε δὲ ὑπὸ τοῦ κηρύγματος ἐταπεινώθησαν ἐκείνου, πᾶσαν ἐπεδείξαντο φιλοσοφίαν. Εἰ δὲ καὶ ἄνδρα καθ' ἑαυτὸν ἰδεῖν ἐθέλοις, ἐννόησον τὸν Σολομῶντα. Καὶ γὰρ οὗτος ὅτε μὲν ἦν ἐν φροντίσι καὶ ταραχῇ περὶ τῆς ἀρχῆς τοῦ ἔθνους ἐκείνου βουλευόμενος, τῆς ὄψεως ἠξιώθη ἐκείνης· ὅτε δὲ ἐν τρυφῇ γέγονεν, εἰς αὐτὸ τῆς κακίας τὸ βάραθρον ἐξωλίσθησε. Τί δὲ ὁ τούτου πατήρ; πότε θαυμαστὸς ἦν καὶ παράδοξος; οὐχ ὅτε ἐν πειρασμοῖς ἦν; Ὁ δὲ Ἀβεσσαλὼμ, οὐχ ἕως μὲν ἔφευγεν, ἐσωφρόνει, ἐπειδὴ δὲ ἐπανῆλθε, καὶ τυραννικὸς καὶ πατραλοίας ἐγένετο; Τί δὲ ὁ Ἰώβ; Οὗτος γὰρ λαμπρὸς μὲν ἦν καὶ ἐν ἀνέσει, λαμπρότερος δὲ μετὰ τὴν θλῖψιν ἐφάνη. Καὶ τί δεῖ λέγειν τὰ ἀρχαῖα καὶ παλαιά; ἂν γὰρ τὰ ἡμέτερά τις ἐξετάσῃ τὰ νῦν, ὄψεται ἡλίκον τῆς θλίψεως τὸ κέρδος. Νῦν μὲν γὰρ εἰρήνης ἀπολαύοντες, ἀναπεπτώκαμεν, καὶ διεῤῥύημεν, καὶ μυρίων τὴν Ἐκκλησίαν ἐνεπλήσαμεν κακῶν· ὅτε δὲ ἠλαυνόμεθα, καὶ σωφρονέστεροι καὶ ἐπιεικέστεροι καὶ σπουδαιότεροι καὶ περὶ τοὺς συλλόγους τούτους ἦμεν προθυμότεροι, καὶ περὶ τὴν ἀκρόασιν. Ὅπερ γὰρ τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο, ἡ θλῖψις ταῖς ψυχαῖς, τὸν ῥύπον ἀποσμήχουσα, καθαροὺς ἐργαζομένη, λαμπροὺς κατασκευάζουσα καὶ φαιδρούς. Αὕτη εἰς βασιλείαν εἰσάγει, ἐκείνη δὲ εἰς γέενναν. ∆ιὸ ἡ μὲν ἔστιν εὐρύχωρος, ἡ δὲ στενή. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ὡς μέγα τι καταβάλλων ἡμῖν ἀγαθόν. Εἰ τοίνυν μαθητὴς εἶ, τὴν στενὴν καὶ τεθλιμμένην ὅδευε, μηδὲ δυσχέραινε μηδὲ ἀποδυσπέτει. Κἂν γὰρ οὕτω μὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς. Καὶ γὰρ ὁ βάσκανος, καὶ ὁ χρημάτων ἐρῶν, καὶ ὁ πόρνης περικαιόμενος, καὶ ὁ κενόδοξος, καὶ τῶν ἄλλων ἕκαστος τῶν τὰ πονηρὰ ἐπιόντων πολλὰς ἀθυμίας ὑπομένει καὶ θλίψεις, καὶ τῶν πενθούντων οὐκ ἐλάττω θλίβεται. Εἰ δὲ μὴ δακρύει μηδὲ πενθεῖ, δι' αἰσχύνην καὶ ἀναισθησίαν· ὡς εἴ γε τὴν ψυχὴν αὐτοῦ καταμάθοις, μυρίων ὄψει κυμάτων γέμουσαν. Ὅταν οὖν καὶ τοῦτον καὶ ἐκεῖνον μετιόντας τὸν βίον ἀνάγκη θλίβεσθαι, διὰ τί μὴ τοῦτον αἱρούμεθα τὸν μετὰ θλίψεως μυρίους φέροντα στεφάνους; Καὶ γὰρ τοὺς ἁγίους ἅπαντας οὕτως ἤγαγεν ὁ Θεὸς διὰ θλίψεως καὶ στενοχωρίας, ὁμοῦ μὲν ἐκείνους ὠφελῶν, ὁμοῦ δὲ τοὺς λοιποὺς ἀσφαλιζόμενος, ὥστε μὴ μείζονα τῆς ἀξίας περὶ αὐτῶν δόξαν ἔχειν. Οὕτω γὰρ καὶ εἰδωλολατρεῖαι τὴν ἀρχὴν ἐκράτησαν, τῶν ἀνθρώπων ὑπὲρ τὴν ἀξίαν θαυμαζομένων· οὕτως Ἀλέξανδρον τρισκαιδέκατον ἐνόμισεν εἶναι θεὸν ἡ σύγκλητος Ῥωμαίων. Καὶ γὰρ αὕτη ταύτην εἶχε τὴν ἀξίαν χειροτονεῖν καὶ ἐγκρίνειν θεούς. Ὅτε γοῦν τὰ κατὰ Χριστὸν ἀπηγγέλη πάντα, ἔπεμψεν ὁ τοῦ ἔθνους ἄρχων πυνθανόμενος, εἰ δοκεῖ αὐτοῖς καὶ αὐτὸν χειροτονῆσαι θεόν. Οἱ δὲ οὐκ ἐπένευσαν, ὀργιζόμενοι καὶ ἀγανακτοῦντες, ὅτι πρὸ τῆς αὐτῶν ψήφου καὶ γνώμης, ἡ δύναμις τοῦ σταυρωθέντος ἐκλάμψασα, εἰς τὸ οἰκεῖον ἐπεσπάσατο σέβας τὴν οἰκουμένην ἅπασαν. Τοῦτο δὲ ᾠκονομεῖτο καὶ ἀκόντων αὐτῶν, ὥστε μὴ ἐξ ἀνθρωπίνης ψήφου τὴν θεότητα ἀνακηρυχθῆναι τοῦ Χριστοῦ, μηδὲ ἕνα τῶν πολλῶν αὐτὸν εἶναι νομισθῆναι τῶν ὑπ' ἐκείνων χειροτονηθέντων. Καὶ γὰρ καὶ πύκτας θεοὺς ἐνόμισαν, καὶ τὰ παιδικὰ τὰ Ἀδριανοῦ· ὅθεν καὶ ἡ πόλις Ἀντίνοος λέγεται. Ἐπειδὴ γὰρ θάνατος καταμαρτυρεῖ τῆς θνητῆς φύσεως, ἐφεῦρεν ὁ διάβολος ἑτέραν ὁδὸν, τὴν τῆς ψυχῆς ἀθανασίαν, ᾗ τὴν ὑπερβάλλουσαν κολακείαν ἀναμίξας, εἰς ἀσέβειαν πολλοὺς ἐξήγαγε. Καὶ θέα κακουργίαν· ὅταν μὲν ἡμεῖς εἰς δέον αὐτὴν παράγωμεν, ἀνατρέπει τὸν λόγον· ὅταν δὲ εἰς βλάβην αὐτὸς κατασκευάζειν βούληται, μετὰ πολλῆς αὐτὴν ἵστησι τῆς σπουδῆς. Κἂν εἴπῃ τις, Πόθεν θεὸς Ἀλέξανδρος; οὐχὶ τέθνηκε, καὶ ἀθλίως; Ἀλλ' ἀθάνατος ἡ ψυχὴ, φησί. Νῦν ὑπὲρ ἀθανασίας ποιῇ τὸν λόγον, καὶ φιλοσοφεῖς, ἵνα ἀποστήσῃς τοῦ ἐπὶ πάντων Θεοῦ· ὅταν δὲ ἡμεῖς λέγωμεν τοῦτο μέγιστον τοῦ Θεοῦ τὸ δῶρον, τοὺς ταπεινοὺς καὶ χαμαιπετεῖς, καὶ τῶν ἀλόγων οὐδὲν ἄμεινον διακειμένους, ὡς ἠπατημένους πείθεις. Κἂν εἴπωμεν, ὅτι ὁ ἐσταυρωμένος ζῇ, γέλως εὐθέως, καίτοι τῆς οἰκουμένης βοώσης ἁπάσης, καὶ πάλαι καὶ νῦν· τότε μὲν ἀπὸ τῶν σημείων, νῦν δὲ ἀπὸ τῶν ἐπιστρεψάντων· οὐ γὰρ δὴ νεκροῦ ταῦτα τὰ κατορθώματα. Ἂν δὲ εἴπῃ τις, ὅτι Ἀλέξανδρος ζῇ, πιστεύεις, καίτοι γε οὐδὲν ἔχων σημεῖον εἰπεῖν. Ναὶ, φησί· πολλὰ γὰρ καὶ μεγάλα κατώρθωσε ζῶν· καὶ γὰρ καὶ ἔθνη καὶ πόλεις ὑπέταξε, καὶ πολέμους πολλοὺς καὶ μάχας ἐνίκησε, καὶ τρόπαια ἔστησεν.
εʹ. Ἐὰν οὖν ἐγὼ δείξω, ὅπερ ἐκεῖνος ζῶν οὐκ ἐνενόησεν, οὐκ αὐτὸς, οὐκ ἄλλος τις τῶν ποτε γενομένων ἀνθρώπων, ποίαν ἑτέραν ζητεῖς ἀναστάσεως ἀπόδειξιν; Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν· τὸ δὲ μετὰ σταυρὸν καὶ τάφον τοσαῦτα ἐργάσασθαι πανταχοῦ γῆς καὶ θαλάττης, τοῦτό ἐστι τὸ μάλιστα πολλῆς ἐκπλήξεως γέμον, καὶ τὴν θείαν καὶ ἀπόῤῥητον ἀνακηρῦττον δύναμιν. Καὶ ὁ μὲν Ἀλέξανδρος μετὰ τὴν τελευτὴν αὐτοῦ, διασπασθεῖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τέλεον ἀφανισθεῖσαν οὐκ ἐπανήγαγε· πῶς δὲ ἔμελλεν ὁ νεκρός; ὁ δὲ Χριστὸς τότε αὐτὴν μάλιστα ἔστησεν, ὅτε ἐτελεύτησε. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ, ὅπου γε καὶ τοῖς μαθηταῖς αὐτοῦ, μετὰ τὸ τελευτῆσαι, λάμψαι ἔδωκε; Ποῦ γὰρ, εἰπέ μοι, τὸ σῆμα Ἀλεξάνδρου; δεῖξόν μοι, καὶ εἰπὲ τὴν ἡμέραν καθ' ἣν ἐτελεύτησε. Τῶν δὲ δούλων τοῦ Χριστοῦ καὶ τὰ σήματα λαμπρὰ, τὴν βασιλικωτάτην καταλαβόντα πόλιν, καὶ αἱ ἡμέραι καταφανεῖς, ἑορτὴν τῇ οἰκουμένῃ ποιοῦσαι. Καὶ τὸ μὲν ἐκείνου καὶ οἱ οἰκεῖοι ἀγνοοῦσι, τὸ δὲ τούτου καὶ οἱ βάρβαροι ἐπίστανται. Καὶ οἱ τάφοι τῶν δούλων τοῦ σταυρωθέντος λαμπρότεροι τῶν βασιλικῶν εἰσιν αὐλῶν, οὐ τῷ μεγέθει καὶ τῷ κάλλει τῶν οἰκοδομημάτων μόνον· καὶ τούτῳ μὲν γὰρ κρατοῦσιν· ἀλλ', ὃ πολλῷ πλέον ἐστὶ, τῇ σπουδῇ τῶν συνιόντων. Καὶ γὰρ αὐτὸς ὁ τὴν ἁλουργίδα περικείμενος ἀπέρχεται τὰ σήματα ἐκεῖνα περιπτυξόμενος, καὶ τὸν τῦφον ἀποθέμενος ἕστηκε δεόμενος τῶν ἁγίων, ὥστε αὐτοῦ προστῆναι παρὰ τῷ Θεῷ, καὶ τοῦ σκηνοποιοῦ καὶ τοῦ ἁλιέως προστατῶν καὶ τετελευτηκότων δεῖται ὁ τὸ διάδημα ἔχων. Τολμήσεις οὖν, εἰπέ μοι, τὸν τούτων ∆εσπότην νεκρὸν εἰπεῖν, οὗ οἱ οἰκέται καὶ τετελευτηκότες, προστάται τῶν τῆς οἰκουμένης βασιλέων εἰσί; Καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ ἴδοι τις ἂν γινόμενον μόνον, ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ τοῖς προθύροις κατάθοιτο τοῦ ἁλιέως· καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις,
τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι. Καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὔλειον αὐτοῖς ἀφορισθῆναι θύραν, ἀπὸ τῶν ἐνταῦθα καὶ τοῖς ἀπίστοις ἐπιδεικνύντες, ὅτι πλείων ἐν τῇ ἀναστάσει ἡ ὑπεροχὴ ἔσται τοῖς ἁλιεῦσιν. Εἰ γὰρ ἐνταῦθα οὕτως ἐν τοῖς τάφοις, πολλῷ μᾶλλον ἐν τῇ ἀναστάσει. Καὶ ἀντήλλακται ἡ τάξις· οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται, μᾶλλον δὲ καὶ λαμπροτέραν. Καὶ ὅτι οὐ κολακεία τὸ πρᾶγμα, αὕτη δείκνυσιν ἡ ἀλήθεια· ἀπὸ γὰρ ἐκείνων καὶ οὗτοι λαμπρότεροι γεγόνασι. Πολὺ γὰρ τῶν ἄλλων τάφων τῶν βασιλικῶν τὰ σήματα ταῦτα σεμνότερα· ἐκεῖ μὲν γὰρ πολλὴ ἡ ἐρημία, ἐνταῦθα δὲ πολλὴ ἡ πανήγυρις. Εἰ δὲ βούλει καὶ ταῖς βασιλικαῖς παραβαλεῖν αὐλαῖς τοὺς τάφους τούτους, πάλιν ἐνταῦθα τὰ νικητήρια. Ἐκεῖ μὲν γὰρ πολλοὶ οἱ σοβοῦντες, ἐνταῦθα δὲ πολλοὶ οἱ καλοῦντες καὶ ἐπισπώμενοι πλουσίους, πένητας, ἄνδρας, γυναῖκας, δούλους, ἐλευθέρους· ἐκεῖ πολὺς ὁ φόβος, ἐνταῦθα ἄφατος ἡ ἡδονή. Ἀλλὰ γλυκὺ θέαμα χρυσοφοροῦντα βασιλέα καὶ ἐστεφανωμένον ἰδεῖν, καὶ παρεστῶτας στρατηγοὺς, ἄρχοντας, ταξιάρχους, φυλάρχους, ὑπάρχους. Ἀλλὰ τὰ ἐνταῦθα τοσούτῳ σεμνότερα καὶ φρικωδέστερα, ὡς ἐκεῖνα σκηνὴν εἶναι καὶ παιδιὰν νομίσαι πρὸς ταῦτα. Ἅμα γὰρ ἐπέβης τῶν οὐδῶν, καὶ πρὸς τὸν οὐρανὸν ὁ τόπος τὴν διάνοιαν παρέπεμψε, πρὸς τὸν ἄνω βασιλέα, πρὸς τὸ στρατόπεδον τὸ τῶν ἀγγέλων, πρὸς τὸν θρόνον τὸν ὑψηλὸν, πρὸς τὴν δόξαν τὴν ἀπρόσιτον. Καὶ ἐνταῦθα μὲν ὑπέταξεν ἄρχοντι τῶν ὑποκειμένων τὸν μὲν λῦσαι, τὸν δὲ δῆσαι· τὰ δὲ ὀστᾶ τῶν ἁγίων οὐ ταύτην ἔχει τὴν ἐξουσίαν τὴν οἰκτρὰν καὶ ταπεινὴν, ἀλλ' ἐκείνην τὴν πολλῷ μείζονα. ∆αίμονας γὰρ παρίστησι καὶ βασανίζει, καὶ τῶν δεσμῶν ἐκείνων τῶν πικροτάτων ἀπολύει τοὺς δεδεμένους. Τί φοβερώτερον τοῦ δικαστηρίου τούτου; Οὐδενὸς ὁρωμένου, οὐδενὸς ἐπικειμένου ταῖς πλευραῖς τοῦ δαίμονος, φωναὶ καὶ σπαραγμοὶ, μάστιγες, βάσανοι, γλῶσσαι ἐμπιπράμεναι, τοῦ δαίμονος οὐ φέροντος τὴν θαυμαστὴν δύναμιν ἐκείνην. Καὶ οἱ τὰ σώματα φορέσαντες, τῶν ἀσωμάτων κρατοῦσι δυνάμεων· ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις. ∆ιὰ δὴ τοῦτο ὑπὲρ μὲν τοῦ βασιλικὰς ἰδεῖν αὐλὰς οὐδεὶς ἄν ποτε ἀποδημήσειε· βασιλεῖς δὲ πολλοὶ πολλάκις ἀποδεδημήκασι ταύτης ἕνεκεν τῆς θεωρίας. Τῆς γὰρ μελλούσης κρίσεως ἴχνη καὶ σύμβολα τὰ μαρτύρια τῶν ἁγίων παρέχεται, δαιμόνων μαστιζομένων, ἀνθρώπων κολαζομένων καὶ ἐλευθερουμένων. Εἶδες τῶν ἁγίων τὴν δύναμιν καὶ τετελευτηκότων; εἶδες τῶν ἁμαρτωλῶν τὴν ἀσθένειαν καὶ ζώντων; Φύγε τοίνυν τὴν κακίαν, ἵνα κρατῇς τῶν τοιούτων, καὶ δίωκε μετὰ σπουδῆς ἁπάσης τὴν ἀρετήν. Εἰ γὰρ τὰ ἐνταῦθα τοιαῦτα, ἐννόησον ἡλίκα τὰ μέλλοντα. Καὶ τῷ ἔρωτι τούτῳ διηνεκῶς κατεχόμενος, ἐπιλαμβάνου τῆς αἰωνίου ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΖʹ.Γέγονα ἄφρων καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι.
αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν οἰκείων ἐγκωμίων λόγον, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ ἀπολογεῖται πάλιν, καὶ συγγνώμην ὑπὲρ τῶν εἰρημένων αἰτεῖ, ἀνάγκης εἶναι λέγων τὸ πρᾶγμα, οὐ προαιρέσεως. Ἀλλ' ὅμως καὶ ἀνάγκης οὔσης, ἄφρονα ἑαυτὸν
καλεῖ. Ἀρχόμενος μὲν οὖν ἔλεγεν, Ὡς ἄφρονα δέξασθέ με, καὶ, Ὡς ἐν ἀφροσύνῃ· νυνὶ δὲ τὸ, ὡς, ἀνελὼν, ἄφρονα ἑαυτὸν καλεῖ. Μετὰ γὰρ τὸ κατασκευάσαι διὰ τῶν εἰρημένων ἅπερ ἤθελε, θαῤῥῶν λοιπὸν καὶ ἀφειδῶς ἐπιλαμβάνεται τοῦ τοιούτου ἐλαττώματος, παιδεύων ἅπαντας μηδέποτε ἀνάγκης οὐκ οὔσης, ἑαυτόν τινα ἐγκωμιάζειν, ὅπου γε καὶ αἰτίας ὑποκειμένης, ἄφρονα ἑαυτὸν ὁ Παῦλος ὠνόμασεν. Εἶτα καὶ τὴν αἰτίαν τῶν εἰρημένων οὐκ ἐπὶ τοὺς ψευδαποστόλους, ἀλλ' ἐπὶ τοὺς μαθητὰς ἅπασαν περιτρέπει. Ὑμεῖς γὰρ, φησὶν, ἠναγκάσατε. Εἰ μὲν γὰρ ἐκαυχῶντο, καὶ μὴ μετὰ τῆς ὑμετέρας τοῦτο ἐποίουν πλάνης, μηδὲ ὑμᾶς ἀπώλλυον, οὐκ ἂν οὕτω προήχθην εἰς τούτους ἐμαυτὸν καθεῖναι τοὺς λόγους· ἐπειδὴ δὲ ὁλόκληρον Ἐκκλησίαν διέφθειρον, πρὸς τὸ συμφέρον ὑμῖν ὁρῶν, ἠναγκάσθην ἄφρων γενέσθαι. Καὶ οὐκ εἶπεν· Ἔδεισα γὰρ μὴ τὰ πρωτεῖα παρ' ὑμῖν ἐνεγκάμενοι, τὰ παρ' ἑαυτῶν κατασπείρωσιν· ἀλλὰ τοῦτο μὲν οὖν ἀνωτέρω τέθεικεν εἰπὼν, Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐθεντικώτερον, καὶ μετὰ πλείονος ἐξουσίας, ἔχων ἐκ τῶν εἰρημένων τὴν παῤῥησίαν. Ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμῶν συνίστασθαι. Εἶτα καὶ τὴν αἰτίαν τίθησι· καὶ οὐ λέγει πάλιν τὰς ἀποκαλύψεις, οὐδὲ τὰ σημεῖα μόνον, ἀλλὰ καὶ τοὺς πειρασμούς. Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων. Ὅρα πῶς πάλιν καὶ ἐνταῦθα ἐξουσιαστικώτερον φθέγγεται. Ἔμπροσθεν μὲν γὰρ ἔλεγε· Λογίζομαι μηδὲν ὑστερηκέναι· ἐνταῦθα δὲ ἀποφαντικῶς οὕτως, ὅπερ εἶπον, μετὰ τὰς ἀποδείξεις, θαῤῥῶν φθέγγεται λοιπόν· οὐ μὴν δὲ οὕτως ἀφίσταται τοῦ μέτρου, οὐδὲ τοῦ οἰκείου ἤθους. Ὥσπερ γὰρ μέγα τι εἰρηκὼς καὶ τὴν ἀξίαν ὑπερβαῖνον τὴν ἑαυτοῦ, ὅτι μετὰ τῶν ἀποστόλων ἑαυτὸν ἠρίθμησεν, οὕτω μετριάζει πάλιν, καὶ ἐπάγει λέγων· Εἰ καὶ οὐδέν εἰμι, τὰ σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν. Μὴ τοῦτο ἴδῃς, φησὶν, εἰ εὐτελὴς ἐγὼ καὶ μικρὸς, ἀλλ' εἰ μὴ τούτων ἀπήλαυσας, ὧν παρ' ἀποστόλου ἀπολαῦσαι ἐχρῆν. Καὶ οὐκ εἶπεν, εὐτελὴς, ἀλλ', ὃ κατώτερον ἦν, Οὐδέν. Τί γὰρ ὄφελος μέγαν εἶναι, καὶ μηδένα ὠφελεῖν; ὥσπερ οὖν οὐδὲ ἰατροῦ κέρδος ἐμπείρου, μηδένα τῶν καμνόντων ἰωμένου. Μὴ τοίνυν, φησὶ, τοῦτο ἐξέταζε, ὅτι οὐδὲν ἐγὼ, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι ἐν οἷς ὑμᾶς εὖ παθεῖν ἔδει, οὐδὲν ὑστέρησα, ἀλλ' ἐγὼ τὴν πεῖραν ἔδωκα τῆς ἐμῆς ἀποστολῆς. Οὐ τοίνυν ἔδει λόγων τῶν παρ' ἐμοῦ. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦ συνίστασθαι χρῄζων· πῶς γὰρ, ὁ καὶ τὸν οὐρανὸν μικρὸν ἡγούμενος πρὸς τὸν τοῦ Χριστοῦ πόθον; ἀλλὰ τῆς σωτηρίας τῆς ἐκείνων ἐφιέμενος. Εἶτα ἵνα μὴ λέγωσι, Καὶ τί πρὸς ἡμᾶς, εἰ καὶ μηδὲν ὑστέρησας τῶν ὑπερλίαν ἀποστόλων; διὰ τοῦτο ἐπήγαγεν, ὅτι Ἐν ὑμῖν κατειργάσθη τὰ σημεῖα τοῦ ἀποστόλου, ἐν πάσῃ ὑπομονῇ καὶ σημείοις καὶ τέρασι. Βαβαὶ πηλίκον πέλαγος κατορθωμάτων ἐν ὀλίγοις ῥήμασι παρέδραμε. Καὶ θέα ποῖον πρῶτον τίθησι· τὴν ὑπομονήν. Τοῦτο γὰρ ἀποστόλου δεῖγμα, τὸ φέρειν πάντα γενναίως. Τοῦτο μὲν γὰρ ἐν βραχεῖ, διὰ μικρᾶς λέξεως· τὸ δὲ τῶν σημείων, ἅπερ οὐκ ἦν αὐτοῦ κατορθώματα, διὰ πλειόνων. Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς· διὰ τῶν σημείων πάλιν, πόσους νεκροὺς ἐγερθέντας, πόσους τυφλοὺς θεραπευθέντας, πόσους λεπροὺς καθαρισθέντας, πόσους δαίμονας ἐλαθέντας. Ταῦτα ἀκούοντες, μανθάνωμεν, εἰ εἰς ἀνάγκην ἐμπέσωμεν τοιούτων διηγημάτων, συντέμνειν ἡμῶν τὰ κατορθώματα· ὃ καὶ αὐτὸς ἐποίησεν. βʹ. Εἶτα ἵνα μὴ λέγωσί τινες, Εἰ γὰρ καὶ μέγας, καὶ πολλὰ εἰργάσω, ἀλλ' οὐ τοσαῦτα, ὅσα ἐν ταῖς λοιπαῖς Ἐκκλησίαις οἱ ἀπόστολοι, ἐπήγαγε· Τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; Οὐκ ἐλάττονος, φησὶ, μετέσχετε χάριτος τῶν λοιπῶν. Ἀλλ' ἴσως εἴποι τις ἂν, Τί δήποτε πρὸς τοὺς ἀποστόλους τρέπει τὸν λόγον, τὴν πρὸς τοὺς ψευδαποστόλους μάχην ἀφείς; Ἐκ περιουσίας ἀναστῆσαι βουλόμενος αὐτῶν τὰ φρονήματα, καὶ δεῖξαι, ὅτι οὐ μόνον ἐκείνων βελτίων, ἀλλ' οὐδὲ τῶν μεγάλων ἀποστόλων ἐλάττων. ∆ιά τοι τοῦτο, ὅταν μὲν περὶ ἐκείνων διαλέγηται, φησὶν, Ὑπὲρ ἐγώ· ὅταν δὲ πρὸς τοὺς ἀποστόλους ἑαυτὸν παραβάλλῃ, ἀγαπητὸν εἶναί φησι τὸ μὴ ὑστερηκέναι, καίτοι γε πλεῖον αὐτῶν κοπιάσας. ∆είκνυσι δὲ ἐντεῦθεν, ὅτι κἀκείνους ὑβρίζουσιν, ὅταν τὸν ἴσον αὐτῶν ἐν δευτέρῳ τούτων ἔχωσιν. Εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν. Μετὰ πολλῆς πάλιν βαρύτητος ἔθηκε τὴν ἐπιτίμησιν. Καὶ τὸ ἑξῆς φορτικώτερον· Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἀλλ' ὅμως ἡ βαρύτης καὶ ἀγάπης ῥήματα, καὶ ἐγκώμιον ἐκείνων ἔχει· εἴ γε ἀδικίαν οἰκείαν εἶναι νομίζουσι τὸ μὴ καταδέξασθαι τὸν ἀπόστολον λαβεῖν τι παρ' αὐτῶν, μηδὲ θαῤῥῆσαι τραφῆναι ἔνθεν. Εἰ τοῦτο, φησὶν, ἐγκαλεῖτε (οὐκ εἶπεν, ὅτι Κακῶς ἐγκαλεῖτε, ἀλλὰ μετὰ πολλῆς τῆς γλυκύτητος), συγγνώμην αἰτῶ, χαρίσασθέ μοι τουτὶ τὸ ἁμάρτημα. Καὶ θέα τὴν σύνεσιν· ἐπειδὴ γὰρ συνεχῶς τοῦτο στρεφόμενον ὄνειδος αὐτοῖς ἔφερε, συνεχῶς αὐτὸ παραμυθεῖται. Ἀνωτέρω μὲν γὰρ λέγων, ὅτι Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου οὐ φραγήσεται αὕτη, εἶπε πάλιν, ὅτι Οὐκ ἀγαπῶ ὑμᾶς; οἶδεν ὁ Θεός· ἀλλ' ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμὴν, καὶ ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ ἐν τῇ προτέρᾳ· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐνταῦθα, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Πανταχοῦ γὰρ φεύγει τὸ δεῖξαι, ὅτι διὰ τὴν ἀσθένειαν αὐτῶν οὐ λαμβάνει· διὸ καὶ ἐνταῦθα οὕτω φησίν· εἰ τοῦτο πλημμέλημα εἶναι ἡγεῖσθε, συγγνώμην αἰτῶ. Ταῦτα δὲ ἔλεγε, καὶ πλήττων καὶ θεραπεύων. Μὴ γὰρ δὴ τοῦτο εἴπῃς· Εἰ πλῆξαι θέλεις, τί ἀπολογῇ; εἰ θεραπεύειν, τί πλήττεις; Τοῦτο γὰρ συνέσεώς ἐστι, καὶ κατατέμνειν καὶ ἐπιδεσμεῖν τὸ ἕλκος. Εἶτα, ἵνα μὴ δόξῃ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, συνεχῶς αὐτὸ στρέφειν ὑπὲρ τοῦ λαβεῖν, θεραπεύει μὲν αὐτὸ καὶ ἐν τῇ προτέρᾳ λέγων, Οὐκ ἔγραψα δὲ, ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· γλυκύτερον δὲ ἐνταῦθα καὶ προσηνέστερον. Πῶς καὶ τίνι τρόπῳ; Ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· οὐκ ἐπειδὴ μὴ λαμβάνω, διὰ τοῦτο οὐ παραγίνομαι, ἀλλὰ καὶ δεύτερον παρεγενόμην, καὶ τρίτον τοῦτο παρεσκεύασμαι ἐλθεῖν, καὶ οὐ καταναρκήσω ὑμῶν. Καὶ ἡ αἰτία σεμνή. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ μικρολόγοι, ἐπειδὴ πλήττεσθε, ἐπειδὴ ἀσθενεῖτε· ἀλλὰ τί; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Μείζονα ἐπιζητῶ, ψυχὰς ἀντὶ χρημάτων, σωτηρίαν ἀντὶ χρυσίου. Εἶτα ἐπειδὴ ὑποψίαν εἶχεν ἔτι τὸ πρᾶγμα, ὡς ἀλγοῦντος αὐτοῦ πρὸς αὐτοὺς, διὰ τοῦτο καὶ λογισμὸν τίθησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡμᾶς ἔχειν καὶ τὰ ἡμῶν; ἐπάγει μετὰ πολλῆς τῆς χάριτος τὴν ἀπολογίαν λέγων· Οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ' οἱ γονεῖς τοῖς τέκνοις· ἀντὶ τῶν διδασκάλων καὶ τῶν μαθητῶν τοὺς γονέας καὶ τὰ τέκνα τιθεὶς, καὶ δείξας ὅτι ὀφειλῆς πρᾶγμα ποιεῖ, ὅπερ οὐκ ἦν ὀφειλῆς. Οὐ γὰρ οὕτω προσέταξεν ὁ Χριστὸς, ἀλλ' ἐκείνων φειδόμενος, ταῦτα λέγει· διὸ καὶ πλέον τι προστίθησιν. Οὐ γὰρ εἶπε μόνον, ὅτι οὐκ ὀφείλει τὰ τέκνα θησαυρίζειν, ἀλλ' ὅτι καὶ ὀφείλουσιν οἱ γονεῖς τοῦτο ποιεῖν. Οὐκοῦν ἐπειδὴ δοῦναι δεῖ, Ἐγὼ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Τοὺς μὲν γὰρ γονέας θησαυρίζειν ἐκέλευσε τοῖς τέκνοις ὁ νόμος τῆς φύσεως· ἐγὼ δὲ οὐ τοῦτο ποιῶ μόνον, ἀλλὰ καὶ ἐμαυτὸν προσδίδωμι· καὶ αὕτη ἡ ὑπερβολὴ, τὸ μὴ μόνον μὴ λαμβάνειν, ἀλλὰ καὶ προσδιδόναι, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐκ τοῦ ὑστερήματος· τὸ γὰρ Ἐκδαπανηθήσομαι, τοῦτό ἐστιν αἰνιττομένου. Κἂν γὰρ αὐτὴν δέῃ τὴν σάρκα ἀναλῶσαι, οὐ φείδομαι διὰ τὴν σωτηρίαν ὑμῶν. Καὶ τὸ ἐπαγόμενον μετ' ἐγκλήματος ὁμοῦ καὶ ἀγάπης· Εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ ταῦτα ποιῶ, φησὶν, ὑπὲρ τῶν φιλουμένων, καὶ οὐ φιλούντων ὁμοίως. Σκόπει τοίνυν
λοιπὸν πόσους ἔχει τὸ πρᾶγμα βαθμούς. Ἔδει λαμβάνειν, αὐτὸς δὲ οὐκ ἐλάμβανεν· ἰδοὺ πρῶτον κατόρθωμα. Καὶ ὑστερούμενος, δεύτερον· καὶ αὐτοῖς κηρύττων, τρίτον· καὶ προσδίδωσι, τέταρτον· καὶ οὐχ ἁπλῶς προσδίδωσιν, ἀλλὰ καὶ μετὰ ἐπιτάσεως, πέμπτον· καὶ οὐ χρήματα μόνον, ἀλλὰ καὶ ἑαυτὸν, ἕκτον· καὶ ὑπὲρ τῶν μὴ σφόδρα φιλούντων αὐτὸν, ἕβδομον· καὶ ὑπὲρ τῶν σφόδρα φιλουμένων, ὄγδοον.
γʹ. Τοῦτον δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Μέγα μὲν γὰρ ἔγκλημα [καὶ τὸ φθονεῖν], καὶ τὸ μὴ φιλεῖν· μεῖζον δὲ γίνεται, ὅταν καὶ φιλούμενός τις μὴ φιλῇ. Εἰ γὰρ ὁ τὸν φιλοῦντα φιλῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ μὴ τοῦτο ἔχων, καὶ τῶν θηρίων ἐλάττων ἂν εἴη. Τί λέγεις, ἄνθρωπε; οὐ φιλεῖς τὸν φιλοῦντα; καὶ τίνος ἕνεκεν ζῇς; ποῦ δὲ χρήσιμος ἔση λοιπόν; ἐν ποίοις πράγμασιν; ἐν πολιτικοῖς; ἐν ἰδιωτικοῖς; Οὐδαμῶς· οὐδὲν γὰρ ἀχρηστότερον ἀν δρὸς οὐκ εἰδότος φιλεῖν. Τοῦτον καὶ λῃσταὶ πολλάκις τὸν νόμον ᾐδέσθησαν καὶ ἀνδροφόνοι καὶ τοιχωρύχοι, καὶ ἁλῶν κοινωνήσαντες μόνον, μετετάξαντο, τῇ τραπέζῃ τὸν τρόπον μεταβαλόντες· σὺ δὲ οὐχὶ ἁλῶν μόνον, ἀλλὰ καὶ ῥημάτων καὶ πραγμάτων κοινωνῶν, καὶ εἰσόδων καὶ ἐξόδων, οὐ φιλεῖς; Ἀλλ' οἱ μὲν αἰσχρῶς ἐρῶντες, καὶ ὁλοκλήρους δαπανῶσιν οὐσίας εἰς τὰς πορνευομένας γυναῖκας· σὺ δὲ σεμνὸν ἔχων ἔρωτα, οὕτως εἶ ψυχρὸς καὶ ἀσθενὴς καὶ ἄνανδρος, ὡς μηδὲ χωρὶς δαπάνης καταδέχεσθαι φιλεῖν; Καὶ τίς, φησὶν, οὕτως ἔσται ἄθλιος, τίς δὲ οὕτω θηρίον, ὡς τὸν φιλοῦντα ἀποστρέφεσθαι καὶ μισεῖν; Σὺ μὲν καλῶς ποιεῖς ἀπιστῶν διὰ τὴν τοῦ πράγματος ἀτοπίαν· ἐγὼ δὲ ἂν δείξω πολλοὺς ὄντας τοιούτους, πῶς οἴσομεν λοιπὸν τὴν αἰσχύνην; Ὅταν γὰρ κακῶς ἀγορεύῃς τὸν φιλούμενον, ὅταν ἀκούων κακῶς ἑτέρου λέγοντος μὴ ἀμύνῃς, ὅταν εὐδοκιμοῦντα φθονῇς, ποία αὕτη ἀγάπη; Καίτοι γε φιλίαν οὐδὲ τοῦτο ἀρκεῖ δεῖξαι, τὸ μὴ φθονεῖν, ὥσπερ οὖν οὐδὲ τὸ μὴ ἐχθραίνειν, οὐδὲ τὸ μὴ πολεμεῖν, ἀλλὰ καὶ συγκροτεῖν καὶ αὔξειν τὸν φιλοῦντα· ὅταν δὲ πάντα ποιῇ καὶ λέγῃ, ὥστε καὶ καθελεῖν τὸν πλησίον, τί ταύτης ἀθλιώτερον τῆς ψυχῆς; Χθὲς καὶ πρώην φίλος, καὶ λόγων ἐκοινώνεις καὶ τραπέζης· εἶτα ἀθρόον, ἐπειδὴ εὐδοκιμοῦντα εἶδες τὸ μέλος τὸ σὸν, ῥίψας τὸ τῆς φιλίας προσωπεῖον, τὸ τῆς ἔχθρας ὑπέδυς, μᾶλλον δὲ τὸ τῆς μανίας. Μανία γὰρ περιφανὴς, τοῖς τῶν πλησίον δάκνεσθαι καλοῖς· τοῦτο γὰρ μαινομένων ἐστὶ, καὶ λυττώντων κυνῶν. Κατὰ γὰρ ἐκείνους εἰς τὰς ἁπάντων πηδῶσιν ὄψεις καὶ οὗτοι, τῇ βασκανίᾳ παροξυνόμενοι. Βέλτιον ὄφιν ἔχειν τοῖς σπλάγχνοις ἐγκαλινδούμενον, ἢ βασκανίαν ἔνδον συρομένην. Ἐκεῖνον γὰρ καὶ ἐμέσαι πολλάκις ἔνι διὰ φαρμάκων, καὶ διὰ τροφῆς παραμυθήσασθαι· ὁ δὲ φθόνος οὐκ ἐν σπλάγχνοις καλινδεῖται, ἀλλὰ τῷ κόλπῳ στρέφεται τῆς ψυχῆς, καὶ δυσεξάλειπτόν ἐστι πάθος. Καὶ ὁ μὲν ὄφις ἔνδον ὢν, οὐκ ἂν ἅψαιτο σωμάτων ἀνθρωπίνων, τροφῆς παρακειμένης· ὁ δὲ φθόνος, κἂν μυρίαν παραθῇς αὐτῷ τράπεζαν, αὐτὴν κατεσθίει τὴν ψυχὴν, δάκνων πάντοθεν, σπαράττων, ἕλκων· καὶ οὐκ ἔστιν αὐτῷ τινα παραμυθίαν εὑρεῖν, δι' ἧς ἀποστήσεται τῆς μανίας, ἀλλ' ἢ μίαν μόνον, τὴν τοῦ εὐημεροῦντος δυσπραγίαν· οὕτως ἀνίεται, μᾶλλον δὲ, οὐδὲ οὕτω. Κἂν γὰρ οὗτος πάθῃ κακῶς, ἕτερον ὁρῶν εὐημεροῦντα, ταῖς αὐταῖς ὀδύναις ἐνέχεται· καὶ πανταχοῦ τραύματα, καὶ πανταχοῦ πληγαί. Οὐδὲ γὰρ ἔστι στρεφόμενον ἐπὶ γῆς μὴ ὁρᾷν εὐδοκιμοῦντας. Καὶ τοσαύτη τοῦ νοσήματος ἡ ὑπερβολὴ, ὅτι κἂν οἴκοι τις αὐτὸν κατακλείσῃ, τοῖς παλαιοῖς ἀνδράσι φθονεῖ τοῖς τετελευτηκόσι. Καὶ τὸ μὲν βιωτικοὺς ἀνθρώπους ταῦτα πάσχειν, χαλεπὸν μὲν, πλὴν οὐχ οὕτω δεινόν· τὸ δὲ καὶ τοὺς τῶν ἐν μέσῳ θορύβων ἀπηλλαγμένους ἔχεσθαι τοῦ νοσήματος τούτου αὐτὸ τοῦτο πάντων χαλεπώτερον. Καὶ ἠβουλόμην μὲν σιγᾷν· ἀλλ' εἰ μὲν ἡ σιγὴ καὶ τὴν ἀπὸ τῶν πραγμάτων αἰσχύνην ἀφῄρει, κέρδος ἦν τὸ μηδὲν εἰπεῖν· εἰ δὲ κἂν ἐγὼ σιωπήσω, τὰ πράγματα βοήσεται σφοδρότερον τῆς ἐμῆς γλώττης, βλάβη μὲν οὐδεμία ἀπὸ τῶν ἐμῶν ἔσται ῥημάτων, ὡς ἐκπομπευομένων ἡμῖν τῶν κακῶν, κέρδος δὲ ἴσως καὶ ὠφέλειά τις. Τουτὶ γὰρ τὸ νόσημα καὶ τῆς Ἐκκλησίας ἥψατο, [καὶ] τοῦτο πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ τοῦ σώματος διέσχισε τὴν ἀκολουθίαν, καὶ κατ' ἀλλήλων ἱστάμεθα, τοῦ φθόνου καθοπλίζοντος ἡμᾶς. ∆ιὰ τοῦτο πολλὴ ἡ διαστροφή. Εἰ γὰρ πάντων οἰκοδομούντων ἀγαπητὸν στῆναι τοὺς διδασκομένους, ὅταν ἅπαντες καθαιρῶμεν, τί ἔσται τὸ πέρας;
δʹ. Τί ποιεῖς, ἄνθρωπε; Συμφέρειν νομίζεις τὰ τοῦ πλησίον καθαιρεῖν· πρὸ δὲ ἐκείνου τὰ σαυτοῦ καθαιρεῖς. Οὐχ ὁρᾷς τοὺς φυτοκόμους, τοὺς γηπόνους, πῶς ἅπαντες εἰς ἓν τρέχουσιν; ὁ μὲν διέσκαψεν, ὁ δὲ ἐφύτευσεν, ὁ δὲ περιέστειλε τὴν ῥίζαν, ἄλλος ἀρδεύει τὸ φυτευθὲν, ἄλλος περιφράττει καὶ τειχίζει, ἄλλος ἀποσοβεῖ τὰ θρέμματα· καὶ πάντες εἰς ἓν βλέπουσι, τοῦ φυτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ φυτεύω μὲν ἐγὼ, σαλεύει δὲ ἄλλος καὶ διασείει. Ἔασον κἂν παγῆναι καλῶς, ἵνα ἰσχυρότερον γένηται τῆς ἐπιβουλῆς. Οὐ τὸ ἐμὸν ἀναιρεῖς ἔργον, ἀλλὰ τὸ σὸν καταλύεις· ἐγὼ ἐφύτευσα, σὲ ἔδει ποτίσαι. Ἂν τοίνυν σαλεύσῃς, τὴν ῥίζαν ἀνέσπασας, καὶ οὐκ ἔχεις οὗ τὴν ἀρδείαν ἐπιδείξῃ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντα τὸν φυτεύοντα; Μὴ φοβοῦ· οὔτε ἐγώ τί εἰμι, οὔτε σύ· Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι· ἑνός ἐστι τὸ ἔργον τοῦ Θεοῦ. Ὥστε ἐκείνῳ μάχῃ καὶ πολεμεῖς, τὰ φυτευθέντα ἀνασπῶν. Ἀνανήψωμεν τοίνυν ποτὲ, γρηγορήσωμεν. Οὐ δέδοικα τὸν ἔξω πόλεμον, ὡς τὴν ἔνδον μάχην· ἐπεὶ καὶ ῥίζα, ὅταν ᾖ καλῶς ἡρμοσμένη τῇ γῇ, οὐδὲν πείσεται ἀπὸ τῶν ἀνέμων· ἂν δὲ αὐτὴ σαλεύηται, σκώληκος διατρώγοντος αὐτὴν ἔνδοθεν, καὶ μηδενὸς ἐνοχλοῦντος πεσεῖται. Μέχρι τίνος διατρώγομεν τῆς Ἐκκλησίας τὴν ῥίζαν σκωλήκων δίκην; Καὶ γὰρ ἀπὸ γῆς αἱ τοιαῦται τίκτονται διάνοιαι· μᾶλλον δὲ οὐδὲ ἀπὸ γῆς ἀλλ' ἀπὸ κόπρου, τὴν σηπεδόνα μητέρα ἔχουσαι· καὶ οὐκ ἀφίστανται τῆς καταπτύστου θεραπείας τῆς παρὰ τῶν γυναικῶν. Γενώμεθά ποτε ἄνδρες γενναῖοι, γενώμεθα ἀθληταὶ φιλοσοφίας, ἀπελάσωμεν τὴν πολλὴν τῶν κακῶν τούτων φοράν. Καὶ γὰρ ὥσπερ σῶμα νεκρὸν, τῆς Ἐκκλησίας ὁρῶ τὸ πλῆθος ἐῤῥιμμένον νῦν. Καὶ καθάπερ ἐν σώματι νεκρωθέντι προσφάτως, ἔνι μὲν ὀφθαλμοὺς ἰδεῖν, ἔνι δὲ χεῖρας καὶ πόδας καὶ τράχηλον καὶ κεφαλὴν, οὐδὲν δὲ τῶν μελῶν τὰ ἑαυτοῦ ποιοῦν· οὕτω δὴ καὶ ἐνταῦθα πάντες πιστοὶ οἱ παρόντες, ἀλλ' οὐκ ἔστιν ἡ πίστις ἐνεργής· τὴν γὰρ θερμότητα ἐσβέσαμεν, καὶ τοῦ Χριστοῦ τὸ σῶμα νεκρὸν εἰργασάμεθα. Εἰ δὲ φρικτὸν τὸ εἰρημένον, πολλῷ φρικωδέστερον, ὅταν ἐπὶ τῶν ἔργων φαίνηται. Τὰ μὲν γὰρ ὀνόματα ἀδελφῶν ἔχομεν, τὰ δὲ πράγματα πολεμίων· καὶ μέλη καλούμενοι πάντες, καθάπερ θηρία διεστήκαμεν. Ταῦτα, οὐκ ἐκπομπεῦσαι βουλόμενος τὰ ἡμέτερα, εἶπον, ἀλλ' ἐντρέψαι καὶ ἀποστῆσαι. Ὁ δεῖνα εἰσῆλθεν εἰς
οἰκίαν, ἀπήλαυσε τιμῆς· δέον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τὸ μέλος τιμᾶται τὸ σὸν, καὶ ὁ Θεὸς δοξάζεται, σὺ δὲ τοὐναντίον ποιεῖς· λέγεις κακῶς πρὸς τὸν τετιμηκότα, ὥστε ἀμφοτέρους ὑποσκελίσαι, καὶ σεαυτὸν προσκαταισχῦναι. Τίνος ἕνεκεν, ἄθλιε καὶ ταλαίπωρε; ἤκουσας ἀδελφοῦ ἐγκωμιαζομένου, ἢ παρὰ ἀνδράσιν, ἢ παρὰ γυναιξὶ, καὶ ἐλυπήθης; Πρόσθες τοῖς ἐπαίνοις· οὕτω καὶ σαυτὸν ἐπαινέσῃ. Ἐὰν δὲ καὶ καθέλῃς τὸν ἔπαινον, πρότερον σαυτὸν κακῶς εἴρηκας, πονηρὰν δόξαν λαβὼν, κἀκεῖνον ἐπῆρας μειζόνως. Ὅταν ἀκούσῃς ἐπαινούμενον, γίνου τῶν λεγομένων κοινωνὸς, εἰ καὶ μὴ τῷ βίῳ καὶ τῇ ἀρετῇ, ἀλλὰ τῷ χαίρειν τοῖς ἐκείνου καλοῖς. Ἐπῄνεσεν ὁ δεῖνα; θαύμασον καὶ σύ· οὕτω καὶ σὲ ἐπαινέσεται ἐκεῖνος, ὡς χρηστὸν καὶ ἐπιεικῆ. Μὴ φοβηθῇς, ὡς τὰ σαυτοῦ καθαιρῶν ἐν τοῖς ἐγκωμίοις τοῖς ἑτέρου· τοῦτο γὰρ ἐν ταῖς κατηγορίαις γίνεται. Φιλόνεικον γὰρ τὸ γένος τῶν ἀνθρώπων· καὶ ὅταν ἴδῃ σε κακῶς λέγοντα, ἐπιτείνει τὰ ἐγκώμια, ταύτῃ δάκνειν βουλόμενος, τοὺς δὲ κατηγόρους μέμφεσθαι καθ' ἑαυτὸν, καὶ πρὸς ἑτέρους διαβάλλειν. Εἶδες πόσης ἀσχημοσύνης ἑαυτοῖς γινόμεθα αἴτιοι; πῶς ἀπόλλυμεν τὸ ποίμνιον καὶ διασπῶμεν; Γενώμεθα μέλη ποτὲ, γενώμεθα σῶμα ἕν· καὶ ὁ μὲν ἐγκωμιαζόμενος διακρουέσθω τοὺς ἐπαίνους, καὶ ἐπὶ τὸν ἀδελφὸν μεταγέτω τὰ ἐγκώμια· ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουμένου, συνηδέσθω. Ἂν οὕτως ἑαυτοὺς συνάγωμεν, καὶ τὴν κεφαλὴν πρὸς ἑαυτοὺς ἐπισπασόμεθα· ἐὰν δὲ διῳκισμένοι πρὸς ἑαυτοὺς ὦμεν, καὶ τὴν ἐκεῖθεν ἀποστήσομεν βοήθειαν· ἐκείνης δὲ ἀποστάσης, πολλὴν τὸ σῶμα δέξεται λύμην, οὐ σφιγγόμενον ἄνωθεν. Ἵν' οὖν μὴ τοῦτο γένηται, βασκανίαν καὶ φθόνον ἀπελάσαντες, καὶ τῆς τῶν πολλῶν ὑπεριδόντες δόξης, ἀγάπην καὶ ὁμόνοιαν ἀσπαζώμεθα. Οὕτω γὰρ καὶ τῶν παρόντων, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου