ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι∆ʹ Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα

Πέμπτη 27 Οκτωβρίου 2016

Ι∆ʹ Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


Ι∆ʹ Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθι νῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

αʹ. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὑτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ' ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους  ἐν τοῖς μεγάλοις, μανθάνειν  ὅτι ταῦτα συγκαταβάσεως ἦν. Τοῦτο γοῦν  καὶ ἐνταῦθα  ποιεῖ· εἰπὼν  γὰρ ὅτι  ἀνήνεγκεν  ἑαυτὸν,  καὶ ἀρχιερέα δείξας, ἐπάγει· Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ  θρόνου  τῆς  μεγαλωσύνης  ἐν  τοῖς  οὐρανοῖς.  Καίτοι τοῦτο  οὐχὶ   ἱερέως,  ἀλλὰ  τούτου  ᾧ  ἱερᾶσθαι  ἐκεῖνον   χρή.  Τῶν  ἁγίων   λειτουργός.  Οὐδὲ λειτουργὸς ἁπλῶς, ἀλλὰ, Τῶν ἁγίων λειτουργός.


 Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν  ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.  Ὁρᾷς τὴν  συγκατάβασιν; Οὐχὶ πρὸ μικροῦ διίστη, λέγων· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα; καὶ διὰ τοῦτο οὐδὲ ἀκούουσι· Κάθου ἐκ  δεξιῶν  μου.  Τοῦτο  δέ  φησιν,  ὡς  τοῦ  καθημένου  πάντως  οὐκ  ὄντος λειτουργοῦ· ὥστε τοῦτο ἀκούει διὰ τὴν  σάρκα. Σκηνὴν δὲ ἐνταῦθα  τὸν  οὐρανὸν λέγει. ∆ιὸ καὶ τὸ διάφορον δεικνὺς πρὸς τὴν Ἰουδαϊκὴν, ἐπάγει λέγων, Ἣν ἔπηξεν ὁ Κύριος,  καὶ   οὐκ   ἄνθρωπος.   Ὅρα  πῶς   ἦρε   τὰς   ψυχὰς   τῶν   ἐξ   Ἰουδαίων πεπιστευκότων, τοῦτο εἰπών. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι, ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, Ἰδοὺ, φησὶν, ὁ ἱερεὺς, καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν  θαυμασιωτέραν  προσήνεγκεν.  Ἀλλ' ἆρα μὴ λόγος  ταῦτα,  μὴ κόμπος  καὶ ψυχαγωγία; Ἀλλὰ διὰ τοῦτο ἐπιστώσατο πρότερον ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. Ἦν μὲν  οὖν  καὶ αὕτη δήλη  ἡ  διαφορά· οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ· Ἣν ἔπηξεν ὁ Κύριος, φησὶ, καὶ οὐκ ἄνθρωπος. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες κινεῖσθαι  τὸν  οὐρανόν;  ποῦ  εἰσιν  οἱ  σφαιροειδῆ  αὐτὸν  εἶναι  ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Κεφάλαιον δὲ, φησὶν, ἐπὶ τοῖς λεγομένοις. Κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται. Πάλιν κατάγει τὸν λόγον· εἰπὼν  τὸ ὑψηλὸν, ἀδεῶς φθέγγεται  λοιπὸν  τὰ ταπεινά. Εἶτα, ἵνα μάθῃς ὅτι τὸ, Λειτουργὸς, περὶ τῆς ἀνθρωπότητος εἴρηται, ὅρα πῶς πάλιν ἐπισημαίνεται· Πᾶς γὰρ ἀρχιερεὺς, φησὶν, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Μὴ, ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι·  ἐκεῖνο   μὲν  γὰρ  τῆς  ἀξίας  τοῦ  Θεοῦ,  τὸ  καθῆσθαι,  τοῦτο   δὲ  τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. ∆ιὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ  πλέον  ἐνδιατρίβει· δέδοικε γὰρ μὴ ἐκεῖνο  ἀνατρέψῃ. ∆ιὰ τοῦτο πάλιν  ἐπὶ τοῦτο κατάγει τὸν λόγον, ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανεν, ἱερεὺς ὤν. Ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι· δεῖ τοίνυν  καὶ τοῦτον  ἔχειν  θυσίαν. Ἄλλως  δὲ, εἰπὼν  ὅτι  ἄνω  ἐστὶ,  λέγει  καὶ  δείκνυσιν,  ὅτι  ἱερεύς  ἐστι  πάντοθεν,  ἀπὸ  τοῦ Μελχισεδὲχ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίαν. Ἐκ τούτου λοιπὸν  καὶ ἀναγκαῖον  ἄλλον  πλέκει συλλογισμόν. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, φησὶν, οὐδ'  ἂν ἦν ἱερεὺς, ὄντων  τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, φησὶν, ὥσπερ οὖν καὶ ἔστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. Ἐπὶ γῆς μὲν γὰρ ὢν, οὐκ ἂν ἦν ἱερεύς. Πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱεράσατο· καὶ εἰκότως· ἦσαν γὰρ οἱ ἱερεῖς. Καὶ δείκνυσιν, ὅτι οὐδὲ δυνατὸν  ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γάρ; Ἐπεὶ οὐδὲ ἐπανάστασις ἦν,  φησίν.  Ἐνταῦθα ἀναγκαῖον  συντεῖναι  τὸν  νοῦν,  καὶ συνιδεῖν   τὴν   ἀποστολικὴν   σύνεσιν·  πάλιν   γὰρ   τὴν   διαφορὰν   δείκνυσι   τῆς ἱερωσύνης. Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; Τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ' ὅμως τῶν οὐρανῶν εἰσιν ἄξια. Ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται  διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὦσι τῶν  ἐν οὐρανοῖς, ὅταν πατρίδα ἔχωμεν  ἐκεῖ, καὶ πόλιν,  καὶ πολίτευμα,  ὅταν  ξένοι ὦμεν  τῶν  ἐνταῦθα,  πῶς οὐκ ἐπουράνια ταῦτα πάντα τυγχάνει; 

βʹ. Ἀλλὰ τί; οἱ ὕμνοι οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω  ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν  ἀσωμάτων  δυνάμεων,  ταῦτα  καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; Πῶς; οὐδὲν ἔχει σαρκικόν· πάντα πνευματικὰ γίνεται τὰ προκείμενα· οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ  εἰς  κνῖσσαν  διαχεῖται   ἡ  θυσία,  ἀλλὰ   λαμπρὰ  καὶ  φαιδρὰ  ἐργάζεται  τὰ προκείμενα.  Πῶς δὲ  οὐκ  οὐράνια  τὰ  τελούμενα,  ὅταν  οἱ  διακονούμενοι  αὐτοῖς ἀκούωσιν  ἔτι  ἐξ οὗ εἴρηται· Ἄν  τινων  κρατῆτε, κεκράτην   ται· ἄν  τινων ἀφῆτε,  ἀφίενται;  Πῶς οὐκ οὐράνια  πάντα,  ὅταν  οὗτοι  καὶ  τὰς  κλεῖς  ἔχωσι  τοῦ οὐρανοῦ; Οἵτινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται  Μωϋσῆς, μέλλων  ἐπιτελεῖν  τὴν  σκηνήν· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα  κατὰ  τὸν  τύπον  τὸν  δειχθέντα  σοι  ἐν  τῷ  ὄρει.  Ἐπειδὴ  ἡ  ἀκοὴ  ἡμῶν ἀμαθεστέρα τῆς ὄψεώς ἐστιν (οὐ γὰρ οὕτως ἅπερ ἂν ἀκούσωμεν, τῇ ψυχῇ παρακατατιθέμεθα,  ὡς  ἅπερ ἂν  ἴδωμεν  αὐταῖς  ὄψεσιν), ἔδειξεν  αὐτῷ  πάντα.  Ἢ τοίνυν τοῦτο λέγει, Ὑποδείγματι καὶ σκιᾷ· ἢ περὶ τοῦ ναοῦ αἰνίττεται· ἐπήγαγε γάρ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα  σοι ἐν τῷ ὄρει. Ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνον, ἢ περὶ τῶν  θυσιῶν  εἶδε, καὶ τῶν  ἄλλων  ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών. Οὐρανία γάρ ἐστιν ἡ Ἐκκλησία, καὶ οὐδέν ἐστιν ἄλλο ἢ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός  ἐστι διαθήκης  μεσίτης. Ὁρᾷς, φησὶν,  ὅσῳ βελτίων  ἡ λειτουργία  τῆς λειτουργίας,  εἴ γε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἀλλ'  οὐδὲν τοῦτο  ὠφέλει  τοὺς  ἀκούοντας,  οὐδὲ εὔφραινε.  ∆ιά τοι  τοῦτο  ὃ μάλιστα  αὐτοὺς εὔφραινε, λέγει· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις  νενομεθέτηται.  Ἐπάρας ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν· εἰπὼν μὲν καὶ πρότερον, ὅτε ἐδείκνυ ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελής.  Καὶ ὅρα οἷα τίθησιν ἀσφαλίσματα,  μέλλων  αὐτῆς  κατηγορεῖν.  Ἐκεῖ γὰρ  εἰπὼν,  Κατὰ δύναμιν  ζωῆς ἀκαταλύτου, τότε εἶπεν, ὅτι Ἀθέτησις γίνεται προαγούσης ἐντολῆς· εἶτα καὶ ὕστερον μέγα τι ἔθηκεν εἰπών· ∆ι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν,  καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν  ἡμετέρων  ἐκεῖνα,  καὶ  τὴν  λειτουργίαν  ἐπάρας τούτοις,  καὶ  τὴν  ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. Ἀλλ', ὅπερ ἔφην, ὃ μάλιστα αὐτοὺς εὐφραίνει τίθησι λέγων· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις  νενομοθέτηται.  Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων. Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις  δι'  αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν  Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· τουτέστιν, εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τὸ ἑξῆς· Μεμφόμενος δὲ αὐτοῖς λέγει. Οὐκ εἶπε, Μεμφόμενος δὲ αὐτῇ, ἀλλὰ, Μεμφόμενος δὲ αὐτοῖς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ  ἐπὶ  τὸν  οἶκον  Ἰούδα  διαθήκην  καινὴν,  οὐ  κατὰ  τὴν  διαθήκην,  ἣν διεθέμην  τοῖς  πατράσιν  αὐτῶν,  ἐν  ἡμέρᾳ ἐπιλαβομένου  μου  τῆς  χειρὸς  αὐτῶν, ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν  ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ναὶ, φησί· καὶ πόθεν δῆλον, ὅτι τέλος ἔλαβεν; Ἔδειξε μὲν οὖν καὶ ἀπὸ τοῦ ἱερέως τοῦτο· δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξεὶ, ὅτι ἐκβέβληται. Πῶς δέ; Ἐπὶ κρείτ  τοσιν ἐπαγγελίαις, εἰπών. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός; Σὺ δὲ θεώρει πῶς κἀκεῖ Ἐπαγγελίαις  φησὶν, ἵνα μὴ ταύτης τοῦτο κατηγορῇς. Καὶ γὰρ ἐκεῖ, ∆ι' ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπίς· καὶ ἐνταῦθα, ἐπαγγελίας  κρείττονος, αἰνιττόμενος  ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. Ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, φησὶ, καὶ συντελέσω  ἐπὶ  τὸν  οἶκον  Ἰσραὴλ, καὶ ἐπὶ  τὸν  οἶκον  Ἰούδα διαθήκην καινήν. Οὐ παλαιάν τινα διαθήκην φησίν. Ἵνα γὰρ μὴ τοῦτο ἔχωσι λέγειν, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ ἁπλῶς εἶπε, Κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην  εἴπῃς, ἢ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν δηλῶν, φησὶν, Οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ. ∆ιὸ καὶ ἐπήγαγεν·  Ἐν ἡμέρᾳ ἐπιλαβομένου  μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν  αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν  ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.

γʹ. Ὁρᾷς πρῶτον παρ' ἡμῶν ἀρχόμενα τὰ κακά; Αὐτοὶ, φησὶ, πρῶτον οὐκ ἐνέμειναν. Λοιπὸν καὶ παρ' ἡμῶν ἡ ἀμέλεια, τὰ δὲ ἀγαθὰ παρ' αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. Ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησιν, αὐτὴν τὴν αἰτίαν δεικνὺς, δι' ἣν ἐγκαταλιμπάνει  αὐτούς. Ὅτι αὕτη ἡ διαθήκη, φησὶν, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην. Ποία δὲ ἄλλη ἐστὶ διαφορὰ, ἢ αὕτη; Εἰ δὲ τὸ διάφορον  λέγοι  τις οὐ κατὰ τοῦτο, ἀλλὰ  κατὰ τὸ δοθῆναι  εἰς τὰς καρδίας αὐτῶν· οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν. Οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ' ἐν καρδίαις. ∆ειξάτω τοίνυν τοῦτο  γενόμενόν  ποτε ὁ Ἰουδαῖος· ἀλλ' οὐκ ἂν  εὕροι· πάλιν  γὰρ ἐν  γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος. Ἐγὼ δὲ δείκνυμι τοὺς ἀποστόλους μηδὲν  παραλαβόντας  γραπτὸν,  ἀλλ' ἐν  ταῖς  καρδίαις δεξαμένους  διὰ Πνεύματος ἁγίου. ∆ιὸ καὶ ἔλεγεν ὁ Χριστός· Ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, καὶ διδάξει ὑμᾶς. Καὶ οὐ μὴ διδάξωσιν  ἕκαστος, φησὶ, τὸν  πλησίον  αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἰδοὺ καὶ ἄλλο σημεῖον· Ἀπὸ μικροῦ, φησὶν, ἕως μεγάλου αὐτῶν εἰδήσουσί με, καὶ οὐ μὴ εἴπωσι· Γνῶθι τὸν Κύριον. Πότε τοῦτο γέγονεν ἢ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον· τὸ δὲ ἐκείνων οὐ δῆλον, ἀλλ' ἀπεκέκλειστο εἰς γωνίαν.  Ἄλλως  δὲ, καινὴ  τότε λέγεται,  ὅταν  ἑτέρα ᾖ, καὶ δεικνύῃ  εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον, ἐπὶ ὑποδείγματος  ἵνα  εἴπω, εἴ τις οἰκίαν  παλαιὰν  μέλλουσαν καταπίπτειν  ἀφεὶς  τὸ πᾶν,  τὸν  θεμέλιον  ὑπέῤῥαψεν,  εὐθέως  λέγομεν,  Ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισαγάγῃ. Καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται  οὕτως, ὅταν μηκέτι χαλκοῦς ᾖ, ἀλλ'  ὑετὸν διδῷ·  καὶ ἡ γῆ ὁμοίως καινὴ, ὅταν μὴ ἄκαρπος ᾖ, οὐχ ὅταν μεταβληθῇ. Καὶ οἶκος οὕτω καινὸς, ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένῃ. Ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν· ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν. Καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν ὁ Ἀγγαῖος, τί ὁ Ζαχαρίας, τί ὁ ἄγγελος, τί δὲ Ἔσδρας ἐγκαλεῖ. Πῶς οὖν ἔλαβεν αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν; Ὁρᾷς πῶς βεβίασται τὸ σόν; Ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἂν λέγοιτο. Ἄλλως δὲ, οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ, Ἔσται καινὸς  ὁ οὐρανός. ∆ιὰ τί γὰρ μὴ, λέγων  ἐν τῷ ∆ευτερονομίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός; Καὶ μὴν διὰ τοῦτό φησιν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. Τοῦτο ἐγὼ δείκνυμι, δι' ὧν φησι· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ πάλιν· Τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι  ζυγὸν ἐπὶ τὸν τράχηλον  τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν,  φησίν. Ἐνταῦθα δείκνυσιν, ὅτι μειζόνων  ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν  γῆν  ἐξῆλθεν  ὁ φθόγγος  αὐτῶν,  καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τουτέστιν, Οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον. Καὶ πάλιν, Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι  τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐν τῷ λέγειν καινὴν, φησὶ, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον  καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὅρα τὸ κρυπτόμενον, ὅπως ἐξεκάλυψεν  αὐτὴν  τοῦ  προφήτου  τὴν  διάνοιαν.  Ἐτίμησε  τὸν  νόμον,  καὶ  οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τοῦτο εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἂν καὶ τοῦτο τὸ μετὰ ταῦτα καινὸν ἐκάλεσεν. Ὥστε πλέον τι διδοὺς καὶ ἕτερον, Ἐπαλαιώθη, φησίν. Οὐκοῦν καταλύεται καὶ ἀπόλλυται καὶ οὐκέτι ἐστί. Λαβὼν παρὰ τοῦ προφήτου τὴν παῤῥησίαν, μᾶλλον αὐτοῦ καθάπτεται συμφερόντως, δεικνὺς ὅτι τὰ ἡμέτερα νῦν ἀνθεῖ· τουτέστιν, ἔδειξεν οὖσαν παλαιάν. Εἶτα λαβὼν τὸ τῆς παλαιᾶς ὄνομα, καὶ ἕτερον παρ' ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόμενον ἀπὸ τῶν ἄλλων ἔλαβε, καί φησιν· Ἐγγὺς ἀφανισμοῦ. Οὐκ ἄρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ' ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον. ∆ιὰ τοῦτο ἔλεγε, ∆ιὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς,  καὶ, Οὐδὲν ἐτελείωσεν  ὁ νόμος, καὶ ὅτι, Εἰ ἡ πρώτη  ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο  τόπος. Ἄμεμπτος  τί ἐστι; Χρήσιμος, ἰσχυρά. Τοῦτο δὲ λέγει,  οὐχ  ὡς  ἐγκλημάτων  δεῖξαι  ὑπεύθυνον,  ἀλλ' ὡς  οὐκ ἀρκοῦσαν, ἰδιωτικώτερον  ἐφθέγξατο· ὡς ἄν τις εἴποι· Οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει  ἐλάττωμα,  σαθρά ἐστιν·  οὐκ  ἔστιν  ἄμεμπτον  τὸ  ἱμάτιον,  τουτέστι,  λοιπὸν διαῤῥεῖ.  Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαμα καὶ ἐλάττωμα.

δʹ. Οὕτω δὴ καὶ ἡμεῖς καινοί ἐσμεν, μᾶλλον δὲ καινοὶ ἐγενόμεθα· νῦν δὲ πεπαλαιώμεθα· διὰ τοῦτο ἐγγύς ἐσμεν ἀφανισμοῦ καὶ ἀπωλείας. Ἀλλ', ἂν ἐθέλωμεν, ἔστιν  ἀποξῦσαι τοῦτο  τὸ  γῆρας.  Λουτρῷ μὲν  οὖν  οὐκέτι  δυνατὸν,  μετανοίᾳ  δὲ ἐνταῦθα δυνατόν. Εἴ τι παλαιὸν ἐν ἡμῖν, ῥίψωμεν· εἴ τις ῥυτὶς, εἴ τις κηλὶς, εἴ τις σπῖλος, ἀπονιψώμεθα, καὶ καλοὶ γενώμεθα, ἵνα ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ κάλλους ἡμῶν. Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ ∆αυΐδ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Καὶ μὴν ἡ λήθη κάλλος οὐ ποιεῖ, κάλλος τὸ ψυχικόν. Λήθη ποία; Ἡ τῶν ἁμαρτιῶν. Πρὸς γὰρ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν διαλέγεται, παραινῶν αὐτῇ τῶν  πατρῴων  μὴ  μνησθῆναι,  τουτέστι,  τῶν  εἰδώλοις  θυόντων·  ἀπὸ  γὰρ  τῶν τοιούτων  συνῆκται. Καὶ οὐκ εἶπε, Μὴ μετέλθῃς αὐτά· ἀλλ', ὃ πλέον ἐστὶ, Μηδὲ εἰς νοῦν λάβῃς· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· καὶ πάλιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.  Οὔπω τοῦτο μεγάλη ἀρετή· μᾶλλον δὲ μεγάλη μὲν, ἀλλ' οὐ τοιαύτη. Ἐκεῖ γὰρ τί φησιν; Οὐκ εἶπεν, Οὐ μὴ λαλήσῃς τὰ τῶν πατέρων, ἀλλὰ, Μηδὲ ἀναμνησθῇς αὐτῶν, μηδὲ εἰς νοῦν  λάβῃς. Ὁρᾷς πόσον ἡμᾶς διάστημα τῆς κακίας ἀπέχειν  βούλεται; Ὁ γὰρ μὴ μεμνημένος,   οὐ  λογιεῖται·   ὁ  δὲ  μὴ  λογιζόμενος,   οὐδὲ  φθέγγεται·   ὁ  δὲ  μὴ φθεγγόμενος,  οὐδὲ πράξει. Ὁρᾷς πρὸ πόσων ἀπετείχισεν  ἡμᾶς ὁδῶν, πρὸ πόσων διαστημάτων  ἀπεμάκρυνε καὶ ἐκ τοῦ πλείονος; Ἀκούσωμεν τοίνυν  καὶ ἡμεῖς, καὶ ἐπιλαθώμεθα  τῶν  ἡμετέρων  κακῶν, οὐ τῶν  ἡμαρτημένων  ἡμῖν, λέγω· Μνήσθητι γὰρ σὺ, φησὶ, πρῶτος, καὶ οὐ μὴ μνησθῶ ἐγώ. Οἷόν τι λέγω· Μηκέτι μνημονεύωμεν ἁρπαγῆς, ἀλλὰ  καὶ  τὰ  πρότερα ἀποδῶμεν.  Τοῦτό ἐστιν  ἐπιλαθέσθαι  κακίας,  καὶ ἐκβαλεῖν τὸν λογισμὸν τὸν ἁρπακτικὸν, καὶ μηδέποτε αὐτὸν ἔτι δέξασθαι, ἀλλὰ καὶ τὰ ἤδη πεπλημμελημένα ἀπαλείφειν. Πόθεν δὲ ἂν γένοιτο ἡμῖν λήθη πονηρίας; Ἀπὸ τῆς  μνήμης  τῶν  ἀγαθῶν  τοῦ Θεοῦ· ἐὰν  τοῦ Θεοῦ διαπαντὸς  μνημονεύωμεν,  οὐ δυνάμεθα κἀκείνων  μεμνῆσθαι. Εἰ ἐμνημόνευον  γὰρ σου, φησὶν, ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀεὶ μὲν οὖν, μάλιστα δὲ τότε χρὴ μεμνῆσθαι τοῦ  Θεοῦ, ὅταν  ἐν  ἡσυχίᾳ  ὁ λογισμὸς  ᾖ, ὅταν  διὰ  τῆς  μνήμης  ἐκείνης  ἑαυτοῦ καταδικάζειν δύνηται, ὅταν κατέχεσθαι ἐν τῇ μνήμῃ. Ἐν ἡμέρᾳ μὲν γὰρ ἂν μνημονεύσωμεν, ἐπεισελθοῦσαι φροντίδες ἕτεραι καὶ θόρυβοι πάλιν αὐτὴν ἐκβάλλουσιν· ἐν νυκτὶ δὲ διαπαντὸς μεμνῆσθαι δυ  νατὸν, ὅταν ἐν γαλήνῃ ᾖ καὶ ἀναπαύσει ἡ ψυχὴ, ὅταν ἐν λιμένι,  ὅταν ἐν εὐδίᾳ. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, φησίν. Ἔδει μὲν γὰρ καὶ δι' ἡμέρας ταύτην ἔχειν τὴν μνήμην· ἐπειδὴ δὲ φροντίζετε ἀεὶ, καὶ περισπᾶσθε ἐν τοῖς βιωτικοῖς, κἂν τότε μνημονεύετε ἐπὶ τῆς κοίτης τοῦ Θεοῦ· ἐν τοῖς ὄρθροις μελετᾶτε ἐν αὐτῷ. Ἂν ἐν τοῖς  ὄρθροις  μελετήσωμεν  ταῦτα,  μετὰ  πολλῆς  ἀσφαλείας  χωρήσομεν  εἰς  τὰ πράγματα· ἂν ἵλεων πρῶτον τὸν Θεὸν ποιήσωμεν τῇ ἐντεύξει καὶ τῇ ἱκετηρίᾳ, οὕτω προβαίνοντες  οὐδένα ἕξομεν ἐχθρόν· κἂν  ἔχῃς δὲ, καταγελάσῃ, ἵλεων  ἔχων  τὸν Θεόν. Πόλεμός ἐστιν ἐν τῇ ἀγορᾷ, μάχη ἐστὶ τὰ πράγματα τὰ καθημερινὰ, κλυδώνιόν ἐστι καὶ χειμών. ∆εῖ τοίνυν ὅπλων ἡμῖν· μέγα δὲ ὅπλον εὐχή· δεῖ οὐρίων ἀνέμων δεῖ μαθεῖν ἅπαντα, ὥστε τὸ μῆκος τῆς ἡμέρας χωρὶς ναυαγίων διανύσαι καὶ τραυμάτων· πολλοὶ γὰρ καθ' ἑκάστην ἡμέραν οἱ σκόπελοι, καὶ πολλάκις προσέῤῥαξε τὸ σκάφος καὶ  κατεποντίσθη.  ∆ιὰ  τοῦτο  εὐχῆς  ἡμῖν  δεῖ  μάλιστα  ἑωθινῆς  καὶ  νυκτερινῆς. Ὀλύμπια πολλοὶ  πολλάκις  ὑμῶν  ἐθεάσαντο· καὶ οὐκ ἐθεάσαντο μόνον, ἀλλὰ καὶ σπουδασταὶ καὶ θαυμασταὶ τῶν ἀγωνιζομένων  ἐγένοντο, ὁ μὲν τούτου, ὁ δὲ ἐκείνου. Ἴστε οὖν ὅτι καὶ τὰς ἡμέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο μεριμνᾷ, ἢ ὅπως ἐξελθὼν μὴ ἀσχημονήσῃ, ὁ ἀγωνιζόμενος.  Ἐκεῖνοι γὰρ οἱ παρακαθήμενοι  τῷ  σαλπιγκτῇ  παρεγγυῶσι μηδὲ φθέγγεσθαί τινι, ὥστε μὴ τὸ πνεῦμα δαπανώμενον  γέλωτα ὄφλειν. Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων  ἀγωνίζεσθαι  μέλλων,  τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ  μᾶλλον  ἡμῖν ἁρμόσει διηνεκῶς φροντίζειν  καὶ μεριμνᾷν, οἷς ὁ πᾶς βίος ἀγών ἐστι. Πᾶσα τοίνυν ἔστω  νὺξ  παννυχὶς,   καὶ  μεριμνῶμεν  πῶς  ἐξελθόντες  τὴν  ἡμέραν,  μὴ  γέλωτα ὄφλωμεν.   Καὶ  εἴθε  γέλωτα   μόνον·  νυνὶ   δὲ  κάθηται  ἐν  δεξιᾷ  τοῦ  Πατρὸς  ὁ ἀγωνοθέτης,  ἀκούων ἀκριβῶς μήτι ἀπηχὲς φθεγγώμεθα,  μήτι παρὰ μέλος· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων ἐστὶ κριτής. Παννυχίσωμεν, ἀγαπητοί· ἔχομεν καὶ ἡμεῖς σπουδαστὰς, ἐὰν θέλωμεν· ἑκάστῳ ἡμῶν ἄγγελος παρακάθηται· ἡμεῖς δὲ ῥέγχομεν δι' ὅλης νυκτός· καὶ εἴθε τοῦτο μόνον· πολλοὶ δὲ καὶ ἀσελγῆ πράττουσι πολλὰ, οἱ μὲν πρὸς αὐτὰ τὰ χαμαιτυπεῖα βαδίζοντες, οἱ δὲ τὰς οἰκίας πορνεῖα ποιοῦντες τῷ ἑταίρας ἄγειν ἐκεῖ. Πάνυ γε (οὐ γάρ;) καλῶς μεριμνῶσιν ἀγωνίσασθαι. Ἕτεροι  μεθύουσι  καὶ  παραφθέγγονται,   ἄλλοι  θορυβοῦσιν,  ἕτεροι  παννυχίζουσι κακῶς, καὶ τῶν καθευδόντων  χεῖρον πλέκοντες δόλους· ἄλλοι τόκους ἀριθμοῦντες, ἕτεροι  φροντίσι   κοπτόμενοι,   καὶ  πάντα   μᾶλλον   ποιοῦντες,   ἢ  τὰ  τῷ   ἀγῶνι προσήκοντα.  ∆ιὸ,  παρακαλῶ,  πάντα  ἀφέντες,  εἰς  ἓν  ὁρῶμεν  μόνον,  ὅπως  τὸ βραβεῖον λάβωμεν, καὶ τὸν στέφανον ἀναδησώμεθα· πάντα πράττωμεν, δι' ὧν δυνησώμεθα τυχεῖν τῶν ἐπηγγελμένων  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΙΕʹ.Εἶχε μὲν οὖν καὶ ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία  καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται  ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια   ἁγίων,   χρυσοῦν   ἔχουσα  θυμιατήριον,   καὶ   τὴν   κιβωτὸν   τῆς   διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν  ἡ  βλαστήσασα, καὶ  αἱ  πλάκες  τῆς  διαθήκης·  ὑπεράνω  δὲ  αὐτῆς Χερουβὶμ δόξης, κατασκιά ζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.


αʹ. Ἔδειξεν ἀπὸ τοῦ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἔμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς τοῦ σχήματος. Πῶς; Ἅγια λέγων, καὶ Ἅγια ἁγίων. Τὰ μὲν οὖνἅγια τοῦ προτέρου καιροῦ σύμβολά ἐστιν· ἐκεῖ  γὰρ  διὰ  θυσιῶν  πάντα  γίνεται·  τὰ  δὲ  Ἅγια  τῶν  ἁγίων,  τούτου  τοῦ  νῦν ἐνεστῶτος· λέγει  δὲ Ἅγια  ἁγίων  τὸν  οὐρανὸν, τὸ αὐτὸ δὲ καὶ καταπέτασμα τοῦ οὐρανοῦ,  καὶ  τὴν  σάρκα  εἰσερχομένην  εἰς  τὸ  ἐσώτερον  τοῦ  καταπετάσματος, τουτέστι, διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ. Καλὸν δὲ ἄνωθεν  τοῦτο τὸ χωρίον ἀναλαβόντας εἰπεῖν. Τί οὖν φησιν; Εἶχε μὲν οὖν καὶ ἡ πρώτη. Ἡ πρώτη τίς; Ἡ διαθήκη. ∆ικαιώματα λατρείας. Τί ἐστι, ∆ικαιώματα; Σύμβολα, ἢ θεσμούς· ὡσεὶ ἔλεγε, Τότε εἶχε, νῦν οὐκ ἔχει· δείκνυσιν ἤδη τούτῳ αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησίν. Ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστι. Τό τε ἅγιον κοσμικόν. Κοσμικὸν λέγει, ἐπειδὴ πᾶσιν ἠφίετο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεσαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζωραῖοι. Ἐπεὶ οὖν  καὶ Ἕλλησι βατὸν  ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ δὴ οἱ Ἰουδαῖοι  ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ, φησὶ, κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἅγια· ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων. Ταῦτα σύμβολα τοῦ κόσμου. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα. Ἄρα οὐκ ἦν καταπέτασμα ἓν, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν. Σκηνὴ, ἥτις λέγεται Ἅγια ἁγίων. Ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ παρὰ τὸ σκηνοῦν ἐκεῖ. Χρυσοῦν ἔχουσα θυμιατήριον,  φησὶ, καὶ τὴν κιβωτὸν  τῆς διαθήκης  περικεκαλυμμένην   πάντοθεν  χρυσίῳ·  ἐν  ᾗ  στάμνος  χρυσῆ  ἔχουσα  τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ τῆς Ἰουδαϊκῆς ἀγνωμοσύνης ὑπομνήματα. Καὶ αἱ πλάκες τῆς διαθήκης.  Κατέαξε γὰρ  αὐτάς· καὶ  τὸ  μάννα·  ἐγόγγυσαν  γάρ· καὶ  διὰ  τοῦτο  εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. Ἐπανέστησαν γάρ. Ἐπεὶ οὖν καὶ ἀχάριστοι ἦσαν οἱ Ἰουδαῖοι, καὶ εὐεργετούμενοι  συνεχῶς ἐπελανθάνοντο,  διὰ τοῦτο προστάξει τοῦ νομοθέτου εἰς τὴν στάμνον τὴν χρυσῆν ἀπέθεσαν αὐτὰ, καὶ οὕτως εἰς ἐγγόνους παρέπεμπον τὴν μνή  μην. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Τί ἐστι Χερουβὶμ δόξης; Ἤτοι τὰ ἔνδοξα, ἢ τὰ ὑποκάτω τοῦ Θεοῦ φησι. Καλῶς δὲ καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα  τὰ μετὰ ταῦτα.  Περὶ ὧν  οὐκ ἔστι, φησὶ, νῦν  λέγειν  κατὰ  μέρος. Ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνον τὰ ὁρώμενα, ἀλλὰ αἰνίγματά τινα ἦν. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν  λέγειν  κατὰ μέρος· ἴσως ὡς μακροῦ δεομένων  λόγου. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Τουτέστιν, ἦν μὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ τούτων αὐτῶν οἱ Ἰουδαῖοι· οὐ γὰρ ἑώρων αὐτά. Ὥστε οὐκ ἐκείνοις μᾶλλον ἦν, ἢ οἷς προετυποῦτο. Εἰς δὲ  τὴν  δευτέραν  ἅπαξ  τοῦ  ἐνιαυτοῦ  μόνος  ὁ  ἀρχιερεὺς,  οὐ  χωρὶς  αἵματος,  ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν  τοῦ λαοῦ  ἀγνοημάτων.  Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι πῶς μία θυσία, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε, δείκνυσιν αὐτὸ ἄνωθεν  οὕτως ὄν· εἴ γε ἡ ἁγιωτέρα μία ἦν καὶ ἡ φρικτή. Οὕτως ἠθίζοντο ἄνωθεν· καὶ γὰρ τότε ὁ ἀρχιερεὺς, φησὶν, ἅπαξ προσέφερε. Καὶ καλῶς  εἶπεν,  Οὐ χωρὶς  αἵματος· οὐ χωρὶς  μὲν  αἵματος,  οὐ μὴν  τούτου  τοῦ αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία. ∆είκνυσιν ὅτι ἔσται, οὐ πυρὶ ἀναλουμένη, ἀλλὰ ἀπὸ αἵματος μᾶλλον  δεικνυμένη.  Ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα, οὔτε ξύλα, οὔτε πολλάκις  προσφερόμενον, ἀλλὰ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν, ἅπαξ προσεφέρετο ἐν αἵματι. Ὃ προσφέρει, φησὶν, ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὅρα· οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ',  Ἀγνοημάτων,  ἵνα μὴ μέγα φρονήσωσιν. Εἰ γὰρ καὶ μὴ ἑκὼν  ἥμαρτες, φησίν· ἀλλ' ἄκων ἠγνόησας, καὶ τούτου οὐδείς ἐστι καθαρός. Καὶ πανταχοῦ  τὸ, Ὑπὲρ ἑαυτοῦ, τίθησι, δεικνὺς ὅτι ὁ Χριστὸς πολλῷ  μείζων ἐστὶ τοῦ παρὰ Ἰουδαίοις ἀρχιερεύς. Εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκε;  Τί  οὖν  ταῦτα  εἶπες,  φησί;  Τοῦτο  γὰρ  κρείττονός  ἐστιν.  Οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ καί φησι· Τοῦτο δηλοῦντος  τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων  ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. ∆ιὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ Ἅγια τῶν ἁγίων,  τουτέστιν,  ὁ οὐρανὸς, ἔτι  ἐστὶν  ἄβατος. Μὴ οὖν,  ἐπειδὴ  μὴ ἐπιβαίνομεν αὐτοῦ, φησὶ, νομίζωμεν  αὐτὸν  μηδὲ εἶναι, ἐπεὶ οὐδὲ τῶν  ἁγίων  ἐπέβημεν. Ἥτις παραβολὴ, φησὶν, εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα.

βʹ. Καιρὸν ἐνεστηκότα ποῖον λέγει; Τὸν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός  ἐστιν  ἐνεστώς·  πῶς  γὰρ,  ἐπιγενόμενος  καὶ  τέλος  ἔχων;  Καὶ ἕτερον  δὲ ἐμφαίνων, τοῦτό φησι· Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα· τουτέστιν, ὁ τύπος γέγονε. Καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Εἶδες πῶς σαφῶς ἔδειξεν ἐντεῦθεν τί ἐστι τὸ, Οὐδὲν  ἐτελείωσεν  ὁ νόμος, καὶ τὸ, Εἰ ἡ πρώτη  ἦν  ἄμεμπτος; Πῶς; Κατὰ συνείδησιν. Αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶμα ἦσαν· Κατὰ νόμον γὰρ ἐντολῆς σαρκικῆς, φησίν. Οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφιέναι  ἠδύναντο.  Ὁρᾷς, Τόδε φάγε, τόδε μὴ φάγῃς; ἅπερ ἐστὶν ἀδιάφορα. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοῖς. Τόδε πίε, φησί· καίτοι περὶ τοῦ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ' ἐξευτελίζων αὐτὰ οὕτως εἶπε· Καὶ διαφόροις βαπτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.  Αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός. Ἐνταῦθα καταβάλλει  τὰς θυσίας, δεικνὺς ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμενον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων  ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου. Τὴν σάρκα ἐνταῦθα  λέγει. Καλῶς δὲ καὶ μείζονα καὶ τελειοτέραν  εἶπεν, εἴ γε ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια  ἐνοικεῖ  ἐν  αὐτῇ· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· ἢ τελειοτέρας, ἅτε καὶ ἀλήπτου οὔσης, λέγει, καὶ μείζονα κατορθούσης. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. Ἰδοὺ πῶς μείζονος· οὐ γὰρ ἂν ἐκ Πνεύματος, εἰ ἄνθρωπος αὐτὴν κατεσκεύασεν. Οὐ ταύτης τῆς κτίσεως, φησὶ, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικῆς· ἐκ Πνεύματος γὰρ κατεσκεύαστο ἁγίου. Ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ;   ∆ιὰ   τῆς   μείζονος   καὶ   τελειοτέρας,   φησὶ,   σκηνῆς·   εἶτα,   ∆ιὰ   τοῦ καταπετάσματος,  τουτέστι,  τῆς  σαρκὸς αὐτοῦ·  καὶ  πάλιν,  Εἰς τὸ  ἐσώτερον  τοῦ καταπετάσματος· καὶ πάλιν· Εἰσερχομένην εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἡμᾶς διδάξαι βουλόμενος, καθ' ἕτερον καὶ ἕτερον σημαινόμενον, τὸν αὐτὸν λόγον ὄντα. Οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ἐστιν· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα· καὶ σκηνὴ ὁμοίως ἡ σὰρξ, ἔχουσα τὴν θεότητα· καὶ σκηνὴ πάλιν  ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησὶ, παραγενόμενος ἀρχιερεύς. Οὐκ εἶπε, Γενόμενος, ἀλλὰ, Παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθὼν, οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο, καὶ τότε ἐγένετο, ἀλλ' ἅμα ἦλθε. Καὶ οὐκ εἶπε, Παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ, Τῶν μελλόντων  ἀγαθῶν· ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν. Οὐδὲ δι' αἵματος, φησὶ, τράγων καὶ μόσχων. Πάντα ἐξηλλαγμένα, ∆ιὰ δὲ τοῦ ἰδίου αἵματος, φησὶν, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. Ἰδοὺ τὸν οὐρανὸν τοῦτο ἐκάλεσεν. Ἐφάπαξ, φησὶν, εἰσῆλθεν εἰς τὰ ἅγια, αἰωνίαν  λύτρωσιν εὑράμενος· καὶ τὸ, Εὑράμενος, σφόδρα τῶν ἀπόρων ἦν καὶ τῶν παρὰ προσδοκίαν, πῶς διὰ μιᾶς εἰσόδου αἰωνίαν λύτρωσιν ηὕρατο. Εἶτα τὸ πιθανόν· Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου  ἑαυτὸν  προσήνεγ  κεν  ἄμωμον  τῷ  Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἷμα τοῦ Χριστοῦ. Ἵνα γὰρ μὴ ἀκούσας, Ἁγιάζει, μέγα τι νομίσῃς, ἐπισημαίνεται  καὶ δείκνυσιν  ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον, καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινός· καὶ λέγει, ὅτι εἰκότως, εἴ γε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ. Καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς· Ὃς διὰ Πνεύματος ἁγίου, φησὶν, ἑαυτὸν προσήνεγκεν ἄμωμον  τῷ Θεῷ· τουτέστι, τὸ ἱερεῖον ἄμωμον  ἦν ἁμαρτιῶν  καθαρόν. Τὸ δὲ, ∆ιὰ Πνεύματος ἁγίου, δηλοῖ ὅτι οὐ διὰ πυρὸς προσήνεκται, οὐδὲ δι' ἄλλων τινῶν. Καθαριεῖ τὴν συνείδησιν ὑμῶν, φησὶν, ἀπὸ νεκρῶν  ἔργων. Καὶ καλῶς εἶπεν, Ἀπὸ νεκρῶν ἔργων· εἴ τις γὰρ ἥψατο τότε νεκροῦ, ἐμιαίνετο· καὶ ἐνταῦθα εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται  διὰ τῆς συνειδήσεως. Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι, φησὶ, καὶ ἀληθινῷ. Ἐνταῦθα ἐμφαίνει, ὅτι τὸν νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι  Θεῷ. Ἀληθινῷ  δὲ καὶ ζῶντι  Θεῷ εἰκότως εἶπε, δηλῶν  ἐντεῦθεν  ὅτι καὶ τὰ προσαγόμενα αὐτῷ τοιαῦτα. Ὥστε ταῦτα τὰ παρ' ἡμῖν καὶ ζῶντα καὶ ἀληθινά· ἐκεῖνα δὲ τὰ παρὰ Ἰουδαίοις καὶ νεκρὰ καὶ ψευδῆ· καὶ εἰκότως.

γʹ. Μηδεὶς τοίνυν  νεκρὰ ἔργα ἔχων εἰσίτω ἐνταῦθα. Εἰ γὰρ τὸν νεκροῦ σώματος ἁπτόμενον οὐκ ἔδει εἰσιέναι, πολλῷ μᾶλλον τὸν νεκρὰ ἔργα ἔχοντα· μολυσμὸς γάρ ἐστι χαλεπώτατος.  Νεκρὰ δὲ ἔργα ἐστὶ πάντα τὰ ζωὴν οὐκ ἔχοντα, τὰ δυσωδίας πνέοντα. Ὥσπερ γὰρ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν  ἠρεμεῖν, ἀλλὰ  θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς  τικτόμενος διαφθείρειν  τὰ σώματα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν,  οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας  πῶς φλεγμαίνουσι,  πῶς περιστρέφονται, πῶς  δυσωδίας  εἰσὶν  ἐμπεπλησμένοι,  πῶς  αὐτῶν   αἰσχραὶ  αἱ  ὄψεις,  πῶς  ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ  οἱ ἁμαρτάνοντες,  κἂν  μὴ βλέπωσιν.  Εἰπέ μοι γὰρ, πυρέττοντος παντὸς οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἁλούς; οὐχὶ ἀκαθαρτότερος τούτων  πάντων  ἐστὶ, πάντα τὰ ἀναίσχυντα  καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων  ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες,  ὅσα αἱ  ἐπὶ  τῆς  σκηνῆς  οὐ  παραιτοῦνται  ποιεῖν,  τοσαῦτα  οὐδὲ  οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον. Τί λέγω, οὐ παραιτεῖται; καὶ δουλοπρεπῆ πράγματα ὑπομένει, κολακεύων οὓς οὐ δεῖ, θρασυνόμενος πάλιν ἔνθα μὴ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γόητας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους καὶ εὐτελεστέρους αὐτοῦ παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν  τὴν  ἀσχημοσύνην,  τὴν  ἀναισχυντίαν;  καὶ  ταπεινός  ἐστι  πέρα  τοῦ μέτρου, καὶ ἀλαζών.  Ἀλλ'  ἑστήκασιν ἐπὶ οἰκήματος  αἱ πόρναι, καὶ τοῦτό ἐστι τὸ  ἔγκλημα,   ὅτι  τὸ  σῶμα  πωλοῦσι   χρημάτων   ἕνεκεν·   ἀλλ'  ἔχουσί  τινα ἀπολογίαν, τὴν πενίαν καὶ τὸν καταναγκάζοντα λιμόν· εἰ καὶ τὰ μάλιστα οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ ἐργαζομένας διατρέφεσθαι. Ἐνταῦθα δὲ ἕστηκεν ὁ πλεονέκτης,  οὐκ ἐπὶ οἰκήματος, ἀλλ' ἐπὶ τῆς πόλεως  μέσης, οὐ σῶμα, ἀλλὰ  τὴν ψυχὴν  προδιδοὺς τῷ διαβόλῳ, ὥστε καὶ συγγίνεσθαι καὶ εἰσέρχεσθαι πρὸς αὐτὸν ὥσπερ ὄντως πρὸς πόρνην, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ πᾶσαν πληρώσας ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς. Καὶ τοῦτο δὲ τῶν πορνῶν ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν γὰρ δοῦλος ᾖ, κἂν ἐλεύθερος, κἂν μονομάχος, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν μισθὸν, καταδέχονται· τοὺς δὲ μηδὲν προτείνοντας, κἂν  πάντων  ὦσιν  εὐγενέστεροι,  χωρὶς  τοῦ  ἀργυρίου  οὐ  προσίενται.  Τοῦτο καὶ ἐνταῦθα  οὗτοι  ποιοῦσι· τοὺς  μὲν  ὀρθοὺς  λογισμοὺς,  ὅταν  ἀργύριον  μὴ  ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ μιαροῖς καὶ ὄντως θηριομάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχημόνως συγγίνονται,  καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ παχεῖαι καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί· οὕτω καὶ αἱ τούτων γίνονται  ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίμμασι τὴν ἀμορφίαν συγκαλύψαι δυνάμεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἀπηναισχύντησας πρὸς πάντας, ὄψις πόρνης ἐγένετό σοι. Τοῦτο καὶ πρὸς τοὺς πλεονέκτας ἔστιν εἰπεῖν, ἀπηναισχύντησας πρὸς πάντας, οὐ πρὸς τούσδε καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς; Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα μῦθος αὐτῷ εἶναι δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυμίας μεθύων, καὶ οὐδὲ  τῇ  ἀκοῇ  παραδεχόμενός  τι  τῶν  ὠφελεῖν   αὐτὸν  δυναμένων.  Ἀλλ'  ὢ  τῆς ἀτοπίας,  καὶ οἷα φθέγγονται·  Οὐαί σοι, μαμωνᾶ,  καὶ τῷ  μὴ ἔχοντί  σε!  Ἐνταῦθα διαπρίομαι ὑπὸ τοῦ θυμοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν. Εἰπέ μοι γὰρ, οὐ τοιαύτην  ἀπειλὴν  ἠπείλησεν ὁ Θεὸς λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλὴν,  τοιαῦτα τολμῶν  φθέγγεσθαι ἐπὶ κακῷ τῷ σεαυτοῦ; οὐκ εἰδωλολατρείαν  αὐτὴν  εἶναί  φησιν  ὁ Παῦλος, καὶ τὸν  πλεονέκτην εἰδωλολάτρην    καλεῖ;   σὺ   δὲ   ἕστηκας   γελῶν   κατὰ   τὰς   βιωτικὰς   γυναῖκας, γελωτοποιῶν  κατὰ τὰς ἐν τῇ σκηνῇ;

δʹ. Τοῦτο πάντα  ἀνέτρεψε, τοῦτο κατέβαλε· γέλως  γέγονε  τὰ  ἡμέτερα καὶ  πολιτισμὸς  καὶ  ἀστειότης· οὐδὲν  εὐσταθὲς, οὐδὲν στιβαρόν.  Οὐ πρὸς  τοὺς  βιωτικοὺς  ἄνδρας  μόνον  λέγω  ταῦτα,  ἀλλ'  οἶδα  οὓς αἰνίττομαι· γέλωτος γὰρ ἐμπέπλησται ἡ Ἐκκλησία. Ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθημένοις γίνεται· καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γελᾷν. Πανταχοῦ χορεύει ὁ διάβολος, πάντας ἐνεδύσατο, πάντων  κρατεῖ· ἠτίμασται ὁ Χριστὸς, παρέωσται, ἐν οὐδενός   ἐστι μέρει ἡ ἐκκλησία.   Οὐκ  ἀκούετε   Παύλου   λέγοντος·   Αἰσχρότης,  καὶ   μωρολογία,   καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑμῶν; Μετὰ τῆς αἰσχρότητος τὴν εὐτραπελίαν τίθησι· σὺ δὲ γελᾷς; Μωρολογία τί ἐστι; τὰ μηδὲν ἔχοντα χρήσιμον. Γελᾷς δὲ ὅλως, καὶ διαχεῖς τὸ πρόσωπον ὁ μονάζων; ὁ ἐσταυρωμένος, ὁ πενθῶν, γελᾷς, εἰπέ μοι; Ποῦ τοῦ Χριστοῦ τοῦτο ἤκουσας ποιοῦντος; Οὐδαμοῦ, ἀλλὰ κατηφοῦντος  μὲν πολλάκις. Καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴμ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε  τὸν  Λάζαρον ἔμελλεν  ἐγείρειν,  ἔκλαυσε· σὺ  δὲ  γελᾷς;  Εἰ ἐπὶ  τοῖς  ἑτέρων ἁμαρτήμασιν  ὁ  μὴ  ἀλγῶν,   κατηγορίας   ἄξιος·  ὁ  ἐπὶ   τοῖς   αὑτοῦ   ἀναλγήτως διακείμενος καὶ γελῶν, ποίας ἔσται συγγνώμης ἄξιος; Πένθους ὁ παρὼν καιρὸς καὶ θλίψεως,  ὑπωπιασμοῦ καὶ δουλαγωγίας,  ἀγώνων  καὶ ἱδρώτων·  σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιμήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται; Ταῦτα ψάλλεις  καθ' ἑκάστην ἡμέραν. Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι Ἐγέλασα; Οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι  καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος  ταῦτα  διαλεγόμεθα.  Καὶ γὰρ  τοιοῦτόν  ἐστιν  ἡ  παραφορὰ,  τοιαύτη  ἡ παραπληξία,  οὐδὲ αἰσθάνεται  τῆς  ἐπιτιμήσεως.  Ἕστηκεν ὁ ἱερεὺς  τοῦ  Θεοῦ τὴν πάντων  εὐχὴν  ἀναφέρων·  σὺ δὲ γελᾷς, οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος  μὲν τρέμων ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί;  οὐ φρίττεις;  οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν  βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς ἄλλοις κοσμεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως ἐστὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, καὶ γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐμπέπλησται τῶν ἀσωμάτων ἐκείνων δυνάμεων. Οὗτος ἐμοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν ἀνδρῶν οὐ τολμῶσι τοῦτο ποιεῖν ταχέως, κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη; εἰσῆλθες ἐξομολογήσασθαι τὰ ἁμαρτήματα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι  καὶ  ἱκετεῦσαι  ὑπὲρ τῶν  κακῶς  σοι πεπλημμελημένων,   καὶ  μετὰ γέλωτος τοῦτο ποιεῖς; Πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵν',  ὅταν φίλους  ἴδωμεν  διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν,  ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν, καὶ ἀεὶ γελῶμεν· ὁ γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται. Ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι, ἢ κεχρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν  αὐτῆς, καὶ οὐ λέγομεν,  Ἐπειδὴ ἔγκειται,  χρησώμεθα. Μετὰ δακρύων δούλευε  τῷ  Θεῷ, ἵνα  δυνηθῇς  ἀπονίψασθαι  τὰ  ἡμαρτημένα.  Οἶδα ὅτι  πολλοὶ διαμωκῶνται  ἡμᾶς λέγοντες,  Εὐθέως δάκρυα. ∆ιὰ τοῦτο δακρύων  καιρός.
Οἶδα ὅτι καὶ οἰωνίζονται  οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἀλλ'  ἐννόησον  ὅτι Ματαιότης ματαιοτήτων,  τὰ πάντα ματαιότης·οὐκ ἐγὼ  λέγω,  ἀλλ' αὐτὸς ὁ τὴν  πεῖραν  τῶν  πραγμάτων  πάντων  λαβὼν,  ταῦτά φησιν· Ὠκοδόμησά μοι οἰκίας, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ μετὰ ταῦτα πάντα φησί; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως   γελάσωμεν,  ἵνα  ὄντως   ἡσθῶμεν  ἐν  τῷ  καιρῷ  τῆς  χαρᾶς  τῆς   εἰλικρινοῦς· αὕτη μὲν γὰρ ἡ χαρὰ πάντως λύπῃ ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ἔχουσα ὕπουλον,οὐδὲ ἀναμεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ οὐκ ἔστιν αὐτῆς ἐπιτυχεῖν,  ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέρειν  τὰ συμπίπτοντα.  Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς  βασιλείας  τῶν  οὐρανῶν  ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |