ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λʹ ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι

Πέμπτη 27 Οκτωβρίου 2016

Λʹ ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Λʹ ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.

αʹ. Ἤσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς. Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας  τοῦ Χριστοῦ· ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς  ἐν ὑμῖν, ἀπὼν  δὲ  θαῤῥῶ  εἰς  ὑμᾶς.  ∆έομαι  δὲ  τὸ  μὴ  παρὼν  θαῤῥῆσαι τῇ  πεποιθήσει,  ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους  ἡμᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή· καὶ, Φοβοῦμαι μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε· καὶ πάλιν,


Μή πως ἐλθόντα  με ταπεινώσῃ  ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων  ἐπὶ τῇ ἀσελγείᾳ, καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· καὶ μετὰ ταῦτα, Προείρηκα καὶ προλέγω  ὡς παρὼν τὸ δεύτερον,  καὶ  ἀπὼν  νῦν  γράφω,  ὅτι  ἐὰν  ἔλθω  εἰς  τὸ  πάλιν,  οὐ  φείσομαι· ἐπεὶ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἐμοὶ  λαλοῦντος  Χριστοῦ. Ἐπεὶ οὖν  ταῦτά  τε  καὶ  ἕτερα πλείονα εἴρηκε, φοβῶν, ἐντρέπων, ὀνειδίζων, καθαπτόμενος, ἀπολογούμενος ὑπὲρ ἁπάντων, φησί· ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα μὴ παρὼν ἀποτόμως χρήσωμαι. Βούλομαι γὰρ ἐν τοῖς γράμμασι κεῖσθαι τὴν ἀποτομίαν, ἀλλὰ μὴ ἐν τοῖς πράγμασι· βούλομαι  σφοδρὰς εἶναι  τὰς Ἐπιστολὰς, ἵνα  μείνωσιν  ἀπειλαὶ,  καὶ μὴ εἰς ἔργον ἐξέλθωσιν.  Πάλιν καὶ ἐν  ταύτῃ  τῇ ἀπολογίᾳ  φοβερώτερον  ποιεῖ  τὸν  λόγον,  καὶ δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ μέλλων κολάζειν, ἀλλ' ὁ Θεός· ἐπήγαγε γὰρ, Κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος· καὶ πάλιν δεικνὺς ὅτι οὐκ ἐπιθυμεῖ τῇ ἐξουσίᾳ εἰς τὴν ἐκείνων  ἀποχρήσασθαι τιμωρίαν. Προσέθηκε γὰρ, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν. Καὶ ᾐνίξατο μὲν τοῦτο νῦν, ὅπερ ἔφην· ἀλλὰ κατέλιπεν  αὐτοῖς ἀναλογίσασθαι, ὅτι ἐὰν ἀδιόρθωτοι μείνωσι, καὶ τοῦτο πάλιν οἰκοδομή ἐστι, τὸ τοὺς οὕτω διακειμένους κολάζειν. Καὶ γὰρ οὕτως ἔχει, καὶ αὐτὸς τοῦτο οἶδε, καὶ διὰ τῶν ἔργων  ἔδειξε. Τὸ λοιπὸν,  ἀδελφοὶ,  χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμῶν. Τί ἐστι, Τὸ λοιπὸν, ἀδελφοὶ, χαίρετε; ἐλύπησας, ἐφόβησας, εἰς ἀγωνίαν ἐνέβαλες, τρέμειν ἐποίησας καὶ δεδοικέναι, καὶ πῶς κελεύεις χαίρειν; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο κελεύω χαίρειν. Εἰ γὰρ τὰ παρ' ὑμῶν, φησὶν, ἀκολουθήσειε τοῖς παρ' ἐμοῦ, οὐδὲν ἔσται τὸ κωλύον   τὴν  χαράν.  Τὰ  μὲν  γὰρ  ἐμὰ  ἅπαντα   γέγονεν·  ἐμακροθύμησα, ἀνεβαλόμην,  οὐκ ἐξέκοψα, παρεκάλεσα, συνεβούλευσα, ἐφόβησα, ἠπείλησα, ὥστε πανταχόθεν ὑμᾶς συναγαγεῖν εἰς τὸν τῆς μετανοίας καρπόν. ∆εῖ δὲ λοιπὸν γενέσθαι τὰ παρ' ὑμῶν.  καὶ οὕτως  ἀμάραντος ὑμῖν  ἡ χαρά. Καταρτίζεσθε. Τί ἐστι, Καταρτίζεσθε; Τέλειοι γίνεσθε, ἀναπληροῦτε  τὰ λείποντα.  Παρακαλεῖσθε. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν οἱ πειρασμοὶ, καὶ μεγάλοι οἱ κίνδυνοι, φησί· Παρακαλεῖσθε καὶ ὑπ' ἀλλήλων,  καὶ ὑφ' ἡμῶν, καὶ ὑπὸ τῆς ἐπὶ τὸ βέλτιον  μεταβολῆς. Εἰ γὰρ ἀπὸ τοῦ συνειδότος γένοιτο  χαρὰ καὶ τέλειοι κατασταίητε, οὐδὲν λείπει εἰς εὐθυμίαν ὑμῖν καὶ  παράκλησιν·  οὐδὲν  γὰρ  οὕτω  ποιεῖ  παράκλησιν,  ὡς  καθαρὸν  συνειδὸς,  κἂν μυρίοι περικέωνται  πειρασμοί. Τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· ὃ καὶ ἐν τῇ προτέρᾳ
Ἐπιστολῇ ἐκ προοιμίων ᾔτησεν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ εἰρηνεύειν, ὅταν ἐν τοῖς δόγμασι συμβαίνωσί τινες, ἐν δὲ τοῖς πρὸς ἀλλήλους διαστασιάζωσιν. Ἀλλὰ ἀμφότερα ὁ Παῦλος ἀπαιτεῖ. Καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.  Οὐ γὰρ δὴ μόνον  παραινεῖ  καὶ συμβουλεύει, ἀλλὰ  καὶ ἐπεύχεται.  Ἢ γὰρ ἐπεύχεται  τοῦτο, ἢ προλέγει  τὸ ἐσόμενον· μᾶλλον  δὲ ἀμφότερα. Ἐὰν γὰρ ταῦτα ποιῆτε, φησὶν, οἷον, ἐὰν τὸ αὐτὸ φρονῆτε  καὶ εἰρηνεύητε, ἔσται καὶ ὁ Θεὸς μεθ' ὑμῶν· ἀγάπης γάρ ἐστιν ὁ Θεὸς καὶ εἰρήνης, καὶ τούτοις χαίρει, τούτοις εὐφραίνεται. Ἐντεῦθεν ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς ἀγάπης αὐτοῦ· ἐντεῦθεν τῶν κακῶν ἡ ἀναίρεσις ἁπάντων. Αὕτη τὴν οἰκουμένην ἔσωσεν, αὕτη τὸν χρόνιον πόλεμον κατέλυσεν, αὕτη τῷ  οὐρανῷ  τὴν  γῆν  ἀνέμιξεν,  αὕτη  τοὺς ἀνθρώπους  ἀγγέλους  ἐποίησε. Ταύτην τοίνυν  καὶ ἡμεῖς  ἀγαπήσωμεν· μυρίων  γὰρ ἀγαθῶν  μήτηρ ἡ ἀγάπη. ∆ιὰ ταύτης ἐσώθημεν, διὰ ταύτης  ἡμῖν  τὰ ἀπόῤῥητα ἀγαθὰ ἅπαντα. Εἶτα ἐνάγων  αὐτοὺς εἰς ταύτην, φησίν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Τί ἐστιν, Ἁγίῳ; Μὴ ὑπούλῳ, μὴ δολερῷ,  καθάπερ ὁ Ἰούδας  τὸν  Χριστὸν ἐφίλησε.  ∆ιὰ γὰρ τοῦτο  τὸ  φίλημα δέδοται, ἵνα ἐμπύρευμα τῆς ἀγάπης γένηται, ἵνα ἀνακαίῃ τὴν διάθεσιν, ἵνα οὕτως ἀλλήλους φιλῶμεν,  ὡς ἀδελφοὺς ἀδελφοὶ, ὡς παῖδες πατέρας, ὡς πατέρες παῖδας· μᾶλλον δὲ καὶ πολλῷ πλεῖον· ἐκεῖνα μὲν γὰρ φύσεως, ταῦτα δὲ χάριτος. Οὕτως αἱ ψυχαὶ  ἀλλήλαις  συνδέονται.  ∆ιὰ τοῦτο  καὶ  ἐξ ἀποδημίας  ἐπανιόντες  ἀλλήλους φιλοῦμεν, τῶν ψυχῶν ἐπιγινομένων  εἰς τὴν πρὸς ἀλλήλους συνουσίαν. Τοῦτο γὰρ μάλιστά ἐστι τὸ μέλος τὸ τῆς ψυχῆς  κηρύττον  ἡμῖν  τὸ φίλτρον.  βʹ. Ἐπὶ δὲ τοῦ φιλήματος  τούτου τοῦ ἁγίου ἔστι καὶ ἕτερον λόγον εἰπεῖν. Ποῖον δὴ τοῦτον; Ναός ἐσμεν  τοῦ  Χριστοῦ· τὰ  τοίνυν  πρόθυρα  φιλοῦμεν   τοῦ  ναοῦ  καὶ  τὴν  εἴσοδον, ἀλλήλους  φιλοῦντες.  Ἢ οὐχ ὁρᾶτε ὅσοι καὶ τὰ  πρόθυρα τοῦ ναοῦ τούτου φιλοῦσιν,  οἱ μὲν κύψαντες,  οἱ δὲ τῇ χειρὶ κατέχοντες,  καὶ τῷ στόματι τὴν χεῖρα προσάγοντες; Καὶ διὰ τούτων τῶν πυλῶν καὶ τῶν θυρῶν καὶ εἰσῆλθε καὶ εἰσέρχεται πρὸς ἡμᾶς ὁ Χριστὸς, ἡνίκα ἂν κοινωνῶμεν.  Ἴστε οἱ τῶν μυστηρίων μετέχοντες τὸ λεγόμενον. Καὶ γὰρ οὐχ ὡς ἔτυχε τὸ στόμα ἡμῶν τετίμηται δεχόμενον τὸ σῶμα τὸ∆εσποτικόν. ∆ιὰ τοῦτο μάλιστα ἐνταῦθα φιλοῦμεν. Ἀκουέτωσαν οἱ αἰσχρὰ φθεγγόμενοι,  οἱ λοιδορίας ἐξάγοντες, καὶ φριττέτωσαν  οἷον καταισχύνουσι στόμα·ἀκουέτωσαν οἱ αἰσχρῶς φιλοῦντες·  ἄκουσον οἷα ἔχρησε διὰ τοῦ στόματός σου ὁ  Θεὸς, καὶ  φύλαξον  αὐτὸ  ἀκηλίδωτον.  Περὶ τῆς  μελλούσης  ζωῆς  διελέχθη,  περὶ ἀναστάσεως, περὶ ἀθανασίας, ὅτι ὁ θάνατος οὐ θάνατος, τὰ ἄλλα μυρία ἀπόῤῥητα. Ὥσπερ γὰρ εἰς χρηστήριον παραγίνεται πρὸς τὸ στόμα τοῦ ἱερέως ὁ μυσταγωγεῖσθαι μέλλων. Ἀκούσωμεν ὅσαπέρ ἐστι φρίκης μεστά. Καὶ γὰρ ἀπώλεσεν αὐτοῦ τὴν ζωὴν ἐκ προγόνων, καὶ ἔρχεται αὐτὴν ἀναζητήσων, καὶ ἐρωτήσων πῶς ἂν αὐτὴν εὕροι καὶ ἀνακτήσαιτο. Εἶτα αὐτῷ ὁ Θεὸς χρᾷ πῶς ἂν εὑρεθείη, καὶ γίνεται τοῦ ἱλαστηρίου τὸ στόμα τοῦτο φρικωδέστερον. Ἐκεῖνο μὲν γὰρ τὸ ἱλαστήριον οὐδαμοῦ τοιαύτην ἠφίει φωνὴν,   ἀλλὰ  πολὺ  περὶ  ἐλαττόνων   διελέγετο  πραγμάτων,  περὶ  πολέμων  καὶ εἰρήνης τῆς κάτω· ταῦτα δὲ ἅπαντα  περὶ οὐρανοῦ, καὶ τῆς μελλούσης ζωῆς, καὶ πραγμάτων καινῶν καὶ διάνοιαν ὑπερβαινόντων. Εἰπὼν δὲ, Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι  ἁγίῳ,  ἐπήγαγεν·  Ἀσπάζονται  ὑμᾶς  οἱ  ἅγιοι  πάντες·  κἀντεῦθεν  διδοὺς αὐτοῖς χρηστὰς ἐλπίδας. Τοῦτο προέγραψεν ἀντὶ τοῦ φιλήματος, διὰ τῆς προσρήσεως αὐτοὺς  συνάπτων· ἀπὸ γὰρ  τοῦ  αὐτοῦ  στόματος, οὗ τὸ  φίλημα,  πρόεισι καὶ  τὰ ῥήματα. Εἶδες πῶς ἅπαντας συνάγει, καὶ τοὺς πόῤῥωθεν διεστῶτας τοῖς σώμασι, καὶ τοὺς πλησίον, τοὺς μὲν διὰ τοῦ φιλήματος, τοὺς δὲ διὰ τῶν γραμμάτων; Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων  ὑμῶν. Ἀμήν. Ἐπειδὴ συνῆψεν αὐτοὺς ἀλλήλοις διὰ τῶν  ἀσπασμῶν καὶ τῶν  φιλημάτων,  πάλιν  εἰς εὐχὴν  καταλύει  τὸν  λόγον,  μετὰ πολλῆς τῆς ἀκριβείας συνάπτων αὐτοὺς καὶ τῷ Θεῷ. Ποῦ νῦν οἱ λέγοντες, Ἐπειδὴ
οὐκ ἐντέτακται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προοιμίοις τῶν Ἐπιστολῶν οὐκ ἔστι τῆς αὐτῆς οὐσίας; Ἰδοὺ γὰρ νῦν μετὰ τοῦ Πατρὸς αὐτὸ κατέλεξε καὶ τοῦ Υἱοῦ. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι Κολοσσαεῦσιν ἐπιστέλλων, καὶ εἰπὼν, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, τὸν Υἱὸν ἐσίγησε, καὶ οὐ προσέθηκεν, ὡς ἐν πάσαις ταῖς Ἐπιστολαῖς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἆρα οὖν οὐδὲ Υἱὸς ἔσται τῆς αὐτῆς οὐσίας διὰ τοῦτο; Ἀλλὰ ἐσχάτης ταῦτα ἀνοίας. Καὶ γὰρ αὐτὸ τοῦτο μάλιστα δείκνυσι τῆς αὐτῆς οὐσίας ὄντα αὐτὸν, τὸ διαφόρως κεχρῆσθαι τὸν Παῦλον τούτῳ. Καὶ ὅτι  οὐ  στοχασμὸς τὸ  εἰρημένον,  ἄκουσον  πῶς  Υἱοῦ  καὶ  Πνεύματος μέμνηται,   καὶ   τὸν   Πατέρα  ἀποσιγᾷ.   Κορινθίοις   γὰρ   γράφων   φησὶν,   Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε  ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Τί οὖν, εἰπέ μοι, οὐκ ἐβαπτίσθησαν εἰς Πατέρα οὗτοι; Οὐκοῦν οὐδὲ ἀπελούσαντο,  οὐδὲ ἡγιάσθησαν. Ἀλλὰ  ἐβαπτίσαντο· ὥσπερ οὖν καὶ ἐβαπτίσαντο. Πῶς οὖν οὐκ εἶπεν, ὅτι Ἀπελούσασθε ἐν τῷ ὀνόματι τοῦ Πατρός; Ὅτι ἀδιάφορον  αὐτῷ,  ποτὲ μὲν  ταύτης,  ποτὲ δὲ ἐκείνης  μεμνῆσθαι  τῆς ὑποστάσεως·  καὶ  εὕροις  ἂν  τοῦτο  πολλαχοῦ  τῶν  Ἐπιστολῶν  τὸ  ἔθος.  Καὶ γὰρ Ῥωμαίοις γράφων, φησὶ, Παρακαλῶ οὖν ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· καίτοι καὶ  τοῦ  Υἱοῦ εἰσιν  οἱ  οἰκτιρμοί·  καὶ,  Παρακαλῶ  δὲ  ὑμᾶς  διὰ  τῆς  ἀγάπης  τοῦ Πνεύματος· καίτοι καὶ τοῦ Πατρός ἐστιν ἡ ἀγάπη. Τίνος οὖν ἕνεκεν οὐκ ἐμνήσθη ἐν τοῖς  οἰκτιρμοῖς  τοῦ  Υἱοῦ, οὐδὲ  ἐν  τῇ  ἀγάπῃ  τοῦ  Πατρός; Ὅτι  ὡς  δῆλα  καὶ ὡμολογημένα  ἐσίγησεν. Εὑρεθήσεται δὲ  καὶ  τὰ  δῶρα  αὐτὰ  πάλιν  ἀντιστρόφως τιθείς. Εἰπὼν γὰρ, Ἡ χάρις τοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία  τοῦ ἁγίου Πνεύματος, ἀλλαχοῦ τὴν κοινωνίαν  τοῦ Υἱοῦ, καὶ τὴν ἀγάπην τοῦ Πνεύματός φησι. Παρακαλῶ γὰρ ὑμᾶς διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, φησί. Καὶ ἐν τῇ πρὸς Κορινθίους, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Οὕτω τὰ τῆς Τριάδος ἀδιαίρετα· καὶ οὗ τοῦ Πνεύματός ἐστιν ἡ κοινωνία, εὑρέθη καὶ τοῦ Υἱοῦ· καὶ οὗ τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· Χάρις γὰρ ὑμῖν, φησὶν, ἀπὸ Θεοῦ Πατρός. Καὶ ἀλλαχοῦ πολλὰ αὐτῆς εἴδη καταλέξας, ἐπήγαγε, Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ ταῦτα λέγω, οὐ συναλείφων τὰς ὑποστάσεις, ἄπαγε, ἀλλὰ εἰδὼς καὶ τὸ τούτων  ἰδιάζον καὶ διῃρημένον, καὶ τῆς οὐσίας τὴν ἑνότητα.


γʹ. Μένωμεν τοίνυν καὶ τῶν δογμάτων τούτων τὴν ἀκρίβειαν ἔχοντες, καὶ τοῦ Θεοῦ τὴν ἀγάπην ἐπισπώμενοι. Πρότερον μὲν γὰρ μισοῦντας ἠγάπησε, καὶ ἐχθροὺς ὄντας κατήλλαξε· λοιπὸν δὲ ἀγαπῶντας  ἀγαπᾷν βούλεται. Μένωμεν τοίνυν  ἀγαπῶντες  αὐτὸν, ὥστε καὶ παρ' αὐτοῦ ἀγαπᾶσθαι. Εἰ γὰρ παρὰ ἀνθρώπων  δυνατῶν  ἀγαπώμενοι, φοβεροὶ πᾶσίν ἐσμεν, πολλῷ  μᾶλλον  παρὰ τοῦ Θεοῦ. Κἂν χρήματα δέῃ, κἂν σώματα, κἂν αὐτὴν τὴν ψυχὴν ὑπὲρ ταύτης δοῦναι τῆς ἀγάπης, μὴ φεισώμεθα. Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων  λέγειν,  ὅτι ἀγαπῶμεν,  ἀλλὰ χρὴ καὶ τὴν  τῶν  πραγμάτων  παρέχειν ἀπόδειξιν· οὐδὲ γὰρ αὐτὸς διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ἔδειξε τὴν ἀγάπην. ∆εῖξον τοίνυν καὶ σὺ διὰ τῶν ἔργων τοῦτο, καὶ ποίει τὰ δοκοῦντα αὐτῷ· οὕτω γὰρ αὐτὸς καρπώσῃ τὸ κέρδος πάλιν. Ἐκεῖνος γὰρ οὐδενὸς δεῖται τῶν παρ' ἡμῶν· ὃ καὶ μάλιστα γνησίας ἀγάπης, τὸ μὴ δεόμενον  μηδὲ ἐν χρείᾳ καθεστῶτα, πάντα ποιεῖν ὑπὲρ τοῦ φιλεῖσθαι  παρ' ἡμῶν. ∆ιὸ καὶ Μωϋσῆς ἔλεγε, Τί γὰρ ζητεῖ Κύριος ὁ Θεὸς παρ' ὑμῶν, ἀλλ' ἢ ἀγαπᾷν αὐτὸν, καὶ ἕτοιμον εἶναί σε τοῦ πορεύεσθαι ὀπίσω αὐτοῦ; Ὥστε,  ὅταν αὐτὸν κελεύῃ φιλεῖν, τότε μάλιστα δείκνυσιν ὅτι σε φιλεῖ. Οὐδὲν γὰρ οὕτω συγκροτεῖ τὴν σωτηρίνα τὴν ἡμετέραν, ὡς τὸ αὐτὸν ἀγαπᾷν. Ὅρα γοῦν, ὅτι καὶ τὰ ἐπιτάγματα  αὐτοῦ πάντα  εἰς τὴν  ἡμετέραν  ἀνάπαυσιν  καὶ σωτηρίαν καὶ εὐδοκίμησιν συντείνει.  Καὶ γὰρ ὅταν εἴπῃ, Μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ εἰρηνοποιοὶ, αὐτὸς μὲν οὐδὲν ἐντεῦθεν καρποῦται, ἡμᾶς δὲ καλλωπίζων καὶ ῥυθμίζων ταῦτα ἐπιτάττει· καὶ ὅταν λέγῃ, Ἐπείνασα· οὐ δεόμενος τῆς παρ' ἡμῶν διακονίας, ἀλλὰ σὲ ἀλείφων  εἰς φιλανθρωπίαν.  Ἠδύνατο γὰρ καὶ χωρὶς σοῦ τὸν πένητα τρέφειν, ἀλλὰ θησαυρόν σοι χαριζόμενος μέγιστον, ταῦτα ἐπέταξεν. Εἰ γὰρ ὁ ἥλιος,  κτίσμα ὢν,  οὐδὲ δεῖται  τῶν  ἡμετέρων  ὀφθαλμῶν  (μένει  γὰρ τὴν  οἰκείαν φαιδρότητα ἔχων, κἂν μηδεὶς εἰς αὐτὸν ἐμβλέπῃ), οἱ δὲ κερδαίνοντες ἡμεῖς ἐσμεν, ὅταν  αὐτοῦ  τῆς  ἀκτῖνος   ἀπολαύσωμεν·  πολλῷ   μᾶλλον   ἐπὶ  τοῦ  Θεοῦ  τοῦτο συμβαίνει. Ἵνα δὲ καὶ ἑτέρωθεν τοῦτο μάθῃς, ἄκουε· Πόσον εἶναι βούλει τὸ μέσον τοῦ Θεοῦ καὶ ἡμῶν; ἆρα ὅσον κωνώπων  καὶ ἡμῶν  ἢ πολλῷ  πλέον; Εὔδηλον ὅτι πολλῷ πλέον, καὶ ἄπειρον. Εἰ τοίνυν ἡμεῖς οἱ κενόδοξοι τῆς παρὰ τῶν κωνώπων οὐ δεόμεθα βοηθείας ἢ δόξης, πολλῷ  μᾶλλον  τὸ θεῖον, καὶ ἀπαθὲς ὂν καὶ ἀνενδεές. Τοσοῦτον ἡμῶν  τοίνυν  ἀπολαύει,  ὅσον εὐεργετούμεθα,  ὅσον ἐντρυφᾷ  ἡμῶν  τῇ σωτηρίᾳ. ∆ιὰ τοῦτο καὶ πολλαχοῦ  τὰ αὑτοῦ ἀφιεὶς, τὰ σὰ ζητεῖ. Εἴ τις γὰρ, φησὶ, γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ὁ δὲ  ἀπολύων  γυναῖκα  παρεκτὸς  λόγου  πορνείας,  ποιεῖ  αὐτὴν  μοιχεύεσθαι.  Εἶδες ἄφατον ἀγαθότητα; Ἐὰν ᾖ πόρνη ἡ γυνὴ, φησὶν,  οὐκ ἀναγκάζω συνοικεῖν· ἐὰν δὲ ἄπιστος, οὐ κωλύω.  Πάλιν, ἐὰν λυπῇ πρός τινα, κελεύω ἀφεῖναί  μου τὴν προσφορὰν, καὶ προσδραμεῖν πρὸς τὸν λελυπηκότα. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶ, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι  τῷ ἀδελφῷ  σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Τί δὲ ἡ παραβολὴ τοῦ πάντα κατεδηδοκότος; οὐ τοῦτο ἐνδείκνυται; Ὅτε μὲν γὰρ τὰ μύρια τάλαντα κατέφαγεν, ἠλέησεν αὐτὸν, καὶ ἀφῆκεν· ὅτε δὲ ἑκατὸν δηνάρια ἀπῄτει τὸν σύνδουλον, καὶ πονηρὸν ἐκάλεσε, καὶ τῇ κολάσει παρέδωκεν· οὕτω πολὺς αὐτῷ λόγος ἐστὶ τῆς ἀναπαύσεως τῆς σῆς. Εἰς τὴν γυναῖκα τοῦ δικαίου ἔμελλεν  ἁμαρτάνειν  ὁ βάρβαρος, καί φησιν, Ἐφεισάμην σου τοῦ ἁμαρτῆσαι εἰς ἐμέ. Τοὺς ἀποστόλους ἐδίωκεν ὁ Παῦλος, καὶ λέγει πρὸς αὐτόν· Τί με διώκεις; Ἄλλοι πεινῶσι, καὶ λέγει αὐτὸς πεινᾷν, καὶ γυμνὸς περιιέναι καὶ ξένος, βουλόμενός  σε ἐντρέπειν,  καὶ  ταύτῃ  εἰς  τὸν  τῆς  ἐλεημοσύνης  λόγον  ἐμβαλεῖν. Ἐννοοῦντες  τοίνυν  τὴν  ἀγάπην,  ὅσην διὰ  πάντων  ἐπεδείξατο  καὶ  ἐπιδείκνυται, γνωρίσαι τε ἡμῖν ἑαυτὸν καταξιώσας· ὅπερ μέγιστόν ἐστι κεφάλαιον  τῶν ἀγαθῶν, καὶ φῶς διανοίας, καὶ διδασκαλία ἀρετῆς· καὶ βίον ἀρεστὸν νομοθετήσας, καὶ πάντα δι' ἡμᾶς ἐργασάμενος, καὶ τὸν Υἱὸν δεδωκὼς, καὶ βασιλείαν ἐπαγγειλάμενος, καὶ ἐπὶ τὰ  ἀπόῤῥητα  ἡμᾶς  καλῶν  ἀγαθὰ,  καὶ  μακαριωτάτην  ζωὴν  παρασκευάσας ἡμῖν, ἅπαντα ποιῶμεν καὶ λέγωμεν, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι  τῆς αὐτοῦ, καὶ ἐπιτυχεῖν  τῶν μελλόντων  ἀγαθῶν· ὧν γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |