ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Δ΄ Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν

Πέμπτη 27 Οκτωβρίου 2016

Δ΄ Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63



∆ .Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.∆ιεμαρτύρατο δέ πού τις, λέγων· Τί ἐστιν ἄνθρωπος  ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου  ὅτι  ἐπισκέπτῃ  αὐτόν;  Ἠλάττωσας  αὐτὸν  βραχύ  τι  παρ' ἀγγέλους.

  αʹ. Ἠβουλόμην γνῶναι σαφῶς, εἴ τινες μετὰ τῆς προσηκούσης σπουδῆς τῶν λεγομένων ἀκούουσιν, εἰ μὴ παρὰ τὴν ὁδὸν τὰ σπέρματα ῥίπτομεν· οὕτω γὰρ ἂν προθυμότερον τὴν διδασκαλίαν ἐποιησάμην. Ἐροῦμεν γὰρ, κἂν μηδεὶς ἀκούῃ, διὰ τὸν ἐπικείμενον παρὰ  τοῦ  Σωτῆρος  φόβον.  ∆ιαμάρτυραι  γὰρ,  φησὶ,  τῷ  λαῷ  τούτῳ·  κἂν  μὴ ἀκούσωσιν, αὐτὸς ἀνεύθυνος ἔσῃ. Εἰ δὲ ἐπεπείσμην περὶ τῆς ὑμετέρας σπουδῆς, οὐ διὰ τὸν φόβον ἔλεγον μόνον, ἀλλὰ καὶ μεθ' ἡδονῆς τοῦτο ἐποίουν. Νῦν μὲν γὰρ κἂν μηδεὶς ἀκούῃ, κἂν ἐμοὶ τὸ πρᾶγμα ἀκίνδυνον ᾖ τὸ ἐμαυτοῦ πληροῦντι, ἀλλ' ὅμως οὐ μεθ' ἡδονῆς ὁ πόνος γίνεται. Τί γὰρ ὄφελος, ὅταν μὴ ἐγκαλῶμαι μὲν ἐγὼ, ὠφελῆται δὲ μηδείς; Εἰ δέ τινες  μέλλοιεν  προσέχειν, οὐ τοσαύτην ἀπὸ τοῦ μὴ κολάζεσθαι ληψόμεθα ὄνησιν, ὅσην ἀπὸ τῆς προκοπῆς τῆς ὑμετέρας.


Πῶς οὖν εἴσομαι τοῦτο; Ἐπιτηρήσας ὑμῶν  τινας  τοὺς οὐ πάνυ προσέχοντας, τούτους ἐρήσομαι κατ' ἰδίαν συντυχὼν,  κἂν εὕρω τινὰ τῶν  εἰρημένων  κατέχοντας, οὐ λέγω πάντα· τοῦτο γὰρ ὑμῖν οὐ σφόδρα εὔκολον· ἀλλὰ κἂν ὀλίγα ἐκ πολλῶν, εὔδηλον ὅτι περὶ τῶν πολλῶν οὐδὲ ἀμφιβάλλω  λοιπόν. Καὶ ἐχρῆν μὲν ἡμᾶς, μὴ προειπόντας τοῦτο, ἀφυλάκτοις ὑμῖν ἐπιτεθῆναι· πλὴν ἀλλ' ἀγαπητὸν, εἰ καὶ οὕτω δυνηθείημεν  ἐπιτυχεῖν· μᾶλλον δὲ, καὶ οὕτω δύναμαι ἀφυλάκτοις ἐπιθέσθαι. Ὅτι μὲν γὰρ ἐρήσομαι, προεῖπον· πότε δὲ ἐρήσομαι, οὐκέτι δῆλον καθίστημι· ἴσως γὰρ σήμερον, ἴσως δὲ αὔριον, ἴσως δὲ μετὰ εἴκοσιν ἢ καὶ τριάκοντα  ἡμέρας, ἴσως δὲ μετὰ ἐλάττους,  ἴσως δὲ καὶ μετὰ πλείους. Οὕτω καὶ ὁ Θεὸς τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἐποίησε· καὶ οὔτε εἰ σήμερον, οὔτε εἰ αὔριον, οὔτε εἰ μετὰ ἐνιαυτὸν  ὅλον, οὔτε εἰ μετὰ πλείονα ἔτη ἐπιστήσεται, δῆλον ἡμῖν ἀφῆκεν εἶναι, ἵνα τῷ τῆς προσδοκίας ἀδήλῳ διαπαντὸς ἐν ἀρετῇ κατέχωμεν ἑαυτούς· καὶ ὅτι μὲν ἀπελευσόμεθα, εἶπεν, πότε δὲ, οὐκέτι. Οὕτω κἀγὼ, ὅτι μὲν ἐρήσομαι, εἶπον, πότε δὲ, οὐ προσέθηκα, βουλόμενος ὑμᾶς ἐν φροντίδι εἶναι  διαπαντός. Καὶ μή τις λεγέτω,  ὅτι Πρὸ τεσσάρων ἑβδομάδων  καὶ πέντε καὶ πλειόνων ταῦτα ἤκουσα, καὶ κατέχειν οὐ δύναμαι· τὸν γὰρ ἀκούοντα οὕτω βούλομαι κατέχειν,  ὡς  ἄληστον  ἔχειν  τὴν  μνήμην,  καὶ  μὴ  ἐξίτηλον,  μηδὲ  ἀποπτύειν  τὰ λεγόμενα.  Βούλομαι  γὰρ  ὑμᾶς  κατέχειν,  οὐχ  ἵνα  ἐμοὶ  εἴπητε,  ἀλλ'  ἵνα  ὑμεῖς κερδάνητε· καὶ τοῦτο ἐμοί ἐστι τὸ σπουδαζόμενον. Ἀλλ' ἐπεὶ ὅσα ἐχρῆν εἰπεῖν εἰς ἀσφάλειαν,  ἡμῖν  εἴρηται, ἀναγκαῖον  λοιπὸν  ἄρξασθαι τῆς ἀκολουθίας. Τί δὴ οὖν πρόκειται ἡμῖν εἰπεῖν σήμερον; Οὐ γὰρ ἀγγέλοις, φησὶν, ὑπέταξε τὴν οἰκουμέ  νην  τὴν  μέλλουσαν,  περὶ  ἧς  λαλοῦμεν.  Ἆρα μὴ  περὶ  ἑτέρας  τινὸς  διαλέγεται οἰκουμένης;  Οὐκ ἔστιν,  ἀλλὰ  περὶ  ταύτης.  ∆ιὰ  γὰρ  τοῦτο  προσέθηκε,  Περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα  ἑτέραν τινὰ ἐπιζητεῖν. Πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ; Ὥσπερ καὶ ἑτέρωθί φησιν, Ὅς ἐστι τύπος τοῦ μέλλοντος, περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ μέλλοντα  τὸν κατὰ σάρκα Χριστὸν καλῶν (καὶ γὰρ ἔμελλεν)· οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ' αὐτοῦ δὲ τοῦ εἰπεῖν αὐτὴν μέλλουσαν· ἔμελλε γὰρ ἡ οἰκουμένη· ὁ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. Ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι οὐκ ἀγγέλοις ὑπέταξεν, ἀλλὰ τῷ Χριστῷ. Ὅτι δὲ πρὸς τὸν Υἱὸν εἴρηται, φησὶ, δῆλον· οὐδὲ γὰρ ἐκεῖνο ἄν τις εἴποι, ὅτι πρὸς ἀγγέλους. Εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησι· ∆ιεμαρτύρατο δέ πού τις, λέγων. ∆ιὰ τί μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ' ἔκρυψεν αὐτό; Καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ· ὡς ὅταν λέγῃ· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ  εἰς Πατέρα. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους  λέγει· Ὁ ποιῶν  τοὺς ἀγγέλους  αὐτοῦ  πνεύματα·  πρὸς δὲ τὸν  Υἱὸν, Καὶ καταρχὰς  σὺ, Κύριε, τὴν  γῆν ἐθεμελίωσας. Οὕτω καὶ ἐνταῦθά φησι· ∆ιεμαρτύρατο δέ πού τις, λέγων.  Τοῦτο δὲ αὐτὸ οἶμαι, τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ' ὡς περιφερομένην  καὶ κατάδηλον  οὖσαν εἰσάγειν, δεικνύντος  ἐστὶν αὐτοὺς  σφόδρα ἐμπείρους  εἶναι  τῶν  Γραφῶν.  Τί ἐστιν  ἄνθρωπος,  ὅτι  μιμνήσκῃ  αὐτοῦ;  ἢ  υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ'  ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν  σου· πάντα  ὑπέταξας ὑποκάτω  τῶν  ποδῶν  αὐτοῦ.

βʹ. Ταῦτα δὲ εἰ καὶ εἰς τὴν  κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ' ὅμως κυριώτερον ἁρμόσειεν ἂν τῷ Χριστῷ κατὰ σάρκα· τὸ γὰρ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, ἐκείνου μᾶλλόν ἐστιν, ἢ ἡμῶν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων  ἀνώτερος  γέγονεν.  Ἐν γὰρ τῷ ὑποτάξαι, φησὶν, αὐτῷ τὰ πάντα,  οὐδὲν  ἀφῆκεν  αὐτῷ  ἀνυπότακτον.  Νῦν δὲ οὔπω  ὁρῶμεν  αὐτῷ  τὰ πάντα ὑποτεταγμένα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλλειν, εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτην τὴν μαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν  ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ  ἐν τῷ προτέρῳ αὐτὸ ᾐνίξατο· τὸ γὰρ, Ἕως, οὐ τὸ  εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ· ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται. Μὴ γὰρ, ἐπειδὴ οὐδέπω ὑπετάγησαν, φησὶ, νομίσῃς μηδὲ ὑποτάττεσθαι· ὅτι μὲν γὰρ δεῖ ὑποταγῆναι,  δῆλον· καὶ γὰρ ἡ προφητεία  διὰ τοῦτο εἴρηται· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ, φησὶ, τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Πῶς οὖν οὐ πάντα ὑποτέτακται; Ὅτι μέλλει ὑποτάσσεσθαι. Εἰ τοίνυν  πάντα μὲν ὑποταγῆναι  ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε μηδὲ θορυβοῦ. Εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων  ὑποταγέντων,  ταῦτα ἔπασχες, εἰκότως ἤλγεις· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα, οὔπω ἐκράτησεν ὁ Βασιλεὺς καθαρῶς. Τί τοίνυν  θορυβῇ, πάσχων  κακῶς; οὔπω  πάντων  περιγέγονε  τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον  ὑποταγῆναι.  Εἶτα πάλιν  ἑτέρα παράκλησις· ἤδη ὁ μέλλων  πάντας ἔχειν ὑποτεταγμένους, καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθε. Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον  βλέπομεν, φησὶν, Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. Εἶτα τὰ χρηστὰ πάλιν, ∆όξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἶδες πῶς αὐτῷ πάντα ἥρμοσε; καὶ γὰρ τὸ, Βραχὺ, αὐτῷ ἂν ἁρμόσειε μᾶλλον,  τῷ τρεῖς ἡμέρας γενομένῳ  ἐν τῷ ᾅδῃ μόνας, ἀλλ' οὐχ ἡμῖν  τοῖς ἐπιπολὺ  φθειρομένοις·  ὁμοίως καὶ τὸ, ∆όξῃ καὶ τιμῇ, ἐκείνῳ πολλῷ πλέον, ἢ ἡμῖν ἁρμόσει. Πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως,  εἰς τὸν ∆ιδάσκαλον ἀφορῶντας. Εἰ γὰρ ὁ προσκυνούμενος ὑπ' ἀγγέλων, φησὶν, ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους ἔχειν διὰ σέ· πολλῷ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων  ἐλάττων,  πάντα φέρειν ὀφείλεις  δι' αὐτόν. Εἶτα δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ  ὁ σταυρός ἐστιν· ὡσπεροῦν καὶ αὐτὸς  δόξαν  αὐτὸν  καλεῖ  λέγων· Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν ∆εσπότην. Ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν, ὅσος; Μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναί σοι δοκεῖ, μυρία δὲ τίκτει ἀγαθά. ∆είκνυσιν ἐκ τούτων  τοῦ πειρασμοῦ τὸ ὄφελος. Εἶτά φησιν· Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὅπως, φησὶ, χάριτι Θεοῦ. Κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τίνος ἕνεκεν; Οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε. Καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι Πολλῷ μᾶλλον  ἡ χάρις  τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν  χάριτι  τῇ τοῦ ἑνὸς  ἀνθρώπου  Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. Τί δὲ, εἰ μὴ πάντες ἐπίστευσαν; Αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε. Καὶ κυρίως εἶπεν· Ὑπὲρ παντὸς γεύσηται θανάτου. Καὶ οὐκ εἶπεν· Ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. Τῷ μὲν οὖν εἰπεῖν· ∆ιὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον  ἐσήμανε· τῷ δὲ, Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. Καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν  τῷ  ἀῤῥώστῳ παρεσκευασμένων σιτίων  ἀπογεύσασθαι, διὰ τὴν  περὶ ἐκεῖνον κηδεμονίαν πρότερον αὐτὸς ἀπογεύεται, ἵνα  πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολμῆσαι  τῆς  βρώσεως· οὕτω  καὶ  ὁ  Χριστὸς, ἐπειδὴ  πάντες  ἄνθρωποι  τὸν θάνατον   ἐδεδοίκεσαν,   πείθων   αὐτοὺς   κατατολμᾷν   τοῦ   θανάτου,   καὶ   αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων  ἀνάγκην. Ἔρχεται γὰρ, φησὶν, ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ οὐχ εὑρίσκει ἐν ἐμοὶ οὐδέν. Οὕτω καὶ τὸ, Χάριτι, καὶ τὸ, Ὑπὲρ παντὸς γεύσηται θανάτου, τοῦτο συνίστησιν. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν  διὰ παθημάτων  τελειῶσαι.

γʹ. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. Ὁρᾷς πῶς πάλιν τὸ, ∆ι' οὗ, αὐτῷ ἁρμόζει; Οὐκ ἂν τοῦτο ἐποίησεν, εἴ γε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ μόνον προσῆκον.  Ὃ  δὲ  λέγει,  τοιοῦτόν   ἐστιν·  ἄξια,  φησὶ,  τῆς  φιλανθρωπίας   αὑτοῦ πεποίηκε τῷ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον  καὶ τοὺς ἄλλους ὑπερέχοντα, τοῖς ἑτέροις ὑπόδειγμα θεῖναι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· τουτέστι, τὸν αἴτιον τῆς σωτηρίας. Ὁρᾷς ὅσον τὸ μέσον; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ' ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. Εἶδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησι; Πολλοὺς, φησὶν, υἱοὺς εἰς δόξαν ἀγαγόντα. Ἐνταῦθα συνήγαγε· Τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· καὶ πάλιν διέστησε. ∆ιὰ παθημάτων  τελειῶσαι. Ἄρα τὰ παθήματα τελείωσις, καὶ αἰτία τῆς σωτηρίας. Ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων;  Εἰ δὲ τούτῳ πρώτῳ  τετίμηκε  τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· ὄντως τοῦ τὸν κόσμον ποιῆσαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν αὐτὸν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζόν ἐστι. Καὶ τοῦτο μὲν οὖν φιλανθρωπίας,  ἐκεῖνο δὲ πολλῷ πλέον. Καὶ δεικνὺς καὶ αὐτὸς τοῦτο αὐτὸ, φησίν· Ἵνα ἐνδείξηται  ἐν τοῖς  αἰῶσι τοῖς ἐπερχομένοις  τὸν  ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὑτοῦ, καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.  Ἔπρεπε γὰρ  αὐτῷ,  φησὶ,  τῷ  κηδεμόνι  ὄντι,  καὶ  πάντα  εἰς  τὸ  εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν.  Ἀλλ' οὐκ εἶπεν  οὕτως, ἀλλὰ,  ∆ιὰ παθημάτων  τελειῶσαι,  δεικνὺς  ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. Καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς, φησὶ, παραθαῤῥύνων αὐτούς. Καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. Ὅταν δὲ εἴπω, ὅτι Ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν  αὐτῷ  γίνεσθαι·  ἐκείνην  γὰρ τὴν  τῆς  φύσεως  εἶχεν  ἀεὶ, οὐδὲν προσλαβών. Ὅ τε γὰρ ἁγιάζων,  φησὶ, καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες.  ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ἰδοὺ πάλιν πῶς συνάγει τιμῶν αὐτοὺς καὶ παραμυθούμενος καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ, κατὰ τοῦτο τὸ ἐξ ἑνὸς εἶναι. Εἶτα πάλιν ἀσφαλιζόμενος, καὶ δεικνὺς ὅτι τὸ κατὰ σάρκα φησὶν, ἐπήγαγε τὸ, Ὁ ἁγιάζων, καὶ οἱ ἁγιαζόμενοι. Ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν γὰρ ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Καὶ ἀνωτέρω τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν ἔφη. Εἰς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα. ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν. Ὁρᾷς πῶς πάλιν δείκνυσι τὴν ὑπεροχήν; Τῷ γὰρ εἰπεῖν· Οὐκ  ἐπαισχύνεται, δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὂν, καὶ τῆς ταπεινοφροσύνης τῆς πολλῆς. Εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ' ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα. Πολὺ δὲ τὸ μέσον· καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς, ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν, ἐξ οὐκ ὄντων. Ὥστε πολὺ  τὸ  μέσον. ∆ιό φησιν·  Οὐκ ἐπαισχύνεται  ἀδελφοὺς  αὐτοὺς  καλεῖν,  λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Τὴν γὰρ σάρκα ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα καὶ συνεισῆλθεν ὁμοῦ τῇ σαρκὶ καὶ ἡ ἀδελφότης. Ἀλλὰ τοῦτο μὲν εἰκότως παράγει· τὸ δὲ, Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ, τί βούλεται; Καὶ τὸ μετὰ ταῦτα δὲ εἰκότως· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν· Ἀπαγγελῶ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· καὶ πάλιν τὴν ὑπεροχὴν δείκνυσι, καὶ πολὺ τὸ μέσον, διὰ τῶν ἑξῆς· Ἐπεὶ οὖν τὰ παιδία, φησὶ, κεκοινώνηκεν  αἵματος καὶ σαρκός.

δʹ. Ὁρᾷς ποῦ, φησὶ, τὸ ὅμοιον; κατὰ τὴν σάρκα. Παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ, ἐγκαλυπτέσθωσαν  οἱ δοκήσει λέγοντες  αὐτὸν παραγενέσθαι,  καὶ  οὐκ ἀληθείᾳ.  Οὐ γὰρ εἶπεν,  ὅτι  Μετέσχε τούτων,  μόνον,  καὶ ἐσίγησε· καίτοι καὶ εἰ οὕτως εἶπεν, ἱκανὸν  ἦν· ἀλλ' ἕτερόν τι μεῖζον ἐνέφηνε,  τὸ, Παραπλησίως, προσθείς. Οὐ φαντασίᾳ  οὐδὲ εἰκόνι,  φησὶν, ἀλλ' ἀληθείᾳ· ἐπεὶ τὸ, Παραπλησίως, οὐ σώζεται. Εἶτα δείξας τὴν ἀδελφότητα, καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας· Ὅπως διὰ τοῦ θανάτου,  φησὶ, καταργήσῃ τὸν  τὸ κράτος ἔχοντα  τοῦ θανάτου, τουτέστι, τὸν διάβολον. Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι' οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς  οἰκουμένης,  ὁ  θάνατος,  τούτῳ  αὐτὸν  ἔπληξεν  ὁ  Χριστός· καὶ  τὸ  πολὺ  τῆς δυνάμεως  τοῦ νικήσαντος  ἐμφαίνει.  Ὁρᾷς ὅσον ὁ θάνατος  εἰργάσατο καλόν; Καὶ ἀπαλλάξῃ,  φησὶ, τούτους,  ὅσοι φόβῳ  θανάτου  διὰ παντὸς  τοῦ ζῇν  ἔνοχοι  ἦσαν δουλείας.  Τίνος  ἕνεκεν  φρίττετε,  φησὶ,  τί  δεδοίκατε  τὸν  καταργηθέντα;  οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται, εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας; τί τοῦτο, φησίν; Ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν·  ἢ ἐκεῖνο, ὅτι πάντες  δοῦλοι ἦσαν τοῦ θανάτου, φησὶ, καὶ τῷ μηδέπω αὐτὸν  λελύσθαι  ἐκρατοῦντο·  ἢ,  [εἰ  μὴ  τοῦτο,]  ὅτι  φόβῳ  διηνεκεῖ  συνέζων  οἱ ἄνθρωποι.  Ἀεὶ γὰρ ἀποτεθνήξεσθαι  προσδοκῶντες,  καὶ τὸν  θάνατον  δεδοικότες, οὐδεμιᾶς ἡδονῆς  αἴσθησιν λαβεῖν  ἠδύναντο,  τοῦ φόβου τούτου παρόντος αὐτοῖς· τοῦτο γὰρ ᾐνίξατο εἰπών· ∆ιὰ παντὸς τοῦ ζῇν. ∆είκνυσιν ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς διωκομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἁπάντων  ἀποστερουμένους, ἥδιον διάγοντας  καὶ ἐλευθεριώτερον  ἐκείνων  τῶν  ἐν τρυφῇ τὸ πάλαι τυγχανόντων,  τῶν μηδὲν τοιούτων παθόντων, τῶν εὐθηνουμένων· εἴ γε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῇν ὑπὸ τῷ φόβῳ τούτῳ  ἦσαν καὶ δοῦλοι, αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο, ὅπερ ἐκεῖνοι πεφρίκασιν. Ὥσπερ γὰρ  εἴ  τις  δεσμώτην  μέλλοντα  τὴν  ἐπὶ  θάνατον  ἄγεσθαι, καὶ  ἀεὶ  τοῦτο προσδοκῶντα, λιπαίνοι πολλῇ τῇ τρυφῇ· τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος. Νῦν δὲ ταυτὸν  γέγονεν,  οἷον ἂν εἴ τις τὸν φόβον  ἐκεῖνον  ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἀθλεῖν προτρέποι, καὶ τὸν ἀγῶνα προτιθεὶς, ἐπαγγέλοιτο μηκέτι εἰς θάνατον, ἀλλ' εἰς βασιλείαν ἀγαγεῖν. Τίνων οὖν ἠθέλησας σὺ γενέσθαι, τῶν  ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων   μετὰ  τοῦ  καθ'  ἑκάστην  ἡμέραν  τὴν  ἀπόφασιν  προσδοκᾷν, ἢ τῶν ἀθλούντων πολλὰ, καὶ πονούντων ἑκοντὶ, ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; Ὁρᾷς πῶς αὐτῶν ἦρε τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; ∆είκνυσι δὲ οὐ τὸν θάνατον  μόνον  πεπαυμένον,  ἀλλὰ διὰ τούτου κἀκεῖνον  τὸν ἄσπονδον πρὸς ἡμᾶς ἀεὶ τὸν πόλεμον ἐπανῃρημένον καὶ ἐπιδεικνύμενον,  τὸν διάβολον λέγω καταργηθέντα· ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. Εἰ γὰρ δέρμα ὑπὲρ δέρματος, καὶ πάντα δοίη ἄν τις ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· ὅταν καὶ ταύτης κρίνῃ τις καταφρονεῖν, τίνος ἔσται δοῦλος λοιπόν; Οὐδένα δέδοικεν, οὐδένα φοβεῖται, πάντων  ἐστὶν ἀνώτερος, καὶ πάντων  ἐλευθεριώτερος. Ὁ γὰρ τῆς ψυχῆς τῆς ἑαυτοῦ καταφρονῶν, πολλῷ μᾶλλον τῶν ἄλλων. Ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν  ἐργάσασθαι δυνήσεται  ἐν  αὐτῇ τῶν  ἑαυτοῦ. Τί γὰρ, εἰπέ  μοι, χρημάτων ζημίαν ἀπειλήσει καὶ ἀτιμίαν καὶ πατρίδος ἔκπτωσιν; Ἀλλὰ ταῦτα μικρὰ τῷ μηδὲ τὴν  ψυχὴν  τιμίαν  τιθεμένῳ,  κατὰ τὸν  μακάριον Παῦλον. Ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, συγκατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν; ὁ γὰρ περὶ  ἀναστάσεως  μυρία  φιλοσοφεῖν   εἰδὼς,  πῶς  δέδοικε  θάνατον;  πῶς  φρίττει λοιπόν;  Μὴ τοίνυν  ἀσχάλλετε  λέγοντες,  ∆ιὰ τί τὰ καὶ τὰ πεπόνθαμεν;  οὕτω γὰρ λαμπροτέρα ἡ νίκη γίνεται· οὐκ ἂν δὲ ἦν λαμπρὰ, εἰ μὴ θανάτῳ τὸν θάνατον ἔλυσε. Τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι δι' αὐτῶν αὐτὸν ἐνίκησε, δι' ὧν ἴσχυσε, τὸ εὔπορον αὐτοῦ  πανταχοῦ  καὶ  εὐμήχανον  δεικνύς.  Μὴ δὴ  προδῶμεν  τὴν  δοθεῖσαν  ἡμῖν δωρεάν. Οὐ γὰρ ἐλάβομεν, φησὶ, πνεῦμα δειλίας, ἀλλὰ πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Στῶμεν οὖν γενναίως  καταγελῶντες  τοῦ θανάτου.

εʹ. Ἀλλὰ γὰρ ἐπῆλθέ  μοι στενάξαι  πικρὸν,  ποῦ μὲν  ὁ Χριστὸς ἡμᾶς ἀνήγαγε,  ποῦ δὲ ἑαυτοὺς κατηγάγομεν. Ὅταν γὰρ ἴδω τοὺς κοπετοὺς τοὺς κατὰ τὴν ἀγορὰν, τὰς οἰμωγὰς, ἃς ἐπὶ  τοῖς  ἐξερχομένοις  ποιοῦνται  τοῦ  βίου, τὰς  ὀλολυγὰς,  τὰς  ἀσχημοσύνας  τὰς ἄλλας,  πιστεύσατε, αἰσχύνομαι  καὶ Ἕλληνας  καὶ Ἰουδαίους  καὶ αἱρετικοὺς  τοὺς ὁρῶντας, καὶ πάντας ἁπλῶς τοὺς διὰ τοῦτο καταγελῶντας  ἡμῶν· ὅσα γὰρ ἂν εἴπω λοιπὸν, εἰκῇ ἐρῶ περὶ ἀναστάσεως φιλοσοφῶν. Τί δήποτε; Ὅτι οὐ τοῖς λεγομένοις παρ' ἐμοῦ προσέχουσιν Ἕλληνες,  ἀλλὰ  τοῖς  γινομένοις  παρ' ὑμῶν·  εὐθέως  γὰρ ἐροῦσι· Πότε τούτων τις καταφρονῆσαι θανάτου δυνήσεται, μηδὲ ἕτερον τεθνεῶτα δυνάμενος ἰδεῖν; Καλὰ τὰ εἰρημένα ὑπὸ τοῦ Παύλου, καλὰ, καὶ τῶν οὐρανῶν ἄξια, καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας·  τί γάρ φησι; Καὶ ἀπαλλάξει  τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Ἀλλ'  οὐκ ἀφίετε  ταῦτα πιστεύεσθαι ὑμεῖς, μαχόμενοι  διὰ τῶν  ἔργων αὐτοῖς· καίτοι πολλὰ ἐπιτειχίσαντος τοῦ Θεοῦ γίνεσθαι πρὸς τοῦτο, ἵνα ἀνέλῃ τὴν πονηρὰν ταύτην συνήθειαν. Εἰπὲ γάρ μοι, τί βούλονται αἱ λαμπάδες αἱ φαιδραί; οὐχ ὡς ἀθλητὰς αὐτοὺς προπέμπομεν; τί δὲ οἱ ὕμνοι; οὐχὶ τὸν Θεὸν δοξάζομεν, καὶ εὐχαριστοῦμεν ὅτι λοιπὸν ἐστεφάνωσε τὸν ἀπελθόντα, ὅτι τῶν πόνων ἀπήλλαξεν, ὅτι τῆς δειλίας ἐκβαλὼν ἔχει παρ' ἑαυτῷ; οὐ διὰ τοῦτο ὕμνοι; οὐ διὰ τοῦτο ψαλμωδίαι; Ταῦτα πάντα χαιρόντων ἐστίν· Εὐθυμεῖ γὰρ, φησὶ, τίς; ψαλλέτω. Ἀλλ' οὐ τούτοις προσέχουσιν Ἕλληνες. Μὴ γάρ μοι, φησὶν, εἴπῃς τὸν ἐκτὸς τοῦ πάθους φιλοσοφοῦντα, τοῦτο γὰρ οὐδὲν μέγα οὐδὲ θαυμαστὸν, ἀλλὰ  δεῖξόν  μοι  τὸν  ἐν  αὐτῷ  τῷ  πάθει  φιλοσοφοῦντα,  καὶ  τότε  πιστεύσω  τῇ ἀναστάσει. Καὶ τὸ μὲν βιωτικὰς γυναῖκας τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· καίτοι γε καὶ αὐτὸ δεινόν·  καὶ γὰρ καὶ αὗται τὴν  αὐτὴν  ἀπαιτοῦνται  φιλοσοφίαν·  διὸ καὶ Παῦλός φησι· Περὶ δὲ τῶν κεκοιμημένων  οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, καθὼς  καὶ οἱ λοιποὶ  οἱ μὴ ἔχοντες  ἐλπίδα. Οὐχὶ μονάζουσιν ἔγραφε ταῦτα  οὐδὲ ἀειπαρθένοις, ἀλλὰ καὶ κοσμικαῖς γάμῳ ὁμιλησάσαις, καὶ βιωτικοῖς. Πλὴν ἀλλ' οὐχ οὕτω δεινὸν τοῦτο· ὅταν δέ τις, ἢ γυνὴ, ἢ ἀνὴρ ἐσταυρῶσθαι τῷ κόσμῳ λέγων, ὁ μὲν τρίχας  τίλλῃ,  ἡ  δὲ  κωκύῃ  μεγάλα,  τί  τούτου  ἀσχημονέστερον;  Πιστεύσατέ μοι λέγοντι·  εἴγε ὡς ἐχρῆν ἐγίνετο, πολὺν  ἔδει χρόνον  τοὺς τοιούτους εἴργεσθαι τῶν οὐδῶν τῶν τῆς ἐκκλησίας. Οἱ γὰρ ὄντως ἄξιοι πένθους, οὗτοί εἰσιν, οἱ τὸν θάνατον δεδοικότες ἔτι καὶ φρίττοντες, οἱ τῇ ἀναστάσει διαπιστοῦντες. Ἀλλ' οὐ τῇ ἀναστάσει διαπιστῶ, φησὶν, ἀλλὰ τὴν συνήθειαν ἐπιζητῶ. ∆ιὰ τί οὖν, εἰπέ μοι, ὅταν ἀποδημῇ, καὶ ἀποδημίαν μακρὰν, οὐ τὰ αὐτὰ ποιεῖς; Ἀλλὰ κλαίω καὶ τότε, φησὶ, καὶ θρηνῶ ἐπιζητοῦσα. Ἀλλ' ἐκεῖνο μὲν ὄντως συνήθειαν ἐπιζητούσης ἐστὶ, τοῦτο δὲ ἀπεγνωκυίας τὴν ἐπάνοδον. Ἐννόησον τί ψάλλεις κατὰ τὸν καιρὸν ἐκεῖνον· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· καὶ πάλιν, Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ πάλιν,  Σύ μου εἶ καταφυγὴ  ἀπὸ θλίψεως  τῆς  περιεχούσης με. Ἐννόησον τί  βούλονται  οὗτοι  οἱ ψαλμοί.  Ἀλλ' οὐ προσέχεις,  ἀλλὰ   μεθύεις   ὑπὸ  τοῦ   πένθους.   Κἂν  ἐν   τοῖς   ἑτέρων   κηδεύμασι κατανόησον ἀκριβῶς, ἵνα ἔχῃς φάρμακον ἐν τοῖς σοῖς. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν  ἀνάπαυσίν  σου, ὅτι Κύριος εὐηργέτησέ σε, λέγεις,  καὶ δακρύεις; οὐχὶ  σκηνὴ ταῦτά ἐστιν, οὐχ ὑπόκρισις; Εἰ μὲν γὰρ ὄντως πιστεύεις οἷς λέγεις, περιττῶς πενθεῖς· εἰ δὲ παίζεις καὶ ὑποκρίνῃ καὶ μύθους αὐτὰ εἶναι νομίζεις, τί καὶ ψάλλεις; τί καὶ ἀνέχῃ   τῶν   παραγινομένων;   διὰ   τί   μὴ   ἀπελαύνεις   τοὺς   ψάλλοντας;   Ἀλλὰ μαινομένων  τοῦτο,  φησί.  Κἀκεῖνο πολλῷ  μᾶλλον.  Τέως μὲν  οὖν  παραινῶ·  τοῦ χρόνου  δὲ  προϊόντος  σφοδρότερον  τῷ  πράγματι  χρήσομαι·  καὶ  γὰρ  μειζόνως δέδοικα, μὴ τούτῳ τῷ τρόπῳ χαλεπή τις νόσος ἐν τῇ Ἐκκλησίᾳ ὑπεισέλθῃ. Τοῦτον μὲν οὖν τὸν κοπετὸν ὕστερον ἐπανορθωσώμεθα· τέως δὲ παραγγέλλω καὶ διαμαρτύρομαι καὶ πλουσίοις καὶ πένησι, καὶ γυναιξὶ καὶ ἀνδράσι. Γένοιτο μὲν οὖν πάντας ὑμᾶς ἀπενθήτους τὸν βίον  ἐξελθεῖν, καὶ κατὰ νόμον τὸν προσήκοντα πατέρας ὑπὸ τῶν υἱῶν γεγηρακότας προπέμψεσθαι καὶ μητέρας ὑπὸ θυγατέρων καὶ ἐγγόνων   καὶ  μετεγγόνων   ἐν  λιπαρῷ  τῷ  γήρᾳ,  καὶ  μηδαμοῦ  γενέσθαι  ἄωρον θάνατον.  Γένοιτο μὲν οὖν  τοῦτο, καὶ τοῦτο εὔχομαι, καὶ τοὺς προέδρους δὲ καὶ πάντας ὑμᾶς ὑπὲρ ἀλλήλων  παρακαλῶ δεηθῆναι τοῦ Θεοῦ, καὶ κοινὴν ποιήσασθαι ταύτην εὐχήν· εἰ δὲ, ὅπερ ἀπείη μηδὲ συμβαίη, πικρός τις γένηται θάνατος (πικρὸς δὲ λέγω,  οὐ  τῇ  φύσει· οὐδὲ  γάρ  ἐστι λοιπὸν  πικρὸς  ὁ  θάνατος·  ὕπνου  γὰρ  οὐδὲν διενήνοχεν· ἀλλὰ πικρὸς λέγω, πρὸς τὴν ἡμετέραν διάθεσιν)· εἰ οὖν οὗτος συμβαίη, καί τινες τὰς θρηνούσας ταύτας μισθώσαιντο, πιστεύσατέ μοι λέγοντι,  οὐκ ἄλλως γὰρ ἐρῶ, ἀλλ' ὡς ἔχω· ὁ βουλόμενος ὀργιζέσθω· πολὺν αὐτὸν χρόνον τῆς ἐκκλησίας ἀπείρξω  ὡς  τὸν  εἰδωλολάτρην.  Εἰ γὰρ  τὸν  πλεονέκτην  εἰδωλολάτρην   καλεῖ  ὁ Παῦλος, πολλῷ μᾶλλον τὸν ἐπὶ πιστοῦ τὰ τῶν εἰδωλολατρῶν  ἐπεισφέροντα. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πρεσβυτέρους καλεῖς, καὶ τοὺς ψάλλοντας; οὐχ ὥστε παραμυθήσασθαι, οὐχ ὥστε τιμῆσαι τὸν ἀπελθόντα; Τί τοίνυν αὐτὸν ὑβρίζεις; τί δὲ παραδειγματίζεις;   τί   δὲ  παίζεις,   ὥσπερ  ἐν   σκηνῇ;  Ἡμεῖς  ἐρχόμεθα   τὰ   περὶ ἀναστάσεως φιλοσοφοῦντες, πάντας παιδεύοντες, καὶ τοὺς μηδέπω πεπληγμένους, διὰ τῆς εἰς ἐκεῖνον τιμῆς, εἴ ποτε συμβαίη τι τοιοῦτον, φέρειν γενναίως· σὺ δὲ ἄγεις τοὺς τὰ ἡμέτερα καθαιροῦντας, τό γε αὐτῶν μέρος;  ʹ. Τί τούτου τοῦ γέλωτος καὶ τῆς χλευασίας χεῖρον; τί ταύτης τῆς ἀνωμαλίας  βαρύτερον; Αἰσχύνθητε καὶ ἐντράπητε· εἰ δὲ μὴ βούλεσθε, ἡμεῖς οὐκ ἀνεχόμεθα ἔθη τοιαῦτα ὀλέθρια τῇ ἐκκλησίᾳ ἐπεισαγαγεῖν· Τοὺς γὰρ ἁμαρτάνοντας, φησὶν, ἐνώπιον πάντων ἔλεγχε. Κἀκείναις δὲ ταῖς ταλαιπώροις  καὶ ἀθλίαις  δι' ὑμῶν ἀπαγορεύομεν, μηδέποτε ταῖς τῶν  πιστῶν ἐκφοραῖς ἐπεισιέναι, ἵνα μὴ ὄντως τὰ οἰκεῖα αὐτὰς ἀναγκάσωμεν θρηνεῖν κακὰ, καὶ παιδεύσωμεν  μὴ ἐν ἀλλοτρίοις  ταῦτα ποιεῖν, ἀλλὰ τὰς οἰκείας συμφορὰς μᾶλλον ὀδύρεσθαι· καὶ γὰρ καὶ πατὴρ φιλόστοργος,  ὅταν  υἱὸν  ἄτακτον  ἔχῃ, οὐκ ἐκείνῳ μόνον παραινεῖ μὴ πλησιάζειν τοῖς πονηροῖς, ἀλλὰ καὶ ἐκείνους φοβεῖ. Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν  τὰς τοιαύτας, μήτε ἐκείνας  παραγίνεσθαι. Καὶ γένοιτο  μὲν  τὸν  λόγον  τι  ἐργάσασθαι πλέον  καὶ τὴν ἀπειλὴν ἰσχῦσαι· εἰ δὲ, ὅπερ ἀπείη, καταφρονηθῶμεν, ἀναγκασθησόμεθα λοιπὸν εἰς ἔργον ἀγαγεῖν τὴν ἀπειλὴν, ὑμᾶς μὲν τοῖς νόμοις παιδεύοντες τοῖς ἐκκλησιαστικοῖς, ἐκείνας  δὲ ὡς ἐκείναις  προσῆκόν ἐστιν. Εἰ δέ τις ἀπαυθαδιαζόμενος καταφρονεῖ, ἀκουέτω τοῦ Χριστοῦ λέγοντος καὶ νῦν· Ἐὰν ὁ ἀδελφός σου ἁμαρτήσῃ εἰς σὲ, ὕπαγε, ἔλεγξον  αὐτὸν  μεταξὺ σοῦ καὶ αὐτοῦ  μόνου· εἰ δὲ μὴ πείθοιτο,  παράλαβε  μετὰ σεαυτοῦ ἕνα ἢ δύο· εἰ δὲ καὶ οὕτως  ἀντιλέγοι,  εἰπὲ τῇ Ἐκκλησίᾳ· εἰ δὲ καὶ τῆς Ἐκκλησίας παρακούσειεν, ἔστω σοι ὡς ὁ ἐθνι  κὸς καὶ ὁ τελώνης. Εἰ δὲ τὸν εἰς ἐμὲ  ἁμαρτάνοντα,  ἐπειδὰν  μὴ  πείθοιτο,  οὕτως  ἀποστρέφεσθαι  κελεύει·  τὸν  εἰς ἑαυτὸν ἁμαρτάνοντα· καὶ εἰς τὸν Θεὸν πῶς ἔχειν ὀφείλω, ὑμεῖς κρίνατε· ὑμεῖς γὰρ ἡμῶν καταγινώσκετε οὐ μαλακῶς προσφερομένων ἡμῖν. Εἰ δέ τις καταφρονεῖ τῶν δεσμῶν τῶν παρ' ἡμῶν, πάλιν αὐτὸν ὁ Χριστὸς παιδευέτω λέγων. Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα  ἐν  τῷ  οὐρανῷ.  Εἰ γὰρ  καὶ  ἡμεῖς  ταλαίπωροι  καὶ  οὐδαμινοὶ  καὶ  τοῦ καταφρονεῖσθαι  ἄξιοι, ὥσπερ οὖν  καὶ ἄξιοι, ἀλλ' οὐχ ἑαυτοὺς  ἐκδικοῦμεν,  οὐδὲ ὀργὴν ἀμυνόμεθα, ἀλλὰ τῆς ὑμετέρας σωτηρίας φροντίζομεν. Αἰδέσθητε, παρακαλῶ, καὶ ἐντράπητε· εἰ γὰρ φίλον τις φέρει, σφοδρότερον τοῦ δέοντος ἐπιφερόμενον, τὸν σκοπὸν ἐξετάζων, καὶ ὅτι εὐνοϊκῶς, ἀλλ' οὐκ ἀλαζονευόμενος τοῦτο ποιεῖ· πολλῷ μᾶλλον διδάσκαλον ἐπιπλήττοντα,  καὶ διδάσκαλον οὐδὲ αὐτὸν ἐξ αὐθεντίας ταῦτα λέγοντα, οὐδὲ ὡς ἐν τάξει ἄρχοντος, ἀλλ' ὡς ἐν τάξει κηδεμόνος. Οὐ γὰρ ἐξουσίαν ἐπιδείξασθαι βουλόμενοι, ταῦτα λέγομεν· Πῶς γὰρ οἱ μηδὲ εἰς πεῖραν αὐτῶν ἐλθεῖν εὐχόμενοι;  ἀλλ' ὑπὲρ ὑμῶν  ἀλγοῦντες  καὶ κοπτόμενοι. Σύγγνωτε  δὴ, καὶ μηδεὶς καταφρονείτω τῶν δεσμῶν τῶν ἐκκλησιαστικῶν· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ δεσμῶν, ἀλλ' ὁ Χριστὸς ὁ τὴν ἐξουσίαν ταύτην ἡμῖν δεδωκὼς, καὶ κυρίους ποιῶν ἀνθρώπους τῆς  τοσαύτης  τιμῆς.  Ἡμεῖς  μὲν  γὰρ  εἰς  τὸ  λύειν  βουλόμεθα  κατακεχρῆσθαι  τῇ ἐξουσίᾳ· μᾶλλον δὲ οὐδὲ τούτου, ἀνάγκην ἔχειν βουλόμεθα· οὐδένα γὰρ βουλόμεθα εἶναι δεσμώτην παρ' ἡμῖν· οὐχ οὕτως ἐσμὲν ἄθλιοι καὶ ταλαίπωροι, εἰ καὶ σφόδρα οὐδαμινοί  τινές  ἐσμεν. Εἰ δὲ  ἀναγκασθείημεν,  σύγγνωτε·  οὐ  γὰρ  ἑκόντες  οὐδὲ βουλόμενοι, ἀλλὰ μᾶλλον ὑμῶν τῶν δεδεμένων ἀλγοῦντες, τὰ δεσμὰ περιβάλλομεν. Εἰ δέ τις καταφρονοίη τούτων, ἐπιστή  σεται ὁ τῆς κρίσεως καιρὸς ὁ διδάσκων αὐτόν. Τὸ δὲ λοιπὸν οὐ βούλομαι εἰπεῖν, ἵνα μὴ πλήξω τὴν διάνοιαν ὑμῶν. Ἡμεῖς μὲν γὰρ πρῶτον μὲν εὐχόμεθα εἰς ἀνάγκην  μὴ ἐλθεῖν· εἰ δὲ ἔλθοιμεν, τὸ ἑαυτῶν πληροῦμεν, περιβάλλομεν  τὰ δεσμά. Εἰ δέ τις διαῤῥήξειε ταῦτα, ἐγὼ  τὸ ἐμαυτοῦ πεποίηκα, καὶ ἀνεύθυνός εἰμι λοιπὸν, ὁ δὲ λόγος ἔσται σοι πρὸς τὸν ἐμοὶ κελεύσαντα δῆσαι. Οὐδὲ γὰρ εἰ, βασιλέως προκαθημένου, τῶν δορυφόρων τῶν παρεστώτων τις ἐκελεύσθη δῆσαί τινα τῶν ἐν τῇ τάξει καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσαιτο τοῦτον, ἀλλὰ καὶ συντρίψειε τὰ δεσμὰ, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθὼς, ἀλλ' ὁ βασιλεὺς πολλῷ μᾶλλον ὁ κελεύσας. Εἰ γὰρ τὰ εἰς τοὺς πιστοὺς γινόμενα αὐτὸς οἰκειοῦται, ὅταν τοὺς εἰς τὸ διδάσκειν τεταγμένους ὑβρίζητε, πολλῷ μᾶλλον ὡς αὐτὸς ὑβριζόμενος διακείσεται. Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐπὶ τῆς ἐκκλησίας  ταύτης  εἰς  ἀνάγκην  τῶν  δεσμῶν  τούτων  ἐλθεῖν.  Ὥσπερ γὰρ  τὸ  μὴ ἁμαρτάνειν καλόν· οὕτω τὸ φέρειν ἐπιτίμησιν χρήσιμον. Φέρωμεν τοίνυν τὴν ἐπίπληξιν,  καὶ σπουδάζωμεν  τὸ μὴ ἁμαρτάνειν·  εἰ δὲ ἁμάρτοιμεν,  φέρωμεν  τὴν ἐπιτίμησιν.  Ὥσπερ γὰρ  καλὸν  μὲν  τὸ  μὴ  πλήττεσθαι,  εἰ  δὲ  τοῦτο  γένοιτο,  τὸ φάρμακον ἐπιτεθῆναι τῇ πληγῇ χρήσιμον· οὕτω καὶ ἐνταῦθα. Ἀλλὰ μὴ γένοιτό τινα τῶν  τοιούτων  δεηθῆναι  φαρμάκων·  Πεπείσμεθα δὲ περὶ ὑμῶν  τὰ κρείττονα,  καὶ ἐχόμενα  σωτηρίας,  εἰ  καὶ  οὕτω  λαλοῦμεν.  Σφοδρότερον  δὲ  διελέχθημεν   ὑπὲρ πλείονος ἀσφαλείας. Βέλτιον γὰρ ἐμὲ θρασύν τινα καὶ ἀπηνῆ καὶ αὐθάδη ὑποπτεύεσθαι παρ' ὑμῶν, ἢ ὑμᾶς τὰ τῷ Θεῷ μὴ δοκοῦντα ποιεῖν. Πιστεύομεν δὲ τῷ Θεῷ, ὅτι οὐκ ἀνόνητος ὑμῖν αὕτη ἡ ἐπιτίμησις ἔσται, ἀλλ' οὕτω μεταβληθήσεσθε, ὡς τούτους τοὺς λόγους εἰς τὰ ὑμέτερα ἐγκώμια ἀναλίσκεσθαι, καὶ εἰς τοὺς ἐπαίνους. Γένοιτο δὲ ὑμᾶς βιοῦν κατὰ τὸ δοκοῦν τῷ Θεῷ, ἵνα καταξιωθῶμεν  ἅπαντες τυχεῖν τῶν  ἀγαθῶν,  ὧν ἐπηγγείλατο  ὁ Θεὸς τοῖς ἀγαπῶσιν  αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Εʹ.Οὐ γὰρ δήπου ἀγγέλων  ἐπιλαμβάνεται,  ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.

αʹ. Τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος  ἔσχε  τὸ  ἀνθρώπινον,  μετὰ  τὸ  εἰπεῖν·  Ἐπεὶ  οὖν  τὰ  παιδία  κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ, καί φησιν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται· μὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι,  μηδὲ ψιλόν  τι πρᾶγμα τοῦτο εἶναι  νομίσῃς, τὸ τὴν  ἐξ ἡμῶν  σάρκα αὐτὸν ἀναλαβεῖν· οὐ γὰρ ἀγγέλοις τοῦτο ἐχαρίσατο· διὸ καὶ οὕτως εἴρηκεν· Οὐ γὰρ δήπου  ἀγγέλων  ἐπιλαμβάνεται,  ἀλλὰ  σπέρματος Ἀβραάμ. Τί ἐστιν ὅ φησιν; Οὐκ ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ' ἀνθρώπου. Τί δέ ἐστιν, Ἐπιλαμβάνεται; Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῶν ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. ∆ιὰ τί δὲ οὐκ εἶπεν, ἀνέλαβεν·   ἀλλὰ   ταύτῃ   τῇ  λέξει   ἐχρήσατο  τῇ,  . Ἐπιλαμβάνεται;   Ἀπὸ μεταφορᾶς τῶν  διωκόντων  τοὺς ἀποστρεφομένους αὐτοὺς, καὶ πάντα ποιούντων, ὥστε καταλαβεῖν  φεύγοντας  καὶ ἐπιλαβέσθαι ἀποπηδώντων.  Φεύγουσαν γὰρ ἀπ' αὐτοῦ τὴν ἀνθρωπίνην  φύσιν, καὶ πόῤῥω φεύγουσαν (Ἦμεν γὰρ τοῦ Θεοῦ μακρὰν, φησὶν,  ἀπηλλοτριωμένοι,   καὶ  ἄθεοι  ὄντες   ἐν  τῷ  κόσμῳ),  αὐτὸς  καταδιώξας κατέλαβεν.  Ἐντεῦθεν δείκνυται  ὅτι φιλανθρωπία  μόνη καὶ ἀγάπη καὶ κηδεμονία τοῦτο πεποίηκεν. Ὥσπερ οὖν ὅταν λέγῃ, Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης  φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ ὁ λόγος αὐτῆς· οὕτω καὶ ἐνταῦθα τὸ πολὺ μεῖζον τίθησιν ἀπὸ συγκρίσεως λέγων· Οὐ γὰρ ἀγγέλων  ἐπιλαμβάνεται.  Καὶ γὰρ ὄντως  μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον,  τὴν  ἐξ ἡμῶν  σάρκα ἄνω  καθῆσθαι, καὶ  προσκυνεῖσθαι ὑπ' ἀγγέλων  καὶ ἀρχαγγέλων  καὶ τῶν  Σεραφὶμ καὶ τῶν  Χερουβίμ. Τοῦτο πολλάκις  εἰς νοῦν  ἐγὼ λαβὼν,   ἐξίσταμαι,  καὶ  μεγάλα  περὶ  τοῦ  ἀνθρωπίνου  γένους  φαντάζομαι· μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, καὶ πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως  τῆς  ἡμετέρας.  Καὶ οὐκ  εἶπεν·  Ἀνθρώπων  ἁπλῶς  ἐπιλαμβάνεται,  ἀλλὰ βουλόμενος αὐτοὺς ἐπᾶραι, καὶ δεῖξαι μέγα τὸ γένος αὐτῶν καὶ τίμιον, φησίν· Ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε  κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Τί ἐστι, Κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι, Κατὰ πάντα τοῖς ἀδελφοῖς  ὁμοιωθῆναι. Ἐπειδὴ γὰρ πολλὰ διελέχθη περὶ τῆς μεγαλειότητος  αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον  κινεῖ· καὶ θέα μεθ' ὅσης συνέσεως καὶ δυνάμεως, πῶς αὐτὸν δείκνυσι πολλὴν τιθέμενον τὴν σπουδὴν ὥστε ἡμῖν ὁμοιωθῆναι· ὅπερ κηδεμονίας  ἦν  πολλῆς.  Εἰπὼν γὰρ ἀνωτέρω,  Ἐπεὶ οὖν  τὰ παιδία  κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, καὶ ἐνταῦθά φησι· Κατὰ πάντα  τοῖς  ἀδελφοῖς  ὁμοιωθῆναι·  μονονουχὶ  λέγων,  Ὁ οὕτω  μέγας, ὁ ὢν ἀπαύγασμα τῆς δόξης, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὗτος ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι, καὶ διὰ τοῦτο ἀγγέλους ἀφῆκε καὶ τὰς ἄνω δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο. Σκόπει δὲ καὶ ὅσα εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τοῦ  διαβόλου  τῆς  τυραννίδος   ἐξέβαλεν   ἡμᾶς,  δουλείας   ἀπήλλαξεν,   ἀδελφὸς γενόμενος  ἐτίμησεν·  οὐ  τῇ  ἀδελφότητι  δὲ  μόνον  τετίμηκεν,  ἀλλὰ  καὶ  ἑτέροις μυρίοις· καὶ γὰρ ἀρχιερεὺς ἡμῶν  γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα· ἐπάγει γάρ· Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. ∆ιὰ τοῦτο, φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡμετέραν, διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς. Οὐδὲ γάρ ἐστιν ἄλλη  τις  αἰτία  τῆς οἰκονομίας,  ἢ μόνη  αὕτη· εἶδε γὰρ χαμαὶ  ἐῤῥιμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους,  καὶ ἠλέησεν. Εἰς τὸ ἱλάσκεσθαι, φησὶ, τὰς ἁμαρτίας τοῦ λαοῦ, ἵνα ἐλεήμων  γένηται  καὶ πιστὸς ἀρχιερεύς· τί ἐστι, Πιστός; Ἀληθὴς, δυνάμενος·  ἀρχιερεὺς γάρ ἐστι μόνος  πιστὸς ὁ Υἱὸς, δυνάμενος τούτους, ὧν  ἐστιν ἀρχιερεὺς, ἀπαλλάξαι  τῶν  ἁμαρτημάτων.  Ἵν' οὖν προσενέγκῃ θυσίαν δυναμένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος. Ἐπήγαγε γοῦν· Τὰ πρὸς τὸν Θεόν· τουτέστι, τῶν πρὸς τὸν Θεὸν ἕνεκεν. Ἐκπεπολεμωμένοι ἦμεν, φησὶ, τῷ Θεῷ κατεγνωσμένοι,  ἠτιμωμένοι·  οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν  θυσίαν· εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ' αὐτὸς γενόμενος ἀρχιερεὺς πιστός. Εἶτα δεικνὺς πῶς πιστὸς, ἐπήγαγεν, Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτοὺς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

βʹ. Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον τοῦ Θεοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτός. Περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, τάχα δὲ καὶ πρὸς πληροφορίαν  τῶν  ἀκουόντων  εἴρηται, καὶ διὰ τὴν  αὐτῶν  ἀσθένειαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· ∆ι' αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθε· νῦν οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα· οὐ γὰρ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη·  ἔπαθε πολλὰ, οἶδε συμπάσχειν. Καίτοι γε ἀπαθὴς ὁ Θεός ἐστιν· ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται· ὡς ἂν εἰ ἔλεγε· Καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. Οἶδε τί ἐστι θλῖψις, οἶδε τί ἐστι πειρασμὸς, καὶ οὐχ ἧττον τῶν παθόντων   ἡμῶν·   καὶ  γὰρ  καὶ  αὐτὸς   ἔπαθε.  Τί  οὖν   ἐστι  τὸ,  ∆ύναται   τοῖς πειραζομένοις  βοηθῆσαι; Ὡς ἄν  τις  εἴποι· Μετὰ πολλῆς  προθυμίας  ὀρέξει χεῖρα, συμπαθὴς ἔσται. Ἐπειδὴ γὰρ ἐβούλοντο  μέγα τι  καὶ πλέον  ἔχειν  τῶν  ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπτε τοὺς ἐξ ἐθνῶν. Ἐν ποίῳ δὴ  τούτῳ;  Ὅτι ἐξ αὐτῶν  ἐστιν  ἡ  σωτηρία, ὅτι  ἐκείνων  ἐπελάβετο  πρῶτον,  ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. Οὐ γὰρ ἀγγέλων,  φησὶν, ἐπιλαμβάνεται,  ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.  Τιμᾷ καὶ τὸν πατριάρχην  διὰ τούτου, καὶ δείκνυσι καὶ τί ἐστι, Σπέρματος Ἀβραάμ. Ἀναμιμνήσκει  γὰρ  αὐτοὺς  τῆς  πρὸς  αὐτὸν  γενομένης ἐπαγγελίας  τῆς λεγούσης· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, διὰ τοῦ σμικροτάτου δεικνὺς τὴν ἐγγύτητα, τοῦ ἐξ ἑνὸς εἶναι πάντας. Ἀλλ' ἐπειδὴ οὐ πολλὴ ἐκείνη ἦν ἡ ἐγγύτης, ἔρχεται πάλιν ἐπὶ ταύτην, καὶ ἐνδιατρίβει λοιπὸν τῇ οἰκονομίᾳ τῇ κατὰ σάρκα, καί φησιν· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Ἦν μὲν γὰρ καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης· νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ ἀθάνατα ἀγαθὰ, τὰ δι' αὐτοῦ ἡμῖν παρασχεθέντα· Εἰς τὸ ἱλάσκεσθαι γὰρ, φησὶ, ταῖς ἁμαρτίαις τοῦ λαοῦ. ∆ιὰ τί μὴ εἶπε· Τῆς οἰκουμένης, ἀλλὰ, Τοῦ λαοῦ; ὄντως γὰρ τὰς πάντων  ἡμῶν ἁμαρτίας ἀνήνεγκεν.  Ὅτι τέως περὶ αὐτῶν  ἦν ὁ λόγος αὐτῷ· ἐπεὶ καὶ ὁ ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε. Τοῦτο καὶ οἱ ἀπόστολοι ἄνωθεν ἔλεγον Ὑμῖν ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα ὑμᾶς· καὶ πάλιν, Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη. Τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν, λέγων· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ. Τέως οὕτω φησίν. Ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁμαρτίας πάντων  ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ, εἰπών· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι· καὶ ἐν τῷ βαπτίσματι· φησὶ γὰρ πρὸς τοὺς μαθητάς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.  Ὅταν  δὲ  τῆς  σαρκὸς ἐπιλάβηται  ὁ  Παῦλος, πάντα  λοιπὸν  ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς· ὅρα γὰρ λοιπὸν τί φησιν· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον ἤγαγε τὸν λόγον· οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες. Καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. Ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν γίνεσθαι. Ἤρξατο ἀπὸ τῆς σαρκὸς τέως τὸ ἴσον τιθέναι, καί φησιν· Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.  Καὶ οὐ  παρὰ  τὴν  ἀρχὴν  δείκνυσι  τὴν  ὑπεροχὴν,  ἵνα  μὴ  ἀποπηδήσῃ  ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς· εἰ γὰρ καὶ πιστοὶ ἦσαν,  ἀλλ' ὅμως ἔτι πολὺ τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. Πιστὸν ὄντα, φησὶ, τῷ ποιήσαντι αὐτόν. Τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα. Οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων·  Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· τουτέστιν, ἐν τῷ λαῷ, ἢ ἐν τῷ ἱερῷ. Ἐνταῦθα δὲ τὸ, Ἐν τῷ οἴκῳ αὐτοῦ, φησίν· ὡς ἂν εἴ τις εἴποι· Περὶ τῶν  ἐν τῇ οἰκίᾳ. Καθάπερ γάρ τις ἐπίτροπος  καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. Ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαόν φησιν, ἐπήγαγεν, Οὗ οἶκός ἐσμεν ἡμεῖς· τουτέστιν· Ἐν τῇ κτίσει αὐτοῦ ἐσμεν. Εἶτα ἡ ὑπεροχή· Μείζονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται. Πάλιν περὶ τῆς σαρκός· Καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.

γʹ. Καὶ αὐτὸς, φησὶ, τῆς οἰκίας ἦν. Καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος, ἐκεῖνος δὲ ∆εσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἐνέφηνεν.  Εἰ ὁ οἶκος οὖν ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν· οὕτω γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας τῆς τοῦ δεῖνός ἐστιν. Ἐνταῦθα δὲ οἶκον οὐ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ' οἱ ἄνθρωποι. Ὁ δὲ ποιήσας αὐτὸν, ὁ Θεός· τὸν Μωϋσέα φησί. Καὶ ὅρα πῶς  δείκνυσι  τὴν  ὑπεροχὴν  λανθανόντως·  Πιστὸς, φησὶν,  ἐν  ὅλῳ  τῷ  οἴκῳ αὐτοῦ, καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι, τοῦ λαοῦ. Πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης, ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ; Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν  λαληθησομένων. Ἰδοὺ καὶ ἄλλη ὑπεροχὴ ἡ ἀπὸ τοῦ Υἱοῦ καὶ τῶν δούλων. Ὁρᾷς πάλιν ὅτι γνησιότητα διὰ τῆς τοῦ Υἱοῦ προσηγορίας αἰνίττεται; Χριστὸς δὲ, ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ. Εἶδες πῶς ποίημα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ Υἱόν; κἀκεῖνος μὲν εἰς τὰ πατρῷα ὡς ∆εσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. Οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν  παῤῥησίαν καὶ  τὸ καύχημα  τῆς  ἐλπίδος  μέχρι  τέλους  βεβαίαν  κατάσχωμεν. Ἐνταῦθα πάλιν αὐτοὺς προτρέπει ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν. Οἶκος γὰρ, φησὶν, ἐσόμεθα τοῦ Θεοῦ, ὥσπερ ἦν Μωϋσῆς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· ὥστε ὁ ἀλγῶν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων,  οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παῤῥησίαν οὐκ ἔχει· ὁ ἀλύων οὐ καυχᾶται. Εἶτα καὶ ἐγκωμιάζει αὐτοὺς λέγων· Ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· δεικνὺς ὅτι καὶ ἤρξαντο.∆εῖ δὲ καὶ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἑστάναι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα ἐν πληροφορίᾳ πίστεως, μὴ παρασαλευομένους ὑπὸ τῶν πειρασμῶν. Καὶ μὴ θαυμάσῃς, εἰ ἀνθρωπινώτερον  τὸ, Αὐτὸς πειρασθεὶς, εἴρηται. Εἰ γὰρ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ Γραφὴ, Ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τουτέστιν, ἀκριβῶς πάντα κατέμαθε· καὶ πάλιν, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ πάλιν, Οὐ δύναται φέρειν ὁ Θεὸς τὰς κακίας τῶν  ἀνθρώπων·  τὸ πολὺ τῆς ὀργῆς ἐνδεικνυμένη  ἡ θεία Γραφή· πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ τοῦ καὶ παθόντος  ἐν σαρκὶ λέγοιντ' ἂν ταῦτα τὰ ἀνθρωπινοπαθῆ.  Ἐπειδὴ γὰρ πολλοὶ  τῶν  ἀνθρώπων  τὴν πεῖραν πάντων  εἶναι πιστοτέραν νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι, ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις, Ὅθεν, φησὶν, ἀδελφοὶ ἅγιοι. Τὸ, Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο, φησί, Κλήσεως ἐπουρανίου μέτοχοι. Μηδὲν τοίνυν ἐνταῦθα ζητῆτε, εἰ ἐκεῖ κέκλησθε· ἐκεῖ γὰρ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. Τί οὖν; Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς  ὁμολογίας  ἡμῶν  Ἰησοῦν Χριστὸν, πιστὸν  ὄντα  τῷ  ποιήσαντι  αὐτὸν,  ὡς  καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τί ἐστι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Τουτέστι, προνοϊκὸν,  προϊστάμενον  τῶν  αὐτοῦ,  καὶ  οὐκ  ἐῶντα  φέρεσθαι  ἁπλῶς.  Ὡς  καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως. Ἀπόστολον δὲ αὐτὸν λέγει διὰ τὸ ἀπεστάλθαι· καὶ ἀρχιερέα φησὶ τῆς ὁμολογίας ἡμῶν, τουτέστι, τῆς πίστεως, Καλῶς εἶπεν· Ὡς Μωϋσῆς· καὶ γὰρ καὶ οὗτος λαὸν, καθάπερ ἐκεῖνος  προστασίαν λαοῦ, ἐγκεχείρισται, εἰ καὶ μείζονα, καὶ ἐπὶ μείζοσι. Μωϋσῆς μὲν γὰρ ὡς οἰκέτης, Χριστὸς δὲ ὡς Υἱός· καὶ ὁ μὲν τῶν  ἀλλοτρίων,  οὗτος δὲ τῶν  αὐτοῦ κήδεται. Εἰς μαρτύριον τῶν λαληθησομένων.  Τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; Καὶ πάνυ  γε.  Εἰ γὰρ  οὐρανὸν  μαρτύρεται  καὶ  γῆν  καὶ  βουνοὺς,  λέγων  διὰ  τοῦ προφήτου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου  ἡ γῆ, ὅτι Κύριος ἐλάλησε, καί· Ἀκούσατε φάραγγες,  θεμέλια  τῆς  γῆς,  ὅτι  κρίσις τῷ  Κυρίῳ πρὸς τὸν  λαὸν  αὐτοῦ· πολλῷ μᾶλλον ἀνθρώπους. Τί ἐστιν, Εἰς μαρτύριον; Ἵνα ὦσι, φησὶ, μάρτυρες, ὅταν ἀναισχυντῶσιν  αὐτοί. Χριστὸς, δὲ ὡς Υἱός. Ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὑτοῦ. Καὶ τὸ καύχημα τῆς ἐλπίδος. Καλῶς εἶπε· Τῆς ἐλπίδος, ἐπειδὴ πάντα ἐν ἐλπίσιν  ἦν  τὰ  ἀγαθά.  Οὕτω δὲ  αὐτὴν  δεῖ  κατέχειν,  ὡς  ἤδη  καυχᾶσθαι  ὡς  ἐπὶ γεγενημένοις.  ∆ιὰ τοῦτό φησι· Τὸ καύχημα τῆς ἐλπίδος· καὶ ἐπάγει, Μέχρι τέλους βεβαίαν κατάσχωμεν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Εἰ τοίνυν τῇ ἐλπίδι ἐσώθημεν, καὶ δι' ὑπομονῆς ἀπεκδεχόμεθα, μὴ οὖν ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. Ἐλπὶς γὰρ, φησὶ, βλεπομένη, οὐκ ἔστιν ἐλπίς. Ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, φησὶν, ἐνταῦθα λαβεῖν οὐ δυνάμεθα αὐτὰ ἐν τῷ ἐπικήρῳ τούτῳ  βίῳ. Τίνος οὖν ἕνεκεν  ἡμῖν  καὶ προεῖπε ταῦτα, οὐ μέλλων  αὐτὰ ἐνταῦθα διδόναι;  Ἵνα τῇ ἐπαγγελίᾳ  τὰς ψυχὰς  ἀνακτήσηται,  ἵνα  τῇ ὑποσχέσει ῥώσῃ τὴν προθυμίαν, ἵνα ἀλείψῃ  καὶ διεγείρῃ τὴν ἡμετέραν διάνοιαν.  ∆ιὰ δὴ τοῦτο πάντα ταῦτα γεγένηται.

δʹ. Μὴ τοίνυν  θορυβώμεθα μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω. Οὐκ ἔστιν ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ  γεῦμα  τῆς  κρίσεως, ἵνα  οἱ  τῇ  ἀναστάσει διαπιστοῦντες,  κἂν  ἐν  τούτοις ἐνταῦθα  σωφρονίζωνται.  Ὅταν οὖν ἴδωμεν  πονηρὸν   πλουτοῦντα,  μὴ καταπίπτωμεν· ὅταν ἴδωμεν ἀγαθὸν κακῶς πάσχοντα, μὴ θορυβώμεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ καὶ αἱ κολάσεις. Καὶ ἄλλως δὲ οὐκ ἔστιν οὔτε τὸν κακὸν, πάντῃ εἶναι κακὸν ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε τὸν ἀγαθὸν πάντῃ εἶναι ἀγαθὸν, ἀλλ' ἔχειν τινὰ καὶ ἁμαρτήματα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἴσθι ὅτι ἐπὶ κακῷ τῆς ἑαυτοῦ  κεφαλῆς·  ἵνα  γὰρ  ἐκείνων  τῶν  ὀλίγων  ἀγαθῶν  τὴν  ἀντίδοσιν  ἐνταῦθα λαβὼν,  ἐκεῖ λοιπὸν  τέλεον  κολάζηται,  τούτου  χάριν  ἐνταῦθα  ἀπολαμβάνει.  Καὶ μακάριος ἐκεῖνος μάλιστά ἐστιν ὁ ἐνταῦθα κολαζόμενος, ἵνα πάντα ἀποθέμενος τὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ, καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ Παῦλος, φησί· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· καὶ πάλιν, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ὁ προφήτης  φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ  τὰ  ἁμαρτήματα·  καὶ  πάλιν  ὁ  ∆αυῒδ,  Ἴδε  τοὺς  ἐχθρούς  μου,  ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ μῖσος ἄδικον ἐμίσησάν με, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου· καὶ πάλιν  ἕτερος, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην  δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Ἀλλὰ ταῦτα μὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ  τῶν  ἁμαρτημάτων  δίκας  ἐνταῦθα  ἀπολαμβάνοντας·  ποῦ  δὲ  τὰ  ἀγαθὰ  οἱ πονηροὶ ἀπολαμβάνοντες ἐνταῦθα, ἐκεῖ τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰμ λέγοντος πρὸς τὸν πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. [Ποῖα ἀγαθά;] Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ μὴ, ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν  ἑκατέρους παθόντας,  καὶ τὸν μὲν ἐν εὐπραγίᾳ, τὸν δὲ ἐν δυσπραγίᾳ γενόμενον· καί φησι, διὰ τοῦτο Οὗτος ἐνταῦθα παρακαλεῖται· ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁμαρτημάτων· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν  ἀλύωμεν, ὅταν εὐπαθοῦντας ὁρῶμεν ἐνταῦθα τοὺς ἁμαρτωλοὺς, ἀλλ' ὅταν κακῶς πάσχωμεν αὐτοὶ, χαίρωμεν· ἁμαρτιῶν  γάρ ἐστι τὸ πρᾶγμα ἔκτισις· μὴ ζητῶμεν  ἄνεσιν· θλῖψιν  γὰρ ἐπηγγείλατο τοῖς αὑτοῦ μαθηταῖς ὁ Χριστός· καί φησιν ὁ Παῦλος· Πάντες οἱ θέλοντες ζῇν  εὐσεβῶς ἐν  Χριστῷ Ἰησοῦ, διωχθήσονται.  Οὐδεὶς γενναῖος  ἀθλητὴς  ἐν  τῷ σκάμματι λουτρὰ ἐπιζητεῖ,  καὶ τράπεζαν  πλήθουσαν  σιτίοις καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν  ἀθλητοῦ,  ἀλλὰ  βλακός·  ὁ  γὰρ  ἀθλητὴς  μάχεται  κόνει,  ἐλαίῳ,  ἀκτῖνος θερμότητι,  ἱδρῶτι  πολλῷ,  θλίψει,  καὶ  στενοχωρίᾳ  ἀγῶνος.  Οὗτός ἐστι  καὶ  τοῦ πυκτεύειν  ὁ  καιρός· οὐκοῦν  καὶ  τοῦ  τραύματα  λαμβάνειν  καὶ  αἱμάττεσθαι  καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ μακάριος Παῦλος· Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων. Πάντα τὸν βίον ἐναγώνιον  εἶναι νομίσωμεν, καὶ οὐδέποτε ἀνάπαυσιν ζητήσομεν, οὐδέποτε  θλιβόμενοι   ξενοπαθήσομεν·  εἴπερ  μηδὲ  πύκτης,  ὅτε  ἐν  ἀγῶνί   ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός· διὰ θλίψεως ἡμᾶς τελειωθῆναι  δεῖ. Εἰ καὶ μὴ διωγμός  ἐστι μηδὲ θλῖψις,  ἀλλ' εἰσὶν ἕτεραι θλίψεις,  αἱ καθ' ἑκάστην ἡμέραν ἡμῖν συμπίπτουσαι· εἰ δὲ ταύτας οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκοιμεν ἄν. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφε, φησὶν, εἰ μὴ ἀνθρώπινος.  Εὐχώμεθα μὲν οὖν τῷ Θεῷ μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσελθόντες δὲ, φέρωμεν γενναίως. Ἐκεῖνο μὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ μὴ  κινδύνοις  ἐπιῤῥίπτειν ἑαυτούς· τοῦτο δὲ γενναίων καὶ φιλοσόφων,  τὸ ἵστασθαι ἐμπεσόντας. Μήτε οὖν ἐπιῤῥίπτωμεν  ἑαυτοὺς ἁπλῶς· θρασύτητος γάρ· μήτε ἀγόμενοι, καὶ τῶν πραγμάτων καλούντων, ἐνδιδῶμεν· δειλίας γάρ· ἀλλ' ἐὰν μὲν τὸ κήρυγμα καλῇ, μὴ παραιτώμεθα· ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης, μήτε  χρείας,  μήτε  ἀνάγκης  τῆς  κατὰ  θεοσέβειαν  καλούσης,  μὴ  ἐπιτρέχωμεν· ἐπίδειξις γάρ ἐστι τὸ πρᾶγμα, καὶ φιλοτιμία  περιττή. Ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων  γίνηται,  κἂν  μυρίους  ὑποστῆναι  δέῃ  θανάτους,  μηδὲν παραιτώμεθα.  Μὴ προσκαλοῦ τοὺς πειρασμοὺς, ὅταν  σοι τὰ κατὰ τὴν  εὐσέβειαν προχωρῇ  ὡς ποθεῖς· τί περιττοὺς  ἐπισπᾶσαι κινδύνους  οὐδὲν  κέρδος ἔχοντας;

 εʹ. Ταῦτα λέγω  βουλόμενος  ὑμᾶς  φυλάττειν  τοὺς  νόμους  τοῦ  Χριστοῦ κελεύοντος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ κελεύοντος πάλιν τὸν σταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα μὲν γὰρ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Σὺ  μὲν  οὖν  οὕτω  παρεσκεύασο ὡς  στρατιώτης  γενναῖος,   ἐν  τοῖς  ὅπλοις  ἔσο διηνεκῶς,  νήφων,  ἐγρηγορὼς, ἀεὶ τὸν πολέμιον  προσδοκῶν· πολέμους μέντοι  μὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔμβηθι μετὰ πολλῆς τῆς προθυμίας εἰς τοὺς ἀγῶνας, ῥῆξον τὴν φάλαγγα  τῶν  ἐναντίων,  σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον· ἐὰν δὲ μηδὲν ἡ εὐσέβεια παραβλάπτηται, μηδὲ πορθῇ τις τὰ ἡμέτερα δόγματα, τὰ κατὰ τὴν ψυχὴν λέγω, μηδὲ ἀναγκάζῃ τι ποιεῖν τῶν μὴ δοκούντων τῷ Θεῷ, μὴ περιττὸς ἔσο. Αἱμάτων δεῖ γέμειν τὸν  τοῦ  Χριστιανοῦ βίον,  αἱμάτων,  οὐκ ἐν  τῷ  τὰ  ἀλλότρια  ἐκχεῖν,  ἀλλ' ἐν  τῷ ἕτοιμον  εἶναι  τὸ ἑαυτοῦ ἐκχεῖν.  Μετὰ τοσαύτης τοίνυν  προθυμίας  τὸ ἴδιον  αἷμα ἐκχέωμεν, ὅταν ὑπὲρ τοῦ Χριστοῦ τοῦτο ᾖ, μεθ' ὅσης ἂν ὕδωρ τις ἐκχέοι (καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷμα περιῤῥέον τὸ σῶμα)· καὶ μετὰ τοσαύτης εὐκολίας  τὴν  σάρκα ἀποδυώμεθα, μεθ' ὅσης ἂν καὶ τὸ ἱμάτιον. Τοῦτο δὲ ἔσται, ἐὰν μὴ χρήμασιν ὦμεν προσδεδεμένοι, ἂν μὴ οἰκίαις, ἂν μὴ προσπαθείᾳ τῶν παρόντων ὦμεν ἀπηρτημένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεμος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάντα μετὰ προθυμίας ὑπομένουσι· πολλῷ  μᾶλλον  ἡμᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ, καὶ παρατάττεσθαι πρὸς τὸν πόλεμον τῶν παθῶν. Οὐκ ἔστι διωγμὸς  νῦν, μηδὲ γένοιτο  γενέσθαι ποτέ· ἀλλ' ἕτερος πόλεμός ἐστιν, ὁ τῆς τῶν χρημάτων  ἐπιθυμίας, ὁ τῆς βασκανίας, ὁ τῶν ἄλλων  παθῶν. Τοῦτον τὸν πόλεμον διηγούμενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεμος ἐνέστηκε. ∆ιὰ τοῦτο ἀεὶ ὡπλισμένους ἡμᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεμος διὰ γλώσσης, πολὺς δι' ὀφθαλμῶν· τοῦτον τοίνυν κατέχωμεν·  πολὺς  ὁ τῶν  ἐπιθυμιῶν.  ∆ιὰ τοῦτο ἐκεῖθεν  ἄρχεται καθοπλίζειν  τὸν στρατιώτην  τοῦ Χριστοῦ. Στῆτε γὰρ, φησὶ, περιζωσάμενοι  τὴν  ὀσφὺν  ὑμῶν· καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ. ∆ιὰ  τί, Ἐν ἀληθείᾳ; Ἐμπαιγμὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυμία, ὥς που καὶ ὁ ∆αυῒδ ἔφη· Αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγμα, ἀλλὰ σκιὰ ἡδονῆς. ∆ιὰ τοῦτο, Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ· τουτέστιν, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσμιότητι. ∆ιὰ ταῦτα δὲ παραινεῖ, εἰδὼς τῆς ἁμαρτίας τὴν ἀτοπίαν, καὶ βουλόμενος ἡμῶν τὰ μέλη πάντα  περιπεφράχθαι.  Θυμὸς γὰρ, φησὶν,  ἄδικος οὐκ ἀθωωθήσεται·  καὶ θώρακα ἡμᾶς περικεῖσθαι βούλεται καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐπιπηδῶν ὁ θυμὸς, καὶ  μυρίων  θριγκίων   καὶ  διαφραγμάτων   ἡμῖν  δεῖ  πρὸς  τὸ  περιγενέσθαι  καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο μάλιστα ἡμῖν τοῦτο τὸ μέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόμησεν ὁ Θεὸς, ἔρεισμα αὐτῷ περιθεὶς ταῦτα, ὥστε μὴ διαῤῥῆξάν ποτε, μηδὲ διατεμὸν  εὐκόλως  τὸ πᾶν  λυμήνασθαι  ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη μεγάλη, καὶ οὐκ ἂν ἕτερον μέλος ταύτην τὴν βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πλεύμονα τῇ καρδίᾳ, ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν  καθάπερ εἴς τινα σπόγγον ἐναλλομένην,  διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ μὴ εἰς τὸ ἀντίτυπον  καὶ σκληρὸν τὸ στέρνον, καταβλάπτεσθαι τῇ πυκνότητι τῶν ἁλμάτων· δεῖ τοίνυν ἡμῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡμῖν καὶ περικεφαλαίας.  Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ἐὰν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι,  εἰ τὰ μὴ δέοντα· διὰ τοῦτό  φησι· Καὶ τὴν  περικεφαλαίαν  σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος  φύσει  μέν  ἐστιν  ἁπαλός·  διὸ  καὶ  αὐτὸς  καθάπερ  τινὶ  ὀστράκῳ, τῷ βρέγματι καλύπτεται ἄνωθεν. Πάντων δὲ ἡμῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ μὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡμῖν δέονται· οὐχ αὗται αἱ χεῖρες οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς· αἱ μὲν μελετῶσαι τὰ δέοντα, οἱ δὲ ἵνα πορεύωνται, ἔνθα χρή. Καθοπλίσωμεν τοίνυν ἑαυτοὺς οὕτω, καὶ δυνησόμεθα περιγενέσθαι τῶν πολεμίων, καὶ τὸν στέφανον τῆς νίκης ἀναδήσασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |