ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΘ΄ Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΘ΄ Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


ΚΘ΄ Οὔπω μέχρις αἵματος ἀντικατέστητε  πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ  ἐκλέλησθε  τῆς  παρακλήσεως,  ἥτις  ὑμῖν  ὡς  υἱοῖς  διαλέγεται·  Υἱέ μου,  μὴ ὀλιγώρει  παιδείας  Κυρίου, μηδὲ ἐκλύου  ὑπ' αὐτοῦ  ἐλεγχόμενος.  Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;

αʹ. Ἔστιν εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικε. Τὸ μὲν γάρ ἐστιν, ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν  μάρτυρας  πολλούς·  ὅπερ  ἀνωτέρω  ἔθηκεν  εἰπὼν,  Ἀναμιμνήσκεσθε  τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες,  πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τὸ δὲ,  ὅταν  λέγωμεν,  ὅτι  Οὐ μέγα  τι  πέπονθας·  ἐπιστρεφόμεθα  γὰρ  τῷ  λόγῳ  καὶ διανιστάμεθα,  καὶ  πάντα  πρὸς  τὸ  παθεῖν  γινόμεθα  προθυμότεροι.  Καὶ τὸ  μὲν τετρυχωμένην  τὴν ψυχὴν διαναπαύει καὶ ἀναπνεῖν  ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν αὐτὴν καὶ ὑπτίαν γενομένην  ἐπιστρέφει, καὶ τοῦ φρονήματος κατασπᾷ


. Ἵνα τοίνυν μὴ ἐξ ἐκείνης  τῆς  μαρτυρίας φρόνημα  αὐτοῖς  τεχθῇ,  ὅρα τί  ποιεῖ· Οὔπω, φησὶ, μέχρις αἵματος  ἀντικατέστητε,  πρὸς τὴν  ἁμαρτίαν  ἀνταγωνιζόμενοι·  καὶ ἐκλέλησθε τῆς παρακλήσεως. Καὶ οὐκ εὐθέως ἐπήγαγε  τὰ ἑξῆς, ἀλλὰ δείξας αὐτοῖς πάντας  τοὺς μέχρις αἵματος στάντας, εἶτα ἐπαγαγὼν τὸ καύχημα τοῦ Χριστοῦ τὰ παθήματα, τότε εὐκόλως  κατέδραμε.  Τοῦτο  καὶ  Κορινθίοις γράφων  λέγει·  Πειρασμὸς ὑμᾶς  οὐκ εἴληφεν,  εἰ μὴ ἀνθρώπινος·  τουτέστι, μικρός. Ἱκανὸν  γὰρ τοῦτο διαναστῆσαι καὶ ἀνορθῶσαι ψυχὴν, ὅταν ἐννοήσῃ, ὅτι οὐ πρὸς τὸ πᾶν ἀνῆλθε, καὶ πείσῃ ἑαυτὴν ἀπὸ τῶν  προλαβόντων.   Ὃ  δὲ  λέγει,  τοῦτό  ἐστιν·  Οὔπω  θάνατον  ὑπέστητε,  μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν, ὑμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν· αὐτὸς μέχρι θανάτου ἠγωνίσατο περὶ τῆς ἀληθείας,  πολεμῶν  ὑπὲρ ὑμῶν· ὑμεῖς δὲ οὐδέπω εἰς κινδύνους  ἐπέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως· τουτέστι, Καὶ παρήκατε τὰς χεῖρας, ἐξελύθητε. Οὔπω, φησὶ, μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι.  Ἐνταῦθα δείκνυσι καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην· τὸ γὰρ, Ἀντικατέστητε, πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥτις ὑμῖν, φησὶν, ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος.  Ἐποιήσατο ἀπὸ τῶν  πραγμάτων  τὴν παράκλησιν· ἐκ περιουσίας καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει, ἀπὸ τῆς μαρτυρίας ταύτης· Μὴ ἐκλύου, φησὶν, ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ἄρα τοῦ Θεοῦ ταῦτά ἐστι. Καὶ τοῦτο δὲ εἰς παράκλησιν οὐ μικρὸν, ὅταν μάθωμεν, ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ τὸ τοιαῦτα δυνηθῆναι,  ἐκείνου συγχωροῦντος· καθάπερ καὶ Παῦλός φησιν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε ἐκεῖνός ἐστιν  ὁ συγχωρῶν. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἔστι τις δίκαιος θλίψεως  χωρίς· κἂν γὰρ οὕτω φαίνηται, ἀλλ' οὐκ ἴσμεν ἡμεῖς τὰς ἄλλας θλίψεις· ὥστε πάντα δίκαιον ἀνάγκη διὰ θλίψεως  ἐλθεῖν. Ἀπόφασις γάρ ἐστι τοῦ Χριστοῦ, ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν,  ἡ δὲ στενὴ καὶ τεθλιμμένη  εἰς τὴν ζωήν. Εἰ τοίνυν ἐκεῖθεν ἔστιν ἐλθεῖν εἰς τὴν ζωὴν, ἄλλοθεν δὲ οὐκ ἔνι, ἄρα διὰ τῆς στενῆς πάντες εἰσῆλθον, ὅσοι πρὸς τὴν ζωὴν ἀπῆλθον. Εἰ παιδείαν ὑπομένετε, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Εἰ παιδεύει, ἄρα εἰς διόρθωσιν, ἀλλ' οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν, οὐδὲ εἰς τὸ κακῶς παθεῖν. Ὅρα, ὅθεν ἐνόμιζον ἐγκαταλελεῖφθαι, ἀπὸ τούτων φησὶν αὐτοὺς πιστεύειν, ὅτι οὐκ ἐγκαταλελειμμένοι  εἰσίν. Ὡς ἂν εἰ ἔλεγεν· Ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς καὶ μισεῖ; Εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα  υἱὸν μαστιγοῖ, ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος, ἴσως οὐχ υἱός. Τί οὖν; φησί· πονηροὶ οὐ πάσχουσι κακῶς; Πάσχουσι μέν· πῶς γὰρ οὔ; ἀλλ' οὐκ εἶπε, Πᾶς ὁ μαστιζόμενος, υἱὸς, ἀλλὰ, Πᾶς ὁ υἱὸς μαστιγοῦται. Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· εἰσὶ μὲν γὰρ   μαστιζόμενοι   πολλοὶ,   καὶ   πονηροὶ,   οἷον   ἀνδροφόνοι,   λῃσταὶ,   γόητες, τυμβωρύχοι. Ἀλλ' ἐκεῖνοι τῆς ἰδίας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ' ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί. Ὁρᾷς πῶς πάντοθεν κινεῖ λογισμοὺς, ἀπὸ πραγμάτων τῶν ἐν τῇ Γραφῇ, ἀπὸ ῥημάτων, ἀπὸ ἐννοιῶν  οἰκείων, ἀπὸ παραδειγμάτων τῶν ἐν τῷ βίῳ; Εἶτα πάλιν καὶ ἀπὸ τῆς κοινῆς συνηθείας. Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί.

 βʹ. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υἱόν; Ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις  τῶν  νόθων  καταφρονοῦσιν  οἱ  πατέρες,  κἂν  μηδὲν  μανθάνωσι,  κἂν  μὴ ἔνδοξοι  γίνωνται·  τῶν  δὲ  γνησίων  ἕνεκεν  υἱῶν  δεδοίκασι  μήποτε  ῥᾳθυμήσωσι· τοῦτο καὶ ἐπὶ τοῦ παρόντος. Εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ, εἴ γε γνησιότητος τοῦτο ἔστω. Ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· διὰ τοῦτο αὐτό φησιν. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα·  οὐ πολλῷ  μᾶλλον  ὑποταγησόμεθα  τῷ  Πατρὶ τῶν  πνευμάτων,  καὶ ζήσομεν; Πάλιν ἀπὸ τῶν οἰκείων παθημάτων, ἀφ' ὧν αὐτοὶ ἔπασχον, ἡ προτροπή. Ὥσπερ γὰρ ἐκεῖ λέγει, Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας· οὕτω καὶ ἐνταῦθα, Ὁ Θεὸς, φησὶν, ὡς υἱοῖς ὑμῖν προσφέρεται, καὶ οὐκ ἂν ἔχοιτε εἰπεῖν, ὅτι οὐ δυνάμεθα φέρειν, καὶ ὡς υἱοῖς ποθεινοῖς. Εἰ δὲ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς ὑμεῖς τὸν Πατέρα τὸν ἐπουράνιον  οὐκ αἰδεσθήσεσθε; Καίτοι οὐκ ἀπὸ τούτου μόνον ἡ διαφορὰ καὶ ἀπὸ προσώπων, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς  αἰτίας καὶ ἀπὸ τοῦ πράγματος· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς οὗτος κἀκεῖνοι παιδεύουσι. ∆ιὸ καὶ ἐπάγει· Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· τουτέστιν, ἡδονὴν πληροῦντες πολλάκις, καὶ οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες. Ἐνταῦθα δὲ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐ γὰρ διά τι τῶν αὑτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι' ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· ἐκεῖνοι, ἵνα καὶ αὐτοῖς χρήσιμοι γένησθε, πολλάκις δὲ καὶ εἰκῆ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁρᾷς ὅτι καὶ τοῦτο φέρει παράκλησιν; Μάλιστα γὰρ ἐκείνοις οἰκειούμεθα, ὅταν ἴδωμεν ὅτι οὐ διά τι τῶν αὐτῶν ἢ ἐπιτάττουσιν, ἢ παραινοῦσιν, ἀλλ' ὁλόκληρος ἡ σπουδὴ διὰ τὸ ἡμέτερον γίνεται.  Τοῦτο γάρ ἐστιν εἰλικρινὴς  ἀγάπη,  καὶ  ὄντως  ἀγάπη,  ὅταν  μηδὲν  ὄντες  τῷ  φιλοῦντι   χρήσιμοι, φιλώμεθα  παρ' αὐτοῦ. Φιλούμεθα γὰρ, οὐχ ἵνα λάβῃ, ἀλλ' ἵνα δῷ· παιδεύει, πάντα ποιεῖ, πάντα σπουδάζει, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὑτοῦ. Οἱ μὲν γὰρ, φησὶ, πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν  τῆς ἁγιότητος  αὐτοῦ. Τί ἐστι, Τῆς ἁγιότητος  αὐτοῦ; Τουτέστι, τῆς  καθαρότητος,  ὥστε ἀξίους αὐτοῦ  γενέσθαι  κατὰ  δύναμιν.  Ἐκεῖνος σπουδάζει ἵνα λάβητε, καὶ πάντα  ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς δὲ οὐ σπουδάζετε ἵνα λάβητε. Εἶπον, φησὶ, τῷ Κυρίῳ, Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν  μου οὐ χρείαν ἔχεις.  Εἶτα, φησὶ, τοὺς  μὲν  τῆς  σαρκὸς ἡμῶν  πατέρας  εἴχομεν  παιδεύοντας,  καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ δὲ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; Τῷ Πατρὶ τῶν πνευμάτων· ἤτοι τῶν χαρισμάτων λέγει, ἤτοι τῶν εὐχῶν, ἤτοι  τῶν  ἀσωμάτων  δυνάμεων.  Ἐὰν οὕτως  ἀποθνήσκωμεν,  τότε  ζησόμεθα. Καὶ καλῶς εἶπεν, Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας ἐπαίδευον κατὰ τὸ δοκοῦν αὐτοῖς· οὐ γὰρ πανταχοῦ τὸ δοκοῦν συμφέρον· οὗτος δὲ πρὸς τὸ συμφέρον.

γʹ. Ἄρα ἡ παιδεία συμφέρον,  ἄρα ἡ  παιδεία  μετάληψις  ἁγιότητός  ἐστι. Καὶ σφόδρα  γε·  ὅταν  γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι  τῶν  ἐνταῦθα πάντων  (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται; οὐχὶ τοῦ Πνεύματος ἐπισπᾶται τὴν χάριν; Ἐννοήσωμεν τοιγαροῦν ἀεὶ τοὺς δικαίους, καὶ ἴδωμεν πόθεν πάντες ἔλαμψαν, καὶ πρὸ πάντων, ὁ Ἄβελ, ὁ Νῶε· ἆρα γὰρ οὐχὶ ἀπὸ θλίψεως; οὐ γὰρ ἔστι τὸν μόνον ὄντα ἐν τῷ τοσούτῳ πλήθει τῶν κακῶν μὴ θλίβεσθαι. Νῶε γὰρ, φησὶ, μόνος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν. Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων; ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον; ἀλλὰ τὸν Ἀβραὰμ εἴπω, καὶ ἃ τοῦτον συνέβη παθεῖν, οἷον, τὰς ἀποδημίας τὰς ἐπαλλήλους,  τὴν τῆς γυναικὸς  ἁρπαγὴν, τοὺς κινδύνους,  τοὺς πολέμους,  τοὺς  πειρασμούς; Ἀλλὰ τὸν  Ἰακὼβ,  ὅσα πέπονθε  δεινὰ,  ἐλαυνόμενος πάντοθεν,  καὶ  πονῶν  εἰκῆ,  καὶ  ἑτέροις  μοχθῶν;  πάντας  μὲν  γὰρ  αὐτοῦ  τοὺς πειρασμοὺς καταλέγειν  οὐκ  ἀναγκαῖον,  τὴν  δὲ  μαρτυρίαν  παρ   ενεγκεῖν εὔλογον, ἢν καὶ αὐτὸς διαλεγόμενος τῷ Φαραὼ ἔλεγε· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου, καὶ οὐκ ἀφίκοντο  εἰς τὰς ἡμέρας τῶν  πατέρων μου. Ἀλλὰ τὸν Ἰωσὴφ εἴπω; ἀλλὰ τὸν Μωϋσέα; ἀλλὰ τὸν Ἰησοῦν; ἀλλὰ τὸν ∆αυΐδ; ἀλλὰ τὸν Σαμουήλ; ἀλλὰ τὸν Ἠλίαν; ἀλλὰ τὸν ∆ανιήλ; ἀλλὰ τοὺς προφήτας πάντας; Ἀλλὰ τούτους ἅπαντας ἀπὸ τῶν  θλίψεων  λαμπροὺς εὑρήσεις γενομένους.  Εἰπὲ οὖν μοι σὺ, ἀπὸ ἀνέσεως καὶ τρυφῆς λαμπρὸς βούλει γενέσθαι; Ἀλλ' οὐκ ἂν δύναιο. Ἀλλὰ τοὺς ἀποστόλους εἴπω; Ἀλλὰ καὶ οὗτοι πάντας ὑπερηκόντισαν τοῖς λυπηροῖς. Τί ταῦτα λέγω; καὶ ὁ Χριστὸς τοῦτό φησιν· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς· ὁ δὲ κόσμος χαρήσεται. Καὶ ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ὁ τῆς ὁδοῦ Κύριος εἶπεν, ὅτι στενὴ καὶ τεθλιμμένη· σὺ δὲ τὴν πλατεῖαν ζητεῖς; καὶ πῶς  οὐκ  ἄτοπον;  ∆ιὰ τοῦτο  οὐκ  ἐπιτεύξῃ  τῆς  ζωῆς,  ἑτέραν  βαδίζων,  ἀλλὰ  τῆς ἀπωλείας· τὴν γὰρ ἐκεῖ φέρουσαν εἴλου. Βούλει εἴπω καὶ παραγάγω εἰς μέσον τοὺς ἐν τρυφῇ; Ἀπὸ τῶν ἐσχάτων ἐπὶ τοὺς πρώτους ἀνέλθωμεν. Ὁ πλούσιος ὁ καιόμενος ἐν τῇ καμίνῳ, οἱ τῇ γαστρὶ ζῶντες Ἰουδαῖοι, ὧν ὁ Θεὸς ἡ κοιλία, οἱ ἐν τῇ ἐρήμῳ ἐπιζητοῦντες ἀεὶ ἄνεσιν, διὰ τί ἀπώλοντο; ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, οὐκ ἐπειδὴ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον εἵλοντο βίον; Καὶ οἱ ἐν Σοδόμοις διὰ γαστριμαργίαν· Ἐν πλησμονῇ γὰρ, φησὶν, ἄρτων ἐσπατάλων. Τοῦτο περὶ τῶν ἐν Σοδόμοις εἴρηται. Εἰ δὲ ἄρτων  πλησμονὴ  τοσοῦτον κακὸν εἰργάσατο, τί ἂν εἴποιμεν  περὶ τῶν  ἄλλων καρυκευμάτων; Ὁ Ἡσαῦ οὐχὶ ἐν ἀνέσει ἦν; τί δὲ οἱ ἴδοντες τὰς γυναῖκας τῶν υἱῶν τοῦ Θεοῦ, καὶ κατὰ κρημνῶν ἀχθέντες; τί δὲ οἱ τοῖς ἄῤῥεσιν ἐπιμαινόμενοι; πάντες δὲ οἱ βασιλεῖς τῶν ἐθνῶν, Βαβυλωνίων, Αἰγυπτίων, οὐχὶ κακῶς τὴν ζωὴν κατέστρεψαν; οὐχὶ  ἐν κολάσει εἰσί; Τὰ δὲ νῦν,  εἰπέ μοι, οὐ τοιαῦτα; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν· οἱ δὲ μὴ τὰ τοιαῦτα, ἐν τοῖς οὐρανοῖς. Τὸ γὰρ μαλακὸν ἱμάτιον καὶ τὴν αὐστηρὰν ἐκλύει ψυχὴν  καὶ διακλᾷ καὶ διαχεῖ· κἂν τραχὺ λάβῃ σῶμα καὶ σκληρὸν, ταχέως διὰ τῆς τοιαύτης τρυφεραγωγίας μαλακὸν ποιεῖ καὶ ἀσθενές. Πόθεν γὰρ οἴεσθε ἑτέρωθεν τὰς γυναῖκας οὕτως εἶναι ἀσθενεῖς, εἰπέ μοι; ἆρα ἀπὸ τῆς φύσεως μόνης; Οὐδαμῶς, ἀλλὰ καὶ ἀπὸ τῆς ἀγωγῆς καὶ τῆς ἀνατροφῆς· ἡ γὰρ σκιατροφία, ἡ ἀργία, τὰ λουτρὰ, τὰ μύρα, τῶν ἀρωμάτων τὸ πλῆθος, τῆς στρωμνῆς ἡ ἁπαλότης, τοιαύτας αὐτὰς ἀπεργάζεται. Καὶ ἵνα μάθῃς, πρόσεχε ᾧ λέγω. Ἀπὸ κήπου, εἰπέ μοι, τῶν ἐν τῇ ἐρήμῳ ἑστώτων  δένδρων,  καὶ δερομένων  ὑπὸ τῶν  ἀνέμων  λαβὼν  φυτὸν,  εἰς ὑγρὸν καὶ σύσκιον κατάθου τόπον· καὶ πολὺ ἀνάξιον εὑρήσεις ἐκείνου, ἀφ' οὗ παρὰ τὴν ἀρχὴν αὐτὸ ἔλαβες. Ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς, αἱ ἐπὶ τῶν  ἀγρῶν τρεφόμεναι  γυναῖκες, τῶν ἀστικῶν ἀνδρῶν εἰσιν ἰσχυρότεραι, καὶ πολλοὺς ἂν τοιούτους καταπαλαίσαιεν ἐκεῖναι. Τοῦ δὲ σώματος γενομένου μαλακωτέρου, ἀνάγκη καὶ τὴν ψυχὴν συναπολαύειν  τῆς λύμης· τὰ γὰρ πολλὰ καὶ συνδιατίθενται  αὐτῆς αἱ ἐνέργειαι τῇ τούτου  διαθέσει.  Καὶ  γὰρ  ἐν  νόσοις  ἕτεροί  ἐσμεν  διὰ  τὸ  μαλακίζεσθαι,  καὶ ὑγιαίνοντες πάλιν ἕτεροι. Καθάπερ γὰρ ἐπὶ νευρᾶς, ὅταν ὦσιν οἱ φθόγγοι ἁπαλοὶ καὶ μαλακοὶ, καὶ μὴ  διατεταμένοι  καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη  δουλεύειν  τῇ  μαλακίᾳ  τῶν  νευρῶν·  οὕτω  καὶ  ἐπὶ  τοῦ  σώματος, πολλὰς ἀπ' αὐτοῦ δέχεται βλάβας καὶ ἡ ψυχὴ, πολλὰς ἀνάγκας. Ὅταν γὰρ πολλῆς δέηται θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν  ἐκείνη. ∆ιὸ, παρακαλῶ, ἰσχυρὸν αὐτὸ  ἐργαζώμεθα, καὶ μὴ νοσηλεύωμεν.  Οὐ πρὸς ἄνδρας  μόνον,  ἀλλὰ  καὶ πρὸς γυναῖκας ὁ λόγος ἐμοί. Τί γὰρ συνεχῶς ἐκλύεις αὐτὸ τῇ τρυφῇ, καὶ ἐξίτηλον ποιεῖς, ὦ γύναι; τί τὴν ἰσχὺν λυμαίνῃ στέασι; τὸ στέαρ χαυνότης ἐστὶ τούτῳ, οὐκ ἰσχύς. Ἐὰν δὲ  τούτων  ἀποστᾶσα, ἑτέρως  ἄγῃς  σεαυτήν·  τότε  καὶ  τὸ  κάλλος  τὸ  σωματικὸν προχωρεῖ  κατὰ  γνώμην,  ὅταν  ἰσχὺς  καὶ  εὐεξία  παρῇ·  ἂν  μέντοι  μυρίαις  αὐτὸ πολιορκῇς νόσοις, οὔτε ἄνθος χρώματος, οὔτε εὐεξία τις ἔσται· ἀεὶ γὰρ ἐν κατηφείᾳ ἔσῃ.

δʹ. Ἴστε δὲ ὅτι ὥσπερ οἶκον καλὸν, ἐπειδὰν γελάσῃ ὁ ἀὴρ, λαμπρὸν δείκνυσιν, οὕτω καὶ ὄψιν ὡραίαν φαιδρότης  ἐπιγενομένη  ψυχῆς, κρείττονα ποιεῖ· ἐὰν δὲ ἐν κατηφείᾳ ᾖ καὶ ὀδύναις, δυσειδεστέρα γίνεται· τὴν δὲ κατήφειαν  αἱ νόσοι ποιοῦσι καὶ αἱ ὀδύναι, τὰς δὲ νόσους τὸ μαλακώτερον γενέσθαι τὸ σῶμα ἀπὸ τῆς πολλῆς τρυφῆς.  Ὥστε καὶ  κατὰ  τοῦτο  φεύξεσθε  τὴν  τρυφὴν,  ἐὰν  ἐμοὶ  πείθησθε.  Ἀλλ' ἡδονὴν, φησὶν, ἔχει τὸ τρυφᾷν. Ἀλλ' οὐ τοσαύτην, ὅσας δυσκολίας. Ἄλλως  δὲ, ἡ ἡδονὴ μέχρι τοῦ φάρυγγος, μέχρι τῆς γλώττης  ἐστί· τῆς γὰρ τραπέζης ἀρθείσης, ἢ τοῦ σιτίου καταποθέντος, ὅμοιος ἔσῃ τῷ μὴ μετεσχηκότι, μᾶλλον δὲ πολλῷ χείρων, βάρη φέρων ἐκεῖθεν καὶ διάτασιν καὶ καρηβαρίαν καὶ ὕπνον ἐοικότα θανάτῳ, πολλάκις δὲ καὶ ἀγρυπνίαν ἀπὸ πλησμονῆς, καὶ πνεύματος ἐμφράξεως, καὶ ἐρυγῆς· καὶ μυρία ἂν κατηράσω τῇ γαστρὶ, δέον τῇ ἀμετρίᾳ καταράσασθαι. Μὴ λιπαίνωμεν τοίνυν  τὸ σῶμα, ἀλλ' ἀκούωμεν τοῦ Παύλου λέγοντος·  Τῆς σαρκὸς πρόνοιαν  μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ ἂν εἴ τις εἰς ἀμάραν λαβὼν τὰ σιτία ἐμβάλλῃ, οὕτω καὶ  ὁ  εἰς  τὴν  γαστέρα ἐμβάλλων·  μᾶλλον  δὲ  οὐχ  οὕτως,  ἀλλὰ  πολλῷ  χεῖρον. Ἐνταῦθα μὲν γὰρ ἀμάραν ἐργάζεται χωρὶς τῶν οἰκείων κακῶν, ἐκεῖ δὲ καὶ μυρία τίκτει τὰ νοσήματα. Τὸ γὰρ τρέφον ἡ αὐτάρκειά ἐστιν, ὃ καὶ κατεργασθῆναι δύναται· τὸ δὲ περιττὸν τῆς χρείας οὐ μόνον οὐ τρέφει, ἀλλὰ καὶ ἐκεῖνο λυμαίνεται.  Ἀλλ' οὐδεὶς  ταῦτα  ὁρᾷ  ὑπὸ  τῆς  ἀκαίρου  ἡδονῆς  καὶ  τῆς  ἐν  συνήθει  προλήψεως ἀπατώμενος.  Βούλει τρέφειν  τὸ σῶμα; περίελε τὸ πλέον,  τὸ αὔταρκες δίδου, καὶ ὅσον κατεργάσασθαι δυνατόν· μὴ βάρυνε αὐτὸ, ἵνα μὴ καταποντίσῃς. Τὸ αὔταρκες  καὶ τροφή ἐστι καὶ ἡδονή· οὐδὲν γὰρ οὕτω ποιεῖ ἡδονὴν  ὡς σιτίον καλῶς κατεργασθέν· οὐδὲν οὕτως ὑγείαν, οὐδὲν οὕτως ὀξύτητα αἰσθήσεων, οὐδὲν οὕτως ἐστὶ νόσου ἀπελαστικόν. Ἄρα τὸ αὔταρκες μὲν καὶ τροφή ἐστι καὶ ἡδονὴ καὶ ὑγεία, τὸ δὲ πλέον καὶ λύμη καὶ ἀηδία καὶ νόσος. Ἃ γὰρ ποιεῖ ὁ λιμὸς, ταῦτα ποιεῖ καὶ ἡ πλησμονὴ, μᾶλλον δὲ χαλεπώτερα· ἐκεῖνος μὲν γὰρ ἐν ὀλίγαις ἡμέραις ἀπήγαγε καὶ ἀπήλλαξε  τὸν  ἄνθρωπον,  αὕτη  δὲ  διατρώγουσα  καὶ  σήπουσα τὸ  σῶμα,  μακρᾷ παραδίδωσι νόσῳ, καὶ τότε θανάτῳ χαλεπωτάτῳ. Ἡμεῖς δὲ τὸν μὲν λιμὸν ἀπευκτὸν πρᾶγμα νομίζομεν,  ἐπὶ δὲ τὴν  τούτου χαλεπωτέραν  πλησμονὴν  τρέχομεν. Πόθεν αὕτη ἡ νόσος, πόθεν αὕτη ἡ μανία; Οὐ λέγω κατατρύχειν ἑαυτοὺς, ἀλλὰ τοσοῦτον σιτεῖσθαι, ὃ καὶ ἡδονὴν ἔχει τὴν ὄντως ἡδονὴν, καὶ θρέψαι δύναται τὸ σῶμα, καὶ εὔτακτον ὑμῖν καὶ εὐάρμοστον πρὸς τὰς ἐνεργείας παρασχεῖν τῆς ψυχῆς πεπηγὸς καλῶς καὶ συνηρμοσμένον. Ὅταν δὲ ὑπέραντλον  γένηται τῇ τροφῇ, τοὺς γόμφους αὐτοὺς, ὡς ἄν τις εἴποι, καὶ τὰς ἁρμονίας διαλύσασα τὰς συμπεπηγυίας, τὴν πλημμύραν οὐ δύναται κατασχεῖν ἐπεισελθοῦσα γὰρ ἡ πλημμύρα τὸ πᾶν διαλύει καὶ διαχεῖ. Τῆς σαρκὸς, φησὶ, πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Καὶ καλῶς εἶπεν, Εἰς ἐπιθυμίας· ὕλη γάρ ἐστιν ἡ τρυφὴ ταῖς ἀτόποις ἐπιθυμίαις, κἂν πάντων ᾖ φιλοσοφώτερος ὁ τρυφῶν, ἀνάγκη τι παθεῖν αὐτὸν ἀπὸ τοῦ οἴνου, ἀπὸ τῶν σιτίων, ἀνάγκη  διαχυθῆναι,  ἀνάγκη  τὴν  φλόγα  μείζονα  ἐνεγκεῖν.  Ἐντεῦθεν  πορνεῖαι, ἐντεῦθεν μοιχεῖαι· οὐ γὰρ δύναται πεινῶσα γαστὴρ ἔρωτα τεκεῖν, μᾶλλον δὲ οὐδὲ αὐταρκείᾳ κεχρημένη· ἡ δὲ τίκτουσα τὰς ἀτόπους ἐπιθυμίας, ἐκείνη ἐστὶν ἡ σπαταλῶσα τῇ τρυφῇ. Καὶ καθάπερ ἡ σφόδρα δίυγρος γῆ τίκτει τοὺς σκώληκας, καὶ ἡ κόπρος ἡ διαβρεχομένη  καὶ  πολλὴν  ἔχουσα τὴν  νοτίδα,  ἡ δὲ ἀπηλλαγμένη  τῆς ὑγρασίας ἐκείνης καρποὺς φέρει πολλοὺς, ὅταν μὴ ἀμετρίαν ἔχῃ· κἂν μὲν γὰρ μὴ γεωργῆται, χλόην ἐκδίδωσιν, ἂν δὲ γεωργῆται, καρπούς· οὕτω καὶ ἡμεῖς. Μὴ τοίνυν ἄχρηστον τὴν σάρκα κατασκευάσωμεν, μηδὲ ἀνόνητον, μηδὲ ἐπιβλαβῆ, ἀλλὰ φυτεύσωμεν ἐν αὐτῇ χρησίμους καρποὺς καὶ φυτὰ καρποφόρα, καὶ ἐπιμέλειαν ποιώμεθα,  ὥστε μὴ αὐτὰ ἐκλῦσαι τῇ τρυφῇ· καὶ γὰρ καὶ ἐκεῖνα  σκώληκας  ἀντὶ καρπῶν ἐκβάλλει διασαπέντα. Οὕτω καὶ ἡ ἔμφυτος ἐπιθυμία, ἐὰν αὐτὴν ὑπὲρ μέτρον διαβρέξῃς, ἀτόπους τίκτει ἡδονὰς, καὶ σφόδρα ἀτοπωτάτας. Τὴν οὖν λύμην ταύτην ἐξέλωμεν  παντὶ  τρόπῳ· ἵνα δυνηθῶμεν  ἐπιτυχεῖν  τῶν  ἐπηγγελμένων  ἀγαθῶν,  ἐν
Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.



Λʹ.Πᾶσα δὲ  παιδεία  πρὸς μὲν  τὸ  παρὸν  οὐ  δοκεῖ  χαρᾶς  εἶναι,  ἀλλὰ  λύπης· ὕστερον   δὲ   καρπὸν   εἰρηνικὸν   τοῖς   δι'   αὐτῆς   γεγυμνασμένοις   ἀπο   δίδωσι δικαιοσύνης. ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῖν, ἵνα  μὴ τὸ χωλὸν  ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

 αʹ. Οἱ τὰ φάρμακα πίνοντες  τὰ πικρὰ, ἀνέχονταί  τι  νος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἡ κακία· ἐκεῖ πρώτη ἡ ἡδονὴ, εἶτα ἡ ἀθυμία· ἐνταῦθα πρώτη ἡ ἀθυμία, καὶ τότε ἡ ἡδονή. Ἀλλ' οὐδὲν ἴσον· οὐ γάρ ἐστιν ἴσον πρότερον λυπηθέντα, ὕστερον ἡσθῆναι, καὶ πρότερον ἡσθέντα, ὕστερον λυπηθῆναι.  Πῶς; Ἐνταῦθα μὲν γὰρ ἡ προσδοκία τῆς μελλούσης ἀθυμίας  τὴν  παροῦσαν ἐλάττονα  ποιεῖ  ἡδονήν·  ἐκεῖ  δὲ ἡ  προσδοκία τῆς μελλούσης ἡδονῆς ὑποτέμνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυμίας· ὡς συμβαίνειν ἐκεῖ μὲν μηδέποτε ἡσθῆναι, ἐνταῦθα δὲ μηδέποτε λυπηθῆναι. Οὐ ταύτῃ δὲ μόνον τὰ τῆς διαφορᾶς, ἀλλὰ  καὶ ἑτέρως. Πῶς; Ὅτι οὐδὲ τὰ τῶν  χρόνων  ἴσα, ἀλλὰ  πολὺ μείζονα καὶ πλείονα. Ἐνταῦθα δὲ καὶ πλέον  τι ἐν τοῖς πνευματικοῖς.  Ἀπὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραμυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαμβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇ ψήφῳ μάχεσθαι. Ὅταν γάρ τις παρὰ πάντων  ὁμολογούμενον εἴπῃ, πάντες συγκατατίθενται, καὶ οὐδεὶς ἀντιπίπτει. Λυπεῖσθε, φησί· τοῦτο κατὰ λόγον· τοιοῦτον γὰρ ἡ παιδεία, τὴν ἀρχὴν ἔχει τοιαύτην. Ὅθεν καὶ οὕτως ἐπήγαγε· Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν, Οὐ δοκεῖ· οὐδὲ γάρ ἐστι λύπης ἡ παιδεία, ἀλλὰ μόνον δοκεῖ· οὐδὲ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα· Πᾶσα γὰρ, φησὶ, παιδεία οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· τουτέστι, καὶ ἡ ἀνθρωπίνη,  καὶ ἡ πνευματική.  Ὁρᾷς αὐτὸν ἀπὸ τῶν κοινῶν  ἐννοιῶν  ἀγωνιζόμενον;  ∆οκεῖ, φησὶ, λύπης εἶναι· ὥστε οὐκ ἔστι. Ποία γὰρ λύπη τίκτουσα χαράν; Οὐδεμία· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι' αὐτῆς γεγυμνασμένοις  ἀποδίδωσι δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ καρποὺς εἶπε, τὸ πλῆθος ἐμφαίνων  πολύ. Τοῖς δι' αὐτῆς, φησὶ, γεγυμνασμένοις. Τί ἐστι, Τοῖς δι' αὐτῆς γεγυμνασμένοις; Τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν. Ὁρᾷς πῶς καὶ εὐφήμῳ ὀνόματι κέχρηται; Ἄρα γυμνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν  ἰσχυρὸν ἐργαζομένη, καὶ ἀκαταγώνιστον  ἐν τοῖς ἀγῶσι, καὶ ἄμαχον ἐν τοῖς πολέμοις. Εἰ τοίνυν  πᾶσα παιδεία τοιαύτη ἐστὶ, καὶ αὕτη τοιαύτη ἔσται.  Ὥστε χρηστὰ  χρὴ  προσδοκᾷν,  καὶ  τὸ  τέλος  ἡδὺ  καὶ  εἰρηνικόν.  Καὶ μὴ θαυμάσῃς, εἰ σκληρὰ οὖσα, καρποὺς ἔχει γλυκεῖς· ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ μὲν φλοιὸς ἄποιός τίς ἐστι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς. Ἀλλ' ἔλαβεν αὐτὸ ἀπὸ τῆς κοινῆς ἐννοίας. Εἰ τοίνυν τοιαῦτα χρὴ προσδοκᾷν, τί ἀλγεῖτε; τί τὰ λυπηρὰ ὑπομείναντες,  περὶ τὰ χρηστὰ ἐκλύεσθε; Ἃ ἐχρῆν ὑπομεῖναι ἀηδῆ, ὑπεμείνατε· μὴ τοίνυν ἐκλυθῆτε περὶ τὴν ἀνταπόδοσιν. ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα  γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα  μὴ  τὸ  χωλὸν  ἐκτραπῇ,  ἰαθῇ  δὲ  μᾶλλον.  Ὡς  πρὸς  δρομεῖς  καὶ  πύκτας  καὶ πολεμιστὰς διαλέγεται. Ὁρᾷς πῶς αὐτοὺς καθοπλίζει, πῶς αὐτοὺς ἐπαίρει; Ἐνταῦθα περὶ τῶν λογισμῶν αὐτῶν τοῦτο λέγει. Ὀρθὰ βαδίζετε, φησί· τουτέστι, μὴ ἀμφιβάλλοντες. Εἰ γὰρ ἀπὸ ἀγάπης ἡ παιδεία, εἰ ἀπὸ κηδεμονίας ἄρχεται, εἰ εἰς τέλος χρηστὸν τελευτᾷ· τοῦτο γὰρ καὶ διὰ πραγμάτων, καὶ διὰ ῥημάτων, καὶ διὰ πάντων ἀποδείκνυσι· τίνος ἕνεκεν ἐκλύεσθε; τοιοῦτοι γὰρ οἱ ἀπογνόντες,  οἱ μὴ τῇ ἐλπίδι ῥωννύμενοι   τῶν   μελλόντων.   Ὀρθὰ,  φησὶ,  βαδίζετε·  ὥστε  μὴ  ἐπιταθῆναι   τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων, ἐπιτρίβει τὸ κακόν. Ὁρᾷς ὅτι ἐν  ἡμῖν ἐστι τὸ πάντως  ἰατρευθῆναι; Εἰρήνην διώκετε μετὰ πάντων  καὶ  τὸν  ἁγιασμὸν, οὗ χωρὶς  οὐδεὶς  ὄψεται  τὸν  Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγε, Μὴ ἐγκαταλιπόντες  τὴν ἐπισυναγωγὴν  ἑαυτῶν, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται.  Οὐδὲν γὰρ  οὕτω  μάλιστα  ἐν  πειρασμοῖς  εὐκαταγωνίστους  ποιεῖ  καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι. Καὶ ὅρα πῶς· ∆ιάσπασον φάλαγγα  ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται, κατ' ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντας ἀσθενεστέρους. Εἰρήνην διώκετε  μετὰ πάντων,  φησίν. Ἄρα καὶ τῶν κακῶς ποιούντων. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων  ἀνθρώπων  εἰρηνεύοντες.  Τὸ σὸν μέρος, φησὶν, εἰρήνευε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ' ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. Οὕτω καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἰσχυροὺς ἐποίει λέγων· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις,  καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις; μεταξὺ λύκων  ἐσμὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς; Ναὶ, φησίν· οὐδὲν γὰρ οὕτως ἐντρέπει τὸν ποιοῦντα κακῶς, ὡς τὸ φέρειν ὑμᾶς γενναίως  τὰ ἐπαγόμενα, καὶ μήτε λόγῳ, μήτε ἔργῳ ἀμύνεσθαι. Τοῦτο καὶ ἡμᾶς φιλοσοφωτέρους ποιεῖ, καὶ μείζονα προξενεῖ τὸν μισθὸν, κἀκείνους ὠφελεῖ.  Ἀλλ' ὁ δεῖνά σε ὕβρισε; σὺ εὐλόγησον. Ὅρα πόσα ἀπὸ τούτου  κερδαίνεις·  τὸ  κακὸν  ἔσβεσας, μισθὸν  σεαυτῷ  προὐξένησας,  κἀκεῖνον ἐνέτρεψας, καὶ σὺ δεινὸν πέπονθας οὐδέν. Εἰρήνην διώκετε μετὰ πάντων  καὶ τὸν ἁγιασμόν. –Τὸν ἁγιασμὸν, τί φησι; Τὴν σωφροσύνην καὶ τὴν  κοσμιότητα τὴν  ἐν γάμῳ. Εἴτε τις χωρὶς γάμου ἐστὶ, φησὶν, ἁγνὸς μενέτω, γαμείτω· εἴτε ἐν γάμῳ, μὴ πορνευέτω, ἀλλὰ κεχρήσθω τῇ ἰδίᾳ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός. Πῶς; Οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ' ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν.  Ὁ  γὰρ  γάμος  τίμιος,  οὐχ  ἅγιος·  καθαρὸς  ὁ  γάμος,  οὐ  μέντοι  καὶ ἁγιωσύνην  παρέχει, ἢ τὸ κωλύειν  τὴν ἀπὸ τῆς πίστεως δοθεῖσαν μὴ μολύνειν.  Οὗ χωρὶς, φησὶν, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται,  οὔτε  πλεονέκται,  οὔτε  κλέπται,  οὔτε  μέθυσοι,  οὐ  λοίδοροι,  οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Πῶς γὰρ ὁ γενόμενος  πόρνης σῶμα δυνήσεται εἶναι σῶμα Χριστοῦ; Ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί· μή τις πόρνος ἢ βέβηλος. Ὁρᾷς πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν; Παρακαλοῦντες, φησὶν, ἀλλήλους καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται.


βʹ. Μὴ τοίνυν πάντα ἐπὶ τοὺς διδασκάλους ἐπιῤῥίπτετε, μὴ πάντα ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶν, ἀλλήλους οἰκοδομεῖν. Ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν, Παρακαλεῖτε ἀλλή  λους ἐν τοῖς λόγοις τούτοις. Τοῦτο καὶ ὑμῖν παραινοῦμεν  νῦν ἡμεῖς. Πλείονα γὰρ ἡμῶν,  ἐὰν  βούλησθε, εἰς ἀλλήλους,  κατορθώσετε· καὶ γὰρ πλείονα σύνεστε χρόνον  ἀλλήλοις,  καὶ τὰ ἀλλήλων  μᾶλλον  ἡμῶν  ἵστε, καὶ τὰ ἀλλήλων ἐλαττώματα   οὐκ  ἀγνοεῖτε,  καὶ  πλείονα  καὶ  παῤῥησίαν  καὶ  ἀγάπην  ἔχετε  καὶ συνήθειαν· οὐ μικρὰ δὲ ταῦτα εἰς διδασκαλίαν, ἀλλ' εἴσοδοι μεγάλαι καὶ εὐκαιρίαι· καὶ μᾶλλον ἡμῶν ἐπιπλῆξαι καὶ παρακαλέσαι δυνήσεσθε. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι  ἐγὼ  μὲν  εἷς  εἰμι,  ὑμεῖς  δὲ  πολλοὶ,  καὶ  δυνήσεσθε πάντες  ὅσοι ἐστὲ, εἶναι διδάσκαλοι. ∆ιὸ, παρακαλῶ, μὴ ἀμελεῖτε τοῦ χαρίσματος τούτου· ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γείτονα ἔχει· τούτῳ ἐπιπληττέτω,  τούτῳ παραινείτω. Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ μὲν τροφῆς συσσίτια ποιεῖν καὶ συμπόσια, καὶ ἡμέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπον καθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι  διὰ τῆς  κοινωνίας,  οἷον,  εἴτε  εἰς ἐκφορὰν  ἀπιέναι  δέοι, εἴτε  εἰς ἄριστα, εἴτε συμπρᾶξαι ἔν τινι  τῷ πλησίον· εἰς δὲ ἀρετῆς διδασκαλίαν  μὴ τοῦτο ποιεῖν; Ναὶ, παρακαλῶ, μηδεὶς ἀμελείτω· μισθὸν γὰρ δέχεται παρὰ Θεοῦ πολύν. Καὶ ἵνα  μάθῃς, ὁ τὰ πέντε  τάλαντα  ἐμπιστευθεὶς, ἐστὶν ὁ διδάσκαλος· ὁ δὲ τὸ ἓν, ὁ μαθητής. Ἐὰν δὲ εἴπῃ ὁ μαθητὴς, Μαθητής εἰμι ἐγὼ, οὐκ ἔχω κίνδυνον, καὶ ὃν ἔλαβε παρὰ τοῦ Θεοῦ λόγον, τοῦτον τὸν κοινὸν καὶ ψιλὸν κατακρύψῃ, καὶ μὴ παραινέσῃ, μὴ παῤῥησιάσηται, μὴ ἐλέγξῃ, μὴ νουθετήσῃ, εἰ δύναται, ἀλλὰ κατακρύψῃ ἐν τῇ γῇ· γῆ γὰρ ὄντως  ἐστὶ καὶ σποδὸς καρδία τὸ χάρισμα τοῦ Θεοῦ κατακρύπτουσα· ἂν τοίνυν κατακρύψῃ ἢ δι' ὄκνον, ἢ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἓν  τάλαντον   εἶχον.   Ἓν  τάλαντον   εἶχες·  ἔδει  σε  κἂν  ἓν  προσενεγκεῖν   καὶ διπλασιάσαι τὸ τάλαντον· εἰ προσήνεγκες ἓν, οὐκ ἂν ἐνεκλήθης. Οὐδὲ γὰρ τῷ τὰ δύο προσενεγκόντι εἶπε, ∆ιὰ τί μὴ πέντε προσήνεγκας; ἀλλὰ τῶν αὐτῶν αὐτὸν ἠξίωσε τῷ τὰ  πέντε  προσενεγκόντι.  Τί δήποτε;  Ὅτι  ὅσον εἶχεν  εἰργάσατο· καὶ  οὐκ  ἐπειδὴ ἐλάττονα  τοῦ  τὰ  πέντε  ἐγχειρισθέντος  ἔλαβε,  διὰ  τοῦτο  ἐῤῥᾳθύμησεν, οὐδὲ  τῇ ὀλιγότητι εἰς ἀργίαν ἐχρήσατο. Οὐδέ σε ἐχρῆν πρὸς τὸν τὰ δύο ὁρᾷν· μᾶλλον δὲ πρὸς ἐκεῖνον ἔδει ἰδεῖν, καὶ ὥσπερ ἐκεῖνος ἐμιμήσατο τὸν τὰ πέντε, δύο ἔχων, οὕτω καὶ σὲ ζηλῶσαι ἔδει τὸν τὰ δύο ἔχοντα. Εἰ γὰρ τῷ χρήματα ἔχοντι,  καὶ μὴ μεταδιδόντι, κόλασις κεῖται· τῷ δυναμένῳ παραινέσαι ὁπωσδήποτε, καὶ μὴ τοῦτο ποιοῦντι, πῶς οὐ μεγίστη κόλασις ἔσται; Ἐκεῖ σῶμα τρέφεται, ἐνταῦθα ψυχή· ἐκεῖ θάνατον κωλύεις τὸν πρόσκαιρον, ἐνταῦθα τὸν αἰώνιον.

 γʹ  . Ἀλλ' οὐκ ἔχω λόγον, φησίν. Ἀλλ' οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας. Ἐὰν ἴδῃς τὸν φίλον πορνεύοντα, εἰπὲ πρὸς αὐτόν· Πονηρὸν πρᾶγμα ὃ μετέρχῃ, οὐκ αἰσχύνῃ, οὐκ ἐρυθριᾷς· κακὸν τοῦτό ἐστιν. Αὐτὸς γὰρ οὐκ οἶδε, φησὶν, ὅτι κακόν; Ναὶ, οἶδεν, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἕλκεται. Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ' ὅμως δέονται τῶν κωλυσόντων· ὁ γὰρ ἐν τῷ πάθει ὢν, οὐ ταχέως ἑαυτῷ ἀρκέσαι δυνήσεται ἐν τῇ νόσῳ. ∆εῖ τοίνυν σου  τοῦ ὑγιαίνοντος  πρὸς τὴν  ἐκείνου  ἰατρείαν· κἂν μὴ πεισθῇ τῷ ῥήματι, παρατήρησον ἀπιόντα καὶ κάτασχε, ἴσως ἐντραπήσεται. Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐμὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐμοῦ; Μὴ ἀκριβολογοῦ· τέως οἱῳδήποτε τρόπῳ ἀπόστησον  αὐτὸν  τῆς  πονηρᾶς  πράξεως·  ἐθισθήτω  μὴ  ἀπιέναι   εἰς  ἐκεῖνο  τὸ βάραθρον· εἴτε διὰ σὲ, εἴτε δι' ὁτιδήποτε κωλυθῇ, κέρδος ἔσται ἐκ τούτου. Ὅταν γὰρ ἐθίσῃς αὐτὸν μὴ ἀπιέναι, τότε δυνήσῃ μικρὸν ἀναπνεύσαντα λαβὼν, διδάξαι, ὅτι χρὴ διὰ τὸν Θεὸν τοῦτο μὴ ποιεῖν, καὶ οὐ δι' ἄνθρωπον. Μὴ θελήσῃς ὑφ' ἓν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Ἂν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς   συμπόσια  μέθης   πεπληρωμένα,   κἀκεῖ   τὸ   αὐτὸ   ποίει,   καὶ   αὐτὸν   πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωμά σε ἔχοντα, βοηθεῖν καὶ διορθοῦν. Οὕτω γὰρ καὶ ἐπὶ ἑαυτοῦ τὸν ἔλεγχον οἴσει, ὅταν ἴδῃ καὶ σὲ δεόμενον ἐλέγχων, καὶ μὴ ὡς τὰ πάντα κατωρθωκότα, μηδὲ ὡς διδάσκαλον, ἀλλ' ὡς φίλον  καὶ ἀδελφὸν  βοηθοῦντα. Εἰπὲ πρὸς αὐτὸν, Ἐγώ σε ὤνησα, ὑπομνήσας τῶν συμφερόντων· καὶ σὺ ὅπερ ἂν συνίδῃς ἐλάττωμα  ἔχοντά  με, ἀναχαίτισον,  διόρθωσον· ἂν  ὀργίλον  ἴδῃς, ἂν  πλεονέκτην, κάτασχε, δῆσον  τῇ  παραινέσει.  Τοῦτό ἐστι φιλία·  οὕτως  ἀδελφὸς  ὑπὸ  ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ γίνεται· οὐ γὰρ τὸ φαγεῖν καὶ τὸ πιεῖν ποιεῖ φιλίαν· τοιαύτην  γὰρ καὶ λῃσταὶ ἔχουσι καὶ ἀνδροφόνοι·  ἀλλ' εἰ φίλοι  ἐσμὲν, εἰ ὄντως ἀλλήλων κηδόμεθα, εἰς ταῦτα ἀλλήλοις συμβαλλώμεθα· ταῦτα εἰς φιλίαν ἡμᾶς ἄγει ἐπωφελῆ,   ταῦτα   κωλύει   εἰς   γέενναν    ἀπελθεῖν.   Μήτε   οὖν   ὁ   ἐλεγχόμενος ἀγανακτείτω·  ἄνθρωποι  γάρ ἐσμεν, καὶ ἔχομεν  ἐλαττώματα·  μήτε ὁ ἐλέγχων  ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεμβαίνων, τοῦτο ποιείτω καὶ ἐκπομπεύων, ἀλλὰ κατ' ἰδίαν, μετὰ προσηνείας· πλείονος γὰρ δεῖται προσηνείας ὁ ἐλέγχων, ἵνα οὕτω πείσῃ τὴν τομὴν ἐνεγκεῖν. Οὐχ ὁρᾶτε τοὺς ἰατροὺς, ὅταν καίωσιν, ὅταν τέμνωσι, μετὰ πόσης προσηνείας τὴν  θεραπείαν  ἐπάγουσι; Πολλῷ μᾶλλον  τοὺς  ἐλέγχοντας  τοῦτο  δεῖ ποιεῖν· καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ· καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τομὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην  ἐπάγουσι, καὶ μικρὸν ἐνδιδόντες,  εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχους δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόμενοι μὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν  δέῃ, κἂν πληγῆναι,  μὴ παραιτησώμεθα. Καὶ γὰρ ἐκεῖνοι  οἱ τεμνόμενοι,  μυρία καταβοῶσι τῶν  τεμνόντων·  ἀλλ' ἐκεῖνοι  πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ' ἢ πρὸς τὴν ὑγείαν τῶν καμνόντων  μόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν  πρὸς τὸ τὸν ἔλεγχον  χρησίμως γενέσθαι, πάντα φέρειν πρὸς τὸν μισθὸν ἀφορῶντας τὸν ἀποκείμενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε  τὸν νόμον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες  καὶ φέροντες  ἀλλήλους,  δυνησόμεθα ἀναπληρῶσαι  τὴν  οἰκοδομὴν  τοῦ Χριστοῦ· καὶ ἡμῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαμβανόμενοι ἡμῖν καὶ χεῖρα ὀρέγοντες καὶ μερισταὶ γινόμενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλή  λων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος. Ὑπομένωμεν  τοίνυν  καὶ φέροντες  τὰ ἀλλήλων  βάρη, καὶ ἐλέγχον  τες, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων  ἡμῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |