αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν δογμάτων λόγον, καὶ μέλλων εἰς τὸν ἠθικώτερον ἐμβαίνειν, πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν χωρεῖ, περὶ ἐλεημοσύνης ποιούμενος λόγον. Ἀλλὰ περὶ τούτου μόνου διαλεχθεὶς, ἀπαλλάττεται· καίτοι γε οὐδαμοῦ τοῦτο ἐποίησεν, ἀλλὰ περὶ ἐλεημοσύνης, καὶ περὶ σωφροσύνης, καὶ περὶ πραότητος, καὶ περὶ μακροθυμίας, καὶ περὶ τῶν ἄλλων ἁπάντων διαλέ γεται ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τελευτῶν. Τίνος οὖν ἕνεκεν ἐνταῦθα τοῦ ἠθικοῦ τοῦτο μόνον γυμνάζει τὸ μέρος; Ὅτι καὶ τῶν ἔμπροσθεν εἰρημένων τὰ πλείονα ἠθικώτερα ἦν, δι' ὧν τὸν πόρνον ἐκόλασε, δι' ὧν τοὺς ἔξω δικαζομένους ἐσωφρόνιζε, δι' ὧν τοὺς με θύοντας καὶ γαστριζομένους ἐφόβησε, δι' ὧν τοὺς στασιάζοντας καὶ φιλονεικοῦντας καὶ φιλαρχοῦντας κατεδίκασε, δι' ὧν τοὺς ἀναξίως τοῖς μυστηρίοις προσιόντας τῇ ἀφορήτῳ δίκῃ ἐκείνῃ παρέδωκε, δι' ὧν περὶ ἀγάπης διελέχθη.
∆ιὰ δὴ τοῦτο, οὗ μάλιστα αὐ τῷ ἔδει τῆς εἰς τοὺς ἁγίους ἐπικουρίας, τούτου μέ μνηται μόνου. Καὶ θέα τὴν σύνεσιν· ὅτε αὐτοὺς περὶ ἀναστάσεως ἔπεισε, καὶ προθυμοτέρους ἐποίησε, τότε λοιπὸν καὶ περὶ τούτου διαλέγεται. Καίτοι γε καὶ ὑπὲρ τούτων διελέχθη πρὸς αὐτοὺς ἔμπροσθεν, ὅτε ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείρα μεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; καὶ, Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; Ἀλλ' ἐπειδὴ ᾔδει τοῦ κατορθώ ματος τὸ μέγεθος, οὐ παραιτεῖται καὶ τῷ τέλει τῆς Ἐπιστολῆς αὐτὸ προσθεῖναι. Λογίαν δὲ τὴν συλλογὴν καλεῖ, ἐκ προοιμίων εὐθέως κοῦφον τὸ πρᾶγμα ποιῶν· ὅταν γὰρ ἐξ ἁπάντων συνεισφέρηται, ἑκάστῳ κοῦφον γίνεται τὸ ἐπίταγμα. Εἰπὼν δὲ περὶ τῆς συλ λογῆς, οὐκ εὐθέως εἶπεν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων· καίτοι γε τὸ ἀκόλουθον τοῦτο ἦν· ἀλλὰ πρῶτον εἰπὼν, Καθὼς διέταξα ταῖς Ἐκ κλησίαις τῆς Γαλατίας, τότε τοῦτο ἐπήγαγεν, εἰς ζῆλον αὐτοὺς τῇ διηγήσει τῶν ἑτέροις κατορθουμέ νων ἄγων, καὶ ἐν τάξει διηγήματος αὐτὸ θείς· ὃ καὶ Ῥωμαίοις ἐπιστέλλων ἐποίησε. Καὶ γὰρ ἐκείνοις δοκῶν διηγεῖσθαι τὴν πρόφασιν τῆς ἐπὶ τὰ Ἱεροσόλυμα ἀποδημίας, οὕτω τὸν περὶ ἐλεημοσύνης ἐμβάλλει λό γον, λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Εὐδόκησε γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων. Ἀλλ' ἐκείνους μὲν διὰ Μακε δόνων καὶ Κορινθίων, τούτους δὲ διὰ Γαλατῶν προ τρέπει. Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆ ναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, ∆ιέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παρ άγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ'ὁλόκληρον ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυρια κὴν, ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρί ζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ και ροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέ ρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπι τήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ' ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυ στηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανά των πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ' ἑαυ τῷ τιθέτω θησαυρίζων. Οὐκ εἶπεν, Εἰς τὴν ἐκκλη σίαν φερέτω, ἵνα μὴ διὰ τὸ μικρὸν αἰσχύνωνται, ἀλλὰ ταῖς κατ' ὀλίγον συναγωγαῖς αὐξήσας τὴν εἰσ φορὰν, τότε δεικνύτω ἐμοῦ παραγενομένου. Τέως δὲ παρὰ σαυτῷ τίθει, φησὶ, καὶ ποίησόν σου τὴν οἰκίαν ἐκκλησίαν, τὸ κιβώτιον γαζοφυλάκιον· γενοῦ φύλαξ χρημάτων ἱερῶν, αὐτοχειροτόνητος οἰκονόμος πενή των. Ἡ φιλανθρωπία ταύτην σοι δίδωσι τὴν ἱερω σύνην. Τούτου σύμβολόν ἐστι καὶ τὸ γαζοφυλάκιον νῦν. Ἀλλὰ τὸ μὲν σύμβολον μένει, τὸ δὲ ἔργον οὐ δαμοῦ. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν συνεδρευόντων πάλιν ἡμῖν ἐγκαλέσουσιν, ὅταν ὑπὲρ τούτων διαλε γώμεθα λέγοντες· Μὴ, παρακαλῶ, μὴ γίνου φορτι κὸς καὶ ἐπαχθὴς τοῖς ἀκούουσιν· ἐπίτρεψον τῇ προ αιρέσει, δὸς τῇ γνώμῃ τῶν ἀκουόντων· ὡς νῦν γε καταισχύνεις ἡμᾶς, ἐρυθριᾷν ποιεῖς· ἀλλ' οὐκ ἀν έχομαι τούτων τῶν λόγων. Οὐδὲ γὰρ Παῦλος ᾐσχύνετο ὑπὲρ τοιούτων συνεχῶς ἐνοχλῶν, καὶ προσαιτούντων φθεγγόμενος ῥήματα. Εἰ μὲν γὰρ τοῦτο ἔλεγον, ὅτι Ἐμοὶ δὸς καὶ εἰς τὴν ἐμὴν κατάθες οἰκίαν, ἴσως ἂν αἰσχύνης ἦν τὸ λεγόμενον· μᾶλλον δὲ οὐδὲ τότε· Οἱ γὰρ τῷ θυσιαστηρίῳ, φησὶ, προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται.
βʹ. Πλὴν ἀλλ' ἴσως ἄν τις ἐπετίμησεν, ὡς ὑπὲρ ἑαυ τοῦ ποιουμένῳ τὸν λόγον· νῦν δὲ ὑπὲρ τῶν δεομένων τὴν ἱκετηρίαν τίθημι, μᾶλλον δὲ οὐχ ὑπὲρ τῶν δεομέ νων, ἀλλ' ὑπὲρ ὑμῶν τῶν παρεχόντων· διὸ καὶ παῤῥησιάζομαι. Ποία γὰρ αἰσχύνη εἰπεῖν, ∆ὸς τῷ Κυρίῳ πεινῶντι, ἔνδυσον αὐτὸν γυμνὸν περιιόντα, ὑπόδεξαι ξένον ὄντα; Ὁ ∆εσπότης σου οὐκ αἰσχύνεται ἐπὶ τῆς οἰκουμένης ταῦτα λέγων· Ἐπείνασα, καὶ οὐκ ἐδώ κατέ μοι φαγεῖν· ὁ ἀνενδεὴς καὶ μηδενὸς χρῄζων· καὶ ἐγὼ αἰσχυνοῦμαι καὶ ὀκνήσω; Ἄπαγε· διαβο λικῆς ἐπιβουλῆς αὕτη ἡ αἰσχύνη. Οὐ τοίνυν αἰσχυν θήσομαι, ἀλλὰ καὶ μετὰ παῤῥησίας ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ μετὰ πλείονος, ἢ οἱ δεόμενοι, φωνῆς. Εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ ἐλέγξαι, ὅτι ταῦτα λέ γοντες, πρὸς ἑαυτοὺς ὑμᾶς ἕλκομεν, καὶ προσχήματι τῶν πενήτων αὐτοὶ κερδαίνομεν, οὐκ αἰσχύνης ἄξια ταῦτα μόνον, ἀλλὰ καὶ μυρίων κεραυνῶν, καὶ οὐδὲ ζῇν ἄξιον τοὺς τὰ τοιαῦτα ποιοῦντας· εἰ δὲ τῇ τοῦ Θεοῦ χάριτι οὐδὲν ὑπὲρ ἑαυτῶν ἐνοχλοῦμεν, ἀλλ' ἀδάπανον ὑμῖν τὸ Εὐαγγέλιον ἐθήκαμεν, πονοῦντες μὲν οὐδαμῶς καθάπερ Παῦλος, τοῖς δὲ οἰκείοις ἀρκούμενοι, μετὰ παῤῥησίας πάσης ἐρῶ· ∆ότε τοῖς δεομένοις, καὶ οὐ παύσομαι τοῦτο λέγων, καὶ μὴ διδόντων ἔσομαι χαλεπὸς κατήγορος. Καὶ γὰρ εἰ στρατηγὸς ἤμην καὶ στρατιώτας εἶχον, οὐκ ἂν ᾐσχύνθην τοῖς στρατιώταις τροφὰς αἰτῶν. Σφόδρα γὰρ ἐρῶ τῆς σωτηρίας τῆς ὑμετέρας. Ἀλλ' ἵνα καὶ ἐνεργέστερος ὁ λόγος γένηται καὶ δραστήριος μᾶλ λον, Παῦλον παραστάτην λαβὼν, μετ' ἐκείνου δια λέξομαι λέγων· Ἕκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Σκόπει γὰρ αὐτοῦ κἀντεῦθεν τὸ ἀνεπαχθές· οὐκ εἶπε, Τοσόνδε ἢ το σόνδε, ἀλλ' Ὅ τι ἂν εὐοδῶται. εἴτε πολὺ, εἴτε ὀλί γον· καὶ οὐκ εἶπεν, Ὅ τι ἄν τις κερδάνῃ, ἀλλ', Ὅ τι ἂν εὐοδωθῇ, δεικνὺς ὅτι παρὰ τοῦ Θεοῦ ἡ χορηγία. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ μὴ ἑνὶ χρόνῳ τὸ πᾶν κελεῦσαι καταβαλεῖν, ῥᾳδίαν ποιεῖ τὴν συμβουλήν· τῷ γὰρ κατὰ μικρὸν συλλέγεσθαι ἀνεπαίσθητος ἡ λειτουργία καὶ ἡ δαπάνη. ∆ιὰ δὴ τοῦτο οὐδὲ εὐθέως κελεύει εἰς μέσον ἀγαγεῖν, ἀλλὰ πολλὴν δίδωσι τὴν προθεσμίαν, καὶ τὴν αἰτίαν τιθείς φησιν· Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Τουτέστιν, Ἵνα μὴ ἐν τῷ καιρῷ τῆς εἰσφορᾶς, τότε ἀναγκάζησθε συλλέγειν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτοὺς πάλιν προέτρεψεν· ἡ γὰρ προσδοκία Παύλου προθυμοτέρους αὐτοὺς ἐποίει. Ὅταν δὲ ἔλθω, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. Οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ', Οὓς ἐὰν ὑμεῖς δοκιμάσητε, οὓς ἐὰν ἕλησθε, ὥστε ἀνύποπτον ποιῆσαι τὴν λει τουργίαν. ∆ιὸ αὐτῶν ποιεῖται τὴν ψῆφον τῆς τῶν ἀποκομιζόντων αἱρέσεως. Οὐ γὰρ δήπου φησίν· Ἡ μὲν εἰσφορὰ ὑμῶν, ἡ δὲ ἐξουσία τῆς ἐκλογῆς τῶν ἀποκομιζόντων, οὐχ ὑμῶν. Εἶτα ἵνα μὴ αὐτοῖς ἀπο λιμπάνεσθαι δόξῃ, τὰ γράμματα προστίθησι, λέγων· Οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν πέμψω. Ὡς ἂν εἰ ἔλεγεν, ὅτι Κἀγὼ συνέσομαι αὐτοῖς, καὶ κοι νωνήσω τῆς λειτουργίας διὰ τῶν γραμμάτων. Καὶ οὐκ εἶπε, Τούτους πέμψω ἀπενεγκεῖν τὴν ἐλεημο σύνην ὑμῶν, ἀλλὰ, Τὴν χάριν ὑμῶν, ἵνα δείξῃ μεγάλα ἐργαζομένους, ἵνα δείξῃ αὐτοὺς κερδαίνοντας. Ἀλ λαχοῦ δὲ καὶ εὐλογίαν καὶ κοινωνίαν καλεῖ· τὸ μὲν, ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, τὸ δὲ, ἵνα μὴ ἐπάρῃ· οὐδαμοῦ μέντοι γε ἐλεημοσύνην ὠνόμασεν. Ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύ σονται. Ἐνταῦθα πάλιν εἰς δαψίλειαν αὐτοὺς προ τρέπει. Ἐὰν γὰρ τοσοῦτον ᾖ, φησὶν, ὡς καὶ τῆς ἐμῆς δεῖσθαι παρουσίας, οὐδὲ τοῦτο παραιτήσομαι. Ἀλλ' εὐθέως μὲν τοῦτο οὐκ ἐπηγγείλατο, οὐδὲ εἶπεν, Ἐπειδὰν παραγένωμαι, ἐγὼ ἀποκομίζω· οὐδὲ γὰρ ἂν οὕτως αὐτὸ ηὔξησεν, εἰ ἐξ ἀρχῆς αὐτὸ τέθεικεν· ὕστερον μέντοι καλῶς καὶ εὐκαίρως αὐτὸ προστίθησι. ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως ὑπέσχετο, οὔτε καθ άπαξ αὐτὸ ἀπεσιώπησεν, ἀλλ' εἰπὼν, ὅτι Πέμψω, τότε καὶ ἑαυτὸν προστίθησι. Καὶ ἐνταῦθα δὲ πάλιν κυρίους αὐτοὺς ἐποίησεν ἐν τῷ εἰπεῖν· Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι· τοῦτο δὲ ἐπ' ἐκείνοις ἔκειτο, τὸ πολὺ ποιῆσαι τὸ συλλεγόμενον, καὶ τοσοῦ τον, ὡς δυσωπῆσαι καὶ αὐτὸν ἀναστῆναι. Ἐλεύ σομαι δὲ πρὸς ὑμᾶς, φησὶν, ὅταν Μακεδονίαν διέλθω. Εἶπε καὶ ἀνωτέρω τοῦτο, ἀλλὰ τότε μὲν μετὰ θυμοῦ· προσέθηκε γοῦν· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα μιν· ἐνταῦθα δὲ προσηνέστερον, ἵνα καὶ ποθήσωσιν αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἵνα μὴ λέγωσι· Τί οὖν Μακεδόνας ἡμῶν προτιμᾷς; οὐκ εἶπεν, Ἐπειδὰν ἀπέλθω, ἀλλ', Ἐπειδὰν διέλθω Μακεδονίαν. Μα κεδονίαν γὰρ διελεύσομαι. Πρὸς ὑμᾶς δὲ τυχὸν Παραμενῶ, ἢ καὶ παραχειμάσω. Οὐδὲ γὰρ ὁδοῦ βούλομαι ποιήσασθαι πάρεργον ὑμᾶς, ἀλλ' ἐνδιατρί ψαι καὶ παραμεῖναι. Ὅτε γὰρ ταῦτα ἐπέστελλεν, ἐν Ἐφέσῳ ἦν, χειμῶνος ὄντος. Λέγει τοίνυν, ὅτι Ἕως Πεντηκοστῆς ἐν Ἐφέσῳ ἐπιμενῶ· μετὰ δὲ ταῦτα ἀπελεύσομαι εἰς Μακεδονίαν, καὶ διελθὼν αὐτὴν, ἥξω πρὸς ὑμᾶς τοῦ θέρους· πολλάκις δὲ καὶ τὸν χειμῶνα πρὸς ὑμᾶς ποιήσω. γʹ. Τίνος δὲ ἕνεκεν εἶπε, Τυχὸν, καὶ οὐκ ἀπεφή νατο; Ὅτι οὐ πάντα προῄδει Παῦλος, καὶ συμφερόν τως. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἀποφαίνεται, ἵνα, κἂν μὴ γένηται, ἔχῃ καταφυγὴν, τότε ἀδιορίστως προειπεῖν, καὶ τὴν τοῦ Πνεύματος ἐξουσίαν ἄγουσαν αὐτὸν, ὅπουπερ ἐβούλετο, οὐκ ἔνθα αὐτὸς ἐπεθύμει· ὃ καὶ ἐν τῇ δευτέρᾳ τίθησιν Ἐπιστολῇ, τῆς μελλήσεως ἕνεκεν ἀπολογούμενος, καὶ λέγων· Ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ' ἐμοὶ τὸ ναὶ ναὶ, καὶ τὸ οὒ οὔ. Ἵνα ὑμεῖς με προπέμψητε, οὗ ἐὰν πορεύωμαι. Καὶ τοῦτο ἀγάπης καὶ φιλοστοργίας πολλῆς. Οὐ θέλω γὰρ ἄρτι ὑμᾶς ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γάρ τινα χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν τὴν ἀγάπην ἐνδεικνύμενος, ὁμοῦ δὲ τοὺς ἁμαρτάνον τας φοβῶν, οὐ μὴν ἐκκεκαλυμμένως, ἀλλὰ προσχή ματι φιλίας. Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς. Εἰκότως ἀκριβῶς αὐτοῖς ἅπαντα λέγει, καθάπερ φίλοις δηλῶν. Καὶ γὰρ τοῦτο φιλίας, τὸ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν οὐ παρεγένετο, δι' ἣν μέλλει, καὶ ποῦ διατρίβει. Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ ἀντικείμενοι πολλοί. Καὶ εἰ με γάλη, πῶς ἀντικείμενοι; ∆ι' αὐτὸ μὲν τοῦτο οἱ ἀντι κείμενοι πολλοὶ, ἐπειδὴ μεγάλη ἡ πίστις, ἐπειδὴ με γάλη καὶ εὐρεῖα ἡ εἴσοδος. Τί δέ ἐστιν, Θύρα μεγάλη; Πολλοί εἰσιν οἱ παρεσκευασμένοι τὴν πίστιν δέξασθαι, πολλοὶ ἕτοιμοι προσελθεῖν καὶ ἐπιστρέψαι· εὐρύ χωρός μοι ἡ εἴσοδος, ἀκμαζούσης λοιπὸν τῆς τῶν προσιόντων διανοίας εἰς τὴν τῆς πίστεως ὑπ ακοήν.∆ιὰ τοῦτο σφοδρῶς ὁ διάβολος ἔπνει, ἐπειδὴ πολλοὺς ἑώρα ἀφισταμένους αὐτοῦ.∆ιὸ δὴ καὶ ἀμφο τέρων ἕνεκεν μεῖναι ἐχρῆν, καὶ ἐπειδὴ μέγα τὸ κέρδος, καὶ ὅτι πολὺς ὁ ἀγών. Καὶ τούτῳ δὲ αὐτοὺς παρεθάῤῥυνε τῷ εἰπεῖν, ὅτι πανταχοῦ λοιπὸν ὁ λόγος ἐνεργεῖται, καὶ βλαστάνει ῥᾳδίως. Εἰ δὲ πολλοὶ οἱ ἐπιβουλεύοντες, καὶ τοῦτο σημεῖον τῆς τοῦ Εὐαγ γελίου προκοπῆς. Οὐδέποτε γὰρ ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀγριαίνει, ἀλλ' ἢ ὅταν πολλὰ τῶν σκευῶν αὐ τοῦ ἁρπαζόμενα ἴδῃ. Καὶ ἡμεῖς τοίνυν, ὅταν τι μέγα καὶ γενναῖον ἐργάσασθαι βουληθῶμεν, μὴ τοῦτο σκο πῶμεν, ὅτι πολὺν ἔχει πόνον, ἀλλ' εἰς τὸ κέρδος βλέ πωμεν. Ὅρα γοῦν καὶ Παῦλον οὐ διὰ τοῦτο ὀκνοῦντα, οὐ διὰ τοῦτο ἀναδυόμενον, ἐπειδὴ ἀντικείμενοι πολ λοὶ, ἀλλ', ἐπειδὴ μεγάλη ἦν ἡ θύρα, ἐπικείμενον καὶ παραμένοντα. Καὶ γὰρ, ὅπερ ἔφην, σημεῖον τοῦτο ἦν τοῦ γυμνοῦσθαι τὸν διάβολον. Οὐδὲ γὰρ ἔστι, μικρὰ καὶ φαῦλα πράξαντας, παροξῦναι τὸ πονηρὸν θηρίον ἐκεῖνο. Ὥστε ὅταν ἴδῃς ἄνδρα δίκαιον μεγάλα κατορ θοῦντα, καὶ μυρία πάσχοντα δεινὰ, μὴ θαυμάσῃς. Τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς, ἔμελλεν ἡσυχάζειν καὶ πράως φέρειν τὰ τραύματα. Οὐδὲ γὰρ, εἰ ὄφις κεντούμενος συνεχῶς ἀγριαίνοι καὶ ἐφάλλοιτο τῷ κεντοῦντι, θαυ μάζειν χρή. Καὶ γὰρ ὄφεως παντὸς χαλεπώτερον ἕρπει ὁ διάβολος πᾶσιν ἐπιπηδῶν, καὶ ὥσπερ σκορ πίος τὸ κέντρον ἄρας. διανίσταται. Μὴ δὴ τοῦτο ὑμᾶς θορυβείτω· καὶ γὰρ τὸν ἐκ πολέμου καὶ νίκης καὶ σφαγῆς ἐπανιόντα ἀνάγκη καὶ ᾑμάχθαι, πολλάκις δὲ καὶ τραύματα ἔχειν. Καὶ σὺ τοίνυν ὅταν ἴδῃς τινὰ ἐλεημοσύνας ποιοῦντα, καὶ ἄλλα μυρία ἐργαζόμενον ἀγαθὰ, καὶ ταύτῃ συγκόπτοντα τοῦ διαβόλου τὴν δύναμιν, εἶτα πειρασμοῖς περιπεσόντα καὶ κινδύνοις, μὴ διὰ τοῦτο θορυβηθῇς· διὰ γὰρ τοῦτο περιέπεσε πειρασμοῖς, ἐπειδὴ σφόδρα ἔπληξε τὸν διάβολον. Καὶ πῶς ὁ Θεὸς συνεχώρησε, φησίν; Ἵνα μᾶλλον στεφα νωθῇ, ἵνα πλείονα πληγὴν λάβῃ ἐκεῖνος. Ὅταν γὰρ μετὰ τὸ ἀγαθὰ ποιεῖν καὶ δεινὰ πάσχων εὐχαριστῇ διαπαντὸς, πλήττεται ὁ διάβολος. Μέγα μὲν γὰρ, καὶ ἐξ οὐρίας φερομένων τῶν πραγμάτων, καὶ ἐλεεῖν καὶ ἀρετῆς ἀντέχεσθαι· πολλῷ δὲ μεῖζον τὸ δεινὰ πά σχοντα, μὴ ἀφίστασθαι τῆς καλῆς ταύτης ἐργασίας. Οὗτός ἐστιν ὁ διὰ τὸν Θεὸν μάλιστα ταῦτα ποιῶν. Ὥστε κἂν κινδυνεύωμεν, ἀγαπητοὶ, κἂν ὁτιοῦν πάσχωμεν, μετὰ πλείονος ἐχώμεθα τῆς προθυμίας τῶν ὑπὲρ ἀρετῆς πόνων. Οὐδὲ γὰρ οὗτος ὁ τῆς ἀντι δόσεως καιρός. Μὴ τοίνυν ἐνταῦθα ἀπαιτῶμεν τοὺς στεφάνους, ἵνα μὴ ἐν τῷ καιρῷ τῶν στεφάνων ἐλατ τώσωμεν ἡμῶν τὴν ἀμοιβήν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν οἱ μὲν ἑαυτοὺς τρέφοντες καὶ ἐργαζόμενοι, μείζονα τὸν μισθὸν λαμβάνουσιν, οἱ δὲ παρὰ τοῖς μι σθωσαμένοις τρεφόμενοι, ὑποτέμνονται τοῦ μισθοῦ οὐ μικρὸν μέρος· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ὁ μὲν μυρία ποιῶν ἀγαθὰ καὶ μυρία πάσχων κακὰ, ἀκέραιον ἔχει τὸν μισθὸν, καὶ πολὺ πλείονα τὴν ἀμοιβὴν, οὐχ ὑπὲρ τῶν ἀγαθῶν ὧν ἐποίησε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν κακῶν ὧν ἔπαθεν· ὁ δὲ ἀνέσεως ἐνταῦθα ἀπολαύων καὶ τρυφῆς, οὐχ οὕτως ἔχει λαμ προὺς τοὺς στεφάνους ἐκεῖ. Μὴ τοίνυν ἐνταῦθα ζη τῶμεν τὴν ἀντίδοσιν, ἀλλὰ τότε μάλιστα χαίρωμεν, ὅταν κατορθοῦντες πάσχωμεν κακῶς. Οὐ γὰρ τὸν ἐκ τῶν κατορθωμάτων μόνον, ἀλλὰ καὶ τὸν τῶν πει ρασμῶν μισθὸν ἡμῖν ὁ Θεὸς ἐκεῖ ταμιεύεται. δʹ. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἔστωσαν δύο πλούσιοι ἐλεήμονες, καὶ διδότωσαν πένησιν· εἶτα ὁ μὲν ἐπὶ τῷ πλούτῳ μενέτω, καὶ πάσης εὐημερίας ἀπολαυέτω· ὁ δὲ εἰς πενίαν πιπτέτω καὶ νόσους καὶ συμφορὰς, καὶ χάριν ἐχέτω τῷ Θεῷ. Τούτων τοίνυν ἀπελθόντων ἐκεῖ, τίς μείζονα λήψεται τὸν μισθόν; οὐκ εὔδηλον ὅτι ὁ νοσῶν καὶ ταλαιπωρούμενος, ὅτι καὶ εὖ ποιῶν καὶ πάσχων κακῶς οὐδὲν ἔπαθεν ἀνθρώπι νον; Παντί που δῆλον. Καὶ γὰρ οὗτός ἐστιν ὁ ἀνδριὰς ὁ ἀδαμάντινος, οὗτος ὁ εὐγνώμων οἰκέτης. Εἰ δὲ οὐ δι' ἐλπίδα βασιλείας δεῖ τι ποιεῖν ἀγαθὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν, ὃ πάσης βασιλείας μεῖζόν ἐστι· τίνος ἄξιός ἐστιν ὁ διὰ τὸ μὴ λαβεῖν ἐνταῦθα τὴν ἀντίδοσιν ἀργότερος περὶ τὴν ἀρετὴν γινόμενος; Μὴ τοίνυν θορυβώμεθα, ὅταν ἴδωμεν, ὅτι ὁ δεῖνα χήρας καλῶν, καὶ δοχὰς συνεχεῖς ἐργαζόμενος, ἀπώλεσε τὴν οἰκίαν ἐμπρησθεῖσαν, ἢ ἑτέραν τινὰ τοιαύτην ὑπέμεινε συμφοράν· καὶ γὰρ διὰ τοῦτο λήψεται τὸν μισθόν· ἐπεὶ καὶ ὁ Ἰὼβ οὐχ οὕτως ἐπὶ ταῖς ἐλεημοσύναις ἐθαυμάζετο, ὡς ἐφ' οἷς ἔπαθε μετὰ ταῦτα. ∆ιὰ τοῦτο καὶ οἱ φίλοι ἐξευτελίζονται οἱ τούτου, καὶ οὐδενὸς ἄξιοι λόγου νομίζονται εἶναι, ὅτι τὰς παρούσας ἐζή τουν ἀντιδόσεις, καὶ ἀπὸ τούτων τοῦ δικαίου κατεψη φίζοντο. Μὴ τοίνυν ἐνταῦθα ζητῶμεν τὴν ἀμοιβὴν, πένητες καὶ πτωχοὶ γενόμενοι. Καὶ γὰρ ἐσχάτης τοῦτο εὐτελείας, οὐρανοῦ προκειμένου, καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν, τὰ ἐνταῦθα περισκοπεῖν. Μὴ δὴ οὕτω ποιῶμεν· ἀλλ' ὅπερ ἂν ἐπέλθῃ τῶν ἀδοκήτων ἐπιτα γμάτων, ἡμεῖς ἐχώμεθα τοῦ Θεοῦ διηνεκῶς, καὶ πει θώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ κιβώτιον πενήτων ποιῶμεν ἐπὶ τῆς οἰκίας, καὶ παρὰ τὸν τόπον, ὃν ἕστηκας εὐχόμενος, ἐκεῖ κείσθω, καὶ ὁσάκις ἂν εἰσ έλθῃς εὔξασθαι, κατάθες πρῶτον τὴν ἐλεημοσύνην, καὶ τότε ἀνάπεμπε εὐχήν· καὶ ὥσπερ οὐκ ἂν ἕλοιο χερσὶν ἀνίπτοις εὔξασθαι οὕτω μηδὲ ἐλεημοσύνης χωρίς. Καὶ γὰρ τοῦ Εὐαγγέλιον κρέμασθαι παρὰ τὴν κλίνην οὐκ ἔλαττον τὸ ἐλεημοσύνην κεῖσθαι. Εὐαγγέ λιον μὲν γὰρ ἐὰν κρεμάσῃς μηδὲν ποιῶν, οὐδὲν τοσοῦτον ὠφεληθήσῃ· τοῦτο δὲ ἔχων τὸ κιβώτιον, ὅπλον ἔχεις κατὰ τοῦ διαβόλου, τὴν εὐχὴν ὑπόπτερον ποιεῖς, ἁγίαν κατασκευάζεις τὴν οἰκίαν, τροφὰς ἔν δον ἔχων ἀποκειμένας τοῦ βασιλέως. Παρὰ τοῦτο καὶ ἡ κλίνη κείσθω τὸ κιβώτιον, καὶ ἀφαντασία στος ἔσται ἡ νύξ· μόνον μηδὲν ἐξ ἀδικίας ἐκεῖ βαλλέσθω. Ἐλεημοσύνη γὰρ τὸ πρᾶγμά ἐστιν· ἐλεη μοσύνην δὲ ἀπὸ ὠμότητος οὐκ ἔνι βλαστῆσαί ποτε. Βούλεσθε καὶ τὰς ἀφορμὰς, ὅθεν δεῖ καταβάλλειν, εἴπω, ὥστε καὶ ταύτῃ ποιῆσαι εὔκολον τὴν τοιαύτην φοράν; Ὁ χειροτέχνης, οἷον ὁ ὑποδηματοῤῥάφος, ἢ ὁ σκυτοτόμος, ἢ ὁ χαλκοτύπος, ἢ ἕτερος ὁστισοῦν δημιουργὸς, ἐπειδὰν πωλήσῃ τι τῶν ἀπὸ τῆς τέχνης, ἀπαρχέσθω τῆς τιμῆς τῷ Θεῷ, καταβαλλέτω μικρὸν μέρος αὐτόθι, καὶ μεριζέσθω πρὸς τὸν Θεὸν ἐξ ἐλάτ τονος μοίρας. Οὐδὲ γὰρ μέγα τι αἰτῶ, ἀλλὰ τοσοῦτον ὅσον Ἰουδαίων οἱ νήπιοι, καὶ μυρίων γέμοντες κακῶν, τοσοῦτον οἱ τὸν οὐρανὸν προσδοκῶντες ἡμεῖς βάλλω μεν. Ταῦτα δὲ οὐ νομοθετῶν, οὐδὲ κωλύων τὸ πλέον λέγω, ἀλλ' ἀξιῶν μὴ ἔλαττον τῆς δεκάτης μοίρας καταθεῖναι. Τοῦτο δὲ μὴ πωλῶν μόνον, ἀλλὰ καὶ ἀγο ράζων ποίει. Τοῦτον καὶ οἱ τοὺς ἀγροὺς κεκτημένοι τηρείτωσαν τὸν νόμον ἐν ταῖς προσόδοις· τοῦτον πάν τες οἱ τοὺς δικαίους συλλέγοντες πόρους. Πρὸς γὰρ τοὺς τόκους ἀπαιτοῦντας οὐδείς μοι λόγος, οὐδὲ πρὸς στρατιώτας διασείοντας ἄλλους, καὶ πραγματευομέ νους ἀλλοτρίας συμφοράς· οὐδὲν γὰρ ἐκεῖθεν βούλε ται δέχεσθαι ὁ Θεός· ἀλλὰ πρὸς τοὺς ἐκ δικαίων πό νων συλλέγοντας τὰ ὄντα, ταῦτα λέγω. Καὶ γὰρ ἐὰν ἐν τοιαύτῃ συνηθείᾳ καταστήσωμεν ἑαυτοὺς, ὑπὸ τοῦ συνειδότος κεντούμεθα λοιπὸν, ἄν ποτε τοῦτον ἀπολί πωμεν τὸν νόμον, καὶ οὐδὲ βαρὺ λοιπὸν τὸ πρᾶγμα ἡγησόμεθα, καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα ἥξομεν, καὶ μελετήσαντες χρημάτων καταφρονεῖν, καὶ τὴν ῥίζαν τῶν κακῶν ἀνασπάσαντες, τόν τε ἐνταῦθα μετὰ ἀδείας βιωσόμεθα βίον, καὶ τῆς μελλούσης τευξόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.
Μ∆ʹ.Ἐὰν δὲ ἔλθῃ Τιμόθεος πρὸς ὑμᾶς, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς.
αʹ. Τάχα τις ἡγεῖται ἀνάξιον εἶναι τῆς ἀνδρείας τῆς Τιμοθέου τὴν παράκλησιν ταύτην· ἀλλ' οὐ Τιμοθέου ἕνεκεν τοῦτο εἴρηται, ἀλλὰ τῶν ἀκουόντων, ἵνα μὴ διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἑαυτοὺς καταβλάψωσιν· ἐκεῖνος μὲν γὰρ ἀεὶ πρὸς κινδύνους ἦν παρεμβεβλη μένος. Ὡς γὰρ πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ, φησίν. Ἀλλ' ἵνα μὴ ἀπὸ τῆς εἰς τὸν μαθητὴν θρασύτητος, καὶ εἰς τὸν διδάσκαλον προ έλθωσι καὶ χείρους γένωνται, πόῤῥωθεν αὐτοὺς κατα στέλλει, λέγων· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τουτέστιν, ἵνα μή τις αὐτοῦ κατεξανιστᾶται τῶν ἀπ εγνωσμένων ἐκείνων. Καὶ γὰρ ἔμελλεν αὐτοῖς ἴσως ἐπιτιμᾷν, ὑπὲρ ὧν καὶ Παῦλος ἐπέστειλε· καὶ γὰρ ἐπηγγείλατο δι' αὐτὸ τοῦτο πέμπειν αὐτόν. Ἔπεμψα γὰρ Τιμόθεον ὑμῖν, φησὶν, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ἵν' οὖν μὴ εὐγενείᾳ καὶ πλούτῳ καὶ τῇ τοῦ δήμου συστάσει καὶ τῇ ἔξωθεν σοφίᾳ θαῤῥοῦντες ἐπίθωνται καὶ διαπτύωσι καὶ ἐπι βουλεύσωσιν, ἀλγοῦντες τοῖς ἐλέγχοις τοῖς παρ' αὐ τοῦ, ἢ ὑπὲρ ὧν ὁ διδάσκαλος ἐπετίμησε, δίκην αὐτὸν ἀπαιτήσωσιν ἐκεῖνον ἀμυνόμενοι, διὰ τοῦτό φησιν· Ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς. Μὴ γάρ μοι τοὺς ἔξωθεν εἴπῃς τοὺς Ἕλληνας καὶ ἀπίστους· τὰ παρ' ὑμῶν ἀπαιτῶ, ὑπὲρ ὧν καὶ ἡ Ἐπιστολὴ ἅπασα συν ετέθη, οὓς καὶ ἐν ἀρχῇ καὶ προοιμίοις ἐφόβησε. ∆ιὰ τοῦτο εἶπε· Πρὸς ὑμᾶς. Εἶτα ἀπὸ τῆς διακονίας ἀξιό πιστον αὐτὸν ποιεῖ λέγων· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, φησὶν, εἰ μὴ πλού σιος, εἰ μὴ εὐπαίδευτος, μηδὲ πρεσβύτης, ἀλλὰ τί ἐπιτέτακται καὶ ἀνύει· Τὸ γὰρ ἔργον Κυρίου ἐργά ζεται. Τοῦτο δὲ ἀντὶ πάσης αὐτῷ καὶ εὐγενείας καὶ πλούτου καὶ ἡλικίας καὶ σοφίας ἀπόχρη. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προσέθηκε· Καθὼς καὶ ἐγώ· καὶ ἀνωτέρω, Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· αὐτὸς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ. Ἐπεὶ οὖν καὶ νέος ἦν, καὶ μόνος ἐνεχειρίσθη τοσούτου δήμου διόρθωσιν, ἀμφότερα δὲ εἰς καταφρόνησιν ἦγεν, εἰκότως ἐπ άγει· Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. Καὶ οὐ τοῦτο ἀπαιτεῖ μόνον, ἀλλὰ καὶ τιμὴν πλείονα· διὸ καί φη σι· Προπέμψατε δὲ αὐτὸν μετ' εἰρήνης· τουτέστιν, ἀφόβως, μὴ μάχας καὶ φιλονεικίας ἐμποιοῦντες, μὴ ἔχθρας καὶ ἀπεχθείας, ἀλλ' ὑποταγὴν καὶ τιμὴν, ὡς διδασκάλῳ προσέχοντες. Ἵνα ἔλθῃ πρός με· ἐκδέ χομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Καὶ τοῦτο φοβοῦντος αὐτοὺς ἦν. Ἵνα γὰρ εἰδότες, ὅτι πάντα εἰρήσεται πρὸς αὐτὸν ἅπερ ἂν πάθῃ, ἐπιεικέστεροι γένωνται, διὰ τοῦτο προσέθηκεν· Ἐκδέχομαι γὰρ αὐτόν. Ἄλλως δὲ καὶ ἐντεῦθεν ἀξιόπιστον ποιεῖ, εἴ γε μέλλων ἐξιέναι, αὐτὸν περιμένει, καὶ τὴν εἰς ἐκείνους δείκνυσιν ἀγάπην, ὅταν τὸν οὕτω χρήσιμον δι' αὐτοὺς φαίνηται πέμψας. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν. Οὗτος καὶ εὐπαί δευτος δοκεῖ εἶναι, καὶ πρεσβύτερος τοῦ Τιμοθέου. Ἵν' οὖν μὴ λέγωσι· Τί δήποτε τὸν μὲν ἄνδρα οὐκ ἀπ έστειλε, τὸν δὲ νέον ἀντ' ἐκείνου; ὅρα καὶ τοῦτο πῶς παραμυθεῖται, ἀδελφόν τε αὐτὸν καλῶν, καὶ πολλὰ παρακεκληκέναι, λέγων. Ἵνα γὰρ μὴ δόξῃ προτετι μηκέναι αὐτοῦ τὸν Τιμόθεον, καὶ διὰ τοῦτο μὴ ἀπ εσταλκέναι, καὶ πλείονα ἐκκαύσῃ τὸν φθόνον, ἐπήγα γε· Πολλὰ αὐτὸν παρεκάλεσα, ἵνα ἔλθῃ. Τί οὖν; οὐκ εἶξεν ἐκεῖνος οὐδὲ ἐπένευσεν, ἀλλ' ἀντέστη καὶ ἐφιλονείκησεν; Οὐ λέγει τοῦτο, ἀλλ' ἵνα μήτε ἐκεῖνον διαβάλῃ, καὶ ὑπὲρ ἑαυτοῦ ἀπολογήσηται, φησί· Καὶ πάντως οὐκ ἦν θέλημα, ἵνα νῦν ἔλθῃ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, ἐπήγαγεν· Ἐλεύσεται δὲ πρὸς ὑμᾶς, ὅταν εὐκαιρήσῃ. Τοῦτο καὶ ὑπὲρ ἐκείνου ἀπελογήσατο, καὶ αὐτοὺς ἐπιπο θοῦντας αὐτὸν τῇ ἐλπίδι τῆς παρουσίας ἀνέπαυσεν. Εἶτα δεικνὺς ὅτι οὐκ ἐν τοῖς διδασκάλοις, ἀλλὰ καὶ ἐν ἑαυτοῖς ὀφείλουσι τὰς ἐλπίδας ἔχειν τῆς σω τηρίας, φησί· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Οὐκ ἐν τῇ σοφίᾳ τῇ ἔξω· οὐ γὰρ ἔστιν ἐκεῖ ἑστάναι, ἀλλὰ φέρεσθαι· ὥσπερ οὖν ἐν τῇ πίστει ἑστάναι. Ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Ταῦτα δὲ λέγων, δοκεῖ μὲν παραινεῖν, καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. ∆ιὸ λέγει· Γρηγορεῖτε, ὡς καθευδόντων· Στήκετε, ὡς σαλευο μένων· Ἀνδρίζεσθε, κραταιοῦσθε, ὡς μαλακιζομέ νων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὡς στασια ζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας, τὸ Γρη γορεῖτε, στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας, τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας, τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω, ὅπερ σύνδεσμός ἐστι τελειότητος, καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ, Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις, φησὶν, εἴτε ἄρχει, εἴτε ἄρχεται, εἴτε μανθάνει, εἴτε διδάσκει, πάντα μετὰ ἀγάπης· ἐπειδὴ καὶ τὰ εἰρημένα ἅπαντα ἐκ τοῦ ταύ την ἠμελῆσθαι ἐγίνετο. Εἰ γὰρ αὕτη μὴ ἠμελήθη, οὐκ ἂν ἐφυσήθησαν οὐκ ἂν εἶπον· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ· εἰ αὐτὴν ἦν, οὐκ ἂν ἔξω ἐδικάσαντο, μᾶλλον δὲ οὐδ' ἂν ἐδικάσαντο· εἰ αὐτὴ ἦν, οὐκ ἂν ἐκεῖνος τοῦ πατρὸς τὴν γυναῖκα ἔλαβεν, οὐκ ἂν τῶν ἀσθενούντων ἀδελφῶν κατεφρόνησαν, οὐκ ἂν αἱρέσεις εἶχον, οὐκ ἂν ἐκενοδόξησαν ἐπὶ τοῖς χαρίσμασι. ∆ιὰ τοῦτό φησι, Πάντα μετὰ ἀγάπης γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς.
βʹ. Καὶ ἀρχόμενος τούτου μέμνηται λέγων· Ἐβά πτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· καὶ νῦν ἀπαρχὴν αὐ τὸν οὐχὶ τῆς Κορίνθου μόνον, ἀλλὰ καὶ ὅλης τῆς Ἑλλά δος φησίν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἐγκώμιον, τὸ πρῶτον τῷ Χριστῷ προσελθεῖν. ∆ιὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἐντεῦθεν ἐγκωμιάζων τινὰς ἔλεγεν· Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Καὶ οὐκ εἶπεν, ὅτι πρῶτοι ἐπίστευσαν, ἀλλὰ, Ἀπαρχὴ ἐγένοντο, δεικνὺς ὅτι μετὰ τῆς πίστεως καὶ βίον ἄριστον ἐπεδείξαντο, ὥσπερ ἐπὶ καρπῶν, πάντοθεν ἑαυτοὺς ἀξίους παρ έχοντες. Καὶ γὰρ τὴν ἀπαρχὴν ἀμείνω τῶν λοιπῶν εἶναι χρὴ, ὧν ἐστιν ἀπαρχή· ὃ δὴ καὶ τούτοις διὰ τῆς ῥήσεως ταύτης ἐπεμαρτύρησεν ὁ Παῦλος. Οὐδὲ γὰρ ἐπίστευσαν μόνον γνησίως, ὅπερ ἔφην, ἀλλὰ καὶ πολλὴν ἐπεδείξαντο τὴν εὐλάβειαν, καὶ ἀκμάζουσαν τὴν ἀρετὴν, καὶ τὴν ἐν ἐλεημοσύναις φιλοτιμίαν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν αὐτῶν τὴν εὐλάβειαν δείκνυσιν, ἐκ τοῦ καὶ τὴν οἰκίαν ἅπα σαν εὐσεβείας πληρῶσαι. Ὅτι δὲ καὶ ἐν ἔργοις ἐκό μων ἀγαθοῖς, δηλοῖ διὰ τῶν ἑξῆς λέγων· Εἰς διακο νίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἠκούσατε ἡλίκα τῆς φιλοξενίας τὰ ἐγκώμια; Οὐ γὰρ εἶπε, ∆ια κονοῦσιν, ἀλλ', Ἔταξαν ἑαυτούς· τοῦτον τὸν βίον εἵλοντο διαπαντὸς, ταύτην μελετῶσι τὴν μελέτην. Ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις. Τουτέστιν, Ἵνα συναντιλαμβάνησθε καὶ εἰς δαπάνην χρημάτων καὶ εἰς σώματος διακονίαν, ἵνα κοινωνῆτε. Καὶ γὰρ ἐκείνοις ὁ κόπος ἔσται κοῦφος, ὅταν ἔχωσι συμμάχους, καὶ τὰ τῆς εὐεργεσίας εἰς πλείονας δια βήσεται. Καὶ οὐκ εἶπεν ἁπλῶς, Συνεργεῖτε, ἀλλὰ καὶ, Ἐν οἷς ἂν κελεύωσι πείθεσθε, τὴν ἐπιτεταμένην ὑπ ακοὴν ἐνδεικνύμενος. Καὶ ἵνα μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι, προσέθηκε· Καὶ παντὶ τῷ κοπιῶντι καὶ συνεργοῦντι. Κοινὸς, φησὶν, ἔστω ὁ νόμος οὗτος· οὐδὲ γὰρ ἰδιαζόντως περὶ ἐκείνων λέγω, ἀλλ' εἴ τις κατ' ἐκείνους, καὶ οὗτος ἀπολαυέτω τούτων. ∆ιὰ τοῦτο καὶ ἀρχόμενος συνιστᾷν, αὐτοὺς μάρτυρας κα λεῖ, λέγων· Παρακαλῶ δὲ ὑμᾶς, οἴδατε τὴν οἰκίαν Στεφανᾶ. Ἴστε γὰρ, φησὶ, καὶ ὑμεῖς πῶς κάμνουσι, καὶ οὐ παρ' ἡμῶν δεῖσθε μαθεῖν. Ἐχάρην δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊ κοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα αὐτοὶ ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ἐξηγριῶσθαι πρὸς τού τους (οὗτοι γὰρ οἱ ἐλθόντες εἰσὶ καὶ δηλώσαντες αὐτῷ τὰ κατὰ τὴν στάσιν· δι' αὐτῶν γὰρ καὶ ἔγραψαν τὰ περὶ τῶν παρθένων, τὰ περὶ τῶν γεγαμηκότων), ὅρα πῶς αὐτοὺς κατεπράϋνεν, ἐν ἀρχῇ μὲν τῆς Ἐπιστο λῆς εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν ὑπὸ τῶν Χλόης· καὶ τούτους κρύψας, κἀκείνους εἰς μέσον ἀγαγών· εἰκὸς γὰρ ἐκείνους διὰ τούτων δηλῶσαι· ἐνταῦθα δὲ, Τὸ ὑμῶν ὑστέρημα ἀνεπλήρωσαν, καὶ ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· δεικνὺς ἀντὶ πάντων ἐλθόντας, καὶ ἑλομένους ἀποδη μίαν στείλασθαι τοσαύτην ὑπὲρ αὐτῶν. Πῶς οὖν τοῦτο τὸ ἴδιον κοινὸν γένηται; Εἰ τὸ ὑστέρημα παρα μυθήσεσθε διὰ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς, ἐὰν τι μήσητε, ἐὰν ἀποδέξησθε αὐτοὺς, ἐὰν τῇ εὐποιίᾳ κοι νωνήσητε· διό φησιν· Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Καὶ ἐπαινῶν τοὺς ἐλθόντας, συμπλέκει καὶ ἐκείνους τῷ ἐγκωμίῳ, τοῖς ἀπεσταλμένοις τοὺς ἀπεσταλκότας, λέγων, ὅτι Ἀνέπαυσαν τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους, ὅτι δι' ὑμᾶς πατρίδα καὶ οἰκίαν κατέλι πον. Εἶδες σύνεσιν; οὐ Παύλῳ μόνον, ἀλλὰ καὶ ἐκείνοις αὐτοὺς χαρισαμένους δείκνυσι, τῷ τὴν πό λιν ἅπασαν ἐν αὐτοῖς περιφέρειν· ὃ καὶ τούτους ἀξιοπίστους ἐποίει, καὶ ἐκείνους οὐκ ἠφίει τούτων ἀποσχίζεσθαι, ἅτε δι' αὐτῶν παραστάντας τῷ Παύ λῳ. Ἀσπάζονται ὑμᾶς αἱ Ἐκκλησίαι πᾶσαι τῆς Ἀσίας. Ἀεὶ συνάγει καὶ συγκολλᾷ τὰ μέλη διὰ τοῦ ἀσπασμοῦ· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα. Παρ' αὐτοῖς γὰρ ἔμενε, σκηνοποιὸς ὤν. Σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλη σίᾳ. Καὶ τοῦτο οὐ μικρὰ ἀρετὴ, τὸ καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ταύτην τὴν τοῦ ἁγίου φιλήματος ἐνταῦθα μό νον τίθησι προσθήκην. Τί δήποτε; Σφόδρα δι εστήκεσαν ἀλλήλων τῷ λέγειν, Ἐγὼ μέν εἰμι Παύ λου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χρι στοῦ· τῷ τὸν μὲν πεινᾷν, τὸν δὲ μεθύειν· τῷ μάχας καὶ ζηλοτυπίας καὶ κρίματα ἔχειν. Καὶ ἀπὸ τῶν χα ρισμάτων δὲ πολὺς ὁ φθόνος ἦν, πολλὴ ἡ ὑπερηφα νία. Ἐπεὶ οὖν αὐτοὺς συνῆψε διὰ τῆς παραινέσεως, εἰκότως κελεύει καὶ διὰ τοῦ φιλήματος τοῦ ἁγίου συνάπτεσθαι. Τοῦτο γὰρ ἑνοῖ, καὶ ἓν τίκτει σῶμα· τοῦτο ἅγιόν ἐστι, τὸ μὴ μετὰ δόλου καὶ ὑπὸ κρί σεως. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. ∆είκνυσι μετὰ πολλῆς σπουδῆς τὴν Ἐπιστολὴν συντεθεῖ σαν· διὸ καὶ τοῦτο προσέθηκεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔστω ἀνάθεμα. γʹ. ∆ι' ἑνὸς τούτου ῥήματος πάντας ἐφόβησε, τοὺς τὰ μέλη αὐτῶν ποιοῦντας πόρνης μέλη, τοὺς σκανδα λίζοντας τοὺς ἀδελφοὺς διὰ τῶν εἰδωλοθύτων, τοὺς ἀπ' ἀνθρώπων ὀνομαζομένους, τοὺς τῇ ἀναστάσει διαπι στοῦντας. Οὐκ ἐφόβησε δὲ μόνον, ἀλλὰ καὶ ἔδειξε τῆς ἀρετῆς τὴν ὁδὸν, καὶ τῆς κακίας τὴν πηγήν. Ὥσπερ γὰρ σφοδρὰ περὶ αὐτὸν ἡ ἀγάπη γενομένη, πάντα τῶν ἁμαρτημάτων τὰ εἴδη κατασβέννυσι καὶ ἐξωθεῖ· οὕτως ὅταν ἀσθενεστέρα ᾖ, βλαστάνειν ταῦτα ποιεῖ. Μαραναθά. Τίνος ἕνεκεν τοῦτο εἴρηται; τί δήποτε καὶ Ἑβραΐδι φωνῇ; Ἐπειδὴ πάντων τῶν κακῶν ὁ τῦφος αἴτιος ἦν· τοῦτον δὲ τὸν τῦφον ἡ ἔξωθεν σοφία ἐποίει, καὶ τοῦτο τὸ κεφάλαιον τῶν κακῶν ἦν, ὃ μάλιστα τὴν Κόρινθον διέσπασε· καταστέλλων αὐ τῶν τὸν τῦφον, οὐδὲ Ἑλλάδι κέχρηται γλώσσῃ, ἀλλὰ τῇ Ἑβραΐδι, δεικνὺς ὅτι οὐ μόνον οὐκ αἰσχύνεται τὴν ἰδιωτείαν, ἀλλὰ καὶ μετὰ πολλῆς ἀσπάζεται τῆς θερμότητος. Τί δέ ἐστι Μαραναθά; Ὁ Κύριος ἡμῶν ἦλθε. Τίνος οὖν ἕνεκεν αὐτὸ τοῦτό φησι; Τὸν τῆς οἰκονομίας βεβαιῶν λόγον, ἐξ ὧν μάλιστα τὰ σπέρ ματα τῆς ἀναστάσεως συντέθεικεν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐκείνους ἐντρέπων, ὡς ἂν εἰ ἔλεγεν· Ὁ κοινὸς πάντων ∆εσπότης καταβῆναι τοσοῦτον κατ ηξίωσε, καὶ ὑμεῖς ἐν τοῖς αὐτοῖς ἐστε, καὶ ἐπιμένετε ἁμαρτάνοντες; καὶ οὐ φρίττετε τῆς ἀγάπης τὴν ὑπερβολὴν, τῶν ἀγαθῶν τὸ κεφάλαιον; Ἐννόησον γὰρ τοῦτο μόνον, φησὶ, καὶ ἀρκέσει σοι εἰς πάσης ἀρετῆς προκοπὴν, καὶ πᾶσαν δυνήσῃ κατασβέσαι ἁμαρτίαν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τοῦτο διδασκάλου, τὸ μὴ μόνον συμβουλαῖς, ἀλλὰ καὶ εὐχαῖς βοηθεῖν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Ἵνα γὰρ μὴνομίσωσιν, ὅτι κολακεύων αὐτοὺς εἰς τοῦτο κατέληξε, φησίν· Ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲν γὰρ ἀνθρώπινον ἔχει οὐδὲ σαρκικὸν, ἀλλὰ πνευματική τίς ἐστι· διὸ σφόδρα γνησία· καὶ γὰρ σφόδρα ἐρῶντος τὸ ῥῆμα ἦν. Καὶ γὰρ ἐπειδὴ διειστήκει τῷ τόπῳ, καθάπερ δεξιᾶς τινος ἐκτάσει, ταῖς τῆς ἀγάπης αὐτοὺς χερσὶ περι λαμβάνει λέγων, Ἡ ἀγάπη μου μεθ' ὑμῶν, ὡς ἂν εἰ ἔλεγε· Μετὰ πάντων ὑμῶν ἐγώ. ∆ι' ὧν δείκνυσιν, ὅτι οὐ θυμοῦ οὐδὲ ὀργῆς ἦν τὰ γραφέντα, ἀλλὰ κηδεμονίας, ὅπου γε μετὰ τοσαύτην κατηγορίαν οὐκ ἀποστρέφεται, ἀλλὰ καὶ φιλεῖ καὶ περιλαμβάνει πόῤῥωθεν αὐτοὺς ὄντας, διὰ τῶν Ἐπιστολῶν καὶ τῶν γραμμάτων τούτων αὐτοῖς περιχυθείς. Οὕτω γὰρ τὸν διορθοῦντα δεῖ ποιεῖν· ὡς ὅ γε ὀργῇ μόνον ποιῶν, οἰκεῖον πάθος πληροῖ· ὁ δὲ μετὰ τὸ διορθῶσαι τὸν ἁμαρτάνοντα, καὶ τὰ τῆς ἀγάπης ἐπιδεικνύμενος, δείκνυσιν ὅτι κἀκεῖνα φιλοστοργίας ἦν, ὅσα ἐπιπλήτ των ἔλεγεν. Οὕτω δὴ καὶ ἡμεῖς ἀλλήλους παιδεύωμεν, καὶ μήτε ὁ ἐλέγχων ὀργιζέσθω· οὐ γὰρ διορθώσεως τοῦτο, ἀλλὰ πάθους· μήτε ὁ ἐλεγχόμενος δυσχεραινέτω· ἰατρεία γὰρ τὸ γινόμενον, οὐκ ἀπέχθεια. Εἰ δὲ ἰατρῶν παῖδες καίουσι καὶ οὐκ ἐγκαλοῦνται, πολλάκις καὶ διαμαρτάνοντες τοῦ τέλους, ἀλλὰ καὶ ἀλγοῦντες οἱ καιόμενοι καὶ τεμνόμενοι, εὐεργέτας εἶναι νομί ζουσι τοὺς τὴν ἀλγηδόνα ταύτην διεγείροντας· πολλῷ μᾶλλον τὸν δεχόμενον ἔλεγχον οὕτω διακεῖσθαι χρὴ, καὶ ὡς ἰατρῷ προσέχειν τῷ διορθοῦντι, ἀλλ' οὐχ ὡς ἐχθρῷ. Καὶ ἡμεῖς δὲ οἱ ἐπιτιμῶντες προσίωμεν μετὰ πολλῆς τῆς ἡμερότητος, μετὰ πολλῆς τῆς συνέσεως, κἂν ἴδῃς τὸν ἀδελφὸν πλημμελοῦντα, ὡς ὁ Χριστὸς ἐκέλευσε, μὴ δημοσίευε τὸν ἔλεγχον, ἀλλὰ μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, οὐκ ὀνειδίζων οὐδὲ ἐπεμβαίνων κειμένῳ, ἀλλὰ καὶ ἀλγῶν καὶ τηκόμενος· καὶ ἕτοιμον σαυτὸν πάρεχε καὶ πρὸς τὸ ἐλέγχεσθαι, εἴ τι δια μαρτάνοις. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, καθ' ὑπόθεσιν τὸν λόγον γυμνάσωμεν· μὴ γὰρ δὴ γένοιτο ἐπὶ τῆς ἀληθείας αὐτῆς εὐπορῆσαι παρα δείγματος τοιούτου· Ἔστω τις ἀδελφὸς παρθένῳ συνοικῶν, κόσμιος μὲν καὶ σώφρων, πλὴν ἀλλὰ μηδὲ οὕτω διαφευγέτω τὴν πονηρὰν δόξαν. Ἂν τοίνυν ἀκούσῃς θρυλλουμένην τὴν συνοίκησιν ταύτην, μὴ καταφρονήσῃς μηδὲ εἴπῃς· Αὐτὸς γὰρ οὐ κέκτηται νοῦν; αὐτὸς γὰρ οὐκ οἶδε τί τὸ συμφέρον; εἰκῆ φιλοῦ, καὶ μὴ μισοῦ εἰκῆ· τί γάρ μοι μέλει ἔχθραν ἀνα δέξασθαι περιττήν; Ταῦτα ληρώδη ῥήματα τῶν θηρίων, μᾶλλον δὲ τῶν δαιμόνων. Οὐ γὰρ ἔστιν εἰκῆ μισεῖσθαι τὸν ἐπὶ διορθώσει τοῦτο ποιοῦντα, ἀλλ' ἐπὶ μεγάλοις ἀγαθοῖς καὶ στεφάνοις ἀποῤῥήτοις. Εἰ δὲ λέγοις, Τί γὰρ, αὐτὸς οὐκ ἔχει νοῦν; ἀκούσῃ παρ' ἡμῶν, ὅτι οὐκ ἔχει· μεθύει γὰρ τῷ πάθει. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων οἱ ἀδικούμενοι οὐκ ἂν δύναιντο εἰπεῖν ὑπὲρ ἑαυτῶν ζέοντες τῇ ὀργῇ, καίτοι γε οὐκ ἔστιν ἔγκλημα ἡ συμπάθεια αὕτη· πόσῳ μᾶλ λον οἱ συνηθείᾳ πονηρᾷ κατεχόμενοι;
∆ιὰ τοῦτο λέγω, ὅτι κἂν μυριάκις ᾖ φρόνιμος, οὐκ ἔχει νοῦν ἐγρηγορότα. Τί γὰρ τοῦ ∆αυῒδ συνετώτερον ἦν, ἀνθρώπου λέγοντος, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι; ἀλλ' ὅτε τὴν τοῦ στρατιώτου γυναῖκα οἶδεν ὀφθαλμοῖς ἀδίκοις, τότε, ὅπερ ἐπὶ τῆς θαλάττης τῆς μαινομένης τοὺς ἐμπλέοντας πάσχειν ἔλεγε, Πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη· καὶ ἑτέρων ἐδεῖτο τῶν διορθωσόντων, καὶ οὐδὲ ᾐσθάνετο οἵων κακῶν ἦν ἐντός. ∆ιὸ καὶ θρηνῶν τὰ ἁμαρτήματα αὐ τοῦ ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. δʹ. Οὐ τοίνυν ἔχει νοῦν ὁ ἁμαρτάνων· μεθύει γὰρ καὶ ἐσκότωται. Μὴ δὴ ταῦτα λέγε, μηδὲ προστίθει ἐκεῖνο, ὅτι Οὐδέν μοι μέλει· Ἕκαστος γὰρ τὸ ἴδιον φορίον βαστάσει. Καὶ γὰρ καὶ σοὶ μέγιστον ἔγκλημα φύεται, ὅτι πεπλανημένον ἰδὼν οὐκ ἀνέστησας. Εἰ γὰρ τὸ ὑποζύγιον τοῦ ἐχθροῦ κατὰ τὸν Ἰουδαίων νόμον παρορᾷν οὐ χρὴ, ὁ μὴ ὑποζύγιον μηδὲ ἐχθροῦ ψυχὴν ἀπολλυμένην περιορῶν, ἀλλὰ φίλου, ποίαν ἕξει συγ γνώμην; Οὐδὲ γὰρ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ νοῦν ἔχειν ἐκεῖνον· ἐπεὶ καὶ ἡμεῖς πολλὰ πολλάκις παραινέσαντες, ἑαυτοῖς οὐκ ἠρκέσαμεν, οὐδὲ ἐγενόμεθα χρήσιμοι. Τοῦτο τοίνυν καὶ περὶ ἐκείνου σκόπει τοῦ πλημμελοῦντος, ὅτι εἰκὸς αὐτὸν παρὰ σοῦ μᾶλλον, ἢ παρ' ἑαυτοῦ δέξασθαι συμβουλίαν ἀρίστην, καὶ μὴ λέγε· Τί δέ μοι μέλει τούτων; Φοβήθητι τὸν πρῶτον εἰρηκότα τὸ ῥῆμα τοῦτο· τὸ γὰρ, Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; εἰς ταυτὸν φέρει τούτῳ· ἐντεῦθεν τὰ κακὰ τίκτεται πάντα, ὅτι τὰ τοῦ σώματος τοῦ ἡμε τέρου ἀλλότρια ἡγούμεθα εἶναι. Τί φής; οὐδέν σοι μέλει τοῦ ἀδελφοῦ; Ἀλλὰ τίνι μελήσει; τῷ ἀπίστῳ, τῷ ἐπιχαίροντι καὶ ὀνειδίζοντι καὶ ἐναλλομένῳ; ἀλλὰ τῷ διαβόλῳ, τῷ ὠθοῦντι καὶ ὑποσκελίζοντι; Καὶ πόθεν τοῦτο; Ὅτι οὐκ ἀνύω, φησὶ, λέγων καὶ συμβουλεύων τὰ δέοντα. Πόθεν δὲ δῆλον ὅτι οὐκ ἀνύσεις; καὶ γὰρ τοῦτο πάλιν ἐσχάτης ἀνοίας, ἐν ἀδήλῳ τοῦ τέλους κειμένου, ῥᾳθυμίας ὡμολογημένης ἐγκλήματα δέχεσθαι. Καίτοι ὁ Θεὸς τὰ μέλλοντα προειδὼς, πολλάκις εἶπε, καὶ οὐκ ἤνυσε, καὶ οὐδὲ οὕτως ἀπέστη, καὶ ταῦτα εἰδὼς, ὅτι οὐ μέλλει πείθειν. Εἰ δὲ ὁ προειδὼς ὅτι οὐδὲν πλέον ποιήσει, τοῦ διορ θοῦν οὐκ ἀφίσταται, τίνα ἕξεις ἀπολογίαν ὁ ἀγνοῶν τὸ μέλλον παντελῶς, καὶ ἐκλυόμενος καὶ ναρκῶν; Καὶ γὰρ πολλάκις ἐπιχειρήσαντες ἤνυσαν πολλοί· καὶ ὅτε μάλιστα ἀπέγνωσαν, τότε μάλιστα ἐπέτυχον. Ἂν δὲ καὶ μηδὲν ποιήσῃς πλέον, τὸ σαυτοῦ πεποίηκας. Μὴ τοίνυν ἀπάνθρωπος γίνου, μήτε ἀνηλεὴς, μήτε ὀλίγωρος. Ὅτι γὰρ ὠμότητος ταῦτα τὰ ῥήματα καὶ ῥᾳθυμίας, δῆλον ἐκεῖθεν. Τίνος γὰρ ἕνεκεν, ἑνὸς τῶν μελῶν τοῦ σώματός σου κάμνοντος, οὐ λέγεις· Τί μοι μέλει, καὶ πόθεν δῆλον, ὅτι εἰ ἐπιμελείας τυγ χάνει, ὑγιαίνει; ἀλλὰ πάντα ποιεῖς, ἵνα κἂν μηδὲν ὠφελήσῃς, μὴ ἔχῃς ἐγκαλεῖν σεαυτῷ, ὅτι τῶν ὀφει λόντων γενέσθαι τι παρελείφθη. Εἶτα τῶν μὲν τοῦ σώματος οὕτω φροντιοῦμεν μελῶν, τῶν δὲ τοῦ Χριστοῦ ἀμελήσομεν; καὶ ποῦ ταῦτα συγγνώ μης ἄξια; Εἰ γάρ σε μὴ κατακάμπτω λέγων, ὅτι Τοῦ μέλους σου φρόντισον, ἵνα κἂν τῷ φόβῳ γένῃ βελτίων, τοῦ σώματος ἀναμιμνήσκω σε τοῦ Χριστοῦ. Πῶς γὰρ οὐ φρίκης ἄξιον σηπομένην αὐτοῦ τὴν σάρκα ὁρᾷν, καὶ περιορᾷν; Καὶ εἰ μὲν οἰκέτην ἔχοις ἢ ὄνον σηπεδόνα ἔχοντα, οὐκ ἂν ἀνάσχοιο περιιδεῖν· τὸ δὲ σῶμα τοῦ Χριστοῦ ψώρας ὁρῶν ἐμπεπλησμένον, παρατρέχεις; καὶ οὐχ ἡγῇ ταῦτα μυρίων ἄξια εἶναι κεραυνῶν; ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, διὰ τὴν ἀπανθρωπίαν ταύτην, διὰ τὴν ῥᾳθυμίαν. ∆ιὸ δὴ, παρακαλῶ, ταύτην ἐκβάλωμεν τὴν ὠμότητα· πρόσελθε ἐκείνῳ τῷ συνοικοῦντι τῇ παρθένῳ, καὶ εἰπὲ μικρὸν ἐγκώμιον τοῦ ἀδελφοῦ, ἀπὸ τῶν ἄλλων ὧν ἔχει πλεονεκτημάτων αὐτὸ συντιθείς· καὶ ὥσπερ ὕδατι θερμῷ περικλύζων τοῖς ἐπαίνοις, οὕτω χάλασον αὐτοῦ τὸν ὄγκον τοῦ τραύματος· ταλάνισον καὶ σαυτὸν, κατηγόρησον τοῦ κοινοῦ τῶν ἀνθρώπων γένους, δεῖξον ὅτι πάντες ἐν ἁμαρτήμασι τυγχάνομεν, αἴτησον συγγνώμην, εἰπὼν, ὅτι μείζοσι σαυτοῦ πράγμασιν ἐπιχειρεῖς, ἀλλ' ἡ ἀγάπη πάντα πείθει τολμᾷν. Εἶτα συμβουλεύων, μὴ ἐπιτακτικῶς, ἀλλ' ἀδελφικῶς τοῦτο ποίει· καὶ τούτοις πᾶσι χαλάσας τὴν φλεγμονὴν, καὶ παραμυθησάμενος τὴν ἀλγηδόνα τὴν ἐκ τῆς τομῆς συμβαίνουσαν τοῦ μέλλοντος ἐλέγχου γενέσθαι, καὶ πολλάκις τῇ παραιτήσει χρησάμενος, καὶ παρακα λέσας μὴ ὀργισθῆναι· ὅταν αὐτὸν καταδήσῃς τούτοις, τότε ἔπαγε τὴν πληγὴν, μήτε δεσμῶν τὸ πρᾶγμα, μήτε ἐκλύων, ἵνα μήτε ἐκεῖθεν ἀποπηδήσῃ, μήτε ἐν τεῦθεν καταφρονήσῃ. Ἄν τε γὰρ μὴ καιρίαν δῷς, οὐδὲν εἰργάσω πλέον· ἂν δὲ σφοδρῶς πλήξῃς, ἀπο σκιρτῆσαι ἐποίησας. ∆ιὸ δὴ καὶ μετὰ ταῦτα πάντα ἐλέγχειν μέλλων, ἀνάμιξον πάλιν ἐγκώμιον τοῖς ἐλέγχοις· καὶ ἐπειδὴ αὐτὸ καθ' ἑαυτὸ τὸ γιγνόμενον οὐ δύναται εἶναι ἐγκώμιον (οὐ γὰρ ἄξιον ἐπαίνου τὸ κόρῃ συνοικεῖν παρθένῳ), ἀπὸ τῆς γνώμης τοῦ συνοικοῦν τος τοῦτο ἐργάζου, καὶ εἰπὲ, ὅτι Οἶδα μὲν ὅτι διὰ τὸν Θεὸν σὺ ποιεῖς, καὶ τὴν ἐρημίαν καὶ τὸ ἀπροστάτευ τον τῆς ἀθλίας ἐκείνης ἰδὼν χεῖρα ὤρεξας. Κἂν μὴ ταύτῃ ποιῇ τῇ γνώμῃ, σὺ οὕτω λέγε, καὶ μετὰ τοῦτο προστίθει καὶ ταῦτα, πάλιν παραιτήσει χρώμενος, καὶ λέγων, ὅτι Οὐκ ἐπιτάττων, ἀλλ' ὑπομιμνήσκων ταῦτά φημι· διὰ τὸν Θεὸν σὺ ποιεῖς, οἶδα κἀγώ· ἀλλ' ἴδωμεν μὴ τίκτηται ἐκ τούτου κακὸν ἕτερον· κἂν μὲν μηδὲν ᾖ, κάτεχε ἔνδον, καὶ ἔχου τῆς καλῆς ταύτης σπουδῆς, ὁ κωλύων οὐδείς· ἂν δὲ βλάβη τις ἐντεῦθεν γίνηται τοῦ κέρδους μείζων, φυλαξώμεθα, παρακαλῶ, μὴ σπεύδοντες μίαν ἀναπαῦσαι ψυχὴν, μυρίας σκανδαλίσωμεν. Καὶ μὴ προσθῇς εὐθέως τὰ κείμενα τοῖς σκανδαλίζουσι κολαστήρια, ἀλλὰ τὴν αὐ τοῦ προσλάμβανε μαρτυρίαν, λέγων· Οὐ χρείαν ἔχεις μαθεῖν ταῦτα παρ' ἐμοῦ, οἶδας καὶ αὐτὸς ὅτι ἐάν τις ἕνα τῶν μικρῶν τούτων σκανδαλίσῃ, πόση ἠπείληται δίκη· καὶ οὕτως ἡδύνας τὸν λόγον, καὶ λεάνας τὴν ὀργὴν, ἐπιτίθει τὸ φάρμακον τῆς διορθώ σεως. Εἰ δὲ προφασίζοιτο πάλιν τὴν ἐρημίαν αὐτῆς, μηδὲ οὕτως ἐλέγξῃς τὴν σκῆψιν, ἀλλ' εἰπὲ πρὸς αὐ τόν· Μηδέν σε τούτων φοβείτω, ἀπολογίαν ἕξεις ἀρκοῦσαν, τὸ ἑτέρων σκάνδαλον· οὐ γὰρ διὰ ῥᾳθυ μίαν, ἀλλ' ἐκείνων κηδόμενος, ταύτης ἀπέστης τῆς σπουδῆς. εʹ· Καὶ τὰ μὲν τῆς συμβουλῆς ἔστω ἐν βραχεῖ· οὐδὲ γὰρ δεῖται διδασκαλίας πολλῆς· τὰ δὲ τῆς συγγνώ μης πάλιν πολλὰ καὶ ἐπάλληλα· καὶ ἐπὶ τὴν ἀγάπην κατάφευγε συνεχῶς, συσκιάζων τὸ φορτικὸν τῶν εἰ ρημένων, καὶ τὴν ἐξουσίαν αὐτῷ διδοὺς, καὶ λέγων, ὅτι Ἐγὼ μὲν ταῦτα παραινῶ καὶ συμβουλεύω, τοῦ δὲ πεισθῆναι κύριος αὐτός· οὐδὲ γὰρ καταναγκάζω καὶ βιάζομαι, ἀλλὰ τῇ οἰκείᾳ σου τὸ πᾶν ἐπιτρέπω γνώμῃ. Ἂν οὕτω μεταχειρίζωμεν τὸν ἔλεγχον, δυνη σόμεθα ῥᾳδίως τοὺς ἁμαρτάνοντας διορθοῦν· ὡς ἅ γε νῦν ποιοῦμεν, θηρίων μᾶλλόν ἐστι καὶ ἀλόγων, ἢ ἀν θρώπων. Ἂν γὰρ αἴσθωνταί τινες νῦν τοιαῦτά τινος ἁμαρτάνοντος, ἐκείνῳ μὲν οὐδὲν διαλέγονται, αὐτοὶ δὲ καθάπερ γραΐδια μεθύοντα ψιθυρίζουσι μετ' ἀλλή λων· καὶ οὐδαμοῦ τὸ, Εἰκῆ φιλοῦ, εἰκῆ μὴ μισοῦ, ἐνταῦθα δοκεῖ χώραν ἔχειν αὐτοῖς, ἀλλ' ὅταν μὲν κακ ηγορῆσαι ἐπιθυμῶσι, καταφρονοῦσι τοῦ μὴ εἰκῆ μισεῖσθαι, μᾶλλον δὲ καὶ τοῦ κολάζεσθαι (οὐδὲ γὰρ μῖσος ἐντεῦθεν μόνον, ἀλλὰ καὶ κόλασις τίκτεται)· ὅταν δὲ διορθώσεως δέῃ, τοῦτό τε αὐτὸ καὶ μυρίας ἑτέρας προφέρουσι προφάσεις. Ταῦτα γὰρ τότε ἐν νοεῖν ἐχρῆν, ὅταν κακηγορῇς, ὅταν διαβάλλῃς, τὸ, Εἰκῆ μὴ μισοῦ, καὶ τὸ, Οὐδὲν ἀνύω, καὶ τὸ, Οὐδέν μοι μέλει. Νῦν δὲ, τότε μὲν πολυπραγμονεῖς σφοδρῶς καὶ περιέργως, καὶ μίσους καταφρονεῖς καὶ μυρίων κακῶν· ὅταν δὲ ὑπὲρ τῆς σωτηρίας τοῦ ἀδελφοῦ φροντίζειν δέῃ, τότε καὶ ἀπράγμων καὶ ἀνεπαχθής τις εἶναι βούλει· καίτοι ἀπὸ μὲν κακηγορίας καὶ τὸ πρὸς ἀνθρώπους καὶ τὸ πρὸς τὸν Θεὸν γίνεται μῖσος, καὶ οὐ σφόδρα σοι τοῦτο μέλει· ἀπὸ δὲ τῆς κατ' ἰδίαν συμβουλῆς καὶ τῶν τοιούτων ἐλέγχων καὶ πρὸς τοῦ τον καὶ πρὸς τὸν Θεὸν ἔσται σοι φιλία. Ἂν δὲ καὶ αὐτὸς μισῇ, ὁ Θεὸς μένει διὰ τοῦτο μᾶλλον φιλῶν· μᾶλλον δὲ οὐδὲ οὕτω μισήσει, ὡς ἡνίκα ἐμίσει κακ ηγοροῦντα· ἀλλὰ τότε μὲν ὡς ἐχθρὸν καὶ πολέμιον ἀποστραφήσεται, νυνὶ δὲ πατρὸς ἡγήσεται παντὸς αἰδεσιμώτερον. Κἂν φανερῶς δυσχεραίνῃ, κατὰ νοῦν καὶ ἰδίᾳ πολλὰς εἴσεταί σοι τὰς χάριτας.
ςʹ. Ταῦτα οὖν ἐννοοῦντες, ἐπιμελώμεθα τῶν με λῶν τῶν ἡμετέρων, καὶ μὴ κατ' ἀλλήλων τὴν γλῶτταν ἀκονῶμεν, μηδὲ λαλῶμεν ῥήματα καταποντισμοῦ, τὴν δόξαν τοῦ πλησίον ὑπορύττοντες, καὶ καθάπερ ἐν πολέμῳ καὶ μάχῃ βάλλοντες καὶ βαλλόμενοι. Τί γὰρ ὄφελος νηστείας ἢ ἀγρυπνίας λοιπὸν, ὅταν γλῶττα μεθύῃ, καὶ κυνείων κρεῶν ἀκαθαρτοτέραν σιτῆται τράπεζαν, αἱμοβόρος γενομένη, καὶ προχέουσα βόρ βορον, καὶ ἀμάρας ὀχετὸν τὸ στόμα ποιῇ, μᾶλλον δὲ καὶ πολὺ ταύτης βδελυρώτερον; Τὸ μὲν γὰρ ἐκεῖθεν προϊὸν, σῶμα ἐμόλυνε· τὸ δὲ ἐντεῦθεν, ψυχὴν πολ λάκις ἀπέπνιξε. Ταῦτα οὐ τῶν κακῶς ἀκουόντων μά την κηδόμενος λέγω (ἐκεῖνοι γὰρ καὶ στεφάνων εἰ σὶν ἄξιοι, ὅταν φέρωσι γενναίως τὰ λεγόμενα), ἀλλ' ὑμῶν τῶν λεγόντων. Τὸν μὲν γὰρ κακῶς ἀκούοντα μάτην μακαρίζουσιν αἱ Γραφαὶ, τὸν δὲ κα κῶς λέγοντα ἐκβάλλουσι τῶν ἱερῶν μυστηρίων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν περιβόλων· Τὸν γὰρ κα ταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· καὶ τῆς τῶν ἱερῶν δὲ βίβλων τὸν τοιοῦτον ἀνάξιον εἶναί φησιν ἀναγνώσεως. Ἵνα τί γὰρ, φησὶν, ἐκδιηγῇ σὺ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόμα τός σου; εἶτα τὴν αἰτίαν τιθείς φησι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Καὶ ἐνταῦθα μὲν οὐ διώρισεν, εἴτε ἀληθῆ, εἴτε ψευδῆ· ἀλλαχοῦ δὲ καὶ τοῦτο ἀπηγόρευσε, δεικνὺς ὅτι κἂν ἀληθῆ λέγῃς, οὐ σοὶ ταῦτα ῥητέα. Μὴ κρίνετε γὰρ, φησὶν, ἵνα μὴ κριθῆτε· ἐπεὶ καὶ ὁ τὸν τελώνην κακηγορῶν κατ εδικάζετο, καίτοι γε ἀληθῆ κατηγορῶν ἐκείνου. Τί οὖν, ἂν ᾖ τις θρασὺς καὶ μιαρὸς, φησὶν, οὐ διορθω τέον αὐτὸν, οὐδὲ ἐλεγκτέον ἡμῖν; Ἐλεγκτέον καὶ διορθωτέον, οὕτω δὲ ὡς ἔμπροσθεν εἶπον· ἐὰν δὲ ὀνειδίζων τοῦτο ποιῇς, ὅρα μὴ τὸν Φαρισαῖον ἐκεῖνον μιμούμενος, τὰ ἐκείνου πάθῃς. Οὐδὲν γὰρ ἐντεῦθεν γίνεται κέρδος, οὐ σοὶ τῷ λέγοντι, οὐκ ἐκείνῳ τῷ ἀκούοντι οὕτω κατηγορουμένῳ· ἀλλ' ὁ μὲν ἀναισχυν τότερος γίνεται (ἕως μὲν γὰρ λανθάνει, καὶ αἰδεῖσθαι οἶδεν· ἐπειδὰν δὲ γένηται δῆλος καὶ καταφανὴς, καὶ τὸν ἐντεῦθεν ἐκβάλλει χαλινόν)· ὁ δὲ ἀκούων, πάλιν μειζόνως βλαβήσεται. Ἄν τε γὰρ κατορθώματα συν ίδῃ ἑαυτῷ, φυσᾶται ταῖς ἑτέρου κατηγορίαις ὀγκού μενος· ἄν τε ἁμαρτήματα, προθυμότερος εἰς πονη ρίαν καθίσταται. Αὐτός τε ὁ λέγων πάλιν καὶ παρὰ τῷ ἀκούοντι πονηρὰν λήψεται δόξαν, καὶ τὸν Θεὸν μειζόνως καθ' ἑαυτοῦ παροξυνεῖ. ∆ιὸ, παρακαλῶ, πᾶν δυσῶδες ἐκβάλωμεν ῥῆμα· εἴ τι ἀγαθὸν πρὸς οἰκοδομὴν, τοῦτο λέγωμεν. Ἀλλ' ἀμύνασθαι ἐκεῖνον ἐπιθυμεῖς; Τί οὖν ἀντ' ἐκείνου σαυτὸν ἀμύνῃ; Ὁ γὰρ τοὺς λελυπηκότας ἀμύνασθαι σπουδάζων, οὕ τως ὡς ὁ Παῦλος ἀμύνασθαι ἐκέλευσεν, ἀμύνου· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πό τιζε αὐτόν. Ἐὰν δὲ τοῦτο μὲν μὴ ποιῇς, ἐπιβου λεύῃς δὲ μόνον, κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς. ∆ιόπερ ἂν κακῶς ἐκεῖνος λέγῃ, ἐγκωμίοις αὐτὸν ἀμείβου καὶ ἐπαίνοις· οὕτω γὰρ κἀκεῖνον ἀμύνασθαι δυνήσῃ, καὶ σαυτὸν ἀπαλλάξεις πονηρᾶς ὑποψίας. Ὁ μὲν γὰρ ἐπὶ τῷ κακῶς ἀκούειν ἀλγῶν, ἀπὸ συνειδότος δοκεῖ τοῦτο πάσχειν πονηροῦ· ὁ δὲ καταγελῶν τῶν λεγομένων, μέγιστον ἐκφέρει τεκμήριον τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρόν. Ἐπεὶ οὖν οὔτε τὸν ἀκούοντα, οὔτε ἑαυτὸν, οὔτε τὸν διαβαλλόμενον ὠφε λεῖς, καὶ κατὰ σαυτοῦ τὸ ξίφος ὠθεῖς, κἂν ἐντεῦθεν γενοῦ σωφρονέστερος. Ἐχρῆν μὲν γὰρ ἀπὸ τῆς βα σιλείας τῶν οὐρανῶν καὶ τῶν τῷ Θεῷ δοκούντων πεί θεσθαι· ἐπειδὴ δὲ παχύτερον διάκεισαι, καὶ ὥσπερ θηρίον δάκνεις, κἂν ἐντεῦθεν παιδεύθητι, ἵνα τοῖς λόγοις τούτοις σωφρονισθεὶς, δυνηθῷς ἀπὸ τῶν τῷ Θεῷ δοκούντων μόνον ῥυθμίζεσθαι, καὶ γενόμενος παντὸς πάθους ἀνώτερος ἐπιτύχοις τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου