ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι΄ Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν

Πέμπτη 27 Οκτωβρίου 2016

Ι΄ Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63



 Ι΄ Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον  πολλάκις  ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθε τον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμ βάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας  καὶ τριβόλους,  ἀδόκιμος καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν

 αʹ. Μετὰ φόβου τῶν λογίων ἀκούωμεν τοῦ Θεοῦ, μετὰ φόβου καὶ τρόμου πολλοῦ· ∆ουλεύσατε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Εἰ δὲ καὶ ἡ χαρὰ ἡμῶν, καὶ ἡ ἀγαλλίασις μετὰ τρόμου ὀφείλει γίνεσθαι, ὅταν καὶ φοβερὰ ᾖ τὰ λεγόμενα, οἷα τὰ νῦν, τίνος  οὐκ ἐσμὲν ἄξιοι τιμωρίας, μὴ μετὰ φρίκης ἐπακούοντες τῶν λεγομένων; Εἰπὼν ὅτι ἀδύνατον τοὺς παραπεσόντας βαπτισθῆναι δεύτερον, καὶ τὴν διὰ τοῦ λουτροῦ ἄφεσιν πάλιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγματος, ἐπάγει· Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας  ἀπὸ  τοῦ  Θεοῦ· ἐκφέρουσα  δὲ  ἀκάνθας  καὶ  τριβόλους,  ἀδόκιμος,  καὶ κατάρας ἐγγύς·


ἧς τὸ τέλος εἰς καῦσιν. Φοβηθῶμεν οὖν, ἀγαπητοί· οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήματα· τοῦ Πνεύματός εἰσι τοῦ ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν αὐτῷ. Ἆρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; Εἰ δὲ καὶ ἦμεν καθαροὶ, οὐδὲ οὕτω θαῤῥεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν μήποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡμῖν· ὅταν δὲ ὅλοι δι' ὅλου ἄκανθαι ὦμεν καὶ τρίβολοι, πόθεν θαῤῥοῦμεν, εἰπέ μοι, καὶ ὕπτιοι γινόμεθα; τί τὸ ποιοῦν ἡμᾶς ῥᾳθυμεῖν; Εἰ ὁ δοκῶν ἑστάναι, ὀφείλει δεδοικέναι μὴ πέσῃ· Ὁ δοκῶν γὰρ ἑστάναι, φησὶ, βλεπέτω μὴ πέσῃ· ὁ πεσὼν πῶς ὀφείλει μεριμνᾷν ὥστε ἀναστῆναι; Εἰ Παῦλος φοβεῖται μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται, καὶ δέδοικε τὸ μὴ γενέσθαι ἀδόκιμος, ὁ οὕτω δόκιμος· ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν ἀπολογίαν καὶ συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισμὸν, καὶ  ἀφοσιούμενοι; Φοβηθῶμεν  τοίνυν,  ἀγαπητοί· Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ· φοβηθῶμεν· ἀποκαλύπτεται γὰρ οὐκ ἐπ' ἀσέβειαν μόνον, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἀδικίαν, καὶ μικρὰν καὶ μεγάλην. Ἐνταῦθα τοῦ Θεοῦ τὸ φιλάνθρωπον   αἰνίττεται.  Ὑετὸν  δὲ  τὴν  διδασκαλίαν  φησί·  καὶ  ὅπερ  ἀνωτέρω ἔλεγεν, Ὀφείλοντες  εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, τοῦτο καὶ ἐνταῦθά φησι. Καὶ πολλαχοῦ  ὑετὸν  τὴν  διδασκαλίαν  ἡ  Γραφὴ λέγει·  Ἐντελοῦμαι  γὰρ,  φησὶ,  ταῖς νεφέλαις  τοῦ  μὴ  βρέξαι  εἰς  αὐτὸν  ὑετόν·  περὶ  τοῦ  ἀμπελῶνος  λέγουσα·  ὅπερ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. Καὶ πάλιν·  Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο  καὶ συνέπιον  τὸν  λόγον,  καὶ πολλάκις  τούτου ἔτυχον,  καὶ  οὐδὲ  οὕτως  ἀπώναντο.  Εἰ μὲν  γὰρ  μὴ  ἐγεωργήθης,  φησὶν,  εἰ  μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτον τὸ κακόν· Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς,  ἁμαρτίαν  οὐκ εἶχον·  εἰ δὲ πολλάκις  ἔπιες  καὶ  ἐδέξω, τίνος  ἕνεκεν  ἀντὶ καρπῶν  ἕτερα  ἐξήγαγες;  Ἔμεινα γὰρ, φησὶν,  ἵνα  ποιήσῃ  σταφυλὴν,  ἐποίησε δὲ ἀκάνθας. Ὁρᾷς ὅτι πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα; Καὶ γὰρ καὶ ὁ
∆αυΐδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν,  ἐν τῷ ἐμπαγῆναί  μοι ἄκανθαν.  Οὐ γὰρ ἁπλῶς  ἐπέρχεται, ἀλλ'  ἐμπήγνυται·  κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ,  καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ ὁμοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης·  καὶ τί λέγω  αὐτὸ τὸ μικρόν; Καὶ μετὰ τὸ ἐξαιρεθῆναι, ἐπιπολὺ  τῆς πληγῆς  τὴν ὀδύνην ἐναφίησι·  καὶ διὰ τοῦτο  δεῖ θεραπείας  πολλῆς  καὶ ἰατρείας,  ὥστε τέλεον  αὐτῆς ἐλευθερωθῆναι· οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ δεῖ καὶ τὸν πληγέντα θεραπεῦσαι τόπον. Ἀλλὰ δέδοικα μὴ πρὸς ἡμᾶς ᾖ τὸ λεγόμενον μᾶλλον ἢ πρὸς ἑτέρους, τὸ, Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις  ἐρχόμενον  ὑετόν· ἀεὶ γὰρ πίνομεν,    ἀεὶ   ἀκούομεν,   ἀλλ'   εὐθέως   τὴν   νοτίδα   ἀπόλλυμεν,    τοῦ   ἡλίου ἀνατείλαντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέρομεν. Τίνες οὖν αἱ ἄκανθαι; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, ὅτι ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.  Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον.

βʹ. Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή. Καὶ τίκτουσα, φησὶ, βοτάνην  εὔθετον  ἐκείνοις  δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων  τοὺς Ἕλληνας ἠρέμα, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας. Οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα· διὰ τοῦτό φησι· Μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τί; Ἐκφέρουσα ἀκάνθας ὡς ἂν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα. Ἀδόκιμος, φησὶ, καὶ κατάρας ἐγγύς. Βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα· ὁ δὲ μηδέπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. Καὶ οὐ τούτῳ μόνῳ παρεμυθή  σατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, Ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἥτις καήσεται· ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· δηλῶν ὅτι ἐὰν μέχρι τέλους  οὕτως  ἐπιμείνῃ,  τούτῳ  πείσεται. Ὥστε, ἐὰν ἐκτέμωμεν  καὶ κατακαύσωμεν τὰς ἀκάνθας, δυνησόμεθα τῶν μυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιμοι, καὶ εὐλογίας μετασχεῖν. Εἰκότως δὲ τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν,  εἰπὼν,  Ἐκφέρουσα  δὲ  ἀκάνθας  καὶ  τριβόλους·  ὅθεν  γὰρ  ἂν  αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει, καὶ ἔστιν ἀειδὴς καὶ τῷ ἰδεῖν. Καθαψάμενος τοίνυν αὐτῶν   ἱκανῶς,   καὶ  φοβήσας  καὶ  πλήξας,  θεραπεύει   πάλιν,   ὥστε  μὴ  πλέον καταβαλεῖν,  καὶ  ὑπτίους  ἐργάσασθαι· τὸν  γὰρ  νωθρὸν  ὁ  πλήττων   νωθρότερον ἐργάζεται. Οὔτε οὖν πάντη κολακεύει, ὥστε μὴ ἐπᾶραι, οὔτε πάντη πλήττει, ὥστε μὴ ὑπτιωτέρους  ποιῆσαι· ἀλλ' ὀλίγον  ἐμβαλὼν  τὸ πληκτικὸν,  πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγομένων, ὥστε ὃ βούλεται κατορθῶσαι. Τί γάρ φησι; Πεπείσμεθα δὲ περὶ ὑμῶν,  ἀγαπητοὶ,  τὰ κρείττονα,  καὶ ἐχόμενα  σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν.  Τουτέστιν, οὐχ ὡς κατεγνωκότες  ὑμῶν  ταῦτα λέγομεν,  οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Καὶ τοῦτο τῆς συνέσεως Παύλου μάλιστα. Καὶ οὐκ εἶπε, Νομίζομεν, οὐδὲ, Στοχαζόμεθα, οὐδὲ, Προσδοκῶμεν, οὐδὲ, Ἐλπίζομεν, ἀλλὰ τί; Πεπείσμεθα. Ὃ καὶ Γαλάταις γράφων ἔλεγε· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπε, Φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Ἐκεῖ μὲν γὰρ ἐπειδὴ σφόδρα κατεγνωσμένοι  ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων  ἐπαινέσαι,  ἀπὸ  τῶν  μελλόντων   τοῦτο  ποιεῖ,  Οὐδὲν ἄλλο  φρονήσετε, λέγων·  ἐνταῦθα  δὲ ἀπὸ τῶν  παρόντων·  Πεπείσμεθα δὲ περὶ ὑμῶν,  ἀγαπητοὶ,  τὰ κρείττω,  καὶ  ἐχόμενα  σωτηρίας,  εἰ  καὶ  οὕτω  λαλοῦμεν.  Καὶ ἐπειδὴ  ἀπὸ  τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες Βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέῤῥωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον  περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας,  καὶ  τῆς  τῶν  ἑκάστῳ  βεβιωμένων   κατ'  ἀξίαν  παρ'  αὐτοῦ ἀνταποδόσεως, καὶ λέγειν  ὅτι ἄδικος ὁ Θεός. Ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾷν ἐκεῖνα τὰ μέλλοντα. Τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα,  ἀπὸ  τῶν  μελλόντων   ἀναῤῥῶσαι  δυνήσεταί  τις·  ὡς  καὶ  αὐτὸς Γαλάταις γράφων  ἔλεγεν, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Ὥσπερ δὲ ἐνταῦθα μετὰ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων· Ὀφείλοντες  εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· οὕτω καὶ ἐκεῖ· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Μετ' ἐκπλήξεως τὸ  ἐγκώμιον· περὶ γὰρ μεγάλων, ὅταν ἐκπέσωσι, θαυμάζομεν. Ὁρᾷς ἐγκεκρυμμένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ; Καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων· οὐ γὰρ εἶπε, Πέπεισμαι, ἀλλὰ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείττονα· τουτέστι, τὰ χρηστά. Ἤτοι περὶ πολιτείας, ἢ περὶ ἀντιδόσεως ταῦτά φησιν. Εἶτα εἰπὼν ἀνωτέρω, ὅτι Ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, ἵνα μὴ δόξῃ περὶ αὐτῶν τοῦτο λέγειν, ἐπήγαγεν  εὐθέως τὸ, Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης· δηλῶν, ὅτι εἰ καὶ οὕτω λαλοῦμεν, οὐ πάντως περὶ ὑμῶν τοῦτο λέγομεν.  Καὶ εἰ  περὶ  ἡμῶν  οὐ  λέγεις,  τί  δήποτε  καθάπτῃ  νωθροὺς  καλῶν,  καὶ μεμνημένος ἀκανθῶν ἐκφοβεῖς; Ἐπειδὴ ἐπιθυμοῦμεν, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων  τὰς ἐπαγγελίας. 

γʹ. Ἐπιθυμοῦμεν,  φησίν·  οὐκ  ἄρα μέχρι  ῥημάτων  τοῦτο  βουλόμεθα μόνον. Ἀλλὰ τί ἐπιθυμεῖς, εἰπέ. Ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι· οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ' ὑπὲρ τῶν μελλόντων  δεδοικότες. Καὶ οὐκ εἶπεν, ὅτι Οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων· ἐξελύθητε γὰρ, ῥᾳθυμότεροι γεγόνατε. Ἀλλ' ὅρα πῶς προσηνῶς ἐνέφηνε,  καὶ οὐκ ἔπληξε. Τί γάρ φησιν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν σπουδὴν ἐνδείκνυσθαι ἄχρι τέλους. Τοῦτο γὰρ τὸ θαυμαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν. Τὸ γὰρ εἰπεῖν, Ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν, τοῦτό ἐστιν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν  καὶ εἰς τὸ μέλλον.  Τοῦτο γὰρ τὸν ἔλεγχον  προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. Καὶ οὐκ εἶπε, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ' ὃ πατρικῆς ἦν φιλοστοργίας καὶ πλέον τοῦ θέλειν, Ἐπιθυμοῦμεν· μονονουχὶ λέγων· Σύγγνωτε κἂν φορτικόν   τι   φθεγξώμεθα.   Ἐπιθυμοῦμεν   γὰρ  ἕνα   ἕκαστον  ὑμῶν   τὴν   αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑμῶν ἄχρι τέλους. Τί ἐστι τοῦτο; Ἡ ἐλπὶς, φησὶ, διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μηδὲ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπὶς ᾖ· ὁ γὰρ ἀγαθὰ ἐργαζόμενος, καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει ἑαυτόν. Ἵνα μὴ νωθροὶ γένησθε, ἀκμὴν γένησθε. Καὶ μὴν ἀνωτέρω ἔλεγεν· Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀλλ' ὅρα πῶς ἐκεῖ μέχρι τῆς  ἀκοῆς τὴν  νωθρότητα  ἔστησεν· ἐνταῦθα  εἰ καὶ αὐτὸ  τοῦτο  φθέγγεται,  ἀλλ' ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν, Μὴ ἐναπομείνητε τῇ ῥᾳθυμίᾳ, Μὴ νωθροὶ γένησθε, εἶπε. Πάλιν αὐτοὺς εἰς τὸν μέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπών· Ἵνα μὴ νωθρότεροι γένησθε· ἐκείνου γὰρ τοῦ μήπω παρόντος οὐκ ἂν εἴημεν ὑπεύθυνοι. Ὁ μὲν γὰρ εἰς τὸ παρὸν παρακαλούμενος σπουδάζειν, ὡς ῥᾳθυμῶν, ἴσως καὶ ὀκνηρότερος  ἔσται· ὁ δὲ εἰς τὸ μέλλον, οὐχ οὕτως. Ἐπιθυμοῦμεν δὲ, φησὶν, ἕκαστον ὑμῶν. Πολλὴ ἡ φιλοστοργία· καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται,  καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας· ὅθεν καὶ μᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν  τῶν  ῥημάτων.  Ἵνα μὴ νωθροὶ  γένησθε, φησί. Καθάπερ γὰρ ἡ ἀργία τὸ σῶμα βλάπτει· οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. Μιμηταὶ δὲ, φησὶ, τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων  τὰς ἐπαγγελίας.  Καὶ τίνες  οὗτοί  εἰσιν,  ἑξῆς  λέγει.  Πρότερον εἴρηκε,  Μιμήσασθε τὰ πρότερα ὑμῶν  κατορθώματα·  εἶτα, ἵνα  μὴ λέγωσι.  Ποῖα; αὐτοὺς  ἀνάγει  ἐπὶ  τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι,  ἀπὸ τοῦ πατριάρχου. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ λέγωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες  ἐγκατελείφθησαν,  ἀλλ'  εἰδέναι  ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων  ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. ∆εῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. Ἐὰν δὲ εἴπῃ ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεώς ἐστι τοῦτο τῆς σῆς, ἀλλ' ἐμοῦ, φησὶ, τοῦ προλαβόντος τὴν ἐπαγγελίαν καὶ δεδωκότος. Ἐὰν δὲ εἴπω ὅτι  δίδωμι,  καὶ  μετὰ  ἑκατὸν  ἔτη  δώσω, σὺ δὲ  μὴ  ἀπελπίσῃς·  τότε  με ἐνόμισας ἀξιόπιστον, τότε  τὴν  προσήκουσαν περὶ ἐμοῦ δόξαν  ἔχεις.  Ὁρᾷς ὅτι πολλάκις  ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας  γίνεται  μόνον,  ἀλλὰ  καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν  καὶ μὴ μακροθυμεῖν, οὐκ ἐκ τοῦ ἐπαγγειλαμένου; Οὐ γὰρ ἄδικος ὁ Θεὸς, φησὶν, ἐπιλαθέσθαι τῆς   ἀγάπης   ὑμῶν,   καὶ   τῆς   σπουδῆς   ἧς   ἐνεδείξασθε   εἰς   τὸ   ὄνομα   αὐτοῦ, διακονήσαντες  τοῖς ἁγίοις, καὶ διακονοῦντες.  Μεγάλα αὐτοῖς μαρτυρεῖ, οὐκ ἔργα μόνον, ἀλλὰ καὶ μετὰ προθυμίας ἔργα· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. Ἧς ἐνεδείξασθε, φησὶν, εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες  τοῖς  ἁγίοις  καὶ  διακονοῦντες.  Ὅρα πῶς  πάλιν  αὐτοὺς  θεραπεύει ἐπαγαγὼν  καὶ εἰπὼν,  ∆ιακονοῦντες; Ἔτι καὶ νῦν, λέγει, διακονοῦντες,  διανιστῶν αὐτοὺς καὶ δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν, ἀλλὰ τῷ Θεῷ. Ἣν ἐνεδείξασθε, φησίν· οὐχ ἁπλῶς εἰς τοὺς ἁγίους, ἀλλ' εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν, Εἰς τὸ ὄνομα αὐτοῦ· ὡσεὶ ἔλεγε, ∆ιὰ τὸ ὄνομα αὐτοῦ πάντα πεποιήκατε. Ὁ τοίνυν τοσαύτης παρ' ὑμῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑμῶν οὐδὲ ἐπιλήσεται.

δʹ. Ταῦτα ἀκούοντες, παρακαλῶ, διακονῶμεν τοῖς ἁγίοις. Πᾶς γὰρ πιστὸς ἅγιος, καθὸ πιστός ἐστι· κἂν κοσμικὸς ᾖ τις, ἅγιός ἐστιν· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ὅρα πῶς τὸν ἁγιασμὸν ἡ πίστις ποιεῖ. Κἂν κοσμικὸν τοίνυν ἴδωμεν ἐν περιστάσει, ὀρέγωμεν χεῖρα· μὴ πρὸς τοὺς ἐν ὄρεσι μόνον καθημένους ὦμεν σπουδαῖοι· ἅγιοι μὲν γὰρ ἐκεῖνοι καὶ βίῳ καὶ πίστει, ἅγιοι  δὲ  καὶ  οὗτοι  τῇ  πίστει, πολλοὶ  δὲ  καὶ  βίῳ.  Μὴ, ἐὰν  ἴδωμεν  μοναχὸν  εἰς φυλακὴν, τότε εἰσέλθωμεν· ἐὰν δὲ κοσμικὸν, μὴ εἰσέλθωμεν· ἅγιός ἐστι καὶ οὗτος, καὶ ἀδελφός. Τί οὖν, φησὶν, ἐὰν ᾖ ἀκάθαρτος καὶ μιαρός; Ἄκουε  τοῦ Χριστοῦ λέγοντος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ διὰ τὸν Θεὸν ποίησον. Καὶ τί λέγω; κἂν Ἕλληνα  ἴδωμεν  ἐν  περιστάσει, εὖ  ποιεῖν  δεῖ,  καὶ  ἁπλῶς  πάντα  ἄνθρωπον  ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ μᾶλλον πιστὸν κοσμικόν. Ἄκουε Παύλου λέγοντος· Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀλλ' οὐκ οἶδα πόθεν τοῦτο εἰσενήνεκται, καὶ πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια. Ὁ γὰρ τοὺς μονάζοντας  μόνον ἐπιζητῶν,  κἀκείνους μόνους εὖ ποιεῖν  θέλων,  καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον  τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· καίτοι γε ἐλεημοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁμαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινομένη. Ἐλεημοσύνη γὰρ τοῦτό ἐστιν, οὐ τὸ τοὺς κατωρθωκότας,  ἀλλὰ  τὸ τοὺς πεπλημμεληκότας  ἐλεεῖν.  Καὶ ἵνα  μάθῃς, ἄκουε τί φησιν ὁ Χριστὸς διὰ τῆς παραβολῆς· Κατῄει, φησὶ, τὶς ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ, καὶ  λῃσταῖς  περιέπεσε· καὶ  τυπτήσαντες  αὐτὸν,  εἴασαν  παρὰ τὴν  ὁδὸν  ἡμιθανῆ τυγχάνοντα.  Κατὰ δὲ συγκυρίαν Λευΐτης τις παρὰ τὴν ὁδὸν ἦλθε, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν·  ὁμοίως δὲ καὶ ἱερεύς τις τὸ αὐτὸ ποιήσας παρέδραμεν. Ὕστερον δὲ ἦλθέ τις Σαμαρείτης, καὶ πολλὴν τὴν κηδεμονίαν ἐποιήσατο ἐπ' αὐτῷ. Ἐπέδησε γὰρ τὰ τραύματα, ἐπέσταξεν ἔλαιον, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ὄνον, ἤγαγεν αὐτὸν εἰς τὸ πανδοχεῖον,  εἶπε  τῷ  πανδοχεῖ·  Θεράπευσον αὐτόν.  Καὶ ὅρα τὴν  φιλοτιμίαν  τὴν πολλήν· Καὶ ἐγώ σοι δώσω, φησὶν, ὅσον ἂν ἀναλώσῃς. Εἶτα πυνθάνεται·  Τίς οὖν δοκεῖ σοι πλησίον αὐτοῦ γεγονέναι; Ὁ δὲ νομικὸς εἰπὼν, Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ, ἀκούει, Πορεύου οὖν, καὶ σὺ ποίει ὁμοίως. Καὶ θέα ποίαν εἶπε παραβολήν. Οὐκ  εἶπεν   ὅτι  Ἰουδαῖος   εἰς  Σαμαρείτην  ἐποίησεν,  ἀλλ'  ὅτι  Σαμαρείτης  τὴν φιλοτιμίαν  ἐκείνην ἅπασαν ἐνεδείξατο. Ἐντεῦθεν μανθάνομεν, ἐξ ἴσης προνοεῖσθαι τῶν πάντων, οὐ τῶν οἰκείων τῆς πίστεως μόνον ἐπιμελουμένους, τῶν ἀλλοτρίων δὲ ἀμελοῦντας. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν ἴδῃς τινὰ κακῶς πάσχοντα, μηδὲν περιεργάζου λοιπόν· ἔχει τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς παθεῖν αὐτόν. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόμενον, ἐγείρεις αὐτὸν, καὶ οὐ περιεργάζῃ τίνος ἐστί· πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί· τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος. Εἰ γὰρ καὶ ἄπιστος, ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ ἐξετάζειν καὶ κρίνειν ἐπετράπη σοι, καλῶς ταῦτα ἔλεγες· νῦν δὲ ἡ συμφορὰ ταῦτα οὐκ ἀφίησί σε ἐξετάζειν. Εἰ γὰρ οὐδὲ ὑγιαίνοντας  περιεργάζεσθαι χρὴ, οὐδὲ τὰ ἑτέρων πολυπραγμονεῖν,  πολλῷ μᾶλλον τοὺς κακῶς πάσχοντας. Ἄλλως δὲ τί; Εἶδες εὐθηνοῦντα  αὐτὸν ἢ εὐδοκιμοῦντα, ὅτι λέγεις, πονηρός ἐστι καὶ φαῦλος; κακῶς πάσχει· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι  πονηρός  ἐστιν. Ὅταν  μὲν  γὰρ εὐδοκιμῇ, καλῶς  ταῦτα  λέγομεν·  ὅταν  δὲ ἐν συμφορᾷ ᾖ καὶ βοηθείας δεῖται, οὐ χρὴ λέγειν  ὅτι πονηρός ἐστιν· ὠμότητος  γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ ἀλαζονείας. Τί τῶν Ἰουδαίων ἀνομώτερον γέγονεν, εἰπέ μοι; Ἀλλ' ὅμως ἐκόλασεν αὐτοὺς ὁ Θεὸς, καὶ δικαίως, καὶ σφόδρα  δικαίως· καὶ ὅμως τοὺς μὲν συναλγοῦντας αὐτοῖς ἀπεδέξατο, τοὺς δὲ ἐφησθέντας ἐκόλασεν. Οὐκ ἔπασχον γὰρ, φησὶν, οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ πάλιν φησίν· Ἐκπρίου κτεινομένους, μὴ φείσῃ. Οὐκ εἶπε, Περιέργασαι, καὶ μάθε τίς ἐστι· καίτοι ὡς τὰ πολλὰ πονηροὶ οἱ ἀπαγόμενοι ἀλλ' εἶπεν ἁπλῶς, Ἐκπρίου, ὅστις ἂν ᾖ, φησί. Τοῦτο γάρ ἐστι μάλιστα ἐλεημοσύνη. Ὁ μὲν γὰρ φίλον εὖ ποιῶν, οὐ διὰ τὸν Θεὸν πάντως ποιεῖ· ὁ δὲ ἀγνῶτα,  οὗτος  καθαρῶς  διὰ  τὸν  Θεὸν  ἐργάζεται.  Καὶ ὁ  μέν  φησι,  Μὴ  φείσῃ χρημάτων, ἀλλὰ κἂν πάντα δέῃ κενῶσαι, δός· ἡμεῖς δὲ ἀγχομένους ὁρῶντες, ἀποδυρομένους,  μυρίων  θανάτων  χαλεπώτερα  πάσχοντας,  καὶ ἀδίκως  πολλάκις, φειδόμεθα  τῶν   χρημάτων,   καὶ  ἀφειδοῦμεν   τῶν   ἀδελφῶν·   τῶν   ἀψύχων   μὲν κηδόμεθα, ψυχῆς δὲ ἀμελοῦμεν. Καίτοι γε Παῦλος κελεύει ἐν πραότητι παιδεύειν τοὺς   ἀντιδιατιθεμένους·   μήποτε,  φησὶ,  δῷ  αὐτοῖς  ὁ  Θεὸς μετάνοιαν  εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. –Μήποτε, φησίν· ὁρᾷς πόσης μακροθυμίας τὸ ῥῆμα γέμει;  Τοῦτον  καὶ  ἡμεῖς  μιμούμενοι,  μηδένα  ἀπελπίζωμεν.  Καὶ γὰρ  οἱ  ἁλιεῖς, πολλάκις τὸ ἄγκιστρον ῥίψαντες εἰς τὴν θάλατταν, οὐκ ἐπέτυχον, ὕστερον δὲ βαλόντες, τὸ πᾶν ἀπέλαβον. Οὕτω καὶ ἡμεῖς οὐκ ἀπελπίζομεν, ἀλλὰ προσδοκῶμεν ὅτι ἀθρόον δείξετε ἡμῖν καρπὸν ὥριμον. Καὶ γὰρ ὁ γηπόνος ἐπειδὰν σπείρῃ, καὶ τὴν πρώτην  ἡμέραν  καὶ  τὴν  δευτέραν  ἀναμένει,  καὶ  πολὺν  χρόνον  ἐκδέχεται·  εἶτα ἀθρόον πάντοθεν  ὁρᾷ τοὺς καρποὺς βλαστάνοντας.  Τοῦτο καὶ ἐφ' ὑμῶν  ἔσεσθαι προσδοκῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΙΑʹ.Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος  ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων·  ἦ μὴν εὐλογῶν  εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας  πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.

 αʹ. Καθαψάμενος γενναίως   τῶν  Ἑβραίων,  καὶ  φοβήσας  αὐτοὺς  ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται, δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τῷ πάντως  ἐπιτεύξεσθαι αὐτοὺς τῶν ἐλπιζομένων.  Καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν ἐνεστώτων  ποιεῖται,  ἀλλὰ  πάλιν  ἀπὸ  τῶν  παρελθόντων·  ὃ  δὴ  μᾶλλον  αὐτοὺς ἔπειθεν.  Ὥσπερ γὰρ ἐν τῇ κολάσει δι' ἐκείνων  μᾶλλον  φοβεῖ, οὕτω  καὶ ἐν  τοῖς ἐπάθλοις  διὰ τούτων  παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς  ἔθος· τοῦτο δέ ἐστι, τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. Ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἐνάγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύωσι  πρὸς  τοὺς  καμάτους.  Καὶ πάντας  ἀφιεὶς,  καίτοι  γε  ἔχων  πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ' αὐτοῦ τοῦτο συμβεβηκέναι. Καίτοι γε ἐν τῷ τέλει τῆς ἐπιστολῆς, φησὶν, ὅτι οὗτοι πάντες  πόῤῥωθεν  αὐτὰς ἰδόντες  καὶ ἀσπασάμενοι, οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τῷ γὰρ Ἀβραὰμ, φησὶν, ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐν τῷ τέλει φησὶν, ὅτι Οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας· ἐν
 ταῦθα δὲ, ὅτι Μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας; πῶς οὐκ ἔλαβε; πῶς καὶ ἐπέτυχεν;  Οὐ περὶ τῶν  αὐτῶν  ἐνταῦθά φησι κἀκεῖ, ἀλλὰ καὶ διπλῆν  ποιεῖται  τὴν παράκλησιν. Ἐπηγγείλατο  τῷ Ἀβραάμ· καὶ τὰ μὲν ἐνταῦθα  μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία; Ἐνταῦθα φοβεῖ αὐτοὺς,  δεικνὺς  ὅτι  πολλάκις  ἐγκόπτεται  ἐπαγγελία  δι' ὀλιγοψυχίαν.  Καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὠλιγοψύχησαν,  διὰ τοῦτο τῆς ἐπαγγελίας  οὐκ  ἔτυχον οὐδαμῶς· τὸ δὲ ἐναντίον  δείκνυσι διὰ τοῦ Ἀβραάμ. Εἶτα πρὸς τῷ τέλει καὶ πλεῖόν  τι  ποιεῖ· δείκνυσι  γὰρ ὅτι  καὶ μακροθυμήσαντες  οὐκ ἐπέτυχον,  καὶ οὐδὲ οὕτως  ἀσχάλλουσιν. Ἄνθρωποι  μὲν γὰρ κατὰ τοῦ μείζονος  ὀμνύουσι, καὶ πάσης  αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ὁ δὲ Θεὸς ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ. Καλῶς. Τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχὶ ὁ Υἱός; Οὒ, φησί. Πόθεν τοῦτο λέγεις; Μάλιστα μὲν γὰρ αὐτός· πλὴν οὐκ ἀμφισβητῶ.

Ὅταν οὖν αὐτὸς ὀμνύῃ τὸν αὐτὸν ὅρκον, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; Ὥσπερ γὰρ ὁ Πατὴρ ὤμοσεν, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ' ἑαυτοῦ, λέγων, Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει ἐκείνων τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, Ἀμὴν ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Τί ἐστι, Καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰςβεβαίωσιν ὁ ὅρκος; Ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας  ἀμφισβήτησις· οὐ τῆσδε ἢ τῆσδε, ἀλλὰ πάσης. Ἔδει μὲν οὖν καὶ χωρὶς ὅρκου πιστεύεσθαι τὸν Θεόν. Ἐν ᾧ  περισσότερον  βουλόμενος   ὁ  Θεὸς,  φησὶν,  ἐπιδεῖξαι   τοῖς  κληρονόμοις   τῆς
ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ. Ἐνταῦθα καὶ τοὺς πιστοὺς περιλαμβάνει· διὰ τοῦτο  καὶ ταύτης τῆς ἐπαγγελίας μέμνηται τῆς πρὸς ἡμᾶς κοινῶς  γενομένης.  Ἐμεσίτευσε, φησὶν, ὅρκῳ. Πάλιν ἐνταῦθα τὸν Υἱόν φησι  μεταξὺ   ἀνθρώπων    καὶ   Θεοῦ  μεσίτην   γεγονέναι.   Ἵνα   διὰ   δύο   πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν. Ποίου, καὶ ποίου; Τοῦ τε εἰπεῖν καὶ ὑποσχέσθαι, τοῦ τε ὅρκον προσθεῖναι τῇ ὑποσχέσει. Ἐπειδὴ γὰρ παρὰ ἀνθρώποις τοῦτο δοκεῖ πιστότερον εἶναι τὸ τοῦ ὅρκου, διὰ τοῦτο καὶ αὐτὸ προσέθηκεν.

βʹ. Ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ' ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται  λέγεσθαι; τουτέστι, πληροφορῆσαι θέλων.  Καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὂν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθ' οὗ ὀμνύουσιν ἄνθρωποι, καὶ ὁ Θεὸς κατ' αὐτοῦ ὤμοσε, τουτέστι, καθ' ἑαυτοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μείζονος, οὗτος δὲ οὐχ ὡς μείζονος· καὶ ὅμως  ἐποίησεν.  Οὐ γὰρ  ἴσον,  ἄνθρωπον  καθ'  ἑαυτοῦ  ὀμόσαι καὶ  Θεόν· ὁ  γὰρ ἄνθρωπος ἐξουσίαν ἑαυτοῦ οὐκ ἔχει. Ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται. Ἰσχυρὰν, φησὶ, παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Καὶ ἐνταῦθα πάλιν μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Νῦν, φησί· καὶ οὐκ εἶπεν, Ἐπειδὴ ὤμοσεν. Ὅρκος δὲ τίς ἐστιν, ἐδήλωσεν εἰπὼν  τὸ, κατὰ τοῦ μείζονος ὀμόσαι. Ἀλλ' ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν. Ὥσπερ οὖν ὄμνυσι δι' ἡμᾶς, καίτοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι· οὕτω καὶ τὸ, Ἔμαθεν ἐξ ὧν ἔπαθεν, εἴρηκεν, ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον, τὸ διὰ τῆς πείρας ἐλθεῖν. Τί ἐστι, Τῆς προκειμένης ἐλπίδος; Ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον,  πάντως  κἀκεῖνα. Ὥστε τὰ πρὸς τὸν Ἀβραὰμ γεγενημένα  πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων.  Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς   ἀσφαλῆ   τε   καὶ   βεβαίαν,   καὶ   εἰσερχομένην   εἰς   τὸ   ἐσώτερον   τοῦ καταπετάσματος·  ὅπου  πρόδρομος ὑπὲρ  ἡμῶν  εἰσῆλθεν  Ἰησοῦς, κατὰ  τὴν  τάξιν Μελχισεδὲχ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας  τοῦ βίου, δείκνυσιν  ἤδη ὄντας  ἐν  τοῖς  ἐπηγγελμένοις·  διὰ γὰρ τῆς ἐλπίδος  ἤδη  ἐν  τῷ  οὐρανῷ  ἐσμεν. Εἶπεν, Ἀναμείνατε·  πάντως  γὰρ  ἔσται. Εἶτα πληροφορῶν λέγει· Μᾶλλον δὲ, τῇ ἐλπίδι ἤδη ἐτύχετε. Καὶ οὐκ εἶπεν, Ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ', Αὐτὴ εἰσῆλθεν ἔνδον· ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον.  Ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου, οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι, ἀλλ' ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ· οὕτω καὶ ἡ ἐλπίς. Καὶ ὅρα πῶς  σφόδρα ἁρμόδιον  εὗρεν  εἰκόνα·  οὐ  γὰρ  εἶπε  θεμέλιον,  ὅπερ ἀπῇδεν,  ἀλλὰ ἄγκυραν. Τὸ γὰρ ἐν σάλῳ ὂν, καὶ οὐ σφόδρα δοκοῦν ἡδράσθαι, ἐπὶ τῆς ὑγρᾶς, ὡς ἐπὶ γῆς, ἕστηκε, καὶ σαλεύεται, καὶ οὐ σαλεύεται. Ἐπὶ μὲν γὰρ τῶν  σφόδρα στεῤῥῶν  καὶ φιλοσόφων, εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς λέγων· Ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν· ἐπὶ δὲ τῶν ἀπαγορευόντων, καὶ ὀφειλόντων,  διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος. Ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν  σαλεύει τὸ σκάφος· ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κἂν μυρίοι παρασαλεύωσιν ἄνεμοι. Ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν.

Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς βιωτικοῖς πολλὴν ταύτης εὕροι τις ἂν τὴν ἰσχύν· οἷον, ἐπὶ ἐμπορίας, ἐπὶ γεωργίας, ἐπὶ στρατείας· ἐὰν γὰρ μὴ ταύτην εὐθέως  τις πρόθηται, οὐδ'  ἂν ἅψαιτο  ἔργου. Ἄγκυραν δὲ οὐχ ἁπλῶς  εἶπεν,  ἀλλ' ἀσφαλῆ τε καὶ βεβαίαν· ἵνα δηλώσῃ τὸ ἀψευδὲς τῶν αὐτῇ ἐπερειδομένων εἰς σωτηρίαν· διὸ ἐπάγει· Εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, διικνουμένην εἰς τὸν οὐρανόν. Εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ᾖ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα. Μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν  πραγμάτων  ἀπόδειξιν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν  εἰσῆλθεν Ἰησοῦς. Ὁ δὲ πρόδρομος, τινῶν  ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης  τοῦ  Χριστοῦ. Καὶ οὐκ  εἶπεν ἁπλῶς, Εἰσῆλθεν, ἀλλ', Ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν, ὡς καὶ ἡμῶν ὀφειλόντων  καταλαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόμου καὶ τῶν  ἑπομένων  ὀφείλει εἶναι τὸ μέσον· ἐπεὶ οὐδ' ἂν εἴη πρόδρομος. Τὸν γὰρ πρόδρομον καὶ τοὺς ἑπομένους ἐν τῇ αὐτῇ χρὴ εἶναι ὁδῷ· καὶ τὸν μὲν ὁδεύειν, τοὺς δὲ ἐπικαταλαμβάνειν. Κατὰ τὴν τάξιν,  φησὶ,  Μελχισεδὲχ  ἀρχιερεὺς  γενόμενος  εἰς  τὸν  αἰῶνα.  Ἰδοὺ  καὶ  ἄλλη παράκλησις, εἴ γε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολὺ βελτίων τῶν παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ καὶ τῇ σκηνῇ καὶ τῇ διαθήκῃ, καὶ τῷ προσώπῳ. Καὶ τοῦτο δὲ εἰς τὸ κατὰ σάρκα εἴρηται.

γʹ. Χρὴ τοίνυν  καὶ τοὺς ὧν ἐστιν ἱερεὺς σφόδρα εἶναι βελτίους· καὶ ὥσπερ πολὺ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ τῶν Ἰουδαίων τὸ μέσον. Ὅρα γὰρ, ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω  τὴν θυσίαν. Οὐκοῦν τοιαύτας  ἀναφέρωμεν  θυσίας τὰς ἐν ἐκείνῳ  δυναμένας προσφέρεσθαι τῷ θυσιαστηρίῳ· οὐκέτι πρόβατα καὶ βόας, οὐκέτι αἷμα καὶ κνῖσσαν· πάντα  ταῦτα λέλυται,  καὶ ἀντεισενήνεκται  ἀντὶ  τούτων  ἡ λογικὴ  λατρεία. Τί δέ ἐστιν ἡ λογικὴ λατρεία; Τὰ διὰ ψυχῆς, τὰ διὰ πνεύματος (Πνεῦμα, φησὶν, ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ χρὴ προσκυνεῖν)· ὅσα μὴ δεῖται σώματος, ὅσα μὴ δεῖται ὀργάνων, μὴ τόπων· τὰ δέ ἐστιν οἷον ἐπιείκεια, σωφροσύνη, ἐλεημοσύνη, ἀνεξικακία, μακροθυμία, ταπεινοφροσύνη. Τὰ θύματα ταῦτα καὶ ἐν τῇ Παλαιᾷ ἴδοι τις ἂν ἄνωθεν προδιατετυπωμένα. Θύσατε γὰρ, φησὶν ὁ ∆αυῒδ, τῷ Θεῷ θυσίαν δικαιοσύνης· καὶ πάλιν·  Θύσω σοι θυσίαν αἰνέσεως· καί· Θυσία αἰνέσεως δοξάσει με· καί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καί· Τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ἀκούειν αὐτοῦ; Ὁλοκαυτώματα  καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου· καὶ πάλιν· Ἵνα τί μοι λίβανον  ἐκ Σαβὰ φέρετε; καὶ ἕτερος· Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον  ᾠδῶν  σου, καὶ ψαλμὸν ὀρ  γάνων σου οὐκ ἀκούσομαι· ἀλλ' ἀντὶ τούτων, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὁρᾷς οἵαις  θυσίαις  εὐαρεστεῖται ὁ Θεός;  ὁρᾷς καὶ  ἄνωθεν  ἤδη  τὰς  μὲν ἐκκεχωρηκυίας,  τὰς δὲ ἀντεισελθούσας; Ταύτας τοίνυν  προσάγωμεν. Ἐκεῖναι μὲν γὰρ  πλούτου  καὶ  τῶν  ἐχόντων   εἰσὶν,  αὗται  δὲ  ἀρετῆς·  ἐκεῖναι  ἔξωθεν,  αὗται ἔνδοθεν· ἐκείνας  καὶ ὁ τυχὼν  ἐργάσασθαι δύναιτ' ἂν, ταύτας  δὲ ὀλίγοι.  Ὅσῳ δὲ προβάτου κρείττων  ὁ ἄνθρωπος, τοσούτῳ αὕτη ἐκείνης ἡ θυσία· ἐνταῦθα γὰρ τὴν ψυχήν σου ἀναφέρεις θῦμα. Ἔστι δὲ καὶ ἄλλα θύματα, τὰ ὄντως ὁλοκαυτώματα, τὰ τῶν ἁγίων μαρτύρων σώματα· ἐκεῖ ἅγια καὶ ψυχὴ καὶ σῶμα· ἐκεῖνα ὀσμὴν εὐωδίας ἔχει μεγάλην. ∆ύνασαι καὶ σὺ, ἐὰν θέλῃς, τοιαύτην θυσίαν ἀναγαγεῖν. Τί γὰρ, ἐὰν μὴ τῷ πυρὶ καύσῃς τὸ σῶμα; ἀλλ' ἑτέρῳ πυρὶ δύνασαι· οἷον, τῷ τῆς πενίας τῆς ἑκουσίου, τῷ  τῆς  θλίψεως.  Τὸ γὰρ  ἐξεῖναι  μετὰ  τρυφῆς  καὶ  πολυτελείας  διάγειν,  τὸν  δὲ ἐπίμοχθον   καὶ   κατάπικρον   ἀναιρεῖσθαι   βίον,   καὶ   τὸ   σῶμα   νεκροῦν,   οὐχὶ ὁλοκαύτωσίς ἐστι; Νέκρωσόν σου τὸ σῶμα καὶ σταύρωσον, καὶ λήψῃ καὶ αὐτὸς τοῦ μαρτυρίου τούτου τὸν στέφανον. Ὅπερ γὰρ ἐκεῖ τὸ ξίφος ἐργάζεται, τοῦτο ἐνταῦθα ἡ προθυμία ποιείτω. Μὴ καιέτω, μηδὲ κατεχέτω  χρημάτων  ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυμία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύματος, καὶ κατακοπτέσθω τῇ μαχαίρᾳ τοῦ Πνεύματος. Αὕτη θυσία καλὴ, οὐ δεομένη ἱερέως, ἀλλ' αὐτοῦ τοῦ προσφέροντος αὐτήν· θυσία καλὴ, κάτω μὲν ἐπιτελουμένη, ἄνω δὲ εὐθέως  ἀναλαμβανομένη.  Οὐχὶ θαυμάζομεν  ὅτι  τὸ  παλαιὸν  πῦρ  κατιὸν  ἅπαντα ἀνήλισκεν; Ἔξεστι καὶ νῦν πῦρ κατελθεῖν πολὺ θαυμαστότερον ἐκείνου, καὶ πάντα ἀναλῶσαι  τὰ  προκείμενα·  μᾶλλον  δὲ  οὐκ  ἀναλῶσαι,  ἀλλ'  ἀναγαγεῖν   εἰς  τὸν οὐρανόν· οὐ γὰρ τέφραν αὐτὰ ποιεῖ, ἀλλὰ δῶρα προσφέρει τῷ Θεῷ. Τοιαῦται ἦσαν αἱ τοῦ Κορνηλίου προσφοραί· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον  τοῦ Θεοῦ. Ὁρᾷς συζυγίαν ἀρίστην; Τότε ἀκουόμεθα, ὅταν καὶ αὐτοὶ ἀκούωμεν τῶν προσιόντων πενήτων.  Ὃς ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Οὐκ ἄλλη  δὲ αὕτη ἐστὶν, ἀλλ' ἢ ἡ ἡμέρα ἐκείνη, ἣ πονηρὰ γίνεται  τοῖς ἁμαρτωλοῖς. Τί ἐστιν, Ὁ συνιῶν; Ὁ νοῶν τί ἐστι πένης, ὁ τὴν θλῖψιν αὐτοῦ καταμανθάνων· ὁ γὰρ μαθὼν αὐτοῦ τὴν θλῖψιν, πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Ὅταν  ἴδῃς  πένητα,  μὴ παραδράμῃς, ἀλλ' εὐθέως  ἐννόησον  τίς  ἂν  ἦς, εἰ  σὺ ἦς ἐκεῖνος· τί οὐκ ἂν ἠθέλησας πάντας ποιεῖν; Ὁ συνιῶν, φησίν. Ἐννόησον ὅτι ὁμοίως σοι ἐλεύθερός  ἐστι, καὶ τῆς  αὐτῆς  σοὶ κοινωνεῖ  εὐγενείας,  καὶ πάντα  σοὶ κοινὰ κέκτηται· ἀλλὰ τοῦτον τὸν οὐδὲν ἔλαττον ἔχοντά σου, οὐδὲ τῶν κυνῶν  πολλάκις τῶν σῶν ἴσον ποιεῖς. Οἱ μὲν γὰρ ἄρτου κορέννυνται,  οὗτος δὲ πολλάκις  ἐκοιμήθη πεινῶν·  καὶ δούλων  τῶν σῶν ὁ ἐλεύθερος ἀτιμότερος γέγονεν. Ἀλλ' ἐκεῖνοι ἡμῖν χρείαν πληροῦσι, φησί. Ποίαν δὴ ταύτην, εἰπέ μοι; ὅτι δουλεύουσί σοι καλῶς; Ἐὰν οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ μείζονα ἐκείνων, τί ἐρεῖς;  παραστήσεται γάρ σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοι ποιοῦσι πάντες; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις.  Πολύς ἐστιν  ὁ κρυμὸς, καὶ  ἔῤῥιπται  ἐπ'  ἐδάφους  ῥάκια ἔχων  ὁ πένης, ἀποτεθνηκὼς  τῷ κρύει, κροτῶν τοὺς ὀδόντας, καὶ τῇ ὄψει καὶ τῷ σχήματι ἱκανὸς παρακαλέσαι· σὺ δὲ θερμαινόμενος καὶ μεθύων παρέρχῃ· καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συμφορᾷ σε ὄντα ἐξελέσθαι; Πολλάκις δὲ καὶ τοῦτο λέγεις· Ἐγὼ εἰ ἤμην, καὶ ἔλαβον πολλὰ ἁμαρτόντα τινὰ, ἀφῆκα ἂν αὐτὸν, καὶ ὁ Θεὸς οὐκ ἀφίησι; Μὴ τοῦτο εἴπῃς καὶ γὰρ σὺ τὸν οὐδὲν ἁμαρτόντα εἰς σὲ, ὃν δύνασαι ἀπαλλάξαι, τοῦτον περιορᾷς. Εἰ δὲ τὸν τοιοῦτον σὺ παραλογίζῃ, πῶς ὁ Θεὸς εἰς αὐτὸν ἁμαρτάνοντά σε ἀφήσει; ἆρα οὐχὶ γεέννης ἄξια ταῦτα; Καὶ τί θαυμαστόν; σῶμα μὲν πολλάκις νεκρὸν καὶ ἀναίσθητον, οὐκέτι τῆς τιμῆς αἰσθανόμενον, μυρίοις καὶ ποικίλοις καὶ διαχρύσοις ἱματίοις περιστέλλεις· τὸ δὲ ἀλγοῦν καὶ κατακοπτόμενον καὶ βασανιζόμενον καὶ κατατεινόμενον  ὑπὸ λιμοῦ καὶ κρυμοῦ περιορᾷς, καὶ πλέον τῇ κενοδοξίᾳ χαρίζῃ, ἢ τῷ  φόβῳ  τοῦ  Θεοῦ. Καὶ εἴθε  μέχρι  τούτου·  ἀλλ'  εὐθέως  κατηγορίαι  κατὰ  τοῦ προσιόντος· Τί γὰρ οὐκ ἐργάζεται, φησί; τί  δὲ ἀργῶν  τρέφεται;  Εἰπέ μοι, σὺ δὲ ἐργαζόμενος ἔχεις ἃ ἔχεις, οὐχὶ κλῆρον πατρῷον παραλαβών; Εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Οὐκ ἀκούεις Παύλου λέγοντος, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ  ἐκκακήσητε;  μετὰ  γὰρ  τὸ  εἰπεῖν,  Ὁ  μὴ  ἐργαζόμενος  μηδὲ  ἐσθιέτω,  τοῦτο ἐπήγαγεν. Ἀλλ' ἐπιθέτης, φησὶν, ἐστί.

 δʹ. Τί φὴς, ἄνθρωπε; ἄρτου ἑνὸς ἕνεκεν καὶ ἱματίου  ἐπιθέτην  καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ  αὐτὸ, φησί. Σὺ δὲ πάντα  τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δέ; πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίων; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ κινδύνων;  οὐδεὶς ἀπὸ νόσων; οὐδεὶς ἀπὸ  ἄλλης  περιστάσεως; Ἀλλ'  ἂν  ἀκούσωμέν  τινος  τοιαῦτα  ἀποδυρομένου  καὶ μεγάλα  βοῶντος,  καὶ γυμνοῦ  ἀναβλέποντος  εἰς τὸν  οὐρανὸν, καὶ κομῶντος  καὶ ῥάκια ἠμφιεσμένου, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦμεν. Οὐκ αἰσχύνῃ; τίνα ἐπιθέτην καλεῖς; Μηδὲν δῷς, καὶ μὴ κατηγορήσῃς τοῦ ἀνδρός. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηματίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠμοὺς ἔχων, πρὸς θηρία μᾶλλον ἢ πρὸς ἀνθρώπους καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆμα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται καὶ σχῆμα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον,  ἵνα  σου κατακλάσῃ  τὴν  ψυχήν.  Ἐὰν  ἴδωμέν  τινα  ἐν  ἐλευθερίῳ σχήματι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα δόξῃ ἀπὸ εὐγενῶν εἶναι, οὕτω πρόσεισιν· ἂν ἴδωμεν  ἐν τῷ ἐναντίῳ  σχήματι καὶ τοῦτον  κακίζομεν. Τί πράξουσι λοιπόν;   Ὢ   τῆς   ὠμότητος!   ὢ   τῆς   ἀπηνείας!   Καὶ  τίνος   ἕνεκεν,   φησὶ,   τὰ ἠκρωτηριασμένα μέλη γυμνοῦσι; ∆ιὰ σέ· εἰ ἐλεήμονες ἦμεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν  τεχνῶν·  εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐμηχανήσαντο. Τίς ἐστιν οὕτως ἄθλιος, ὡς ἐθέλειν τοσαῦτα βοᾷν, ὡς ἐθέλειν ἀσχημονεῖν, ὡς ἐθέλειν ἀποδύρεσθαι δημοσίᾳ μετὰ τῆς γυναικὸς γεγυμνωμένης,  μετὰ τῶν παίδων σποδὸν καταπάττεσθαι; Πόσης  ταῦτα πενίας χείρονα; Ἀλλ' ὑπὲρ τούτων οὐ μόνον οὐκ ἐλεοῦνται,  ἀλλὰ καὶ κατηγοροῦνται  παρ' ἡμῶν. Ἔτι οὖν ἀγανακτήσομεν, ὅτι τοῦ Θεοῦ δεόμενοι οὐκ εἰσακουόμεθα; ἔτι οὖν δυσχερανοῦμεν, ὅτι οὐ πείθομεν παρακαλοῦντες; Οὐ φρίττομεν, ἀγαπητοί; Ἀλλὰ πολλάκις ἔδωκα, φησί. Σὺ δὲ οὐκ ἀεὶ ἐσθίεις; τοὺς δὲ παῖδας πολλάκις ἀπαιτοῦντας ἀπάγεις; Ὢ τῆς ἀναισχυντίας! Πένητα ἀναίσχυντον  καλεῖς; καὶ σὺ μὲν ἁρπάζων οὐκ ἀναίσχυντος· ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόμενος ἀναίσχυντος; Οὐκ ἐννοεῖς ὅση τῆς γαστρὸς ἡ ἀνάγκη; οὐχὶ πάντα διὰ τοῦτο ποιεῖς;  οὐχὶ  τῶν  πνευματικῶν   διὰ  τοῦτο  ἀμελεῖς;  οὐχὶ  οὐρανὸς  πρόκειται  καὶ οὐρανῶν  βασιλεία; σὺ δὲ τὴν ἐκείνης  δεδοικὼς τυραννίδα,  πάντα  ὑπομένεις,  καὶ ἐκείνης οὐ καταφρονεῖς; Αὕτη ἐστὶν ἀναισχυντία.  Οὐχ ὁρᾷς γέροντας  ἀναπήρους; Ἀλλ' ὢ τῆς ληρωδίας! ὁ δεῖνα, φησὶ, τοσούσδε χρυσοῦς δανείζει· ὁ δεῖνα δὲ τόσους, καὶ ἐπαιτεῖ. Παίδων μικρῶν μύθους διηγεῖσθε καὶ λήρους· καὶ γὰρ ἐκεῖνοι τοιούτων ἀεὶ  μύθων  παρὰ τῆς  τιτθίδος  ἀκούουσιν.  Οὐ πείθομαι,  οὐ πιστεύω,  μὴ γένοιτο.∆ανείζει τις, καὶ ἐν ἀφθονίᾳ ὢν προσαιτεῖ; τίνος ἕνεκεν, εἰπέ μοι; τί δὲ ἀσχημονέστερον τοῦ ἐπαιτεῖν; κρεῖσσον ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Μέχρι τίνος ἀπηνεῖς ἐσμεν; Τί οὖν; πάντες δανείζουσι; πάντες ἐπιθέται εἰσίν; οὐδεὶς πένης ὄντως; Ναὶ, φησὶ, καὶ πολλοί. Τί οὖν ἐκείνοις οὐκ ἐπικουρεῖς, ἐπειδὴ ἀκριβὴς εἶ τῶν βίων αὐτῶν ἐξεταστής; Σκῆψις ταῦτα καὶ πρόφασις. Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα δανείσασθαι   ἀπὸ   σοῦ  μὴ   ἀποστραφῇς·   ἔκτεινον   τὴν   χεῖρά   σου,  μὴ   ἔστω συνεσταλμένη. Οὐχὶ τῶν βίων κατέστημεν ἐξετασταὶ ἐπεὶ οὐδένα οὕτως ἐλεήσομεν. ∆ιὰ τί, ὅταν τὸν Θεὸν παρακαλῇς, λέγεις· Μὴ μνησθῇς τῶν ἁμαρτιῶν μου; Ὥστε εἰ καὶ  σφόδρα  ἐστὶν  ἐκεῖνος  ἁμαρτωλὸς,  τοῦτο  καὶ  ἐπ'   αὐτοῦ  λογίζου,  καὶ  μὴ μιμνήσκου τῶν ἁμαρτιῶν αὐτοῦ. Φιλανθρωπίας ἐστὶν ὁ καιρὸς, οὐκ ἀκριβοῦς ἐξετάσεως· ἐλέους, οὐ λογισμοῦ. ∆ιατραφῆναι βούλεται· ἂν μὲν βούλῃ, δός· ἂν δὲ μὴ βούλῃ, ἀπόπεμψον, μὴ ἐπαπορήσας. ∆ιὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος; ∆ιὰ τί οὐδὲ αὐτὸν ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; Ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος ἀπατεὼν, ὅτι ἐκεῖνος ὑποκριτὴς, ὅτι ἐκεῖνος δανείζει· οὔτε τούτοις δίδωσιν,  οὔτε  ἐκείνοις·  πάντας  γὰρ  ὑποπτεύει  τοιούτους  εἶναι.  Ἴστε γὰρ  ὅτι  τὰ  πονηρὰ εὐκόλως ὑποπτεύομεν, τὰ δὲ χρηστὰ  οὐκέτι. Γενώμεθα ἐλεήμονες, οὐχ ἁπλῶς, ἀλλ'  ὡς ὁ Πατὴρ ἡμῶν  ὁ οὐράνιος· αὐτὸς καὶ μοιχοὺς, καὶ πόρνους, καὶ γόητας τρέφει· καὶ τί λέγω; πᾶν εἶδος κακίας ἔχοντας. Ἐν γὰρ τοσούτῳ κόσμῳ ἀνάγκη εἶναι καὶ τοιούτους πολλούς· ἀλλ' ὅμως ἅπαντας ἐνδιδύσκει· οὐδεὶς λιμῷ διεφθάρη ποτὲ, πλὴν εἴ τις ἑκών. Οὕτω γενώμεθα οἰκτίρμονες· ἐὰν δέηται, καὶ ἐν ἀνάγκῃ ᾖ, βοήθει.

Νῦν δὲ εἰς τοσοῦτον ἤλθομεν ἀλογίας, ὥστε μὴ μόνον ἐπὶ τῶν πενήτων τοῦτο ποιεῖν τῶν  διὰ τῶν  στενωπῶν  βαδιζόντων,  ἀλλὰ καὶ ἐπὶ μοναζόντων  ἀνδρῶν.  Ὁ δεῖνα ἐπιθέτης  ἐστὶ, φησίν.  Οὐχὶ τοῦτο  ἔλεγον  πρώην,  ὅτι  ἂν  μὲν  πᾶσιν  ἀδιαφόρως  διδῶμεν, ἀεὶ ἐλεήσομεν· ἐὰν δὲ ἀρξώμεθα περιεργάζεσθαι, οὐδέποτε ἐλεήσομεν; Τί λέγεις; ἵνα ἄρτον λάβῃ, ἐπιθέτης ἐστίν; Εἰ μὲν χρυσίου τάλαντα αἰτεῖ καὶ ἀργυρίου, ἢ ἱμάτια  πολυτελῆ,   ἢ  ἀνδράποδα,  ἢ  ἄλλ'  ὁτιοῦν,  εἰκότως  ἄν  τις  τοῦτον  εἴποι  ἀπατεῶνα· εἰ δὲ μηδὲν τούτων, ἀλλὰ διατροφὴν καὶ σκέπην ἃ φιλοσοφίας ἐστὶ τοῦτο ἀπατεῶνος, εἰπέ μοι; Παυσώμεθα τῆς ἀκαίρου ταύτης φιλοπραγμοσύνης, τῆς σατανικῆς, τῆς ὀλεθρίας. Εἰ μὲν γὰρ ἐν κλήρῳ κατειλεγμένον  ἑαυτὸν εἶναι λέγοι, ἢ  ἱερέα ἑαυτὸν ὀνομάζοι, περιεργάζου, πολυπραγμόνει· οὐ γὰρ ἀκίνδυνος ἐκεῖ ἡ ἀνεξέταστος κοινωνία· περὶ γὰρ μεγάλων ὁ κίνδυνος· ἂν δὲ διατροφῆς δέηται, μηδὲν ἐξέταζε· οὐ  γὰρ  δίδως,  ἀλλὰ  λαμβάνεις.  Ἐξέτασον, εἰ  βούλει,  πῶς  Ἀβραὰμ τὴν φιλοξενίαν  περὶ πάντας  τοὺς προσιόντας ἐπεδείκνυτο.  Εἰ περίεργος ἦν περὶ τοὺς καταφεύγοντας  πρὸς αὐτὸν, οὐκ ἂν ἀγγέλους  ἐξένισεν· ἴσως γὰρ ἂν μὴ νομίζων
αὐτοὺς ἀγγέλους εἶναι, μετὰ τῶν ἄλλων καὶ τούτους ἀπώσατο· ἀλλ' ἐπειδὴ πάντας ἐδέχετο, ἐδέξατο καὶ ἀγγέλους. Μὴ γὰρ ἀπὸ τοῦ βίου σοι τῶν  λαμβανόντων  τὸν μισθὸν  δίδωσιν  ὁ Θεός; Ἀπὸ τῆς  προαιρέσεως τῆς  σῆς, ἀπὸ  τῆς  φιλοτιμίας  τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος· αὕτη ἔστω, καὶ πάντων ἐπιτεύξῃ τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα,κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |