ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως

Πέμπτη 27 Οκτωβρίου 2016

Γʹ Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

Γʹ Ἡ  γὰρ  καύχησις  ἡμῶν  αὕτη  ἐστὶ,  τὸ  μαρτύριον  τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι   Θεοῦ  ἀνεστράφημεν   ἐν   τῷ   κόσμῳ. 

αʹ.  Ἐνταῦθα   πάλιν   καὶ   ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων  βαπτιζομένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς ἐῤῥύσατο, καὶ  τοῖς  οἰκτιρμοῖς  αὐτοῦ  καὶ  ταῖς  εὐχαῖς  τούτων  τὸ πᾶν ἀνέθηκεν· ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε μὲν αὐτὸ καὶ ἔμπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωμα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ  τῆς  οἰκουμένης  ἀναστρεφόμεθα,  φησίν.


  Οὐ μικρὸν  δὲ  τοῦτο  ἡμῖν  εἰς παραμυθίαν καὶ παράκλησιν· μᾶλλον  δὲ οὐκ εἰς παράκλησιν μόνον, ἀλλὰ καὶ εἰς ἕτερον, ὃ πολλῷ  μεῖζον τῆς παρακλήσεώς ἐστι, καὶ εἰς καύχησιν. Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων. Καὶ ὥσπερ ἐν τῇ προτέρᾳ φησὶν, ὅτι Ἀπέστειλέ με Χριστὸς εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα  μὴ κενωθῇ  ὁ σταυρὸς τοῦ Χριστοῦ· καὶ, Ἵνα  ἡ πίστις  ὑμῶν  μὴ ᾖ ἐν  σοφίᾳ ἀνθρώπων,  ἀλλ' ἐν δυνάμει Θεοῦ· οὕτω καὶ ἐνταῦθά φησιν· Οὐκ ἐν σοφίᾳ, ἀλλ' ἐν χάριτι Χριστοῦ. Καὶ ἕτερον δέ τι ᾐνίξατο εἰπὼν, Οὐκ ἐν σοφίᾳ, τουτέστιν, οὐκ ἐν ἀπάτῃ, καὶ ταύτῃ βάλλων τὴν ἔξω παίδευσιν. Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, φησὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν· τουτέστιν, Ἡ συνείδησις ἡμῶν, οὐκ ἔχουσα ἡμᾶς  καταδικάζειν,  ὡς  ἐπὶ  πονηροῖς  πράγμασιν  ἐλαυνομένους.  Κἂν γὰρ  μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν,  μᾶλλον  δὲ  οὐ  μόνον  εἰς  παραμυθίαν,  ἀλλὰ  καὶ  εἰς  τὸ  στεφανοῦσθαι,  τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν  ταῦτα  πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν,  διὰ τὴν  τῶν  πολλῶν σωτηρίαν. Ἐκείνη μὲν οὖν ἡ προτέρα παράκλησις παρὰ τοῦ Θεοῦ ἦν· αὕτη δὲ παρ' αὐτῶν καὶ τῆς τοῦ βίου καθαρότητος συνεισήγετο. ∆ιὸ καὶ καύχησιν αὐτὴν καλεῖ, ὅτι  τῆς  οἰκείας  αὐτῶν  ἀρετῆς  κατόρθωμα  ἦν.  Τίς οὖν  ἐστιν  ἡ καύχησις, καὶ τί μαρτυρεῖ ἡμῖν τὸ συνειδὸς ἡμῶν, Ὅτι ἐν ἁπλότητι  καὶ ἐν εἰλικρινείᾳ;  Τουτέστιν, οὐδὲν δολερὸν, οὐχ ὑπόκρισιν, οὐκ εἰρωνείαν,  οὐ κολακείαν,  οὐκ ἐπιβουλὴν  καὶ ἀπάτην, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ἐν ἐλευθερίᾳ πάσῃ, ἐν ἁπλότητι, ἐν ἀληθείᾳ,  ἐν καθαρᾷ καὶ ἀπονήρῳ  γνώμῃ,  ἐν ἀδόλῳ  διανοίᾳ,  οὐδὲν  ἔχοντες  συνεσκιασμένον,  οὐδὲ  ὕπουλον.  Οὐκ ἐν  σοφίᾳ  σαρκικῇ. Τουτέστιν,  οὐκ  ἐν κακουργίᾳ οὐδὲ πονηρίᾳ, οὐδὲ ἐν δεινότητι  λόγων  ἢ ἐν συμπλοκῇ σοφισμάτων· ταύτην γὰρ λέγει σοφίαν σαρκικήν. Καὶ ἐφ' ᾧ μέγα ἐφρόνουν ἐκεῖνοι, τοῦτο οὗτος ἀρνεῖται καὶ διωθεῖται, δεικνὺς ἐκ πολλοῦ τοῦ περιόντος οὐκ ὂν ἄξιον καυχήσεως τοῦτο, καὶ ὅτι οὐ μόνον αὐτὸ οὐ ζητεῖ, ἀλλὰ καὶ διακρούεται καὶ ἐπαισχύνεται. Ἀλλ' ἐν χάριτι  Θεοῦ ἀνεστράφημεν  ἐν τῷ κόσμῳ. Τί ἐστιν, Ἐν χάριτι  Θεοῦ; Τὴν παρ' αὐτοῦ  σοφίαν,  τὴν  παρ'  αὐτοῦ  δύναμιν  δεδομένην  ἡμῖν  ἐνδεικνύμενοι  διὰ  τῶν σημείων,  διὰ τοῦ περιγενέσθαι  σοφῶν,  ῥητόρων,  φιλοσόφων,  βασιλέων,  δήμων, ἰδιῶται τυγχάνοντες, καὶ μηδὲν τῆς ἔξωθεν σοφίας ἐπιφερόμενοι. Οὐχ ἡ τυχοῦσα δὲ αὕτη  παράκλησίς  τε  καὶ  καύχησις  τοῦ  συνειδέναι  ἑαυτοῖς,  ὅτι  οὐκ  ἀνθρωπίνῃ  δυνάμει ἐκέχρηντο, ἀλλὰ θείᾳ χάριτι πάντα κατώρθουν. Ἐν τῷ κόσμῳ. Οὕτως οὐκ ἐν Κορίνθῳ μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Περισσοτέρως δὲ πρὸς ὑμᾶς. Τί περισσοτέρως  πρὸς  ὑμᾶς;  Ἐν  χάριτι  Θεοῦ ἀνεστράφημεν.  Καὶ γὰρ  σημεῖα  καὶ θαύματα παρ' ὑμῖν ἐπεδειξάμεθα, καὶ πλείονα ἀκρίβειαν καὶ βίον ἄληπτον. Καὶ γὰρ καὶ τοῦτο χάριν Θεοῦ καλεῖ, καὶ τὰ οἰκεῖα κατορθώματα αὐτῇ λογιζόμενος. Ἐκεῖ γὰρ καὶ τὰ σκάμματα ὑπερέβη, ἀδάπανον  τιθεὶς  τὸ Εὐαγγέλιον, διὰ τὸ τῆς ἀσθενείας  αὐτῶν  φείδεσθαι.  Οὐ γὰρ  ἄλλα  γράφομεν  ὑμῖν,  ἀλλ'  ἢ  ἃ  ἀναγινώσκετε  ἢ  καὶ ἐπιγινώσκετε.  Ἐπειδὴ  γὰρ  μεγάλα  ἐφθέγξατο  ὑπὲρ  ἑαυτοῦ,  καὶ  ἔδοξεν  ἑαυτῷ μαρτυρεῖν, ὅπερ ἦν φορτικὸν, πάλιν αὐτοὺς παράγει μάρτυρας τῶν λεγομένων. Μὴ γάρ  τις  νομιζέτω  πραγμάτων  εἶναι  κόμπον  τὰ  λεγόμενα,  φησί·  ταῦτα  γὰρ ὑμῖν δηλοῦμεν,  ἃ αὐτοὶ  ὑμεῖς  ἴστε·  καὶ  ὅτι  οὐ ψευδόμεθα,  πρὸ τῶν  ἄλλων  ἂν  ἡμῖν μαρτυρήσετε. Ἀναγινώσκοντες γὰρ ἐπιγινώσκετε, ὅτι ἃ σύνιστε ἡμῖν ἐν τοῖς ἔργοις, ταῦτα καὶ ἐν τοῖς γράμμασι λέγομεν· καὶ οὐκ ἐναντιοῦται  ὑμῶν  ἡ μαρτυρία ταῖς Ἐπιστολαῖς, ἀλλὰ  συνᾴδει  τῇ  ἀναγνώσει  ἡ γνῶσις,  ἣν  προλαβόντες  εἴχετε  περὶ  ἡμῶν. Καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους. Οὐδὲ γὰρ ἐξ ἀκοῆς ἴστε, φησὶ, τὰ καθ' ἡμᾶς, ἀλλ'  ἀπ'  αὐτῆς τῆς πείρας. Τὸ δὲ, Ἀπὸ μέρους, μετριάζων  εἶπεν. Ἔθος γὰρ αὐτῷ τοῦτο, ἐπειδὰν μέγα τι φθέγξηται  κατεπειγούσης ἀνάγκης (οὐδὲ γὰρ ἄλλως αὐτὸ ποιεῖ), ταχέως  συστέλλειν πάλιν  τὸν ἐκ τῶν  εἰρημένων  ὄγκον βουλόμενος. Ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε.

βʹ. Εἶδες πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα πιστούμενον, καὶ οὐκ ἀπὸ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ  Θεοῦ δυνάμεως; Οὐ γὰρ ἁπλῶς ἀπεφήνατο, ἀλλὰ τὸ πᾶν ἐπ' αὐτὸν ἔῤῥιψε καὶ τὴν εἰς αὐτὸν ἐλπίδα. Ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ  τοῦ   Κυρίου  ἡμῶν   Ἰησοῦ  Χριστοῦ.  Ἐνταῦθα   τὸν   ἐκ  τῶν   εἰρημένων ὑποτέμνεται φθόνον, μεριστὰς αὐτοὺς καὶ κοινωνοὺς ποιήσας τῆς δόξης τῶν αὑτοῦ κατορθωμάτων. Οὐ γὰρ μέχρις ἡμῶν ἕστηκεν, ἀλλὰ καὶ εἰς ὑμᾶς διαβαίνει, καὶ πάλιν ἀφ' ὑμῶν  εἰς ἡμᾶς. Ἐπειδὴ γὰρ ἐπῆρεν ἑαυτὸν, καὶ τῶν  παρελθόντων  παρέσχεν ἀπόδειξιν, καὶ τὰ μέλλοντα  ἐνεγγυήσατο· ὥστε μὴ ἐπισκῆψαι τοὺς ἀκούοντας ὡς μεγαληγοροῦντι,  μηδὲ εἰς βασκανίαν, ὅπερ ἔφην, ἐξενεχθῆναι,  κοινοῖ τὸ καύχημα, καὶ  αὐτῶν  εἶναί  φησι  τὸν  τῶν  ἐγκωμίων  στέφανον  τοῦτον.  Ἂν  γὰρ  τοιοῦτοι φανῶμεν, φησὶν, ὁ ἔπαινος ἡμῶν ὑμῶν ἡ δόξα· ὥσπερ οὖν καὶ ὑμῶν εὐδοκιμούντων ἡμεῖς ἀγαλλόμεθα καὶ σκιρτῶμεν καὶ στεφανούμεθα. Πάλιν κἀνταῦθα πολὺ τὸ τῆς ταπεινοφροσύνης   αὐτοῦ  δι'  ὧν  εἴρηκεν  ἐπιδείκνυται.   Οὐ  γὰρ  ὡς  διδάσκαλος μαθηταῖς, ἀλλ' ὡς μαθητὴς μαθηταῖς ὁμοτίμοις διαλεγόμενος, οὕτως ἐξισάζει τὸν λόγον.  Καὶ θέα πῶς αὐτοὺς ὑψηλοὺς  ποιεῖ, καὶ φιλοσοφίας  πληροῖ, παραπέμπων ἐκείνῃ  τῇ ἡμέρᾳ. Μὴ γάρ μοι τὰ παρόντα  εἴπητε, φησὶ, τουτέστι, τὰ ὀνείδη, τὰς λοιδορίας, τὰ σκώμματα τὰ παρὰ τῶν πολλῶν· οὐδὲν γὰρ μέγα τὰ ἐνταῦθα, οὔτε τὰ χρηστὰ οὔτε τὰ λυπηρὰ, οὐ τὰ σκώμματα, οὐ τὰ ἐγκώμια τὰ παρὰ τῶν ἀνθρώπων· ἀλλ' ἀναμνήσθητέ μοι τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ φρικώδους, ἐν ᾗ πάντα ἀνακεκαλυμμένα. Τότε γὰρ καὶ ἡμεῖς ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἡμῖν καλλωπισθήσεσθε, ὅταν καὶ ὑμεῖς φαίνησθε τοιούτους ἔχοντες διδασκάλους, μηδὲν ἀνθρώπινον διδάσκοντας, μηδὲ πονηρίᾳ  συνεζηκότας, μηδὲ λαβήν  τινα  δεδωκότας,  καὶ ἡμεῖς τοιούτους  ἔχοντες  μαθητὰς,  μηδὲν  ἀνθρώπινον  πάσχοντας,  μηδὲ  σαλευομένους, ἀλλὰ μετὰ προθυμίας πάντα ὑποδεχομένους, καὶ μηδαμόθεν παραλογιζομένους. Καὶ νῦν μὲν γὰρ ταῦτα δῆλα τοῖς νοῦν ἔχουσι· τότε δὲ πᾶσιν. Ὥστε εἰ καὶ θλιβόμεθα νῦν, οὐ μικρὰν καὶ ταύτην ἔχομεν παραμυθίαν· νῦν μὲν τὴν ἀπὸ τοῦ συνειδότος, τότε δὲ καὶ τὴν ἀπὸ τῆς ἐκλάμψεως αὐτῆς. Νῦν μὲν γὰρ τὸ συνειδὸς ἡμῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦμεν, ὡς καὶ ὑμεῖς ἴστε καὶ εἴσεσθε· τότε δὲ καὶ πάντες μαθήσονται ἄνθρωποι   καὶ   τὰ   ἡμέτερα   καὶ   τὰ   ὑμῶν,   καὶ   ὄψονται   δι'   ἀλλήλων   ἡμᾶς δοξαζομένους. Ἵνα γὰρ μὴ δόξῃ μόνος αὐτὸς εἶναι λαμπρὸς ἀπὸ τῆς καυχήσεως, καὶ αὐτοῖς δίδωσιν  αἰτίαν  τοῦ καυχήματος, καὶ ἀπάγει τῶν  παρόντων  λυπηρῶν.  Καὶ ὅπερ ἐπὶ τῆς παρακλήσεως ἐποίησεν εἰπὼν, ὅτι ∆ι' ὑμᾶς παρακαλούμεθα, τοῦτο καὶ ἐνταῦθα  ποιεῖ, ∆ι' ὑμᾶς καυχώμεθα  λέγων,  ὥσπερ καὶ ὑμεῖς δι' ἡμᾶς, πανταχοῦ κοινωνοὺς   αὐτοὺς  ποιῶν   ἁπάντων,   τῆς  παρακλήσεως,  τῶν   παθημάτων,   τῆς σωτηρίας τῆς αὑτοῦ· καὶ γὰρ τὴν σωτηρίαν ταύτην  ταῖς εὐχαῖς αὐτῶν  λογίζεται· Συνυπουργούντων  γὰρ ὑμῶν τῇ δεήσει, φησὶν, ἐῤῥύσατο ἡμᾶς ὁ Θεός. Οὕτω δὴ καὶ τὰ καυχήματα κοινὰ τίθησιν. Ὥσπερ γὰρ ἐκεῖ φησιν· Εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως· οὕτω καὶ ἐνταῦθα, Καύχημα ὑμῶν ἐσμεν,  καθάπερ  καὶ  ὑμεῖς  ἡμῶν.  Καὶ ταύτῃ  τῇ   πεποιθήσει  ἐβουλόμην πρότερον  πρὸς  ὑμᾶς  ἐλθεῖν.   Ποίᾳ  πεποιθήσει;  Τῷ  σφόδρα  θαῤῥεῖν  ὑμῖν,  τῷ καυχᾶσθαι ἐφ' ὑμῖν, τῷ καύχημα ὑμῶν εἶναι, τῷ σφόδρα ὑμᾶς ἀγαπᾷν, τῷ μηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν, τῷ πεποιθέναι ὅτι πάντα πνευματικὰ παρ' ἡμῖν, καὶ ὑμᾶς τούτων  μάρτυρας ἔχειν.  Ἐβουλόμην ἐλθεῖν  πρὸς ὑμᾶς, καὶ δι' ὑμῶν  διελθεῖν  εἰς Μακεδονίαν.  Καὶ  μὴν  τοὐναντίον   ἐπηγγείλατο   ἐν  τῇ  προτέρᾳ,  οὕτω  λέγων· Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι. Πῶς οὖν ἐνταῦθα τἀναντία  φησίν; Οὐ τὰ ἐναντία φησὶν, ἄπαγε· ταῦτα γὰρ ἐναντία μὲν ἔστιν οἷς ἔγραψεν, οὐκ ἐναντία  δὲ οἷς ἐβούλετο. ∆ιὸ καὶ ἐνταῦθα  οὐκ εἶπεν, ὅτι Ἔγραψα δι' ὑμῶν ἀπελθεῖν εἰς Μακεδονίαν, ἀλλ', Ἐβουλόμην. Εἰ γὰρ καὶ οὐχ οὕτως ἔγραψα, φησὶν, ἀλλ' ὅμως ἐσπούδαζον καὶ ἐβουλόμην καὶ πρὸ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· τοσοῦτον ἀπέσχον τοῦ βουληθῆναι ὑστερῆσαι τῆς ὑποσχέσεως, ὅτι καὶ φθάσαι αὐτὴν ἠθέλησα. Ἵνα δευτέραν χάριν ἔχητε. Τί ἐστι, ∆ευτέραν; Ἵνα διπλῆν χάριν ἔχητε, καὶ τὴν διὰ τῶν γραμμάτων, καὶ τὴν διὰ τῆς παρουσίας. Χάριν δὲ ἐνταῦθα τὴν χαρὰν λέγει. Καὶ δι' ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι  εἰς τὴν Ἰουδαίαν. Τοῦτο οὖν βουλόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; γʹ. Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκλημα τὸ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀπουσίας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἐβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς· τίνος οὖν ἕνεκεν οὐκ ἦλθον; ἆρα ὡς κοῦφος καὶ εὐρίπιστος; τοῦτο γάρ ἐστι, Μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; Οὐδαμῶς· ἀλλὰ διὰ τί; Ὅτι ἃ βουλεύομαι, οὐ κατὰ σάρκα βουλεύομαι. Τί ἐστιν, Οὐ κατὰ σάρκα; Οὐ σαρκικῶς βουλεύομαι. Ἵνα ᾖ παρ' ἐμοὶ τὸ Ναὶ ναὶ, καὶ τὸ Οὒ οὔ. Ἀλλ' ἔτι καὶ τοῦτο ἀσαφές. Τί οὖν ἐστιν ὅ φησιν; Ὁ σαρκικὸς ἄνθρωπος,  τουτέστιν,  ὁ τοῖς  παροῦσι προσηλωμένος  καὶ ἐν  τούτοις διαπαντὸς ὢν, καὶ τῆς τοῦ Πνεύματος ἐνεργείας ἐκτὸς τυγχάνων,  πανταχοῦ ἀπιέναι δύναται,  καὶ  πλανᾶσθαι  ὅπου  βούλεται·  ὁ δὲ ὑπηρέτης  τοῦ  Πνεύματος, καὶ  ὑπ' ἐκείνου ἀγόμενος καὶ περιαγόμενος, οὐ δύναται  κύριος εἶναι  τῆς ἑαυτοῦ γνώμης πανταχοῦ, τῆς ἐκεῖθεν ἐξουσίας ἐξαρτήσας αὐτήν· ἀλλὰ τοιοῦτον ὑπομένει, οἷον ἂν εἰ   δοῦλος   εὐδοκιμῶν,   καὶ   πανταχοῦ    περιελκόμενος   ὑπὸ   τῶν   δεσποτικῶν ἐπιταγμάτων,  καὶ  οὐκ ἔχων  ἐξουσίαν ἑαυτοῦ, οὐδὲ ἀναπνεῦσαι  δυνάμενος  οὐδὲ μικρὸν, ἐπαγγέλλοιτό τινα τοῖς συνδούλοις, εἶτα τῷ δεσπότῃ τἀναντία δοκοῦντα, μὴ ἀνύοι τὰ ἀπηγγελμένα.  Τοῦτο οὖν φησιν, ὅτι Οὐ κατὰ σάρκα βουλεύομαι, καὶ οὐκ εἰμὶ τῆς τοῦ Πνεύματος ἐκτὸς κυβερνήσεως, οὐδὲ ἐξουσίαν ἔχω βαδίζειν ὅπου βούλομαι. Καὶ γὰρ ὑπόκειμαι δεσποτείᾳ τῇ τοῦ Παρακλήτου καὶ ἐπιτάγμασι, καὶ ταῖς ἐκείνου  ψήφοις  ἄγομαι καὶ περιάγομαι. ∆ιὰ τοῦτο οὐκ ἠδυνήθην  ἐλθεῖν·  οὐ γὰρ ἔδοξεν  τῷ  Πνεύματι.  Ὃ καὶ  ἐν  ταῖς  Πράξεσι πολλαχοῦ  γέγονεν·  ἀλλαχοῦ  γὰρ προῃρημένον  ἐλθεῖν,  τὸ Πνεῦμα ἀλλαχοῦ  βαδίζειν  ἐκέλευεν.  Ὥστε οὐ τῆς  ἐμῆς ἐλαφρίας,  τουτέστι.   κουφότητος,  τὸ  μὴ  ἐλθεῖν,  ἀλλὰ  τὸ  τοῦ  Πνεύματος, ὑποκείμενον  ἐκείνῳ  πείθεσθαι. Εἶδες πάλιν  αὐτοῦ τὸ σύνηθες θεώρημα; Ἀφ' ὧν ἐνόμιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόμενον, ἐκ τοῦ μὴ πληρῶσαι τὴν ὑπόσχεσιν,   ἐκ   τούτου   δείκνυσι   μάλιστα   πνευματικῶς    βεβουλευμένον,    καὶ τοὐναντίον  σαρκικῶς βουλεύεσθαι. Τί οὖν, φησίν; οὐ μετὰ τοῦ Πνεύματος ἐπηγγείλατο;  Οὐδαμῶς· καὶ γὰρ καὶ ἤδη εἶπον, ὅτι οὐ πάντα  προῄδει Παῦλος τὰ μέλλοντα  καὶ συμφέροντα. ∆ιὰ δὴ τοῦτο ἐν μὲν τῇ προτέρᾳ φησὶν, Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι, δεδοικὼς αὐτὸ τοῦτο, μὴ εἰς τὴν Ἰουδαίαν εἰπὼν, ἀναγκασθῇ ἑτέρωθι ἀπελθεῖν· ἐνταῦθα δὲ ἐπειδὴ ἀπέτυχε, λέγει αὐτὸ, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι  εἰς τὴν  Ἰουδαίαν.  Ὃ μὲν  γὰρ ἦν  ἀγάπης, τίθησι, τὸ ἐλθεῖν  πρὸς αὐτούς· ὃ δὲ οὐδὲν πρὸς αὐτοὺς ἦν, τὸ ἀπελθεῖν εἰς τὴν Ἰουδαίαν, οὐκέτι καὶ τοῦτο προστίθησι διωρισμένως. Ἐπειδὴ δὲ ἐλήλεγκται, ἐνταῦθα θαῤῥῶν λέγει λοιπὸν, ὅτι Εἰς τὴν Ἰουδαίαν. Καὶ τοῦτο δὲ συμφερόντως ἐγίνετο, ἵνα μή τις αὐτῶν μείζονα περὶ αὐτὸν τῆς ἀξίας ὑπόνοιαν  ἔχῃ. Εἰ γὰρ καὶ τούτων  ὄντων  θύειν αὐτοῖς ἐβούλοντο ταύρους, ποῦ οὐκ ἂν ἐξώκειλαν  ἀσεβείας, εἰ μὴ πολλὰ δείγματα τῆς ἀνθρωπίνης ἀσθενείας παρείχοντο; Καὶ τί θαυμάζεις, εἰ τὰ μέλλοντα πάντα οὐκ ᾔδει, ὅπου καὶ ἐν εὐχαῖς, πολλαχοῦ τὸ συμφέρον ἀγνοεῖ; Τὸ γὰρ, τί προσευξόμεθα, φησὶ, καθὸ δεῖ, οὐκ οἴδαμεν. Καὶ οὐ λέγει τοῦτο μόνον, ἵνα δόξῃ μετριάζειν, ἀλλὰ καὶ δείκνυσι, ποῦ τὸ συμφέρον  ἐν  εὐχαῖς   ἠγνόησε.  Ποῦ  τοίνυν   ἠγνόησεν;  Ἡνίκα  παρεκάλει   τῶν πειρασμῶν ἀπαλλαγῆναι, λέγων· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἶδες πῶς οὐκ ἔγνω τὰ συμφέροντα αἰτῆσαι; ∆ιὸ οὐδὲ ἔλαβε, καὶ πολλάκις αἰτήσας. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Καλῶς ἀντίθεσιν ἀνακύπτουσαν καταλύει. Εἰ γὰρ ὑποσχόμενος, φησὶ, παραγίνεσθαι ὑπερέθου, καὶ οὐκ ἔστι παρὰ σοὶ Ναὶ ναὶ, καὶ Οὒ οὒ, ἀλλὰ νῦν ἃ λέγεις ἀνατρέπεις μετὰ ταῦτα, ὥσπερ ἐπὶ τῆς σῆς ἐπιδημίας ἐποίησας· οὐαὶ ἡμῖν, μήποτε καὶ ἐν τῷ κηρύγματι τοῦτο γέγονεν. Ἵν' οὖν μὴ ταῦτα ἐννοῶσι, μηδὲ θορυβῶνται, φησί· Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. Ἐν γὰρ τῷ κηρύγματι, φησὶ, τοῦτο οὐκ ἐγένετο, ἀλλ' ἐν ταῖς ὁδοῖς καὶ ταῖς  ἀποδημίαις  μόνον.  Ἐν  δὲ  τῷ  κηρύγματι  μένει  βέβαια  καὶ  ἀκίνητα  ἅπερ εἰρήκαμεν.  Λόγον γὰρ ἐνταῦθα  τὸ κήρυγμα καλεῖ.  Εἶτα ἀπόδειξιν  ἀναντίῤῥητον παρέχει τούτου, εἰς τὸν Θεὸν τὸ πᾶν ἀνάγων Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ ὑπόσχεσις τῆς παρουσίας ἐμὴ ἦν, καὶ ἐγὼ οἴκοθεν ἐπηγγειλάμην  ἐκεῖνο·  τὸ δὲ κήρυγμα οὐκ ἐμὸν οὐδὲ ἀνθρώπινον, ἀλλὰ τοῦ Θεοῦ· τὰ δὲ τοῦ Θεοῦ ἀμήχανον διαψεύσασθαι· διὸ καὶ ἔφη· Πιστὸς δὲ ὁ Θεός· τουτέστιν, ἀληθής. Μὴ τοίνυν  ὑποπτεύετε τὰ ἐκείνου· οὐδὲν  γὰρ ἐν  αὐτοῖς  ἀνθρώπινον.  Καὶ ἐπειδὴ  εἶπε  λόγον,  ἐπάγει  λοιπὸν δεικνὺς ποῖον λόγον φησί.

δʹ. Ποῖος οὖν λόγος οὗτός ἐστιν, Ὁ γὰρ τοῦ Θεοῦ Υἱὸς, φησὶν, ὁ ἐν ὑμῖν δι' ἡμῶν  κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὔ. ∆ιὰ γὰρ τοῦτο καὶ τὸν χορὸν εἰσάγει τῶν διδασκάλων εἰς μέσον,ἀξιόπιστον κἀντεῦθεν  τὴν μαρτυρίαν ποιῶν, οὐ διὰ τῶν ἀκουσάντων μόνον, ἀλλὰ καὶ   διὰ   τῶν   διδαξάντων.   Καίτοι  μαθηταὶ   ἦσαν·  ἀλλὰ   μετριάζων,   ἐν   τάξει διδασκάλων αὐτοὺς ἀριθμεῖ. Τί δέ ἐστιν, Οὐκ ἐγένετο Ναὶ καὶ Οὔ; Οὐκ ἀνέτρεψα, φησὶν,  ἃ  πρότερον  εἶπον  ἐν  τῷ  κηρύγματι·  οὐ  νῦν  μὲν  τοῦτο,  νῦν  δὲ  ἐκεῖνο διελέχθην  ὑμῖν·  τοῦτο  γὰρ  οὐκέτι  πίστεως,  ἀλλὰ  πεπλανημένης  διανοίας  ἐστίν. Ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονε. Τουτέστιν, ἀπαρασάλευτος καὶ βέβαιος ὁ λόγος μένει.
Ὅσαι γὰρ ἐπαγγελίαι  Θεοῦ, ἐν αὐτῷ τὸ Ναὶ, καὶ ἐν αὐτῷ τὸ Ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστιν, Ὅσαι ἐπαγγελίαι Θεοῦ; Πολλὰ τὸ κήρυγμα ὑπισχνεῖτο, καὶ αὐτοὶ  τὰ  πολλὰ  ταῦτα  ἐπηγγέλλοντο   καὶ  ἐκήρυττον.  Καὶ γὰρ  περὶ  ἀναστάσεως διελέχθησαν,  καὶ  περὶ  ἀναλήψεως,  καὶ  περὶ  ἀφθαρσίας, καὶ  περὶ  τῶν  μεγάλων ἐπάθλων  καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων. Ταύτας οὖν τὰς ἐπαγγελίας μένειν ἀκινήτους  φησὶ, καὶ οὐκ ἐγένετο  Ναὶ καὶ Οὒ ἐν αὐταῖς. Τουτέστιν, Οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, καθάπερ ἡ ἐπιδημία ἡ ἐμὴ, ἀλλ' ἀεὶ ἀληθῆ. Καὶ πρῶτον μὲν ὑπὲρ τῶν τῆς πίστεως δογμάτων καὶ τοῦ περὶ Χριστοῦ λόγου ἀγωνίζεται λέγων· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐγένετο Ναὶ καὶ Οὔ· ἔπειτα ὑπὲρ τῶν  ὑποσχέσεων· Ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί. Εἰ δὲ ἃ ὑπέσχετο βέβαια καὶ δώσει πάντως, πολλῷ μᾶλλον αὐτὸς καὶ ὁ περὶ αὐτοῦ λόγος ἐστὶ βέβαιος, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι νῦν μὲν ἔστι, νῦν δὲ οὐκ ἔστιν, ἀλλ' ἀεί ἐστι, καὶ ὁ αὐτός ἐστι. Τί δέ ἐστιν, Ἐν αὐτῷ τὸ Ναὶ, καὶ τὸ Ἀμήν; Τὸ πάντως ἐσόμενον δηλοῖ. Αἱ γὰρ ἐπαγγελίαι ἐν αὐτῷ, οὐκ ἐν ἀνθρώπῳ, τὸ γενέσθαι ἔχουσι καὶ πληρωθῆναι.  Μὴ τοίνυν δείσῃς· οὐ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ὑποπτεύσῃς, ἀλλὰ Θεός ἐστιν, ὁ καὶ εἰπὼν καὶ πληρῶν. Τῷ Θεῷ πρὸς δόξαν δι' ἡμῶν. Τί ἐστι, Πρὸς δόξαν δι' ἡμῶν; Πληροῖ αὐτὰς δι' ἡμῶν· τουτέστι, διὰ τῶν εἰς ἡμᾶς εὐεργεσιῶν πρὸς δόξαν αὑτοῦ· τοῦτο γάρ ἐστι, Τῷ Θεῷ πρὸς δόξαν. Εἰ δὲ πρὸς δόξαν τοῦ Θεοῦ, πάντως  ἔσται. Τῆς γὰρ αὐτοῦ δόξης οὐ καταφρονήσει, εἰ καὶ τῆς ἡμετέρας κατεφρόνει σωτηρίας· καὶ διὰ τὸ σφόδρα φιλάνθρωπος  εἶναι. Καὶ πρὸς τοῦτο ἡμῶν ἡ σωτηρία συνδέδεται τῇ αὐτοῦ δόξῃ τῇ ἐπὶ τούτοις. Ὥστε εἰ πρὸς δόξαν αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, πάντως καὶ ἡ σωτηρία ἡμῶν  ἕψεται.  Ὃ  καὶ  ἐν  τῇ  πρὸς  Ἐφεσίους  συνεχῶς  περιστρέφει  λέγων·  Εἰς περιποίησιν τῆς δόξης αὐτοῦ. Καὶ πανταχοῦ τοῦτο τίθησι, δεικνὺς τὸ ἀναγκαῖον τῆς ἐκβάσεως· ὃ καὶ ἐνταῦθά φησιν, ὅτι αἱ ἐπαγγελίαι αὐτοῦ οὐ ψεύδονται. Οὐ γὰρ ἡμᾶς μόνον σώζουσιν, ἀλλὰ καὶ αὐτὸν δοξάζουσι. Μὴ τοί  νυν τοῦτο ἐννοήσῃς, ὅτι δι' ἡμῶν ἐπηγγέλθησαν, καὶ διστάσῃς· οὐ γὰρ δι' ἡμῶν πληροῦνται, ἀλλὰ δι' αὐτοῦ· καὶ  αἱ  ἐπαγγελίαι  δὲ δι' αὐτοῦ· οὐ  γὰρ  τὰ  ἡμέτερα, ἀλλὰ  τὰ  αὐτοῦ  πρὸς ὑμᾶς εἰρήκαμεν. Ὁ δὲ βεβαιῶν ἡμᾶς, σὺν ὑμῖν εἰς Χριστὸν, καὶ χρίσας ἡμᾶς, Θεός· καὶ σφραγισάμενος, καὶ δοὺς τὸν  ἀῤῥαβῶνα  τοῦ Πνεύματος ἐν  ταῖς  καρδίαις  ἡμῶν. Πάλιν ἀπὸ τῶν παρελθόντων τὰ μέλλοντα βεβαιοῦται. Εἰ γὰρ αὐτός ἐστιν ὁ βεβαιῶν ἡμᾶς εἰς Χριστὸν, τουτέστιν, ὁ μὴ ἐῶν ἡμᾶς παρασαλεύεσθαι ἐκ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν, καὶ αὐτὸς ὁ χρίσας ἡμᾶς, καὶ δοὺς τὸ Πνεῦμα ἐν ταῖς καρδίαις ἡμῶν· πῶς τὰ μέλλοντα οὐ δώσει; Εἰ γὰρ τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἔδωκε καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, οἷον τὴν ἀληθῆ περὶ αὐτοῦ γνῶσιν, τὴν τοῦ Πνεύματος μετάληψιν· πῶς τὰ ἐκ τούτων  οὐ δώσει; Εἰ γὰρ ἐκεῖνα διὰ ταῦτα δίδονται,  πολλῷ  μᾶλλον  ὁ ταῦτα δοὺς, καὶ ἐκεῖνα παρέξει· καὶ εἰ ταῦτα ἐχθροῖς οὖσιν ἔδωκε, πολλῷ μᾶλλον ἐκεῖνα  φίλοις  γενομένοις  χαριεῖται.  ∆ιὰ τοῦτο  οὐδὲ  Πνεῦμα εἶπεν  ἁπλῶς,  ἀλλ' ἀῤῥαβῶνα ὠνόμασεν, ἵνα ἀπὸ τούτου καὶ περὶ τοῦ παντὸς  θαῤῥῇς. Οὐ γὰρ, εἰ μὴ ἔμελλε τὸ πᾶν διδόναι, εἵλετο ἂν τὸν ἀῤῥαβῶνα παρασχεῖν, καὶ ἀπολέσαι εἰκῆ καὶ μάτην. Καὶ ὅρα εὐγνωμοσύνην Παύλου. Τί γὰρ δεῖ λέγειν, φησὶν, ὅτι οὐκ ἐν ἡμῖν ἡ τῶν ἐπαγγελιῶν ἀλήθεια; αὐτὸ τοῦτο τὸ ἑστάναι ἀπεριτρέπτως καὶ πεπηγέναι ὑμᾶς, οὐκ ἐν ἡμῖν, ἀλλὰ καὶ τοῦτο τοῦ Θεοῦ· Ὁ γὰρ βεβαιῶν ὑμᾶς, φησὶ, Θεός. Οὐκ ἄρα ἡμεῖς ἐσμεν οἱ στηρίζοντες ὑμᾶς· καὶ γὰρ καὶ ἡμεῖς δεόμεθα τοῦ βεβαιοῦντος. Ὥστε μηδεὶς ἐν ἡμῖν νομιζέτω κινδυνεύεσθαι τὸ κήρυγμα· αὐτὸς τὸ πᾶν ἀνεδέξατο, αὐτῷ μέλει τοῦ παντός.

 εʹ. Τί δέ ἐστι, Χρίσας, καὶ σφραγισάμενος; Τὸ Πνεῦμα δοὺς, δι' οὗ ταῦτα  ἀμφότερα ἐποίησεν, ὁμοῦ προφήτας  καὶ ἱερεῖς καὶ βασιλέας ἐργαζόμενος· ταῦτα  γὰρ  τὸ  παλαιὸν  ἐχρίετο  τὰ  γένη.  Ἀλλ' ἡμεῖς  οὐχ  ἓν,  ἀλλὰ  τὰ  τρία  μεθ' ὑπεροχῆς ἔχομεν ἀξιώματα νῦν· καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν. Παραστήσατε γὰρ τὰ μέλη ὑμῶν, θυσίαν   ζῶσαν,   εὐάρεστον   τῷ   Θεῷ,  φησί·   καὶ   μετὰ   τούτων   καὶ   προφῆται καθιστάμεθα· Ἃ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, ταῦτα ἐκκεκαλυμμένα ἡμῖν ἐστι. Καὶ ἄλλως δὲ βασιλεῖς γινόμεθα, ἐὰν βουληθῶμεν  κρατεῖν τῶν ἀτόπων λογισμῶν. Ὅτι γὰρ ὁ τοιοῦτος βασιλεύει, καὶ μᾶλλον ἢ ὁ τὸ διάδημα περικείμενος, ἤδη τοῦτο  ποιήσω δῆλον  ὑμῖν· Πολλὰ ἔχει  στρατόπεδα ἐκεῖνος,  ἀλλὰ  καὶ ἡμεῖς τούτων πλείους ἔχομεν λογισμούς· οὐ γὰρ ἔστιν ἀριθμῆσαι τὸ ἄπειρον τῶν ἐννοιῶν πλῆθος  τῶν  ἐν ἡμῖν. Οὐ πλῆθος  δὲ μόνον  ἔστιν ἰδεῖν,  ἀλλὰ  καὶ πολλοὺς  ἐν τῷ πλήθει  τούτῳ  τῶν  λογισμῶν  καὶ  στρατηγοὺς  καὶ  ταξιάρχους  καὶ  λοχαγοὺς  καὶ τοξότας καὶ σφενδονήτας. Τί ἕτερον ποιεῖ βασιλέα; τὰ ἱμάτια; Ἀλλὰ καὶ οὗτος βελτίω περίκειται καὶ ἀμείνω στολὴν, ἣν οὔτε σὴς ἐσθίει, οὔτε χρόνος δαπανᾷ· καὶ στέφανον ἔχει ποικίλον τὸν τῆς δόξης, τὸν τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· Εὐλόγει γὰρ, ἡ ψυχή μου, φησὶ, τὸν Κύριον, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· καὶ τὸν τῆς δόξης· ∆όξῃ γὰρ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ [τὸν τῆς εὐδοκίας]· Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς· καὶ τὸν τῶν χαρίτων· Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κεφαλῇ. Εἶδες πολύπλοκον  καὶ χαριέστερον τουτὶ τὸ διάδημα; Πλὴν ἀλλ' ἄνωθεν αὐτὰ ἀκριβέστερον ἐξετάσωμεν πάλιν τὰ τῶν βασιλέων τούτων. Ἐκεῖνος κρατεῖ τῶν δορυφόρων καὶ πᾶσιν ἐπιτάττει, καὶ πάντες ὑπακούουσι καὶ διακονοῦσιν αὐτῷ· ἀλλ' ἐγὼ δείκνυμι  μείζονα ἐνταῦθα τὴν ἀρχήν. Τὸ μὲν γὰρ πλῆθος ἴσον, ἢ καὶ πλεῖον· λοιπὸν  δὲ  περὶ  τῆς  ὑποταγῆς  ἐξετάζειν  δεῖ.  Καὶ μή  μοι  εἰς  μέσον ἀγάγῃς  τοὺς ἐκπεσόντας  τῆς  βασιλείας, καὶ  σφαγέντας  ὑπ' αὐτῶν  τῶν  σωματοφυλάκων.  Μὴ τοίνυν  τούτους  εἰς μέσον ἄγωμεν,  ἀλλὰ  τοὺς καλῶς  ἐν ἀμφοτέροις  τὴν  ἑαυτῶν διοικήσαντας βασιλείαν ζητήσωμεν. Καὶ σὺ μὲν, οὓς βούλει, τίθει· ἐγὼ δέ σοι τὸν πατριάρχην  ἀντιτάττω  πᾶσιν. Ὅτε γὰρ τὸν  υἱὸν  ἐκελεύετο  σφαγιάσαι, ἐννόησον πόσοι τότε  ἐπανέστησαν  αὐτῷ  λογισμοί· ἀλλ' ὅμως  πάντας  ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι, καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' ὑπέκυπτον, καὶ ὡς βασιλεῖ παρεχώρουν  ἅπαντες,  καίτοι  γε ὀξύτατοι  ὄντες  καὶ σφόδρα ἀπότομοι. Οὐδὲ γὰρ οὕτως εἰσὶν αἱ τῶν δοράτων αἰχμαὶ φοβεραὶ, ὀρθαὶ ὑπὸ πολλῶν ἀνιστάμεναι στρατιωτῶν, ὡς ἐκεῖνοι τότε ἦσαν φοβεροὶ οἱ λογισμοί. Οὐ δοράτων ἦν χαλεπωτέρα ἡ τῆς φύσεως συμπάθεια; ∆ιὸ καὶ αἰχμῆς ἠκονημένης μᾶλλον τέμνειν ἠδύναντο τὴν ἐκείνου ψυχήν. Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων  ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν. Ἐνταῦθα μὲν γὰρ καὶ χρόνου δεῖ καὶ βουλῆς καὶ πληγῆς καὶ ὀδύνης, καὶ τότε ὁ θάνατος ἕπεται· ἐκεῖ δὲ οὐδενὸς τούτων ἔδει· οὕτω ταχύτερα καὶ δριμύτερα ἦν  τὰ  τραύματα. Ἀλλ' ὅμως  τοσούτων  τότε  ὁπλισθέντων  κατ' αὐτοῦ λογισμῶν, πολλὴ ἦν ἡσυχία, καὶ πάντες εἱστήκεσαν εὐτάκτως, κοσμοῦντες μᾶλλον αὐτὸν, ἢ φοβοῦντες. Ὅρα γοῦν τὴν μάχαιραν αὐτὸν ἐκτείνοντα,  καὶ ὅσους βούλει τίθει βασιλεῖς εἰς τὸ μέσον, Αὐγούστους, Καίσαρας. Ἀλλ' οὐδὲν τοσοῦτον ἐρεῖς, οὐδὲ ἕξεις σχῆμα δεῖξαι τοιοῦτον, οὕτω μεγαλοφυὲς  καὶ τῶν οὐρανῶν ἄξιον. Κατὰ γὰρ τυραννίδος δυνατωτάτης ἔστησε τρόπαιον ὁ δίκαιος τότε ἐκεῖνος· οὐδὲν γὰρ φύσεως τυραννικώτερον·  κἂν  μυρίους τιθῇς  τυραννοκτόνους,  οὐδένα  τοιοῦτον  ἐπιδείξῃς ἡμῖν. Καὶ γὰρ  ἀγγέλου  τὸ τρόπαιον ἦν, οὐκ ἀνθρώπου  τότε. Σκόπει δέ· Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς  εἰστήκει  τὴν  χεῖρα  ἀνατείνας,  οὐχὶ  στέφανον  ἔχουσαν,  ἀλλὰ  μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν.  Ἐπειδὴ γὰρ ἐν οὐρανοῖς ἐπολιτεύετο, ἐκεῖθεν ἐδέχετο καὶ τὸ κήρυγμα. Τί τούτου λαμπρότερον; μᾶλλον δὲ τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ, ἀθλητοῦ  νικήσαντος, μὴ κήρυξ κάτωθεν,  ἀλλ' ἄνωθεν  αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην,  ἆρ' οὐχὶ  τοῦτο τῶν  στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν  ἀγγέλων,  τῶν  ἀρχαγγέλων,  αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν, ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ δὲ δοκεῖ, καὶ αὐτῆς ἀκούσωμεν τῆς φωνῆς. Τίς οὖν ἡ φωνή; Ἀβραὰμ, Ἀβραὰμ, μὴ ἐπενέγκῃς τὴν χεῖρά σου ἐπὶ Ἰσαὰκ, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Τί τοῦτο; ὁ πάντα πρὸ γενέσεως  αὐτῶν  εἰδὼς,  νῦν  ἔγνω; Καίτοι γε καὶ ἀνθρώπῳ  δήλη  ἦν  ἡ εὐλάβεια τἀνδρός· τοσαῦτα παρέσχετο δείγματα τῆς περὶ τὸν Θεὸν εὐνοίας, ὅτε εἶπεν αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου· ὅτε δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν τιμὴν, τῶν πρωτείων παρεχώρησε τῷ ἀδελφιδῷ· ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων·  ὅτε ἐκέλευσεν εἰς Αἴγυπτον ἐλθεῖν, καὶ τὴν γυναῖκα ἀφαιρούμενος, οὐκ ἐδυσχέραινε, καὶ ἕτερα πλείονα. Καὶ ὅπερ ἔφην, κἂν ἄνθρωπος ἀπὸ τούτων ἔμαθεν ἂν τἀνδρὸς τὴν εὐλάβειαν, μήτι γε ὁ Θεὸς, ὁ μὴ περιμένων  ἀπὸ τῶν  πραγμάτων μαθεῖν  τὸ τέλος.  Πῶς δὲ αὐτὸν  καὶ  ἐδικαίωσεν  ἀγνοῶν;  Ἐπίστευσε γὰρ, φησὶν, Ἀβραὰμ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ϛʹ. Τί οὖν ἐστι τὸ, Νῦν ἔγνων; Ὁ μὲν Σύρος φησί· Νῦν ἐγνώρισας, τουτέστι, τοῖς ἀνθρώποις. Ἐγὼ γὰρ ᾔδειν πάλαι καὶ πρὸ τῶν ἐπιταγμάτων  ἁπάντων  ἐκείνων. ∆ιὰ τί δὲ καὶ τοῖς ἀνθρώποις νῦν; Ἐκεῖνα γὰρ οὐχ ἱκανὰ  δεῖξαι τὴν  περὶ τὸν  Θεὸν εὔνοιαν;  Ἱκανὰ  μέν· ἀλλὰ  τοσούτῳ πάντως τοῦτο  ἐκείνων   μεῖζον,  ὡς  μηδὲν  ἐκεῖνα  πρὸς  τοῦτο  φαίνεσθαι.  Τοῦτο  τοίνυν ἐπαίρων  τὸ  κατόρθωμα,  καὶ  δεικνὺς  πάντων  ἀνώτερον,  ταῦτα  εἴρηκε.  Καὶ γὰρ πολλοὶ τῶν ἀνθρώπων  ἐπὶ τοῖς ὑπερέχουσι καὶ τὰ πρῶτα νικῶσιν, οὕτως εἰώθασι λέγειν· οἷον ὅταν τις μεῖζον τῶν  προτέρων λάβῃ τι παρ'  αὐτοῦ δῶρον, πολλάκις λέγει· Νῦν ἔγνων ὅτι με ἀγαπᾷ ὁ δεῖνα· οὐ τοῦτο λέγων, ὅτι τὸν ἔμπροσθεν ἠγνόει χρόνον, ἀλλὰ δηλῶσαι βουλόμενος, ὅτι πάντων μεῖζον τὸ δοθὲν νῦν. Οὕτω καὶ  ὁ  Θεὸς ἀνθρωπίνως   διαλεγόμενος,  Νῦν  ἔγνων,  φησὶν,  οὐδὲν  ἄλλο  ἢ  τὴν ὑπερβολὴν παραστῆσαι τοῦ ἄθλου βουλόμενος, οὐχὶ τότε μαθὼν, οὐ τὸν φόβον, ἢ τὸ μέγεθος τοῦ φόβου. Καὶ γὰρ ὅταν λέγῃ, ∆εῦτε, καταβάντες ἴδωμεν, οὐ καταβάσεως δεόμενος λέγει· καὶ γὰρ τὰ πάντα πληροῖ, καὶ πάντα οἶδε σαφῶς· ἀλλὰ παιδεύων ἡμᾶς, μὴ ἁπλῶς ἀποφαίνεσθαι. Καὶ ὅταν λέγῃ, Κύριος ἐξέκυψεν ἐκ τοῦ οὐρανοῦ, ἀπὸ  μεταφορᾶς τῶν ἀνθρώπων τὴν ἀκριβῆ λέγει γνῶσιν. Οὕτω καὶ ἐνταῦθα, Νῦν ἔγνων, φησὶ, τοῦτο δεικνὺς μεῖζον ἁπάντων ὂν τῶν ἔμπροσθεν. Τούτου καὶ ἀπόδειξιν αὐτοῦ παρέχεται ἐπάγων καὶ λέγων, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Οὐκ εἶπε, Τοῦ υἱοῦ, μόνον, ἀλλὰ καὶ, Τοῦ ἀγαπητοῦ. Οὐδὲ γὰρ φύσεως μόνον, ἀλλὰ καὶ φιλοστοργίας, ἧς καὶ διὰ τὸν οἰκεῖον τρόπον, καὶ τὴν ἀρετὴν τοῦ παιδὸς πολλὴν οὖσαν ἐν αὐτῷ, κατετόλμησεν. Εἰ δὲ φαύλων  παίδων οὐκ ἂν εὐκόλως καταφρονήσαιεν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ, καὶ γνήσιος, καὶ  μονογενὴς,  καὶ  ἀγαπητὸς,  καὶ  Ἰσαὰκ, καὶ  ὑπ' αὐτοῦ  μέλλῃ  σφάττεσθαι  τοῦ πατρὸς, τίς ἂν εἴπῃ τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Οὗτος μυρίων διαδημάτων καὶ στεφάνων ἀπείρων ὁ ἆθλος φαιδρότερος. Τῷ μὲν γὰρ τὸν στέφανον ἐκεῖνον περικειμένῳ καὶ θάνατος ἐπελθὼν πολλάκις ἐπηρεάζει, καὶ πρὸ τοῦ θανάτου μυρίαι πραγμάτων ἐπιβουλαί· τοῦτο δὲ οὐδεὶς οὐδὲ μετὰ τελευτὴν  τὸ διάδημα ἀφελέσθαι δυνήσεται τὸν περικείμενον, οὐ τῶν ἰδίων, οὐ τῶν ἀλλοτρίων.  Θέα δέ μοι καὶ τὸν τιμιώτατον  λίθον  τοῦ διαδήματος  τούτου. Ὥσπερ γὰρ λίθος  τίμιος,  οὕτως  αὐτὸ συνδεῖ πρὸς τῷ τέλει. Τί δὲ τοῦτό ἐστι, τὸ, ∆ι' ἐμέ; Οὐδὲ γὰρ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ ἐφείσατο, ἀλλ' ὅτι δι' αὐτόν. Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, ποίας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς, εἰς ποίαν παρεσκευάσθη χρείαν, καὶ ποίαν  ἤνυσε διακονίαν,  καὶ ποίῳ ὑπηρέτησε τύπῳ! πῶς  ᾑμάχθη,  πῶς  οὐχ  ᾑμάχθη! Οὐδὲ γὰρ οἶδα τί  εἴπω· οὕτω  φρικτὸν  τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέῤῥης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη  αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη  καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν.  Καὶ γὰρ ἐξέστηκα, τὸ θαῦμα ἐννοῶν  τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῷ φάρυγγι τοῦ παιδός· ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ Θεὸς ἀνέστελλε διὰ τῆς φωνῆς. Ἡ γὰρ αὐτὴ φωνὴ καὶ ὥπλισε τὴν δεξιὰν, καὶ κατέστειλε·  καὶ  καθάπερ  ὑπὸ  στρατηγῷ  ταττομένη  τῷ  Θεῷ, πάντα  τῷ  ἐκείνου νεύματι διεπράττετο, καὶ  πάντα τῇ ἐκείνου φωνῇ διηκόνηται. Σκόπει δέ· Εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· καὶ γὰρ ἦν πάντα ἀπηρτισμένα. Καὶ ἐδείκνυ λοιπὸν ὁ Θεὸς τὸν στρατιώτην καὶ στρατηγὸν τῇ οἰκουμένῃ, τὸν στεφανίτην  τῷ θεάτρῳ τῶν ἀγγέλων,  τὸν ἱερέα, τὸν βασιλέα, τὸν διαδήματος μᾶλλον τῇ μαχαίρᾳ στεφανούμενον, τὸν τροπαιοῦχον, τὸν ἀριστέα, τὸν χωρὶς  συμβολῆς  νικητήν.   Καὶ γὰρ  ὥσπερ  ἂν  εἴ  τις  στρατηγὸς  ἄριστον  ἔχων στρατιώτην, ἀπὸ τῆς ὁπλοδεξιᾶς, ἀπὸ τῆς στάσεως, ἀπὸ τῆς ῥώμης καταπλήξειε τὸν ἀντίδικον· οὕτω καὶ ὁ Θεὸς, ἀπὸ τῆς γνώμης, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς στάσεως μόνης τοῦ δικαίου τὸν κοινὸν ἁπάντων ἡμῶν ἐχθρὸν διάβολον κατέπληξε καὶ ἐφυγάδευσε. Καὶ γὰρ οἶμαι κἀκεῖνον τότε φρίξαντα ἀναχωρῆσαι. Εἰ δὲ λέγοι τις· Καὶ τίνος ἕνεκεν οὐκ εἴασε βαπτισθῆναι τὴν δεξιὰν, εἶτα ἀθρόον ἀνέστησε τὸν σφαγιασθέντα; Ὅτι Θεῷ θέμις οὐκ ἦν αἵματα δέχεσθαι τοιαῦτα, ἀλλὰ ἀλαστόρων δαιμόνων ἡ τοιαύτη τράπεζα. Ἐνταῦθα δὲ ἀμφότερα ἐδείκνυτο, καὶ ἡ τοῦ ∆εσπότου φιλανθρωπία  καὶ ἡ τοῦ δούλου εὐγνωμοσύνη. Καὶ πρότερον μὲν ἐξῆλθεν ἀπὸ τῆς γῆς·  τότε  δὲ  ἀπὸ  τῆς  φύσεως  αὐτῆς  ἀνεχώρησε.  ∆ιὸ καὶ  ἔλαβε  μετὰ  τόκου  τὸ κεφάλαιον·   καὶ  μάλα  εἰκότως·  εἵλετο  γὰρ  μὴ  κληθῆναι   πατὴρ,  ὥστε  δοῦλος εὐγνώμων  φανῆναι.  ∆ιὰ τοῦτο  οὐχὶ  πατὴρ μόνον,  ἀλλὰ  καὶ ἱερεὺς ἐγίνετο·  καὶ ἐπειδὴ  ἀπέστη  τῶν  ἑαυτοῦ  διὰ  τὸν  Θεὸν, διὰ  τοῦτο  καὶ  ὁ  Θεὸς μετὰ  τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὑτοῦ. Ὅταν μὲν οὖν πολέμιοι ἐπιβουλεύωσι, καὶ μέχρι τῆς πείρας πρόεισι θαυματουργῶν· οἷον  ἐπὶ τῆς καμίνου,  καὶ τῶν  λεόντων·  ὅταν  δὲ αὐτὸς ἐπιτάττῃ, μέχρι προθυμίας ἵστησι τὸ ἐπίταγμα.

 ζʹ. Τί γὰρ ἔλειπεν, εἰπέ μοι, τῇ ἀριστείᾳ ταύτῃ λοιπόν; μὴ γὰρ προῄδει τὸ μέλλον ὁ Ἀβραάμ; μὴ γὰρ ἐπραγματεύετο τοῦ Θεοῦ τὴν φιλανθρωπίαν; Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' οὐ πάντα ὁ προφήτης οἶδεν. Ὥστε περιττὴ λοιπὸν ἦν ἡ σφαγὴ, καὶ ἀναξία Θεοῦ. Εἰ δὲ ἔδει μαθεῖν, ὅτι ἐκ νεκρῶν  ἐγείρειν  δυνατὸς  ὁ Θεὸς, ἀπὸ τῆς  μήτρας  πολλῷ  θαυμαστότερον  τοῦτο ἔμαθε· μᾶλλον δὲ, καὶ πρὸ τῆς ἀποδείξεως ἐκείνης· πιστὸς γὰρ ἦν. Σὺ δὲ μὴ θαύμαζε τὸν δίκαιον μόνον, ἀλλὰ καὶ ζήλου· καὶ ὁρῶν αὐτὸν ἐν τοσούτῳ θορύβῳ καὶ ζάλῃ κυμάτων, ὡς ἐν γαλήνῃ πλέοντα, ὁμοίως καὶ σὺ μεταχειρίζου τῆς ὑπακοῆς καὶ τῆς ἀνδρείας τὸ πηδάλιον. Μὴ γάρ μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα· ἀλλὰ  ἀναμνήσθητι  καὶ τῆς  φωνῆς  τοῦ παιδίου,  καὶ λόγισαι  πόσαι νιφάδες   ἐπῆλθον   αὐτῷ  στρατοπέδων  ἐκδειματοῦσαι,  ὅτε  ἤκουσε  τοῦ  παιδίου λέγοντος ὁ πατήρ· Τὸ πρόβατον ποῦ; ἐννόησον πόσοι τότε ἐκινήθησαν λογισμοὶ, οὐ σιδήρῳ, ἀλλὰ φλογίνοις  δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες  αὐτὸν καὶ διατέμνοντες.  Εἰ γὰρ καὶ νῦν κατακλῶνται  πολλοὶ καὶ μὴ πατέρες ὄντες, καὶ ἐδάκρυσαν, εἰ μὴ τὸ τέλος ᾔδεισαν· πολλοὺς δὲ, καίτοι τοῦτο εἰδότας, δακρύοντας ὁρῶ· τί πάσχειν ἐκεῖνον  εἰκὸς ἦν, τὸν  αὐτὸν  γεννήσαντα,  τὸν  θρέψαντα,  τὸν  ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον,  τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν; τίς ἡ σύνεσις τῶν ῥημάτων; τίς ἡ ἐπιείκεια τῆς πεύσεως; Τίς ἄρα ὁ ἐνεργῶν,  ὁ διάβολος, ὥστε ἐμπρῆσαι τὴν φύσιν; Μὴ γένοιτο,  ἀλλ' ὁ Θεὸς, ἵνα μᾶλλον βασανίσῃ τὴν χρυσῆν τοῦ δικαίου ψυχήν. Ὅταν μὲν γὰρ ἡ γυνὴ φθέγγηται τοῦ Ἰὼβ, διάβολος ἐνεργεῖ· τοιαύτη γὰρ ἡ συμβουλή· οὗτος δὲ οὐδὲν βλάσφημον φθέγγεται,  ἀλλὰ  καὶ  σφόδρα  εὐσεβὲς καὶ  μεμεριμνημένον·  καὶ  πολλὴ  ἡ  χάρις ἐπήνθει τοῖς ῥήμασι, πολὺ τὸ μέλι τῶν λόγων ἀπέσταξεν ἀπὸ γαλήνης καὶ ἡμέρου ῥέον ψυχῆς· καὶ λιθίνην  ἱκανὰ ταῦτα ἦν μαλάξαι διάνοιαν τὰ ῥήματα. Ἀλλ' οὐ τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, ἀλλ' οὐδὲ ἔσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα, τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; Τίνος δὲ ἕνεκεν καὶ ὁ παῖς ἐρωτᾷ; Οὐ περιεργαζόμενος ἁπλῶς οὐδὲ πολυπραγμονῶν, ἀλλ' ἀγωνιῶν  ὑπὲρ τῶν προκειμένων. Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν  τῶν γινομένων,  οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε. ∆ιὰ δὴ τοῦτο καὶ ὅτε μόνοι γεγόνασι, τότε αὐτὸν ἐρωτᾷ, ὅτε οὐδεὶς ἤκουε τῶν  λεγομένων·  τοσαύτη τοῦ παιδὸς ἡ σύνεσις ἦν. Ἆρα οὐ διεθερμάνθητε πάντες, καὶ ἄνδρες καὶ γυναῖκες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν, μεθ' ἧς καὶ συμποδιζόμενος καὶ ἐπὶ τοῖς ξύλοις ἐπιτιθέμενος, οὐκ ἐξεπλήττετο, οὐκ ἐσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ, καθάπερ τις ἀρνειὸς, μᾶλλον δὲ, καθάπερ ὁ κοινὸς πάντων   ∆εσπότης;  Καὶ  γὰρ  ἐκείνου   ἐμιμεῖτο  τὴν  ἐπιείκειαν,   καὶ  τὸν  τύπον ἐφύλαττεν·   Ὡς  πρόβατον  γὰρ  ἐπὶ  σφαγὴν  ἤχθη,  καὶ  ὡς  ἀμνὸς  ἐναντίον   τοῦ κείροντος αὐτὸν ἄφωνος. Καίτοι γε ἐφθέγξατο οὗτος· καὶ γὰρ καὶ ὁ ∆εσπότης αὐτοῦ ἐφθέγξατο· πῶς οὖν ἄφωνος;  Τουτέστιν, οὐδὲν αὔθαδες εἶπεν, οὐδὲ τραχὺ, ἀλλὰ πάντα ἥμερα καὶ προσηνῆ, καὶ μᾶλλον τῆς σιγῆς τὰ ῥήματα τὴν ἐπιείκειαν ἐδήλου. Ἐπεὶ καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; καὶ τὴν ἐπιείκειαν μᾶλλον ἐδήλωσεν, ἢ εἰ ἐσίγησε. Καὶ ὥσπερ οὗτος  τῷ  πατρὶ  ἀπὸ  τοῦ  θυσιαστηρίου,  οὕτω  καὶ  ἐκεῖνος  ἀπὸ  τοῦ  σταυροῦ διαλέγεται,  Πάτερ,  ἄφες  αὐτοῖς,  λέγων·  οὐ  γὰρ  οἴδασι  τί  ποιοῦσι.  Τί  οὖν  ὁ πατριάρχης; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα  τῆς  φύσεως  καλοῦσιν· ἐκεῖνος  Πατέρα, καὶ τέκνον  οὗτος. Καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διεγείρεται, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ· ἡ γὰρ φιλοσοφία πάντων  κρατεῖ. Εἶτα ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Εἶδες  τὸν βασιλέα πόσων ἐκράτησε στρατοπέδων, πόσων πολέμων  ἐπιόντων; Οὐδὲ γὰρ οὕτως ἦσαν οἱ βάρβαροι τῇ πόλει τῶν  Ἱεροσολύμων φοβεροὶ, ὅτε ἐπῆλθον  αὐτῇ πολλάκις,  ὡς  οἱ  λογισμοὶ  τούτων  πάντοθεν   αὐτὸν  περικαθήμενοι·  ἀλλ'  ὅμως ἁπάντων  περιεγένετο. Βούλει καὶ τὸν ἱερέα ἰδεῖν; οὐ πόῤῥωθεν τὸ ὑπόδειγμα. Ὅταν  γὰρ  αὐτὸν  ἴδῃς  πῦρ  ἔχοντα  καὶ  μάχαιραν  καὶ  θυσιαστηρίῳ  ἐφεστῶτα,  τί λοιπὸν  ἀμφιβάλλεις  ὑπὲρ τῆς ἱερωσύνης; Εἰ δὲ βούλει καὶ τὴν  θυσίαν ἰδεῖν, ὅρα διπλῆν. Προσήνεγκε γοῦν παῖδα, προσήνεγκε καὶ πρόβατον, μᾶλλον δὲ πρὸ πάντων, τὴν ἑαυτοῦ γνώμην· καὶ τῷ μὲν αἵματι τοῦ προβάτου τὴν δεξιὰν, τῇ δὲ σφαγῇ τοῦ παιδὸς τὴν ψυχὴν  ἡγίασεν. Οὕτως ἐχειροτονήθη  ἱερεὺς, αἵματι μονογενοῦς, θυσίᾳ ἀμνοῦ.  Καὶ  γὰρ  καὶ  οἱ  ἱερεῖς  αἵματι   ἡγιάζοντο   τῶν   ἱερείων   τῶν   τῷ   Θεῷ προσαγομένων. Βούλει καὶ προφήτην ἰδεῖν; Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη, φησίν. Οὕτω καὶ σὺ γίνῃ βασιλεὺς, καὶ ἱερεὺς, καὶ προφήτης ἐν τῷ λουτρῷ· βασιλεὺς μὲν, πάσας χαμαὶ ῥίψας τὰς πονηρὰς πράξεις, καὶ τὰ ἁμαρτήματα κατασφάξας· ἱερεὺς δὲ,  ἑαυτὸν προσενεγκὼν τῷ Θεῷ, καὶ καταθύσας τὸ σῶμα, καὶ σφαγεὶς καὶ αὐτός· Εἰ γὰρ συναπεθάνομεν αὐτῷ, φησὶ,  καὶ  συζήσομεν αὐτῷ·  προφήτης  δὲ,  τὰ  μέλλοντα  μανθάνων,  καὶ  ἔνθους γινόμενος  καὶ σφραγισάμενος. Καθάπερ γὰρ στρατιώταις  σφραγὶς, οὕτω  καὶ τοῖς πιστοῖς τὸ Πνεῦμα ἐπιτίθεται· κἂν λειποτακτήσῃς, κατάδηλος γίνῃ πᾶσιν. Ἰουδαῖοι μὲν γὰρ εἶχον  σφραγῖδα τὴν  περιτομὴν,  ἡμεῖς δὲ τὸν  ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ταῦτα οὖν εἰδότες, καὶ τὸ ἀξίωμα τὸ ἑαυτῶν ἐννοήσαντες, ἄξιον τῆς χάριτος ἐπιδειξώμεθα βίον, ἵνα καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |