ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΗʹ Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΗʹ Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΚΗʹ Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;

αʹ. Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήματα, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ'  οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν  ταύτῃ  διελέχθη  τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν  τι  λέγει,  ὥσπερ ἐξ ἀντιθέσεως  εἰσάγων  τὸν  λόγον,  καὶ λύων  προηγουμένως.  Ὃ δὲ λέγει,  τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον,  πανοῦργος  δὲ ὢν  παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας 


εἰς οἰκεῖον πρόσωπον  αἰτῆσαί  τι  παρ'  ὑμῶν,  καὶ  δι'  ἐκείνων  αὐτὸς  ἐδεξάμην,  τοῦ  δοκεῖν εἰληφέναι  ἐμαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαμβάνων. Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν· καὶ μάρτυρες ὑμεῖς. ∆ιὸ καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, λέγων· Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐχ ὁμοίως καὶ αὐτὸς ἐμοὶ περιεπάτησε; Τουτέστιν, οὐδὲ αὐτὸς ἔλαβεν. Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις. Τοῦτο γὰρ πολλῷ μεῖζον οὗ πεποίηκεν ὁ πατριάρχης. Ἐκεῖνος μὲν γὰρ ἀπὸ τῆς νίκης ἐπαν  ελθὼν, τοῦ βασιλέως διδόντος λάφυρα, οὐκ ἔφη λήψεσθαι, πλὴν ὧν ἔφαγον ἐκεῖνοι· οὗτος δὲ οὔτε τῆς ἀναγκαίας τροφῆς οὔτε αὐτὸς ἀπήλαυσεν, οὔτε τοὺς κοινωνοὺς ἀφῆκε μετασχεῖν, ἐκ πολλοῦ τοῦ περιόντος ἐπιστομίζων τῶν ἀναισχύντων  τὰ στόματα. ∆ιὰ τοῦτο οὐδὲ ἀποφαίνεται, οὐδὲ λέγει ὅτι οὐδὲ ἐκεῖνοι ἔλαβον, ἀλλ' ὃ πολλῷ τούτου μεῖζον ἦν, αὐτοὺς παράγει μάρτυρας τοὺς Κορινθίους τοῦ μηδὲν αὐτοὺς εἰληφέναι, ἵνα μὴ ἐξ οἰκείου προσώπου δοκῇ μαρτυρεῖν,  ἀλλ' ἀπὸ τῆς  ἐκείνων  ψήφου·  ὅπερ εἰώθαμεν  ἐπὶ  τῶν  σφόδρα ὡμολογημένων,  καὶ ὑπὲρ ὧν θαῤῥοῦμεν, ποιεῖν. Εἴπατε γὰρ, φησὶ, μή τις τῶν παρ' ὑμῶν  ἀποσταλέντων  ἐπλεονέκτησεν  ὑμᾶς; Οὐκ εἶπε, Μή τις ἔλαβέ τι παρ' ὑμῶν; ἀλλὰ πλεονεξίαν τὸ πρᾶγμα καλεῖ, καθαπτόμενος αὐτῶν, καὶ σφόδρα ἐντρέπων, καὶ δεικνὺς ὅτι τὸ παρὰ ἄκοντος λαβεῖν, πλεονεξία. Καὶ οὐκ εἶπε, Μὴ Τίτος; ἀλλὰ, Μή τις; Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι ὁ δεῖνα μὲν οὐκ ἔλαβεν, ἕτερος δὲ ἔλαβεν. Οὐδὲ εἷς τῶν ἀφικομένων. Παρεκάλεσα Τίτον. Καὶ τοῦτο πληκτικῶς. Οὐ γὰρ εἶπεν,  Ἔπεμψα Τίτον, ἀλλὰ,  Παρεκάλεσα, δεικνὺς  ὅτι  καὶ  εἰ  ἔλαβε, δικαίως  ἂν ἔλαβεν, ἀλλ' ὅμως καὶ οὕτω καθαρὸς ἔμεινε. ∆ιὸ πάλιν αὐτοὺς ἐρωτᾷ λέγων, Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Τί ἐστι, Τῷ αὐτῷ πνεύματι; Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ τῶν  ἡμετέρων  πόνων,  ἀλλὰ  τῆς τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάριτος.  Καὶ γὰρ  χάρις  ἦν  μεγίστη,  τὸ  καὶ  ὑστεροῦντας  καὶ  λιμώττοντας   μὴ λαμβάνειν   διὰ  τὴν  τῶν   μαθητευομένων   οἰκοδομήν.  Οὐ  τοῖς  αὐτοῖς  ἴχνεσιν; Τουτέστιν, οὐδὲ μικρὸν παρήλλαξαν ἐκεῖνοι ταύτην τὴν ἀκρί  βειαν, ἀλλὰ τὸν αὐτὸν κανόνα διετήρησαν. Πάλιν δοκεῖτε, ὅτι ὑμῖν ἀπολογούμεθα; Εἶδες πῶς πανταχοῦ  δέδοικε  μὴ κολακείας  δόξαν  λάβῃ; εἶδες  φρόνησιν  ἀποστολικὴν,  πῶς συνεχῶς αὐτὸ τίθησι; Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν, ἀλλ' ἀφορμὴν  διδόντες  ὑμῖν  καυχήματος·  καὶ ἐν  προοιμίοις  τῆς  Ἐπιστολῆς, Μὴ χρῄζομεν συστατικῶν ἐπιστολῶν;  Τὰ δὲ πάντα  ὑπὲρ τῆς οἰκοδομῆς ὑμῶν.  Πάλιν αὐτοὺς θεραπεύει. Καὶ οὐδὲ ἐνταῦθα σαφῶς φησιν, ὅτι ∆ιὰ τοῦτο οὐ λαμβάνομεν, διὰ τὴν ἀσθένειαν ὑμῶν, ἀλλ' ἵνα οἰκοδομήσωμεν ὑμᾶς· σαφέστερον μὲν ἢ πρότερον εἰπὼν,  καὶ  ἐκκαλύψας  ὅπερ  ὤδινεν,  οὐ  μὴν  πληκτικῶς.  Οὐ γὰρ  εἶπε,  ∆ιὰ  τὴν ἀσθένειαν ὑμῶν, ἀλλ', Ἵνα οἰκοδομηθῆτε. Φοβοῦμαι γὰρ μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε. Μέλλει μέγα τι καὶ φορτικὸν λέγειν. ∆ιὰ τοῦτο καὶ τὴν ἀπολογίαν τίθησι, τῷ τε εἰπεῖν, ὅτι Πάντα ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς,   καὶ   τῷ   προσθεῖναι,   ὅτι   Φοβοῦμαι,  τὸ   τραχὺ   καταστέλλων   τῶν μελλόντων  λεχθήσεσθαι. Τοῦτο γὰρ οὐκέτι αὐθαδείας ἦν οὐδὲ ἐξουσίας διδασκαλικῆς, ἀλλὰ κηδεμονίας πατρικῆς, ὅταν τῶν ἡμαρτηκότων μᾶλλον φοβῆται, καὶ τρέμῃ τὸ μέλλον  αὐτοὺς διορθοῦν. Ἀλλ' οὐδὲ οὕτως αὐτῶν  κατατρέχει, οὐδὲ ἀποφαίνεται,  ἀλλ' ἐνδοιάζων  φησὶ, Μή πως  ἐλθὼν  οὐχ  οἵους  θέλω.  Οὐκ εἶπεν, ἐναρέτους, ἀλλ', Οὐχ οἵους θέλω, διὰ πάντων τὰ τῆς φιλίας ἐνδεικνύμενος ὀνόματα. Καὶ τὸ Εὕρω δὲ, τὸ παρὰ προσδοκίαν δηλοῦντός ἐστιν, ὡσπεροῦν καὶ τὸ Εὑρεθῶ ὑμῖν. Οὐ γὰρ προαιρέσεως τὸ πρᾶγμα, ἀλλὰ ἀνάγκης τὴν αἰτίαν παρ' ὑμῶν λαμβανούσης.∆ιό  φησιν,  Εὑρεθῶ οἷον  οὐ  θέλετε.  Ἐνταῦθα  οὐκ  εἶπεν,  Οἷον  οὐ  θέλω·  ἀλλὰ πληκτικώτερον,    Οἷον   οὐ   βούλεσθε.   Λοιπὸν   γὰρ   αὐτοῦ   βούλημα   ἦν,   οὐχὶ προηγούμενον μὲν, βούλημα δ' οὖν ὅμως. Ἠδύνατο μὲν γὰρ πάλιν εἰπεῖν, Οἷον οὐ θέλω,  καὶ  οὕτω  δεῖξαι  τὴν  ἀγάπην·  ἀλλ'  οὐ  βούλεται  ἐκλῦσαι  τὸν  ἀκροατήν. Μᾶλλον δὲ καὶ τραχύτερος ὁ λόγος οὕτως ἐγίνετο· νῦν δὲ καὶ ἔπληξε μειζόνως, καὶ ἡμερώτερον ἑαυτὸν ἔδειξε. Τοῦτο γὰρ αὐτοῦ τῆς σοφίας ἐστὶν ἴδιον, τὸ βαθύτερον τέμνοντα, ἡμερώτερον πλήττειν. Εἶτα ἐπειδὴ ἀσαφῶς εἶπεν, ἐκκαλύπτει αὐτὸ λέγων, Μή πως ἔρις, ζῆλοι, θυμοὶ, καταλαλιαὶ, ψιθυρισμοὶ, φυσιώσεις. Καὶ ὃ πρῶτον ἔμελλε τιθέναι, τοῦτο ὕστερον τίθησι· κατ' αὐτοῦ γὰρ ἀπενοοῦντο. Ἵνα οὖν μὴ δόξῃ προηγουμένως τὸ ἑαυτοῦ ζητεῖν, τὸ κοινὸν λέγει πρῶτον. βʹ. Ταῦτα γὰρ πάντα ἀπὸ βασκανίας ἐτίκτετο, αἱ διαβολαὶ, αἱ κατηγορίαι, αἱ διαστάσεις. Ὥσπερ γάρ τις ῥίζα μονηρὰ  ἡ βασκανία τὸν  θυμὸν,  τὴν  κατηγορίαν,  τὴν  ἀπόνοιαν,  τὰ  ἄλλα  πάντα ἔτικτε, καὶ παρ' αὐτῶν ηὔξετο μειζόνως. Μὴ πάλιν  ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς. Καὶ τὸ, Πάλιν, πλήττοντος  ἦν. Ἀρκεῖ γὰρ τὰ πρότερα, φησίν· ὃ καὶ ἀρχόμενος  ἔλεγεν,  ὅτι Φειδόμενος ὑμῶν  οὐκ ἦλθον  εἰς Κόρινθον. Εἶδες πῶς καὶ ἀγανάκτησιν δείκνυσι καὶ φιλοστοργίαν; Τί δέ ἐστι, Ταπεινώσῃ; Καὶ μὴν δόξα αὕτη ἐστὶ, τὸ ἐγκαλεῖν, τὸ τιμωρεῖσθαι, τὸ εὐθύνας ἀπαιτεῖν, τὸ ἐν τάξει δικαστοῦ καθέζεσθαι· ἀλλ' ὅμως ταπείνωσιν  αὐτὸ καλεῖ. Τοσοῦτον ἀπεῖχεν  αἰσχύνεσθαι τῇ ταπεινώσει ἐκείνῃ, ὅτι ἡ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος ὅτι καὶ διηνεκῶς ἠβούλετο ἐν τούτῳ εἶναι, καὶ τοὐναντίον ἀπηύχετο. Καὶ λέγει αὐτὸ προϊὼν   σαφέστερον,  καὶ  ταπείνωσιν   τοῦτο  μάλιστα  ἡγεῖται,  τὸ  εἰς  τοιαύτην ἐμπεσεῖν ἀνάγκην  τοῦ κολάζειν, τοῦ τιμωρεῖσθαι. Καὶ τίνος  ἕνεκεν  οὐκ εἶπε, Μὴ ἐλθὼν ταπεινωθῶ, ἀλλὰ, Μὴ ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου; Ὅτι εἰ μὴ δι' αὐτὸν, οὐκ   ἂν   ἐπεστράφην,   οὐκ   ἂν   ἐφρόντισα.   Οὐδὲ  γὰρ  ὡς   ἐξουσίαν  ἔχων   καὶ αὐθαδιζόμενος ἀπαιτῶ δίκην, ἀλλὰ διὰ τὸ αὐτοῦ ἐπίταγμα. Ἀνωτέρω μὲν οὖν αὐτὸ τίθησι λέγων, Εὑρεθῶ οἷον οὐ θέλετε· ἐνταῦθα δὲ καθυφίησι, καὶ ἡμερώτερον καὶ πραότερον  φθέγγεται  λέγων,  Πενθήσω πολλοὺς  τῶν  ἡμαρτηκότων.  Οὐχ ἁπλῶς ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων. Καὶ οὐκ εἶπε, πάντας, ἀλλὰ, Πολλούς· καὶ οὐδὲ τούτους ποιεῖ φανεροὺς, διδοὺς κἀντεῦθεν  ῥᾳδίαν αὐτοῖς τὴν πρὸς τὴν μετάνοιαν  ἐπάνοδον· καὶ δῆλον ποιῶν, ὅτι δύναται μετάνοια τὰ πεπλημμελημένα διορθῶσαι, τοὺς μὴ μετανοοῦντας  πενθεῖ, τοὺς τὰ ἀνίατα  νοσοῦντας, τοὺς ἐν τῷ τραύματι μένοντας. Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων  ταπεινῶται. Τοῦτο γὰρ μάλιστα τοῦ διδασκάλου, τὸ οὕτω συναλγεῖν ταῖς τῶν μαθητῶν συμφοραῖς, τὸ κόπτεσθαι καὶ πενθεῖν ἐπὶ τοῖς τραύμασι τῶν  ἀρχομένων.  Εἶτα  λέγει  καὶ  τὸ  εἶδος  τῆς  ἁμαρτίας·  Ἐπὶ  τῇ  ἀσελγείᾳ  καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ αὐτὸς μὲν ἐνταῦθα πορνείαν αἰνίττεται· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόματι. Εἰ γὰρ καὶ κατ' ἐξοχὴν  ὁ πόρνος  καὶ ὁ μοιχὸς  λέγεται  ἀκάθαρτος, ἀλλ' ὅμως  καὶ τὰ ἄλλα ἁμαρτήματα ἀκαθαρσίαν ἐμποιεῖ τῇ ψυχῇ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς ἀκαθάρτους καλεῖ τοὺς Ἰουδαίους, οὐχὶ πορνείαν  αὐτοῖς ἐγκαλῶν  μόνον, ἀλλὰ καὶ πονηρίαν ἑτέραν. ∆ιὸ καί φησι, ποιῆσαι καὶ τὸ ἔξω καθαρόν· καὶ, ὅτι Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα· καὶ ἀλλαχοῦ εἴρηται, Ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς  ὑψηλοκάρδιος.  Καὶ εἰκότως.  Οὐδὲν γὰρ ἀρετῆς  καθαρώτερον,  οὐδὲν  κακίας ἀκαθαρτότερον· ἡ μὲν γὰρ ἡλίου λαμπροτέρα ἐστὶν, ἡ δὲ βορβόρου δυσωδεστέρα. Καὶ ταῦτα μαρτυρήσαιεν ἂν καὶ αὐτοὶ οἱ ἐν τῷ βορβόρῳ κυλινδούμενοι,  καὶ οἱ ἐν τῷ σκότῳ διάγοντες, ὅταν μικρὸν γοῦν τις αὐτοὺς διαβλέψαι παρασκευάζῃ. Ἕως μὲν γὰρ ἂν καθ' ἑαυτοὺς ὦσι, καὶ μεθύωσι τῷ πάθει, καθάπερ ἐν σκότῳ διατρίβοντες ἀσχημόνως κεῖνται μετὰ πολλῆς τῆς αἰσχρότητος, αἰσθανόμενοι μὲν καὶ τότε ἔνθα εἰσὶν,  οὐκ  ἀκριβῶς  δέ·  ἐπειδὰν  δὲ  ἴδωσί  τινα  αὐτοὺς  ἐλέγχοντα  τῶν  ἐν  ἀρετῇ βιούντων, ἢ καὶ φανέντα μόνον, τότε σαφέστερον αὑτῶν διαγινώσκουσι τὴν ἀθλιότητα, καὶ ὥσπερ ἀκτῖνος ἀφεθείσης, οὕτω περιστέλλουσι τὴν οἰκείαν ἀσχημοσύνην, καὶ τοὺς συνειδότας ἐρυθριῶσι, κἂν ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος ᾖ, καὶ ὁ μὲν βασιλεὺς, ὁ δὲ ἀρχόμενος. Οὕτω  ἰδὼν τὸν Ἠλίαν ὁ Ἀχαὰβ ᾐσχύνετο, καὶ  μηδέπω  μηδὲν  εἰρηκότος  ἐκείνου,  ἀπὸ  τῆς  ὄψεως  αὐτοῦ  μόνης  ἁλούς·  καὶ σιγῶντος   τοῦ  κατηγόρου,  τὴν  καταδικάζουσαν  αὐτὸν   ἔφερε  ψῆφον,   τὰ  τῶν ἑαλωκότων  φθεγγόμενος,  καὶ λέγων,  Εὕρηκάς με ὁ ἐχθρός  μου. Οὕτως αὐτὸς  ὁ Ἠλίας τῷ τυράννῳ  τότε ἐκείνῳ  μετὰ πολλῆς  διελέγετο  τῆς παῤῥησίας. Οὕτως ὁ Ἡρώδης, οὐ φέρων  τὴν ἀπὸ τῶν  ἐλέγχων  αἰσχύνην  (καὶ γὰρ ἔδειξε σαφέστερον, λάμψασα μέγα  καὶ  διαυγὲς  ἡ τῆς  προφητικῆς  γλώττης  φωνὴ),  ἐνέβαλεν  εἰς  τὸ δεσμωτήριον τὸν Ἰωάννην· καθάπερ γυμνὸς ὢν, καὶ τὸν λύχνον  σβέσαι ἐπιχειρῶν, ἵνα πάλιν ἐν τῷ σκότῳ ᾖ. Μᾶλλον δὲ αὐτὸς μὲν οὐκ ἐτόλμησε σβέσαι, ἀλλ' ὥσπερ ὑπὸ τὸν μόδιον εἰς τὸ οἴκημα τέθεικεν· ἡ δὲ ἀθλία καὶ ταλαίπωρος  ἐκείνη τοῦτο γενέσθαι κατηνάγκασεν. Ἀλλ' οὐδὲ οὕτω καλύψαι ἴσχυσαν τὸν ἔλεγχον, ἀλλὰ μειζόνως ἀνῆψαν. Οἵ τε γὰρ ἐρωτῶντες, διὰ τί Ἰωάννης  εἰς τὸ δεσμωτήριον οἰκεῖ, τὴν αἰτίαν ἐμάνθανον, οἵ τε μετὰ ταῦτα γῆν καὶ θάλατταν οἰκοῦντες ἅπαντες, οἵ τε τότε γενόμενοι, οἵ τε νῦν, οἵ τε αὖθις ἐσόμενοι, σαφῶς ἔγνωσάν τε καὶ εἴσονται τὰ πονηρὰ ταῦτα δράματα, τά τε τῆς ἀσελγείας, τά τε τῆς μιαιφονίας αὐτῶν, καὶ χρόνος οὐδεὶς τὴν μνήμην τούτων ἐξαλεῖψαι δυνήσεται.

 γʹ. Τοσοῦτόν ἐστιν ἀρετὴ, οὕτως ἀθάνατον ἔχει τὴν μνήμην, οὕτω καὶ ἀπὸ ῥημάτων μόνων καταπλήττει τοὺς ἀντικειμένους αὐτῇ. Τίνος γὰρ ἕνεκεν ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον; διὰ τί μὴ κατεφρόνησε; μὴ γὰρ εἰς δικαστήριον αὐτὸν ἔμελλεν ἕλκειν; μὴ γὰρ δίκην ἀπῄτησε τῆς μοιχείας; οὐχὶ ἔλεγχος ἦν τέως τὰ λεγόμενα μόνον; Τί τοίνυν δέδοικε καὶ τρέμει; οὐχὶ ῥήματα ἦν καὶ λόγος ψιλός; Ἀλλὰ μᾶλλον πραγμάτων ἔδακνεν. Οὐκ ἤγαγεν εἰς δικαστήριον, ἀλλ'  εἰς ἕτερον τοῦ συνειδότος εἷλκεν  αὐτὸν κριτήριον, καὶ πάντας ἐκάθισεν  αὐτῷ  δικαστὰς  τοὺς  μετ'  ἐξουσίας  κατὰ  διάνοιαν   τότε  τὰς  ψήφους φέροντας.  ∆ιὰ τοῦτο ἔτρεμεν ὁ τύραννος,  τῆς ἀρετῆς τὴν λαμπηδόνα  οὐ φέρων. Εἶδες ἡλίκον  φιλοσοφία;  δεσμώτην  τυράννου  λαμπρότερον  ἐποίησε, καὶ  τοῦτον ἐκεῖνος δέδοικε καὶ τρέμει. Ἀλλ' αὐτὸς μὲν ἔδησε μόνον· ἡ δὲ μιαρὰ ἐκείνη καὶ ἐπὶ τὴν σφαγὴν ὥρμησε. Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκλημα μᾶλλον  ἐφέρετο. Οὐδὲ γὰρ ἐκείνῃ τότε ἀπαντήσας εἶπε, Τί συνοικεῖς τῷ τυράννῳ; οὐκ ἐπειδὴ ἀνεύθυνος  ἦν· πῶς γάρ; ἀλλ' ἐντεῦθεν τὸ πᾶν διορθῶσαι ἐβούλετο. ∆ιὸ τοῦτον ἐμέμψατο· καὶ οὐδὲ τοῦτον σφοδρῶς. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ καὶ παμμίαρε, καὶ παράνομε, καὶ βέβηλε, κατεπάτησας τοῦ Θεοῦ τὸν νόμον, κατεφρόνησας τῶν ἐπιταχθέντων,  τὴν ἰσχὺν τὴν σὴν νόμον ἐποίησας. Οὐδὲν τούτων, ἀλλὰ καὶ ἐν τοῖς ἐλέγχοις πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, πολλὴ ἡ πραότης· Οὐκ ἔξεστί σοι γὰρ ἔχειν, φησὶ, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ   σου.  ∆ιδάσκοντος   μᾶλλον   τὸ   ῥῆμα   ἢ   ἐλέγχοντος,   παιδεύοντος   ἢ κολάζοντος, ῥυθμίζοντος ἢ ἐκπομπεύοντος, δι ορθοῦντος ἢ ἐπεμβαίνοντος. Ἀλλ', ὅπερ ἔφην, ἐχθρὸν τῷ κλέπτῃ τὸ φῶς, ἐπαχθὴς ὁ δίκαιος τοῖς ἁμαρτάνουσι καὶ φαινόμενος  ἁπλῶς· Βαρὺς γὰρ ἡμῖν καὶ βλεπόμενος. Οὐ γὰρ φέρουσιν αὐτοῦ τὰς ἀκτῖνας, καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, τὰς ἡλιακάς. Πολλοῖς δὲ τῶν πονηρῶν οὐ φαινόμενος  μόνον, ἀλλὰ καὶ ἀκουόμενος, βαρύς. ∆ιά τοι τοῦτο καὶ ἡ μιαρὰ καὶ παμμίαρος ἐκείνη, ἡ προαγωγὸς τοῦ θυγατρίου, μᾶλλον δὲ ἡ παιδοκτόνος, καίτοι  οὐδὲ  ἰδοῦσα  αὐτὸν,  οὐδὲ  ἀκούσασα αὐτοῦ  τῆς  φωνῆς,  ἐπὶ  τὴν  σφαγὴν ὥρμησε· καὶ παρασκευάζει ἣν ἀσελγῶς ἔθρεψε, ταύτην καὶ εἰς φόνον ἐλθεῖν· οὕτως ἐκ περιουσίας αὐτὸν ἐδεδοίκει. Καὶ τί φησι; ∆ός μοι ἐπὶ πίνακι  ὧδε τὴν κεφαλὴν Ἰωάννου  τοῦ Βαπτιστοῦ. Ποῖ φέρῃ κατὰ κρημνῶν,  ἀθλία  καὶ ταλαίπωρε; μὴ γὰρ πάρεστιν ὁ κατήγορος; μὴ γὰρ ὁρᾶται καὶ ἐνοχλεῖ; Ἕτεροι ἔλεγον, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ταύτῃ δὲ, ὅπερ εἶπον, καὶ ἀκουόμενος· διό φησι, ∆ός μοι ὧδε ἐπὶ πίνακι  τὴν  κεφαλὴν  Ἰωάννου.  Καὶ μὴν  δεσμωτήριον  οἰκεῖ  διὰ  σὲ, καὶ  ἁλύσει περίκειται, καὶ ἔξεστί σοι νεανιεύεσθαι ἐπὶ τῷ ἔρωτι, καὶ λέγειν οὕτως· Ἐκράτησα τοῦ βασιλέως, ὅτι οὐδὲ δημοσίᾳ ἐγκληθεὶς  καθυφῆκεν,  οὐδὲ ἀπέστη τοῦ ἔρωτος, οὐδὲ διέσπασέ μου τὴν μοιχείαν,  ἀλλὰ καὶ τὸν ἐγκαλέσαντα  ἔδησε. Τί μαίνῃ καὶ λυσσᾷς, ἔχουσα καὶ  μετὰ  τὸν  ἔλεγχον  τῆς  ἁμαρτίας  τὸν  νυμφίον;  τί  τράπεζαν ἐριννύων  ἐπιζητεῖς, καὶ δαιμόνων ἀλαστόρων συμπόσιον κατασκευάζεις; Εἶδες πῶς οὐδαμινὸν,  πῶς δειλὸν,  πῶς ἄνανδρον  ἡ κακία, πῶς ὅτε μάλιστα κρατήσει, τότε γίνεται  ἀσθενεστέρα; Καὶ γὰρ αὕτη οὐχ οὕτως  ἐθορυβεῖτο πρὶν  εἰς δεσμωτήριον ἐμβαλεῖν τὸν Ἰωάννην, ὡς ταράττεται δεθέντος αὐτοῦ, καὶ ἐπείγει λέγουσα, ∆ός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Καὶ διὰ τί ὧδε; ∆έδοικα μὴ συσκιασθῇ, φησὶν, ὁ φόνος, μὴ ἐξέλωσιν αὐτόν τινες  τοῦ κινδύνου.  Καὶ διὰ τί μὴ ὅλον τὸν νεκρὸν ἐπιζητεῖς,  ἀλλὰ  τὴν  κεφαλήν;  Τὴν λυπήσασαν, φησὶ, γλῶτταν,  ταύτην  ἐπιθυμῶ σιγῶσαν ἰδεῖν. Ἀλλὰ τοὐναντίον  ἐστὶν, ὅπερ οὖν καὶ γέγονεν, ἀθλία καὶ ταλαίπωρε, λαμπρότερον βοήσεται, μετὰ ταῦτα ἀποτμηθεῖσα. Τότε μὲν γὰρ ἐν Ἰουδαίᾳ μόνον ἐβόα, νῦν δὲ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἀφίξεται· καὶ ὅπουπερ ἂν εἰσέλθῃς εἰς Ἐκκλησίαν, κἂν ἐν τῇ Μαύρων, κἂν ἐν τῇ Περσῶν, κἂν πρὸς αὐτὰς τὰς Βρετανικὰς νήσους, ἀκούεις βοῶντος Ἰωάννου, Οὐκ ἔξεστι σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἀλλ' οὐδὲν εἰδυῖα αὕτη φιλοσοφεῖν κατεπείγει καὶ ἄγχει καὶ ὠθεῖ τὸν ἀνόητον τύραννον ἐπὶ τὸν φόνον, δεδοικυῖα μή ποτε μεταβάληται. Σὺ δὲ μάθε πάλιν κἀντεῦθεν τῆς ἀρετῆς τὴν ἰσχύν. Οὐδὲ ἐγκεκλεισμένον, οὐδὲ δεδεμένον καὶ σιγῶντα φέρει τὸν δίκαιον. Εἶδες πῶς ἀσθενὲς ἡ κακία, πῶς ἀκάθαρτον; Ἀντὶ γὰρ ἐδεσμάτων ἀνθρωπίνην  κεφαλὴν  ἐπὶ πίνακι  εἰσάγει. Τί μιαρώτερον, τί δὲ ἐναγέστερον, τί δὲ ἀναιδέστερον  τῆς  κόρης  ἐκείνης;  οἵαν  ἀφῆκε  φωνὴν  ἐν   τῷ  θεάτρῳ  τοῦ διαβόλου, καὶ τῷ συμποσίῳ τῶν  δαιμόνων;  Εἶδες γλῶτταν  καὶ γλῶτταν,  τὴν μὲν φάρμακα  φέρουσαν  σωτήρια,  τὴν  δὲ  δηλητήριον   ἔχουσαν,  καὶ  τραπεζοποιὸν γινομένην  ἑστιάσεως διαβολικῆς; Ἀλλὰ τίνος  ἕνεκεν  οὐκ ἐκέλευσεν ἔνδον  ἐν τῷ συμποσίῳ αὐτὸν κατασφαγῆναι, ἔνθα πλείων ἦν αὐτῇ ἡδονή; Ἐδεδοίκει μὴ παραγενόμενος  καὶ ὀφθεὶς, ἅπαντας μεταβάλῃ διὰ τῆς ὄψεως, διὰ τῆς παῤῥησίας. ∆ιά τοι τοῦτο τὴν κεφαλὴν ἐπιζητεῖ, τρόπαιον πορνείας λαμπρὸν στῆσαι βουλομένη· καὶ ἔδωκε τῇ μητρὶ αὐτῆς.

 δʹ. Εἶδες τῆς ὀρχήσεως τὰ ἐπίχειρα, εἶδες τὰ λάφυρα τῆς διαβολικῆς   ἐπιβουλῆς;   οὐ   τὴν   κεφαλὴν    Ἰωάννου    λέγω,   ἀλλ'   αὐτὸν   τὸν συνοικοῦντα. Εἰ γάρ τις ἀκριβῶς ἐξετάσειε, κατὰ τοῦ βασιλέως ἔσται τὸ τρόπαιον, καὶ ἡ νικήσασα ἡττᾶτο, καὶ ὁ ἀποτμηθεὶς ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, καὶ μετὰ τὴν τελευτὴν  σφοδρότερον κατασείων τῶν ἡμαρτηκότων τὴν διάνοιαν. Καὶ ὅτι οὐ κόμπος τὰ εἰρημένα, αὐτὸν ἐρώτησον τὸν Ἡρώδην· ὃς, ἐπειδὴ τοῦ Χριστοῦ τὰ σημεῖα ἤκουσεν, ἔλεγεν· Οὗτός ἐστιν Ἰωάννης· αὐτὸς ἐγέρθη ἐκ νεκρῶν, καὶ διὰ τοῦτο  ἐνεργοῦσιν  αἱ  δυνάμεις  ἐν  αὐτῷ.  Οὕτως ἀκμάζοντα  εἶχε  τὸν  φόβον  καὶ διηνεκῆ τὴν ἀγωνίαν· καὶ οὐδεὶς ἀποβαλεῖν τὸ δέος τοῦ συνειδότος ἴσχυσεν, ἀλλ' ἔμεινεν  ὁ  δικαστὴς  ἐκεῖνος  ὁ  ἀδέκαστος  ἄγχων  αὐτὸν,  καὶ  καθ'  ἡμέραν  δίκην ἀπαιτῶν  τῆς σφαγῆς. Ταῦτ' οὖν εἰδότες, μὴ φοβώμεθα τὸ κακῶς παθεῖν, ἀλλὰ τὸ δρᾶσαι κακῶς· τοῦτο μὲν γὰρ νίκη, ἐκεῖνο δὲ ἧττα. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε, ∆ιὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ἐν γὰρ τῷ πάσχειν  κακῶς οἱ στέφανοι  καὶ τὰ βραβεῖα καὶ ἡ ἀνακήρυξις.  Καὶ τοῦτο ἐπὶ πάντων ἔστι τῶν ἁγίων ἰδεῖν. Ἐπεὶ οὖν ἅπαντες ἐστεφανώθησαν οὕτως, ἀνεκηρύχθησαν οὕτω, καὶ ἡμεῖς ταύτην ὁδεύωμεν τὴν ὁδόν· καὶ εὐχώμεθα μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ παραγένοιτο, μετὰ πολλῆς ἱστάμενοι τῆς ἀνδρείας, τὴν προσήκουσαν ἐπιδειξώμεθα  προθυμίαν· ἵνα τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν. 

ΚΘʹ.  Τρίτον τοῦτο  ἔρχομαι  πρὸς ὑμᾶς, ἐπὶ  στόμα τος  δύο μαρτύρων  καὶ  τριῶν  σταθήσεται  πᾶν  ῥῆμα.

 αʹ. Πολλαχόθεν  μὲν  καὶ  ἄλλοθεν, μάλιστα δὲ καὶ ἐκ τούτου, τοῦ Παύλου τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν, καὶ τὴν πολλὴν φιλοστοργίαν·  πῶς πολὺς μὲν ἐν ταῖς παραγγελίαις  καὶ σφοδρὸς, ὀκνηρὸς δὲ καὶ μελλητὴς  ἐν ταῖς τιμωρίαις. Οὐ γὰρ εὐθέως ἁμαρτάνοντας ἐκόλασεν, ἀλλὰ παρήγγειλεν  ἅπαξ καὶ δεύτερον· καὶ οὐδὲ οὕτω παρακούσαντας τιμωρεῖται,  ἀλλὰ πάλιν   παραγγέλλει   λέγων,   Τρίτον   ἔρχομαι   τοῦτο   πρὸς   ὑμᾶς,   καὶ   πρὶν   ἢ παραγένωμαι, γράφω πάλιν. Εἶτα ἵνα μὴ ἡ μέλλησις ῥᾳθυμίαν ἐργάσηται, ὅρα πῶς καὶ τὸ ἐντεῦθεν  διορθοῦται, συνεχῶς ἀπειλῶν,  καὶ ἐπανατεινόμενος  τὴν πληγὴν, καὶ  λέγων,  Ἐὰν ἔλθω  εἰς  τὸ πάλιν,  οὐ φείσομαι· καὶ, Μή πως  ἐλθὼν  πενθήσω πολλούς.   Ταῦτα  δὲ  ποιεῖ  καὶ  λέγει,  καὶ  ταύτῃ  τὸν  ∆εσπότην  τῶν   ἁπάντων μιμούμενος· ἐπεὶ καὶ ὁ Θεὸς συνεχῶς  μὲν ἀπειλεῖ  καὶ πολλάκις  παραγγέλλει,  οὐ πολλάκις  δὲ κολάζει καὶ τιμωρεῖται. Τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ· καὶ διὰ τοῦτο καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον. Τί ἐστι, Φειδόμενος ὑμῶν; Ἵνα μὴ εὑρὼν ἡμαρτηκότας καὶ ἀδιορθώτους μείναντας, ἐπάγω κόλασιν καὶ τιμωρίαν. Καὶ ἐνταῦθα, Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. Ἄγραφον ἐγγράφῳ συνάπτει· ὃ καὶ ἀλλαχοῦ πεποίηκεν εἰπὼν, ὅτι Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα  μίαν. Καίτοι γε ἐπὶ νομίμου τοῦτο εἴρηται γάμου. ἀλλὰ ἀπεχρήσατο αὐτῷ εἰς τοῦτο συμφερόντως, ὥστε φοβῆσαι μειζόνως. Οὕτω δὴ καὶ ἐνταῦθα ποιεῖ, ἀντὶ μαρτυριῶν τὰς παρουσίας αὐτοῦ τιθεὶς καὶ τὰς παραγγελίας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἅπαξ εἶπον καὶ δεύτερον, ὅτε παρεγενόμην· λέγω καὶ νῦν διὰ  γραμμάτων.  Καὶ μὴν  ἐὰν  ἀκούσητέ  μου,  ὅπερ  ἐπεθύμουν  γέγονεν·  ἐὰν  δὲ παρακούσητε, ἀνάγκη λοιπὸν στῆσαι τὰ εἰρημένα, καὶ ἐπαγαγεῖν τὴν τιμωρίαν. ∆ιό φησι, Προείρηκα, καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Εἰ γὰρ ἐπὶ  στόματος δύο μαρτύρων  καὶ  τριῶν  σταθήσεται πᾶν  ῥῆμα, παρεγενόμην δεύτερον  καὶ  εἶπον,  λέγω  δὲ  καὶ  νῦν  διὰ  τῆς  Ἐπιστολῆς·  ἀνάγκη  με  λοιπὸν ἀληθεῦσαι. Μὴ γὰρ δὴ νομίσητε ἔλαττον ἔχειν τὰ γράμματα τῆς παρουσίας· ὥσπερ γὰρ παρὼν ἔλεγον, οὕτω καὶ ἀπὼν νῦν γράφω. Εἶδες κηδεμονίαν  πατρικήν; εἶδες διδασκαλίαν  καὶ  πρέπουσαν πρόνοιαν; Οὔτε ἐσίγησεν, οὔτε  ἐκόλασεν, ἀλλὰ  καὶ προλέγει πολλάκις, καὶ μένει διηνεκῶς ἀπειλῶν, καὶ ἀναβάλλεται τὴν τιμωρίαν· καὶ εἰ μένοιεν ἀδιόρθωτοι, τότε ἀπειλεῖ τὴν πεῖραν ἐπαγαγεῖν. Τί δὲ προείρηκας παρὼν, καὶ ἀπὼν νῦν γράφεις; Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. ∆είξας πρότερον ὅτι οὐ δύναται, ἂν μὴ ἀναγκασθῇ, τοῦτο ποιῆσαι, καὶ πένθος τὸ πρᾶγμα καλέσας καὶ  ταπείνωσιν·  Μή πως γὰρ, φησὶν, ἐλθόντα  με ὁ Θεός μου ταπεινώσῃ  πρὸς ὑμᾶς, καὶ  πενθήσω  πολλοὺς  τῶν  προημαρτηκότων,  καὶ  μὴ μετανοησάντων·  καὶ ἀπολογησάμενος αὐτοῖς, ὅτι καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον προεῖπε, καὶ ὅτι πάντα ποιεῖ καὶ μηχανᾶται, ὥστε ἀνακρούσασθαι τὴν τιμωρίαν, καὶ τῷ φόβῳ τῶν ῥημάτων βελτίους ποιῆσαι, τότε τὸ φορτικὸν τοῦτο καὶ φοβερὸν ἔθηκε λέγων, Ὅτι, ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Οὐκ εἶπε, Τιμωρήσομαι καὶ κολάσω καὶ ἀπαιτήσω δίκην, ἀλλὰ  πάλιν  πατρικοῖς  ῥήμασι καὶ αὐτὴν  τὴν  τιμωρίαν  τίθησι, δεικνὺς  αὐτοῦ τὰ σπλάγχνα καὶ τὴν συναλγοῦσαν αὐτοῖς διάνοιαν, διότι ἀεὶ φειδόμενος ἀνεβάλλετο. Εἶτα, ἵνα μὴ καὶ νῦν νομίσωσιν, ὅτι πάλιν ἀναβολὴ καὶ ἁπλῶς ἀπειλὴ ῥημάτων, διὰ τοῦτο καὶ ἔμπροσθεν εἴρηκεν·  Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· καὶ, Ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκέτι ἀναβαλοῦμαι, εἰ ἀδιορθώτους εὕροιμι, ὃ μὴ γένοιτο, ἀλλὰ ἐπάξω πάντως, καὶ στήσω ὅπερ εἴρηκα. Εἶτα μετὰ πολλοῦ τοῦ θυμοῦ καὶ σφοδρᾶς τῆς ἀγανακτήσεως πρὸς τοὺς κωμῳδοῦντας  αὐτὸν ὡς ἀσθενῆ, καὶ τὴν παρουσίαν αὐτοῦ χλευάζοντας, καὶ λέγοντας,  Ἡ παρουσία ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος, ὡς πρὸς τούτους γοῦν ἀποτεινόμενος, φησίν· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος  Χριστοῦ; Τοῦτο γὰρ ὁμοῦ μὲν πλήττων, ὁμοῦ δὲ κἀκείνων καθαπτόμενος εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ἐπειδὴ βούλεσθε δοκιμάζειν  εἰ ἐν ἐμοὶ ὁ Χριστὸς οἰκεῖ, καὶ εὐθύνας ἀπαιτεῖτε, καὶ διὰ τοῦτό με κωμῳδεῖτε, ὡς εὐτελῆ καὶ εὐκαταφρόνητον, ἅτε ἔρημον ὄντα τῆς δυνάμεως ἐκείνης· εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἔρημοι, εἰ παράσχοιτε πρόφασιν, ὃ μὴ γένοιτο.  Τί οὖν; εἰπέ μοι· διὰ τοῦτο κολάζεις, ἐπειδὴ δοκιμὴν  ζητοῦσιν; Οὐχὶ, φησίν·  εἰ  γὰρ  τοῦτο  ἐζήτουν,  ἐκ  πρώτης  ἂν  ἐκόλασα  ἁμαρτόντας,  καὶ  οὐκ ἀνεβαλόμην.  Ὅτι  δὲ  οὐ  τοῦτο  ζητεῖ,  προϊὼν  τοῦτο  σαφέστερον ἔδειξεν  εἰπὼν, Εὔχομαι δὲ μηδὲν ποιῆσαι ὑμᾶς κακὸν, οὐχ ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν,  ἀλλὰ ὑμεῖς δόκιμοι ἦτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. βʹ. Οὐ τοίνυν  αἰτιολογικῶς  αὐτὸ τίθησιν, ἀλλὰ μᾶλλον ἀγανακτῶν, μᾶλλον καθαπτόμενος τῶν καταφρονούντων αὐτοῦ.  Ἐγὼ  μὲν  οὐ  βούλομαι,  φησὶ,  δοῦναι  πεῖραν  ὑμῖν  τοιαύτην·  εἰ  δὲ  αὐτοὶ παρέχετε  τὴν  αἰτίαν,  καὶ βουληθείητέ  με ἐκκαλέσασθαι, εἴσεσθε διὰ τῶν  ἔργων αὐτῶν. Καὶ ὅρα πῶς φορτικὸν ποιεῖ τὸν λόγον. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ δοκιμὴν ζητεῖτε ἐμοῦ, ἀλλὰ, Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· δεικνὺς ὅτι εἰς ἐκεῖνον ἡμάρτανον. Καὶ οὐχ ἁπλῶς εἶπε, Τοῦ ἐνοικοῦντος, ἀλλὰ, Τοῦ λαλοῦντος, δεικνὺς πνευματικὰ ὄντα τὰ ῥήματα. Εἰ δὲ οὐκ ἐνδείκνυται  αὐτοῦ τὴν ἰσχὺν, οὐδὲ κολάζει· λοιπὸν  γὰρ ἀφ' ἑαυτοῦ τὸν λόγον ἐκεῖ μετήγαγε, φοβερωτέραν ποιῶν τὴν ἀπειλήν· οὐ δι' ἀσθένειαν· δύναται γάρ· ἀλλὰ διὰ μακροθυμίαν. Μὴ τοίνυν  τὴν ἀνοχὴν  αὐτοῦ ἀσθένειάν τις λογιζέσθω. Τί γὰρ θαυμάζεις, εἰ οὐκ ἐπεξέρχεται νῦν ἁμαρτάνουσιν, οὐδὲ ἀπαιτεῖ δίκην  ἀνεχόμενος   καὶ  μακροθυμῶν,  ὅπου  γε  καὶ  σταυρωθῆναι  αὐτὸς   ὑπέμεινε,  καὶ  τοιαῦτα  πάσχων  οὐκ ἐκόλαζε; ∆ιὸ καὶ  ἐπήγαγε,  Ὃς εἰς  ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ  δύναται  ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ  ζῇ ἐκ δυνάμεως Θεοῦ. Πολλὴν ἀσάφειαν ἔχει τὰ ῥήματα, καὶ τοῖς ἀσθενεστέροις θόρυβον ἐντίθησι. ∆ιόπερ ἀναγκαῖον  αὐτὰ ἀναπλῶσαι σαφέστερον, καὶ τῆς λέξεως ταύτης εἰπεῖν  τὰ σημαινόμενα,  περὶ ἣν  ἡ ἀσάφεια, ἵνα  μηδεὶς  σκανδαλίζηται  μηδὲ τῶν ἀφελεστέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον, καὶ τί δηλοῖ τὸ τῆς ἀσθενείας ὄνομα, καὶ κατὰ  ποῖον  σημαινόμενον  εἴρηται, ἀναγκαῖον  μαθεῖν.  Μία μὲν  γὰρ ἡ λέξις, πολλὰ  δὲ  τὰ  ἐξ  αὐτῆς  δηλούμενα.  Καὶ γὰρ  ἀσθένεια  λέγεται  ἡ  τοῦ  σώματος ἀῤῥωστία·  διὸ  καὶ  ἐν  τῷ  Εὐαγγελίῳ  εἴρηται,  Ἴδε  ὃν  φιλεῖς  ἀσθενεῖ,  περὶ  τοῦ Λαζάρου· καὶ αὐτὸς ἔλεγεν, Ἡ ἀσθένεια αὕτη οὐκ ἔστι πρὸς θάνατον· καὶ περὶ τοῦ Ἐπαφρᾶ ὁ Παῦλος· Καὶ γὰρ ἠσθένησε παραπλήσιον  θανάτῳ,  ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε· καὶ περὶ τοῦ Τιμοθέου, Οἴνῳ ὀλίγῳ  χρῶ  διὰ τὸν  στόμαχόν σου καὶ τὰς πυκνάς  σου ἀσθενείας. Ταῦτα γὰρ ἅπαντα  σωματικὴν  ἀῤῥωστίαν δηλοῖ. Λέγεται πάλιν ἀσθένεια τὸ μὴ πεπηγέναι ἐν τῇ πίστει ἁπλῶς, μηδὲ τέλειον εἶναι καὶ ἀπηρτισμένον.  Καὶ τοῦτο  δηλῶν  ὁ Παῦλος ἔλεγε·  Τὸν δὲ ἀσθενοῦντα  τῇ  πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν· καὶ πάλιν, Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει· τὸν ἐν τῇ πίστει ἀσθενοῦντα δηλῶν. Ἰδοὺ δύο σημαινόμενα ἐκ τῆς ἀσθενείας ἐστί· καὶ τρίτον ἕτερον, ὃ καλεῖται ἀσθένεια. Ποῖον δὴ τοῦτο; Οἱ διωγμοὶ, αἱ ἐπιβουλαὶ, αἱ ἐπήρειαι, οἱ πειρασμοὶ, αἱ ἐπαγωγαί. Καὶ τοῦτο δηλῶν  ὁ Παῦλος ἔλεγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς  μου ἐν ἀσθενείᾳ τελειοῦται.  Τί ἐστιν, Ἐν ἀσθενείᾳ; Ἐν διωγμοῖς, ἐν κινδύνοις, ἐν πειρασμοῖς, ἐν ἐπιβουλαῖς, ἐν θανάτοις. Καὶ τοῦτο δηλῶν ἔλεγε, ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείᾳ. Εἶτα δεικνὺς ποίαν λέγει ἀσθένειαν, οὐ πυρετὸν  εἶπεν,  οὐκ  ἀμφιβολίαν  τὴν  περὶ  τὴν  πίστιν,  ἀλλὰ  τί;  Ἐν  ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις  τοῦ Χριστοῦ. Ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός  εἰμι· τουτέστιν, Ὅταν διώκωμαι,  ὅταν  ἐλαύνωμαι,  ὅταν  ἐπιβουλεύωμαι,  τότε  δυνατός  εἰμι, τότε μᾶλλον  κρατῶ  καὶ περιγίνομαι  τῶν  ἐπιβουλευόντων,  τῆς  χάριτος  δαψιλέστερον ἐνιζανούσης ἐν ἐμοί. Κατὰ δὴ τοῦτο τὸ τρίτον τὴν ἀσθένειαν τέθεικεν ὁ Παῦλος· καὶ ὃ λέγει τοῦτό ἐστι· πρὸς ἐκεῖνο πάλιν  ἀποτεινόμενος,  ὃ καὶ ἔμπροσθεν εἶπον, ὅτι εὐτελὴς αὐτοῖς ἐδόκει εἶναι καὶ εὐκαταφρόνητος.  Οὐ γὰρ δὴ ἐβούλετο κομπάζειν, οὐδὲ ὅπερ ἦν, εἶναι δοκεῖν αὐτὸν, οὐδὲ τὴν δύναμιν  ἐνδείκνυσθαι, ἢν εἶχεν εἰς τὸ κολάζειν καὶ τιμωρεῖσθαι· ὅθεν καὶ ἐνομίζετο εὐτελὴς εἶναι. Ἐπεὶ οὖν τοῦτο νομίζοντες  ἐν πολλῇ ῥᾳθυμίᾳ ἦσαν καὶ ἀναισθησίᾳ, καὶ οὐ μετεβάλλοντο  ἐκ τῶν ἁμαρτημάτων,   καιρὸν   ἐπιτήδειον   λαβὼν,   καὶ  περὶ  τούτων   εὐτόνως   σφόδρα διαλέγεται, δεικνὺς ὅτι οὐ δι' ἀσθένειαν οὐδὲν ἐποίει, ἀλλὰ διὰ μακροθυμίαν. Εἶτα, ὅπερ ἔφην, ἀφ'  ἑαυτοῦ τὸν λόγον ἐπὶ τὸν Χριστὸν μεταγαγὼν, ἐπιτείνει τὸν φόβον, αὔξει τὴν ἀπειλήν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ γὰρ, καὶ ἐὰν ποιήσω τι, καὶ κολάσω καὶ τιμωρήσωμαι τοὺς ἡμαρτηκότας, ἐγώ εἰμι ὁ κολάζων καὶ τιμωρούμενος; ἔστιν ὁ ἐν ἐμοὶ οἰκῶν, αὐτὸς ὁ Χριστός. Εἰ δὲ οὐ πιστεύετε τοῦτο, ἀλλὰ βούλεσθε λαβεῖν δοκιμὴν, διὰ τῶν ἔργων τοῦ ἐνοικοῦντος ἐν ἐμοὶ εἴσεσθε ταχέως· οὐδὲ γὰρ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ καὶ δυνατός ἐστι. Καὶ διὰ τί προσέθηκεν, Εἰς ὑμᾶς, καίτοι πανταχοῦ δυνατός ἐστι; κἂν γὰρ ἀπίστους βουληθῇ κολάσαι, δύναται, κἂν δαίμονας, κἂν ὁτιοῦν. Τί οὖν βούλεται ἡ προσθήκη; Σφόδρα ἐντρέποντος αὐτούς ἐστι τὸ ῥῆμα, ἀφ' ὧν ἤδη πεῖραν εἰλήφασιν· ἢ τοῦτο δηλοῦντος,  ὅτι Τέως ἐν ὑμῖν τὴν δύναμιν ἐπιδείκνυται τοῖς ὀφείλουσι διορθωθῆναι. Ὃ καὶ ἀλλαχοῦ ἔλεγε· Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν;

γʹ. Τοὺς μὲν γὰρ ἔξω, φησὶ, τότε ἀπαιτήσει δίκην κατὰ τὴν ἡμέραν τῆς κρίσεως· ὑμᾶς δὲ καὶ νῦν, ὥστε ἐκείνης ἐξελέσθαι τῆς τιμωρίας. Ἀλλ' ὅμως καὶ τὸ κηδεμονικὸν τοῦτο καὶ διὰ φιλοστοργίαν γινόμενον, ὅρα πῶς μετὰ φόβου τίθησι καὶ πολλοῦ τοῦ θυμοῦ, λέγων· Ὃς οὐκ ἀσθενεῖ εἰς ὑμᾶς, ἀλλὰ δύναται ἐν ὑμῖν. Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Τί ἐστιν, Εἰ ἐσταυρώθη ἐξ ἀσθενείας;  Καὶ γὰρ  εἰ  εἵλετο,  φησὶ,  πρᾶγμα  ὑπομεῖναι  δοκοῦν  ἀσθενείας  ἔχειν ὑπόληψιν, ἀλλ' οὐδὲν τοῦτο τὴν δύναμιν αὐτοῦ διακόπτει· μένει γὰρ αὕτη ἄμαχος οὖσα, καὶ οὐδὲν τὸ πρᾶγμα τὸ δοκοῦν ἀσθενείας εἶναι  ταύτην  παρέβλαψεν, ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ δείκνυσι τὴν ἰσχὺν, ὅτι καὶ τοιοῦτον  πρᾶγμα ὑπέμεινε, καὶ τὰ τῆς δυνάμεως αὐτοῦ οὐκ ἠκρωτηριάσθη. Μὴ τοίνυν σε θορυβείτω ἡ λέξις τῆς ἀσθενείας· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων  ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων  ἐστί· καίτοι οὔτε μωρὸν, οὔτε ἀσθενὲς οὐδὲν ὁ Θεὸς ἔχει· ἀλλὰ τὸν σταυρὸν οὕτως ἐκάλεσε, τὴν τῶν ἀπίστων ὑπόνοιαν περὶ αὐτοῦ ἐξηγούμενος. Ἄκουσον γοῦν αὐτοῦ ἑαυτὸν ἑρμηνεύοντος· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις  μωρία ἐστὶ, τοῖς δὲ  σωζομένοις  ἡμῖν  δύναμις  Θεοῦ ἐστι·  καὶ  πάλιν·  Ἡμεῖς  δὲ  κηρύσσομεν Θεὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις  τε  καὶ  Ἕλλησι  Χριστὸν, Θεοῦ δύναμιν  καὶ  Θεοῦ σοφίαν·  καὶ  πάλιν, Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ὅρα πῶς πανταχοῦ τῶν ἀπίστων τὴν ὑπόνοιαν ἑρμηνεύει, μωρίαν καὶ ἀσθένειαν τὸν σταυρὸν νομιζόντων. Οὕτω δὴ καὶ ἐνταῦθα οὐ τὴν οὖσαν ἀσθένειαν λέγει, ἀλλὰ τὴν ὑποπτευομένην παρὰ τοῖς ἀπίστοις. Οὐ τοῦτο οὖν φησιν, ὅτι ἀσθενὴς ὢν ἐσταυρώθη, ἄπαγε. Ὅτι γὰρ ἠδύνατο μὴ σταυρωθῆναι διὰ πάντων ἔδειξε, νῦν μὲν ὑπτίους ῥίψας, νῦν  δὲ τὰς  ἀκτῖνας  ἀποστρέψας, καὶ  συκῆν ξηράνας,  καὶ  τὰς  ὄψεις  τῶν ἐλθόντων  ἐπ' αὐτὸν πηρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος. Τί οὖν ἐστιν ὅ φησιν, Ἐξ ἀσθενείας; Ὅτι εἰ καὶ ἐσταυρώθη κίνδυνον  ὑπομείνας καὶ ἐπιβουλὴν (ἐδείξαμεν γὰρ  τὴν  ἀσθένειαν  κίνδυνον   καλουμένην   καὶ  ἐπιβουλὴν),   ἀλλ'  ὅμως  οὐδὲν παρεβλάβη. Ταῦτα δὲ ἔλεγεν εἰς τὰ καθ' ἑαυτὸν ἕλκων  τὸ ὑπόδειγμα. Ἐπειδὴ γὰρ ἑώρων  αὐτοὺς  διωκομένους,  ἐλαυνομένους,  καταφρονουμένους,  καὶ  οὐκ ἀμυνομένους οὐδὲ ἐπεξιόντας, διδάσκων αὐτοὺς, ὅτι οὐδὲ αὐτοὶ παρὰ ἀτονίαν ταῦτα πάσχουσιν, οὐδὲ παρὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι, ἀνάγει τὸν λόγον ἐπὶ τὸν ∆εσπότην· ἐπεὶ καὶ αὐτὸς, φησὶν, ἐσταυροῦτο, ἐδεσμεῖτο, μυρία ἔπασχε, καὶ οὐκ ἐπεξῄει, ἀλλ' ἔμενε, τὰ δοκοῦντα τῆς ἀσθενείας εἶναι ὑπομένων πράγματα, καὶ ταύτῃ τὴν δύναμιν ἐπιδεικνύμενος τὴν αὑτοῦ, ὅτι καὶ μὴ ἐπεξιὼν μηδὲ ἀμυνόμενος, οὐδὲν ὅλως παραβλάπτεται. Τὴν γοῦν ζωὴν οὐ διέκοψεν ὁ σταυρὸς, οὐδὲ ἐνεπόδισε τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀνέστη καὶ ζῇ. Ὅταν δὲ ἀκούσῃς σταυρὸν καὶ ζωὴν, τὸν περὶ τῆς οἰκονομίας ἐκδέχου λόγον· περὶ γὰρ ταύτην ὁ πᾶς οὗτος λόγος. Εἰ δέ φησιν, Ἐκ δυνάμεως Θεοῦ, [οὐχ ὡς αὐτοῦ ἀτονοῦντος ζωογονῆσαι τὴν σάρκα, ἀλλ' ἀδιάφορον αὐτῷ τὸ λέγειν  καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Εἰπὼν γὰρ, Ἐκ δυνάμεως Θεοῦ,] ἐκ δυνάμεως  τῆς αὐτοῦ εἴρηκεν. Ὅτι γὰρ καὶ αὐτὸς αὐτὴν  ἀνέστησε καὶ διακρατεῖ, ἄκουσον αὐτοῦ λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Εἰ δὲ, ὅπερ αὐτοῦ ἐστιν, τοῦτο τοῦ Πατρὸς εἶναι λέγει, μὴ θορυβηθῇς· Πάντα γὰρ τὰ τοῦ Πατρός μου ἐμά ἐστι, φησί· καὶ πάλιν, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὥσπερ οὖν ἐκεῖνος ὁ σταυρωθεὶς, οὐδὲν παρεβλάβη, φησὶν, οὕτως οὐδὲ ἡμεῖς διωκόμενοι, πολεμούμενοι· διὸ καὶ ἐπάγει· Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ  ζησόμεθα  ἐν  αὐτῷ  ἐκ  δυνάμεως  Θεοῦ. Τί  ἐστιν,  Ἀσθενοῦμεν  ἐν  αὐτῷ; ∆ιωκόμεθα,  ἐλαυνόμεθα,  τὰ  ἔσχατα πάσχομεν, Ἀλλὰ  τί  ἐστιν,  Ἐν αὐτῷ; ∆ιὰ τὸ κήρυγμα, φησὶ, καὶ  τὴν  πίστιν  τὴν  εἰς  αὐτόν.  Εἰ δὲ  τὰ  σκυθρωπὰ καὶ  φορτικὰ ὑπομένομεν δι' αὐτὸν, εὔδηλον ὅτι καὶ τὰ φαιδρά· διὸ καὶ ἐπήγαγεν, Ἀλλὰ σωζόμεθα ἐν  αὐτῷ  ἐκ  δυνάμεως  Θεοῦ. Ἑαυτοὺς  πειράζετε,  εἰ  ἐστὲ ἐν  τῇ  πίστει,  ἑαυτοὺς δοκιμάζετε.  Ἢ  οὐκ  ἐπιγινώσκετε  ἑαυτοὺς,  ὅτι  Χριστὸς ἐν  ὑμῖν  ἐστιν,  εἰ  μή  τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἐπειδὴ γὰρ διὰ τῶν εἰρημένων ἔδειξεν ὅτι, εἰ καὶ μὴ ἐπεξέρχεται, οὐχ ὡς οὐκ ἔχων τὸν Χριστὸν ἐν ἑαυτῷ, ἀλλ' ὡς τὴν μακροθυμίαν τὴν ἐκείνου μιμούμενος τοῦ σταυρουμένου, καὶ μὴ ἀμυνομένου, πάλιν ἑτέρως τὸ αὐτὸ τοῦτο ἐργάζεται, καὶ ἐκ πλείονος περιουσίας, ἀπὸ τῶν μαθητῶν κατασκευάζων τὸν λόγον. Τί γὰρ λέγω περὶ ἐμοῦ τοῦ διδασκάλου, φησὶ,  καὶ  τοσαύτην  ἔχοντος  φροντίδα,  καὶ  τὴν  οἰκουμένην  ἅπασαν ἐμπεπιστευμένου, καὶ τοσαῦτα σημεῖα  πεποιηκότος; Ὑμᾶς γὰρ αὐτοὺς ἐὰν βουληθῆτε ἐξετάσαι τοὺς ἐν τάξει μαθητῶν ὄντας, ὄψεσθε ὅτι καὶ ἐν ὑμῖν ὁ Χριστός· εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Εἰ γὰρ τὴν πίστιν ἔχετε, καὶ ἐν ὑμῖν ὁ Χριστός. Καὶ περὶ τῶν πιστευόντων  τοῦτο αὐτὸ εἴρηται θαύματα ἐργαζομένων· οἱ γὰρ  πιστεύοντες  τότε,  ἐθαυματούργουν·  διὸ  καὶ  ἐπήγαγεν,  Ἑαυτοὺς  πειράζετε, ἑαυτοὺς δοκιμάζετε, εἰ ἐστὲ ἐν τῇ πίστει. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς ἐν ὑμῖν, εἰ μή τι ἀδόκιμοί ἐστε; Εἰ δὲ ἐν ὑμῖν, πολλῷ μᾶλλον ἐν τῷ διδασκάλῳ. Ἐμοὶ δὲ δοκεῖ  πίστιν  ἐνταῦθα  λέγειν  καὶ  τὴν  τῶν  σημείων.  Εἰ γὰρ  ἔχετε  τὴν  πίστιν ἐκείνην, φησὶν, ὁ Χριστὸς ἐν ὑμῖν ἐστιν, Εἰ μή τι ἀδόκιμοι γεγόνατε.


δʹ. Εἶδες πῶς πάλιν φοβεῖ, καὶ ἐκ περιουσίας δείκνυσι παρ' αὐτῷ ὄντα τὸν Χριστόν; Ἐνταῦθα γάρ μοι δοκεῖ καὶ εἰς βίον αὐτοὺς αἰνίττεσθαι.  Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν  τὴν πνευματικὴν,  εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν  ἔχοντας,  λύων  τὴν  ἀπορίαν  φησὶν,  Εἰ μή  τι  ἀδόκιμοί  ἐστε, εἰ  μὴ  βίον διεφθαρμένον  ἔχετε. Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Τὸ ἀκόλουθον ἦν εἰπεῖν, Εἰ δὲ ὑμεῖς ἀδόκιμοι γεγόνατε, ἀλλ' οὐχ ἡμεῖς· ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πλήξῃ, ἀμυδρῶς δὲ αὐτὸ αἰνίττεται, οὔτε ἀποφαινόμενος καὶ λέγων, ὅτι ἀδόκιμοί ἐστε, οὔτε κατ'  ἐρώτησιν προάγων  καὶ λέγων,  εἰ δὲ ὑμεῖς ἀδόκιμοι, ἀλλὰ τοῦτο παραλιπὼν,  αἰνιγματωδῶς  αὐτὸ ἐνδείκνυται,  ἐπάγων,  Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Πάλιν κἀνταῦθα πολλὴ ἡ ἀπειλὴ, μέγας ὁ φόβος.  Ἐπειδὴ  γὰρ  ἐντεῦθεν,  βούλεσθε,  φησὶ,  διὰ  τῆς  εἰς  ὑμᾶς  κολάσεως  τὴν δοκιμὴν λαβεῖν, οὐκ ἀπορήσομεν τοῦ δοῦναι ὑμῖν τὴν ἀπόδειξιν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, μετὰ πλείονος δὲ τοῦ βάρους καὶ τῆς ἀπειλῆς· Ἐλπίζω δὲ, ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου εἰδέναι ὑμᾶς, φησὶ, τὰ ἡμέτερα, καὶ ὅτι Χριστὸν ἔχομεν ἐν ἑαυτοῖς λαλοῦντα καὶ ἐνεργοῦντα· ἐπειδὴ δὲ καὶ διὰ τῶν ἔργων βούλεσθε λαβεῖν τὴν πεῖραν, εἴσεσθε ὅτι οὐκ ἐσμὲν ἀδόκιμοι. Εἶτα ἐπειδὴ τὴν ἀπειλὴν ἐπανετείνατο, καὶ τὴν κόλασιν λοιπὸν ἐπὶ θύρας ἤγαγε, καὶ ἐν τρόμῳ κατέστησεν αὐτοὺς, καὶ προσδοκᾷν ἐποίησε τιμωρίαν· ὅρα πῶς πάλιν καταγλυκαίνει  τὸν  λόγον,  καὶ παραμυθεῖται  τὸν  φόβον,  καὶ δείκνυσιν  αὐτοῦ τὸ ἀφιλότιμον,  τὸ πρὸς τοὺς  μαθητὰς  κηδεμονικὸν,  τὸ φιλόσοφον  τῆς  γνώμης,  τὸ ὑψηλὸν καὶ ἀκενόδοξον. Ταῦτα γὰρ ἅπαντα δείκνυσι δι' ὧν ἐπάγει λέγων, Εὔχομαι δὲ πρὸς τὸν Θεὸν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ'  ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο γὰρ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; Κατεφρονεῖτο, διεπτύετο, ἐκωμῳδεῖτο, ἐχλευάζετο, ὡς εὐτελὴς, ὡς εὐκαταφρόνητος,  ὡς ἀλαζὼν, ὡς κομπάζων μὲν διὰ τῶν ῥημάτων, ἐπὶ δὲ τῶν πραγμάτων οὐδὲ μικρόν τι δεῖξαι ἔχων τὴν ἑαυτοῦ ἰσχύν· καὶ οὐ μόνον ἀναβάλλεται,  οὐδὲ μόνον ἀναδύεται, ἀλλὰ καὶ εὔχεται μὴ ἐμπεσεῖν εἰς τοσαύτην ὑπόθεσιν· Εὔχομαι γὰρ, φησὶ, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν,  ἀλλ' ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. Τί ἐστιν ὃ λέγει;  Παρακαλῶ τὸν  Θεὸν, φησὶν,  ἱκετεύω  μηδένα  εὑρεῖν  ἀδιόρθωτον,  μηδένα εὑρεῖν ἀμετανόητον· μᾶλλον δὲ οὐδὲ τοῦτο μόνον, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἁμαρτεῖν· Μὴ ποιῆσαι γὰρ ὑμᾶς, φησὶ, μηδέν· εἰ δὲ καὶ ἄρα ἁμάρτητε, μεταβάλλεσθαι, καὶ προλαβόντας  διορθώσασθαι,  καὶ  πᾶσαν  ἀποκρούσασθαι ὀργήν.  Οὐδὲ γὰρ  τοῦτο σπουδάζω, ἵνα οὕτω δόκιμοι ὦμεν, ἀλλὰ τοὐναντίον  ἅπαν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν. Εἰ γὰρ μένετε, φησὶν, ἀμετανόητα ἁμαρτάνοντες, ἀνάγκη ἡμᾶς κολάζειν, τιμωρεῖσθαι,  πηροῦν  ὑμῶν  τὰ  σώματα· ὅπερ ἐπὶ  Σαπφείρας  καὶ  ἐπὶ  τοῦ  Μάγου γέγονε· καὶ ἐδώκαμεν δοκιμὴν τῆς δυνάμεως. Ἀλλ' οὐκ εὐχόμεθα τοῦτο, ἀλλὰ τοὐναντίον,  ἵνα μήτε ἡμεῖς οὕτω δόκιμοι φανῶμεν·  τουτέστιν, Ἵνα μὴ οὕτω τὴν δοκιμὴν ἐπιδειξώμεθα τῆς δυνάμεως τῆς ἐν ἡμῖν, διὰ τοῦ κολάζειν ὑμᾶς καὶ τιμωρεῖσθαι  ἁμαρτάνοντας  καὶ ἀνίατα  νοσοῦντας,  ἀλλὰ  τί; Ἵνα  ὑμεῖς  τὸ καλὸν ποιῆτε, τοῦτο εὐχόμεθα, ἵνα ἀεὶ ἐν ἀρετῇ, ἀεὶ ἐν διορθώσει, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν, οὐκ ἐπιδεικνύμενοι ἡμῶν τὴν τιμωρητικὴν δύναμιν. Καὶ οὐκ εἶπεν, Ἀδόκιμοι· οὐ γὰρ ἔμελλεν εἶναι ἀδόκιμος, εἰ καὶ μὴ ἐκόλασεν, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο δόκιμος· ἀλλ' εἰ καί τινες ὑποπτεύουσιν ἡμᾶς, φησὶ, μὴ ἐπιδεικνυμένους  τὴν ἰσχὺν ἡμῶν εὐκαταφρονήτους εἶναι καὶ ἀπεῤῥιμμένους, οὐδὲν ἡμῖν μέλει τούτου. Βέλτιον ἡμᾶς τοῦτο  νομίζεσθαι  παρ' ἐκείνοις,  ἢ ἐν  ταῖς  πληγαῖς  καὶ τῷ  ἀδιορθώτῳ  τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι. Οὐ γὰρ δυνάμεθα κατὰ τῆς ἀληθείας, ἀλλ' ὑπὲρ τῆς ἀληθείας. Ἵνα γὰρ μὴ δόξῃ αὐτοῖς χαρίζεσθαι (τοῦτο γάρ ἐστιν ἀκενοδόξου γνώμης), ἀλλ'  ὅπερ ἡ τοῦ πράγματος ἀπαιτεῖ φύσις, τοῦτο ποιῇ,  τοῦτο  ἐπήγαγε  λέγων·  Οὐ γὰρ  δυνάμεθά  τι  κατὰ  τῆς  ἀληθείας.  Ἂν  γὰρ εὕρωμεν,  φησὶν,  ὑμᾶς εὐδοκιμοῦντας,  ἀποκρουσαμένους τὰ ἁμαρτήματα  διὰ τῆς μετανοίας,    παῤῥησίαν   πρὸς   τὸν   Θεὸν   ἐσχηκότας·   οὐδὲ   δυνησόμεθα,   κἂν βουληθῶμεν,  κολάσαι λοιπὸν, ἀλλὰ κἂν ἐπιχειρήσωμεν, οὐ συμπράξει ὁ Θεός. Εἰς τοῦτο γὰρ ἡμῖν ἔδωκε τὴν δύναμιν, ὥστε ἀληθῆ φέρειν τὴν ψῆφον καὶ δικαίαν, καὶ οὐχ ὑπεναντίαν  τῇ ἀληθείᾳ. Εἶδες πῶς πανταχόθεν  ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, καὶ παραμυθεῖται  τῆς  ἀπειλῆς  τὸ τραχύ; Πλὴν ἀλλ' ὥσπερ τοῦτο  ἐσπούδακεν, οὕτω βούλεται καὶ τὴν αὐτοῦ δεῖξαι γνώμην οἰκειουμένην αὐτοῖς· διὸ καὶ ἐπήγαγε, Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. Μάλιστα μὲν γὰρ, φησὶν, οὔτε δυνάμεθά τι κατὰ τῆς ἀληθείας, τουτέστιν, εὐαρεστοῦντας ὑμᾶς κολάσαι· πλὴν  ἐπειδὴ οὐ δυνάμεθα, διὰ τοῦτο οὐ βουλόμεθα, καὶ τοὐναντίον  ἐπιθυμοῦμεν. Ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρομεν,  ὅταν  μὴ εὕρωμεν  ὑμᾶς ἀφορμὴν  ἡμῖν  παρέχοντας  τοῦ δεῖξαι ἡμῶν τὴν δύναμιν  τὴν ἐπὶ τῇ κολάσει. Εἰ γὰρ καὶ τὸ τὰ τοιαῦτα ποιεῖν λαμπροὺς δείκνυσι  καὶ  δοκίμους  καὶ  ἰσχυροὺς,  ἀλλ'  ἡμεῖς  τὸ  ἐναντίον   βουλόμεθα,  ὑμᾶς δοκίμους εἶναι καὶ ἀλήπτους, καὶ ἡμᾶς μηδέποτε τὴν ἐντεῦθεν καρποῦσθαι δόξαν.∆ιό φησι, Χαίρομεν γὰρ, ὅταν ἡμεῖς ἀσθενῶμεν. Τί ἐστι, Ἀσθενῶμεν; Ὅταν νομιζώμεθα ἀσθενεῖς· οὐχ ὅτε ἐσμὲν ἀσθενεῖς, ἀλλ' ὅτε νομιζόμεθα ἀσθενεῖς· τοῦτο γὰρ  ἐνομίζοντο  παρὰ τοῖς  ἐχθροῖς,  οὐκέτι  δεικνύμενοι  τὴν  τιμωρητικὴν  αὐτῶν δύναμιν. Ἀλλ' ὅμως χαίρομεν, ὅταν οὕτως ἀναστραφῆτε, ὥστε μὴ παρασχεῖν ἡμῖν πρόφασιν  τοῦ  τιμωρεῖσθαι  ὑμᾶς.  Καὶ ἡμῖν  τοῦτο  ἡδὺ,  ὅταν  οὕτω  νομιζώμεθα ἀσθενεῖς, μόνον ὑμεῖς ἵνα ἄληπτοι ἦτε· διὸ ἐπάγει, Ὑμεῖς δὲ δυνατοὶ ἦτε· τουτέστι,δόκιμοι,  ἐνάρετοι.  Καὶ οὐ  μόνον  βουλόμεθα  ταῦτα,  ἀλλὰ  καὶ  εὐχόμεθα  ταῦτα, ἀλήπτους ὑμᾶς εἶναι, τετελειωμένους,  μηδεμίαν παρέχοντας λαβὴν ἡμῖν.

 εʹ. Τοῦτο σπλάγχνου   πατρικοῦ,  τῆς  οἰκείας  εὐδοκιμήσεως  τὴν  σωτηρίαν  προτιμᾷν  τῶν μαθητῶν· τοῦτο ψυχῆς ἀκενοδόξου· τοῦτο μάλιστα ἀπαλλάττει τῶν συνδέσμων τοῦ σώματος, καὶ μετεωρίζεσθαι ποιεῖ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, τὸ τῆς δόξης εἶναι τῆς κενῆς καθαρόν· ὡσπεροῦν τὸ ἐναντίον  εἰς πολλὰ ἄγει τὰ ἁμαρτήματα. Οὐ γὰρ ἔστι μὴ καθαρεύοντα δόξης κενῆς, ὑψηλὸν γενέσθαι καὶ μέγαν καὶ γενναῖον,  ἀλλὰ ἀνάγκη  χαμαὶ  σύρεσθαι, καὶ πολλὰ  διαφθείρειν,  δουλεύοντα  μιαρᾷ δεσποίνῃ καὶ βαρβάρου παντὸς ἀπηνεστέρα. Τί γὰρ αὐτῆς ἀγριώτερον γένοιτ' ἂν, ἢ ὅταν μάλιστα θεραπεύηται, τότε μάλιστα ἀγριοῦται; Καίτοι γε τοῦτο οὐδὲ τὰ θηρία ἔχει, ἀλλὰ τῇ πολλῇ τιθασσεύεται θεραπείᾳ. Ἡ δὲ κενοδοξία τοὐναντίον  ἅπαν· καταφρονουμένη μὲν ἡμεροῦται, τιμωμένη  δὲ ἀγριοῦται καὶ ὁπλίζεται  κατὰ τοῦ τιμῶντος.  Ταύτην τιμήσαντες  οἱ  Ἰουδαῖοι,  μετὰ  πολλῆς  τῆς  σφοδρότητος  ἐκολάσθησαν·   ταύτην ἀτιμάσαντες οἱ μαθηταὶ ἐστεφανώθησαν. Καὶ τί λέγω κόλασιν καὶ στεφάνους; εἰς γὰρ αὐτὸ τὸ φανῆναι  λαμπροὺς μάλιστα τὸ διαπτύειν  αὐτὴν  συντελεῖ.  Καὶ ὄψει κἀνταῦθα τοὺς μὲν τιμῶντας αὐτὴν, παραβλαπτομένους, τοὺς δὲ ἀτιμάζοντας, ὠφελουμένους. Οἱ μὲν γὰρ ἀτιμάσαντες αὐτὴν μαθηταὶ (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ πάλιν  χρήσασθαι ὑποδείγματι)  καὶ  τὰ  τοῦ  Θεοῦ προτιμήσαντες,  ὑπὲρ τὸν  ἥλιον λάμπουσιν,  ἀθάνατον  κτησάμενοι  μνήμην  καὶ  μετὰ  τελευτήν·  οἱ  δὲ ὑποκατακλιθέντες  αὐτῇ Ἰουδαῖοι, ἀπόλιδες, ἀνέστιοι, ἄτιμοι, φυγάδες,  ἀνάστατοι γεγόνασιν,  εὐτελεῖς,  εὐκαταφρόνητοι.   Καὶ σὺ  τοίνυν,  εἰ  βούλει  δόξαν  λαβεῖν, διάκρουσαι δόξαν· εἰ δὲ διώκεις δόξαν, ἐκπέσῃ δόξης. Καὶ, εἰ βούλεσθε, τοῦτον καὶ ἐν τοῖς βιωτικοῖς  τὸν λόγον  γυμνάσωμεν. Τίνας γὰρ σκώπτομεν ἐν τοῖς σκώμμασιν; οὐχὶ τοὺς ἐφιεμένους αὐτῆς; Οὐκοῦν μάλιστα οὗτοί εἰσιν οἱ ταύτης ἀπεστερημένοι, μυρίους ἔχοντες κατηγόρους, καὶ παρὰ πάντων ἀτιμαζόμενοι. Τίνας δὲ θαυμάζομεν, εἰπέ μοι; οὐ τοὺς καταφρονοῦντας αὐτῆς; Οὐκοῦν οὗτοί εἰσιν οἱ δοξαζόμενοι. Ὥσπερ γὰρ πλούσιος οὐχ ὁ πολλῶν δεόμενος, ἀλλ' ὁ μηδενός· οὕτως ἔνδοξος οὐχ ὁ δόξης ἐρῶν, ἀλλ'  ὁ ταύτης ὑπερορῶν· σκιὰ γὰρ δόξης ἐστὶν αὕτη ἡ δόξα. Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται. Μὴ τοίνυν μηδὲ σὺ δίωκε τὰς σκιάς· σκιὰ γὰρ δόξης τοῦτο, οὐ δόξα. Καὶ ἵνα μάθῃς, ὅτι  τοῦτο  τοῦτον   ἔχει  τὸν  τρόπον,  ἐκεῖνο  λογίζου·  ὅταν  διαβάλληται   παρὰ ἀνθρώποις   τὸ  πρᾶγμα,  ὅταν  φευκτὸν   εἶναι  δοκῇ  τοῖς  πᾶσι,  καὶ  αὐτοῖς  τοῖς ἐπιθυμοῦσιν αὐτοῦ, ὅταν αἰσχύνηται  καλούμενος ἐντεῦθεν  ὁ ἔχων, ἢ ὁ ἐφιέμενος αὐτῆς.  Πόθεν  οὖν  ἡ  ἐπιθυμία,  φησὶν,  αὕτη,  καὶ  πῶς  γίνεται   τὸ  πάθος;  Ἀπὸ μικροψυχίας  (οὐ γὰρ δεῖ κατηγορεῖν  μόνον, ἀλλὰ καὶ διορθοῦσθαι), ἀπὸ ἀτελοῦς διανοίας,  ἀπὸ παιδικῆς  γνώμης.  Παυσώμεθα τοίνυν  παῖδες  ὄντες,  καὶ γενώμεθα ἄνδρες, καὶ πανταχοῦ τὴν ἀλήθειαν, μὴ τὰς σκιὰς διώκωμεν, καὶ ἐν πλούτῳ καὶ ἐν ἡδονῇ καὶ ἐν τρυφῇ καὶ ἐν δόξῃ καὶ ἐν δυνάμει· καὶ παύσεται τὸ νόσημα τοῦτο καὶ ἕτερα πλείονα. Τὸ γὰρ σκιὰς διώκειν, μαινομένου. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν, Ἐκνήψατε  δικαίως,  καὶ  μὴ ἁμαρτάνετε.  Ἔστι γὰρ καὶ  ἑτέρα μανία,  χαλεπωτέρα ἐκείνης τῆς ἀπὸ τῶν δαιμόνων, τῆς ἀπὸ τῆς φρενίτιδος. Ἡ μὲν γὰρ ἔχει συγγνώμην, αὕτη δὲ ἀπολογίας  ἐστέρηται, ὅταν  αὐτὴ ἡ ψυχὴ  διεφθαρμένη  ᾖ, καὶ μὴ ὀρθὴ ἡ κρίσις αὐτῆς, ἀλλ' ἀπολωλυῖα· καὶ τὸ μὲν τῆς φρενίτιδος ὄργανόν ἐστι σωματικὸν πάθος,  αὕτη  δὲ  ἡ  μανία  τοῦ  τεχνίτου   νοῦ.  Ὥσπερ οὖν  τῶν  πυρετῶν  ἐκεῖνοι χαλεπώτεροι  καὶ ἀνίατοι  οἱ τῶν  στερεῶν ἁπτόμενοι  σωμάτων,  καὶ τοῖς  νεύροις ἐνδομυχοῦντες,  καὶ ταῖς  φλεψὶν  ἐναποκεκρυμμένοι· οὕτω  δὴ καὶ αὕτη ἡ μανία, ἐπειδὴ αὐτῇ τῇ διανοίᾳ ἐνδομυχεῖ, διαστρέφουσα αὐτὴν καὶ λυμαινομένη. Πῶς γὰρ οὐ  μανία  λαμπρὰ  καὶ  σαφὴς, καὶ  μανίας  ἁπάσης χαλεπώτερον  πάθος,  τῶν  μὲν μενόντων  διηνεκῶς  καταφρονεῖν,  τῶν δὲ ἀπολλυμένων  ἔχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς; Εἰπὲ γάρ μοι, εἴ τις ἄνεμον ἐδίωκεν ἢ κρατεῖν ἐπεχείρει, οὐκ ἂν ἔφαμεν αὐτὸν μαίνεσθαι; εἴ τις σκιὰς κατεῖχε, τῶν ἀληθῶν  ἀμελῶν, καὶ τὴν μὲν γυναῖκα ἐμίσει τὴν ἑαυτοῦ, περιεπλέκετο δὲ αὐτῆς τῇ σκιᾷ, ἢ τὸν μὲν υἱὸν ἀπεστρέφετο, τὴν δὲ τούτου σκιὰν πάλιν ἐφίλει, ἆρα ἂν ἕτερον ἐζήτησας σημεῖον τούτου σαφέστερον εἰς ἀπόδειξιν μανίας; Τοιοῦτοί τινές εἰσι καὶ οὗτοι οἱ πρὸς τὰ παρόντα κεχηνότες. Καὶ γὰρ  πάντα  σκιὰ, κἂν  δόξαν  εἴπῃς,  κἂν  δυναστείαν,  κἂν  εὐδοκίμησιν,  κἂν πλοῦτον, κἂν τρυφὴν, κἂν ὁτιοῦν ἕτερον βιωτικόν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Μέντοι γε ἐν εἰκόνι  διαπορεύεται  ἄνθρωπος· πλὴν  μάτην  ταράσσεται· καὶ πάλιν, Αἱ ἡμέραι ἡμῶν, ὡς σκιὰ ἐκλίθησαν. Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα. Οὐ τὰ χρηστὰ δὲ σκιὰ μόνον, ἀλλὰ καὶ τὰ λυπηρὰ, κἂν θάνατον εἴπῃς, κἂν πενίαν. κἂν ἀῤῥωστίαν, κἂν ὁτιοῦν ἕτερον. Ποῖα οὖν τὰ μένοντα, καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρά; Ἡ βασιλεία ἡ αἰώνιος, καὶ ἡ γέεννα ἡ διηνεκής. Οὔτε γὰρ ὁ σκώληξ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον,  καὶ οὗτοι εἰς  κόλασιν αἰώνιον.  Ἵν' οὖν τὴν μὲν φύγωμεν,  τῆς δὲ ἀπολαύσωμεν,  ἀφέμενοι  τῆς  σκιᾶς,  ἐχώμεθα  τῶν   ἀληθινῶν   πραγμάτων   μετὰ σπουδῆς ἁπάσης· οὕτω  γὰρ ἐπιτευξόμεθα  τῆς βασιλείας τῶν  οὐρανῶν·  ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |