ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων

Πέμπτη 27 Οκτωβρίου 2016

Ηʹ Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63

Ηʹ Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν.

 αʹ. Θέλει δεῖξαι λοιπὸν ὁ μακάριος Παῦλος, ὅτι πολλῷ βελτίων ἡ ∆ιαθήκη αὕτη  τῆς  παλαιᾶς·  ποιεῖ  δὲ  τοῦτο,  πόῤῥωθεν  προκαταβάλλων   τοὺς  λογισμούς. Ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, ἢ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων κατασκευὴν, οὐ παρατηρήσεις νομικαὶ, ἀλλ' ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωματικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευματικοῖς ἦν, οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο, ὡς τὰ σωματικά· τούτου χάριν τοῦτον ὅλον κινεῖ τὸν λόγον.


Καὶ θέα τὴν σύνεσιν· ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ' αὐτοῦ πρῶτον δείκνυσι τὴν διαφοράν. ∆ιὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσι τίνα ἔχει ἱερέως, καὶ τίνα σύμβολα γίνεται ἱερωσύνης· καὶ ἐπείπερ ἀντέπιπτεν αὐτῷ, ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἦν ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, εἰκὸς δὲ ἦν διὰ τοῦτό τινας εἰπεῖν, Πῶς οὖν ἱερεὺς οὗτος; ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, τοῦτο καὶ νῦν ποιεῖ. Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόμου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸ δοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν. Οὕτω δὴ καὶ ἐνταῦθα τέμνει τῆς ἱερωσύνης τὴν ἑτέραν ὁδὸν, ἀπὸ τῶν  φθασάντων  αὐτὴν προτιθείς. Καὶ καθάπερ ἐπὶ τῆς κολάσεως οὐ τὴν γέενναν παραφέρει μόνον, ἀλλὰ καὶ τὰ ἐπὶ τῶν πατέρων συμβάντα· οὕτω δὴ καὶ ἐνταῦθα· πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. Ἔδει μὲν γὰρ ἀπὸ  τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ' ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον  γίνεται. Τέως οὖν ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅ τι ὑπερέχει. Ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτω γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῇ, ἐν δὲ τοῖς ὑπερέχῃ· εἰ δὲ μὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων  λαμβανόμενος. Τοῦτο κοινὸν τῷ Χριστῷ. Ὑπὲρ ἀνθρώπων  καθίσταται τὰ πρὸς τὸν Θεόν. Καὶ τοῦτο κοινόν. Ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ. Καὶ τοῦτο, οὐχ ὅλον δέ· τὰ δὲ λειπόμενα,  οὐκέτι.  Μετριοπαθεῖν  δυνάμενος  τοῖς  ἀγνοοῦσι  καὶ  πλανωμένοις. Ἐνταῦθα λοιπὸν  ἡ ὑπεροχή. Ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει,  καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Εἶτα καὶ ἄλλο προστίθησιν· Ὅτι ὑφ' ἑτέρου γίνεται, καὶ ὅτι οὐκ αὐτὸς ἐπιπηδᾷ. Καὶ τοῦτο κοινόν.  Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. Ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, δεικνὺς ὅτι ἀπὸ τοῦ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος  ἔλεγεν  ὁ Χριστός· Ὁ πέμψας με μείζων μού ἐστι, καὶ Ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα. Ἐνταῦθά μοι δοκεῖ καὶ τῶν Ἰουδαίων αἰνίττεσθαι τοὺς ἱερέας, ὡς οὐκ ὄντας ἱερέας, τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας. Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι  ἀρχιερέα. Ποῦ οὖν  ἐχειροτονήθη,  φησίν; Ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῶντας τῇ   ἱερωσύνῃ·   ἐνταῦθα   δὲ   τοὐναντίον,   οὐ   μόνον   οὐδὲν   ἔπαθον,   ἀλλὰ   καὶ εὐδοκιμοῦσι. Πόθεν οὖν; Ἀπὸ τῆς προφητείας τοῦτο δείκνυσιν. Οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν. ∆ιὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων  ἰσχυρίζεται· Ἀλλ' ὁ λαλήσας, φησὶ, πρὸς αὐτὸν, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τί πρὸς τὸν Υἱὸν τοῦτο; Ναὶ, φησὶ, τοῦτο πρὸς τὸν Υἱὸν εἴρηται. Τί δαὶ συμβάλλεται τὸ  τοιοῦτον  πρὸς τὸ ζητούμενον; Καὶ πάνυ γε· προκατασκευὴ γάρ ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ. Πρὸς τίνα δὲ εἴρηται τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέχ; Οὐδεὶς ἕτερος  ἢ  οὗτος·  πάντες  γὰρ  ὑπὸ  τὸν  νόμον  ἦσαν,  πάντες  ἐσαββάτιζον, πάντες περιετέμνοντο·  οὐδένα ἂν ἔχοι  τις  ἕτερον, φησὶ, δεῖξαι. Ὃς ἐν ταῖς  ἡμέραις τῆς σαρκὸς αὐτοῦ  δεήσεις  τε  καὶ  ἱκετηρίας  πρὸς  τὸν  δυνάμενον  σώζειν  αὐτὸν  ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ; ἢ τὸ κηδεμονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν; Τί γὰρ βούλεται τὸ, Μετὰ κραυγῆς ἰσχυρᾶς, οὐδαμοῦ τοῦτο τὸ Εὐαγγέλιόν φησιν, οὐδ' ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδ' ὅτι κραυγὴν ἀφῆκεν. Ὁρᾷς ὅτι συγκατάβασις ἦν; Οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι  ηὔξατο,  ἀλλὰ  καὶ  μετὰ  κραυγῆς  ἰσχυρᾶς. Καὶ εἰσακουσθεὶς, φησὶν,  ἀπὸ  τῆς εὐλαβείας.  Καίπερ ὢν  Υἱὸς, ἔμαθεν  ἀφ' ὧν  ἔπαθε  τὴν  ὑπακοήν·  καὶ  τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν  τάξιν  Μελχισεδέχ. Ἔστω μετὰ κραυγῆς· διὰ τί καὶ ἰσχυρᾶς; Καὶ μετὰ δακρύων προσενέγκας, φησὶ, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Αἰσχυνέσθωσαν αἱρετικοὶ ἀθετοῦντες  τὴν σάρκα. Τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας  ἠκούετο; Καὶ τί  περὶ τῶν  προφητῶν  πλέον  ἂν  εἴποι  τις; Ποία δὲ καὶ ἀκολουθία εἰπεῖν· Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καὶ ἐπαγαγεῖν· Καίπερ ὢν Υἱὸς, ἔμαθεν  ἀφ' ὧν  ἔπαθε τὴν  ὑπακοήν; ταῦτα  περὶ Θεοῦ ἄν τις  εἴποι; καὶ τίς  οὕτω μέμηνε;  τίς  δὲ  παραπαίων  ἂν  ταῦτα  ἐφθέγξατο;  Εἰσακουσθεὶς, φησὶν,  ἀπὸ  τῆς εὐλαβείας,  ἔμαθεν  ἀφ' ὧν  ἔπαθε τὴν  ὑπακοήν.  Ποίαν ὑπακοὴν  ἔμαθεν; ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱὸς, πῶς δὲ καὶ ὕστερον ἔμαθεν;

βʹ. Ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς εἴρηται; Εἰπὲ δή μοι, τοῦ Πατρὸς ἐδεῖτο, ἵνα  σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον  τοῦτο; οὐδαμοῦ δὲ περὶ τῆς ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ  καὶ τοὐναντίον  αὐτὸς ἀποφαίνεται  λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν  λαβεῖν  αὐτήν·  οὐδεὶς  αἴρει  αὐτὴν  ἀπ'  ἐμοῦ, ἀλλ'  ἐγὼ  τίθημι  αὐτὴν  ἀπ' ἐμαυτοῦ. Τί οὖν ἐστι; καὶ τίνος ἕνεκεν ἐδεῖτο; Καὶ πάλιν λέγει· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι,  καὶ  κατακρινοῦσιν  αὐτὸν  θανάτῳ,  καὶ  παραδώσουσιν  αὐτὸν  τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ οὐκ εἶπεν, ὅτι Ἀναστήσει με ὁ Πατήρ. Πῶς οὖν περὶ τούτου ἐδεήθη; Ἀλλὰ περὶ τίνων  ἐδεήθη; περὶ τῶν πιστευσάντων εἰς αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εὐκόλως. Ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν,  εἶπεν  ὅτι  εἰσηκούσθη·  ὥσπερ  καὶ  αὐτὸς  τοὺς  μαθητὰς παραμυθούμενος,  ἔλεγεν·  Εἰ ἠγαπᾶτέ  με, ἐχάρητε  ἂν,  ὅτι  πρὸς τὸν  Πατέρα μου πορεύομαι, ὅτι ὁ  Πατήρ μου μείζων μού ἐστι. Πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν  κενώσας,  ὁ  παραδοὺς  ἑαυτόν;  Παρέδωκε γὰρ,  φησὶν,  ἑαυτὸν  ὑπὲρ  τῶν ἁμαρτιῶν  ἡμῶν· καὶ πάλιν,  ∆οὺς ἑαυτὸν  ἀντίλυτρον  ὑπὲρ πάντων  ἡμῶν.  Τί οὖν ἐστιν; Ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται  περὶ ἑαυτοῦ; Οὕτω καὶ ἐνταῦθα, καίπερ ὢν Υἱὸς, ἀπὸ τῆς εὐλαβείας εἰσηκούσθη, φησί. Βούλεται γὰρ αὐτοῦ δεῖξαι τὸ κατόρθωμα  ὂν  μᾶλλον  ἢ  τῆς  χάριτος  τοῦ  Θεοῦ. Τοσαύτη, φησὶν,  ἦν  αὐτοῦ  ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. Ἔμαθεν ὑπακούειν, φησὶ, τῷ Θεῷ· ἐνταῦθα  πάλιν  δείκνυσιν  ὅσον τῶν  παθημάτων  τὸ κέρδος. Καὶ τελειωθεὶς, φησὶν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας· εἰ δὲ ἐκεῖνος Υἱὸς ὢν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὴν ὑπακοὴν, πολλῷ μᾶλλον ἡμεῖς. Ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς; ∆οκοῦσι γάρ μοι συνεχῶς ἀφηνιάζειν, καὶ  τοῖς  λεγομένοις  μὴ  παρακολουθεῖν·  τοῦτο  γὰρ  ᾐνίξατο  τῷ  εἰπεῖν·  Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀφ' ὧν ἔπαθε, φησὶ, συνεχῶς ἔμαθεν ὑπακούειν τῷ Θεῷ. Καὶ τελειωθείς·  διὰ τῶν παθημάτων,  φησί. Τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή. Οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας. Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας. Προσαγορευθεὶς, φησὶν, ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Περὶ οὗ πολὺς ὑμῖν ὁ λόγος, καὶ δυσερμήνευτος. Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα  ἦν,  καὶ  διὰ  τὸ  νηπίους  εἶναι,  πλέον  ἐνδιέτριβε  τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται. Καὶ θέα, οὔτε ἀπεσιώπησε  τὸν  λόγον  πάντῃ,  οὔτε  εἶπε·  τὸ  μὲν  γὰρ,  ἵνα  ἀναγάγῃ  αὐτῶν  τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων  δογμάτων, πεποίηκε· τὸ δὲ, ἵνα μὴ καταχώσῃ αὐτῶν  τὸν νοῦν. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, φησὶ, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος. Ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα νοοῦντας, ἑρμηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται.  Ἀλλ' ἴσως τις  ὑμῶν  τῶν  ἐνταῦθα  ἑστηκότων  ἰλιγγιᾷ,  καὶ  ἐπήρειαν  τὸ πρᾶγμα νομίζει, εἰ δι' Ἑβραίους αὐτὸς ἐνεποδίσθη τὸν τελειότερον λαλῆσαι λόγον. Τάχα μὲν  οὖν  καὶ  ἐνταῦθα,  πλὴν  ὀλίγων,  πολλοὺς  εἶναι  τοιούτους  οἶμαι, ὥστε λέγεσθαι καὶ περὶ ὑμῶν τοῦτο· τῶν δὲ ὀλίγων ἕνεκεν ἐρῶ. Ἆρ' οὖν ἀπεσιώπησεν, ἢ πάλιν  αὐτὸν  ἀνέλαβεν  ἐν  τοῖς  ἐφεξῆς,  καὶ  ταὐτὸν  ἐποίησεν,  οἷον  ἐν  τῇ  πρὸς Ῥωμαίους  ἐπιστολῇ; καὶ  γὰρ ἐκεῖ  πρότερον  ἐπιστομίσας τοὺς  ἀντιλέγοντας,  καὶ εἰπὼν, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; τότε τὴν λύσιν ἐπάγει. Ἐγὼ δὲ αὐτὸν οὔτε πάντῃ σεσιγηκέναι, οὔτε εἰρηκέναι οἶμαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. Μνημονεύσας γὰρ καὶ εἰπὼν  μεγάλα τινὰ ἐναποκεῖσθαι τῷ λόγῳ,  ὅρα πῶς   μετ' ἐγκωμίου  ποιεῖται  τὴν  ἐπιτίμησιν.  Τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναμιγνύναι·  ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ, λέγων, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ· καὶ, Πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ. Ὃ καὶ τούτοις φησί· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας. ∆ύο γὰρ ταῦτα ποιεῖ· οὔτε ἐπιτείνει, οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν· εἰκότως· εἰ γὰρ τὰ ἑτέρων παραδείγματα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι, καὶ εἰς ζῆλον ἀγαγεῖν· ὅταν τις παρ' ἑαυτοῦ τὸ ὑπόδειγμα ἔχῃ, καὶ ἑαυτὸν παρακελεύηται  ζηλοῦν, πολλῷ  μᾶλλον  ἐντεῦθεν  ἤδη τὸ δυνατὸν  τῆς διδασκαλίας  εἰσάγεται.  Καὶ τοῦτο  οὖν  δείκνυσι,  καὶ  οὐκ  ἀφίησιν  ὡς  σφόδρα κατεγνωσμένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ' ὅτι ποτὲ ἐγένοντο καὶ χρηστοὶ, λέγει·  Καὶ γὰρ ὀφείλοντες  εἶναι  διδάσκαλοι  διὰ τὸν  χρόνον.  ∆είκνυσιν ἐνταῦθα  πρὸ πολλοῦ  χρόνου  πεπιστευκότας  αὐτούς· δείκνυσι  δὲ ὅτι  καὶ ἄλλους ὀφείλουσι κατηχεῖν.  Ὅρα γοῦν αὐτὸν συνεχῶς ὠδίνοντα  τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν  λόγον,  καὶ  ἀεὶ  ἀναβαλλόμενον.   Ἄκουε  γὰρ  πῶς  ἤρξατο·  Ἔχοντες ἀρχιερέα μέγαν  διεληλυθότα  τοὺς οὐρανούς· καὶ παρεὶς εἰπεῖν  πῶς μέγαν, πάλιν φησί· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων  λαμβανόμενος, ὑπὲρ ἀνθρώπων  καθίσταται τὰ πρὸς τὸν Θεόν· καὶ πάλιν· Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Καὶ πάλιν εἰπών· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, πάλιν  ἀναβάλλεται  λέγων·  Ὃς ἐν  ταῖς  ἡμέραις  τῆς  σαρκὸς αὑτοῦ  δεήσεις καὶ ἱκετηρίας προσήνεγκεν.

γʹ. Ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενός φησιν, Ἡ αἰτία παρ' ὑμᾶς. Βαβαὶ, πόση διαφορά; ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταί εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι. Καὶ γὰρ ὀφείλοντες  εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν  λογίων  τοῦ Θεοῦ. Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν  ἀνθρωπότητά  φησιν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτον τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐπὶ τῶν  θείων  λογίων  πρῶτον  περὶ τῆς ἀνθρωπότητος  ἔδει διδάσκεσθαι. Ὁρᾷς τίς ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι; Οὕτω καὶ Ἀθηναίοις ἐποίησεν ὁ Παῦλος διαλεγόμενος αὐτοῖς  καὶ  λέγων·  Τοὺς μὲν  οὖν  χρόνους  τῆς  ἀγνοίας  ὑπεριδὼν  ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ∆ιὰ τοῦτο εἰ μέν τι ὑψηλὸν  λέγει, ἐν βραχεῖ τοῦτό φησι, τὰ δὲ ταπεινὰ  πολλαχοῦ  διέσπαρται τῆς ἐπιστολῆς. Καὶ οὕτω  δὲ τὸ ὑψηλὸν  δείκνυται·  τὸ γὰρ σφόδρα ταπεινὸν  οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι. Οὕτω καὶ ἐνταῦθα τὸ ἀσφαλὲς φυλάττων,  τὰ ταπεινὰ προσάπτει τῇ ἀνθρωπότητι·  καὶ τὸ αἴτιον, τὸ μὴ δύνασθαι αὐτοὺς τῶν  τελείων  ἀκούειν. Τοῦτο  μάλιστα ἐν τῇ πρὸς Κορινθίους ἐσήμανεν Ἐπιστολῇ, εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Θέα δέ μοι τὴν σύνεσιν αὐτοῦ τὴνπολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. Ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἀμαθίας τὸ πλέον ἐγένετο, μᾶλλον δὲ ἀπὸ ἁμαρτημάτων· ἐνταῦθα δὲ οὐκ ἀπὸ ἁμαρτημάτων  μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν  θλίψεων  τῶν  συνεχῶν· διὸ καὶ λέξεσι δέξασθαι δυναμέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ μὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα   δέ·  Ἐπεὶ  μείζων   ἡ  ὀδύνη,   νωθροὶ   γεγόνατε.   Καὶ  ἐκεῖνοι   μὲν   οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες· οὗτοι δὲ ἠδυνήθησαν. Τὸ γὰρ εἰπεῖν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς, δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον, καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, καὶ ὕστερον αὐτοὺς τοῦτο παθεῖν μαρτυρεῖ. Καὶ γεγόνατε χρείαν
ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν  λόγον καλεῖ, καὶ ἐνταῦθα  καὶ ἐκεῖ. Ὀφείλοντες  εἶναι,  φησὶ, διδάσκαλοι διὰ τὸν  χρόνον·  ὡσεὶ ἔλεγε· ∆ι'  ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε,  διὰ τοῦτο μάλιστα ὀφείλετε  εἶναι  ἰσχυροὶ, διὰ  τὸν  χρόνον.  Γάλα δὲ  καλεῖ  τὸν  ταπεινὸν  λόγον  διὰ  τὸ  τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον  τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν. Ὥστε οὐκ ἔδει τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς, καὶ ὅτι ἔθυσε, καὶ ἐδεήθη μετὰ κραυγῆς καὶ ἱκετηρίας.  Ὅρα γοῦν  πῶς  ἡμῖν  ταῦτα  προσίσταται· ἀλλ' ἐκείνους  τότε  ἔτρεφεν, οὐδαμοῦ προσιστάμενα αὐτοῖς. Ἄρα οὖν ἀληθὴς τροφὴ τὰ λόγια τοῦ Θεοῦ, τρέφουσα τὴν ψυχήν. Ὅτι δὲ ὁ λόγος τροφὴ, δῆλον ἐκεῖθεν· ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ  δίψαν  ὕδατος,  ἀλλὰ  λιμὸν  τοῦ  ἀκοῦσαι λόγον  Κυρίου.  Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Οὐκ εἶπεν, Ἔθρεψα, δεικνὺς  ὅτι οὐκ ἔστι τὸ τοιοῦτον  τροφὴ, ἀλλ' ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ' ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται· οὕτω καὶ ἐνταῦθα. Καὶ οὐκ εἶπε, Χρείαν ἔχετε, ἀλλὰ, Γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς·  τουτέστιν,  Ὑμεῖς  ἠθελήσατε,  ὑμεῖς  ἑαυτοὺς  εἰς  τοῦτο  κατεστήσατε, εἰς ταύτην  τὴν  χρείαν.  Πᾶς γὰρ  ὁ  μετέχων  γάλακτος,  ἄπειρος  λόγου  δικαιοσύνης· νήπιος  γάρ ἐστι. Τί ἐστιν ὁ λόγος  τῆς δικαιοσύνης; Ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι·  ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν,  Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον  τῶν  Γραμματέων καὶ Φαρισαίων. Τοῦτο καὶ αὐτός  φησιν· Ἄπειρος λόγου δικαιοσύνης· τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον.  Ἢ καὶ δικαιοσύνην  ἐνταῦθα  τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν  περὶ αὐτοῦ λόγον. Ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν,  αὐτοῖς   ἀφιεὶς   εἰδέναι,   καὶ   μὴ   βουλόμενος   ἐπαχθῆ   τὸν   λόγον ἐργάσασθαι. Ἐπὶ δὲ τῶν Γαλατῶν καὶ ἐθαύμασε καὶ ἠπόρησεν· ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστίν· ὡς οὐκ ἂν προσδοκήσαντός ποτε τοῦτο γενέσθαι. Τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. Ὁρᾷς νηπιότητα  ἑτέραν οὖσαν; ὁρᾷς τελειότητα  ἑτέραν; Γενώμεθα τέλειοι τοίνυν ταύτην τὴν τελειότητα· ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους.  πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα· οὐ γάρ ἐστι φύσεως, ἀλλ' ἀρετῆς. Τελείων δέ ἐστιν ἡ στερεὰ  τροφὴ,  τῶν  διὰ  τὴν  ἕξιν  τὰ  αἰσθητήρια  γεγυμνασμένα  ἐχόντων   πρὸς διάκρισιν  καλοῦ  τε  καὶ  κακοῦ.  Τί δαί; οὐκ  εἶχον  τὰ  αἰσθητήρια  γεγυμνασμένα ἐκεῖνοι, οὐδὲ ᾔδεισαν τί καλὸν καὶ κακόν; Νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ, Πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ  εὔκολον·  ἀλλὰ  περὶ  δογμάτων   ὑγιῶν   καὶ  ὑψηλῶν,   διεφθαρμένων   τε  καὶ ταπεινῶν.  Τὸ παιδίον  οὐκ  οἶδε  τὴν  φαύλην  καὶ  τὴν  δόκιμον  τροφὴν  διαιρεῖν· πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόμα, καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ· ἀλλ' οὐ τὸ τέλειον τοιοῦτον. Τοιοῦτοί εἰσιν οἱ πᾶσιν ἁπλῶς προσέχοντες, καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίμοις. Καὶ τούτους αἰτιᾶται, ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων,  ∆ιδαχαῖς ποικίλαις  καὶ ξέναις μὴ παραφέρεσθε. Τοῦτό ἐστι, Πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγους.


δʹ. Καὶ ἡμεῖς τοίνυν τοῦτο μάθωμεν, καὶ μὴ, ἐὰν ἀκούσῃς, ὅτι οὐκ ἔστιν Ἕλλην, οὐδὲ Ἰουδαῖος, εὐθέως Χριστιανὸν εἶναι νομίσῃς, ἀλλ' ἐξέτασον καὶ τὰ ἄλλα  ἅπαντα· ἐπεὶ  καὶ Μανιχαῖοι  καὶ πᾶσαι αἱρέσεις τοῦτο  ὑπέδυσαν τὸ προσωπεῖον, πρὸς τὸ οὕτως ἀπατᾷν τοὺς ἀφελεστέρους· ἀλλ' ἐὰν ἔχωμεν τὰ αἰσθητήρια   τῆς   ψυχῆς   γεγυμνασμένα   πρὸς   διάκρισιν   καλοῦ   τε   καὶ   κακοῦ, δυνησόμεθα  τοὺς  τοιούτους  διακρίνειν.  Πῶς δὲ  γεγυμνασμένα  γίνεται  ἡμῶν  τὰ αἰσθητήρια; Ἀπὸ τῆς συνεχοῦς ἀκροάσεως, ἀπὸ τῆς τῶν  Γραφῶν ἐμπειρίας. Ὅταν γὰρ προθῶμεν αὐτῶν τὴν πλάνην, καὶ σήμερον ἀκούσῃς καὶ αὔριον, καὶ δοκιμάσῃς μὴ καλῶς ἔχειν, τὸ πᾶν ἔμαθες, τὸ πᾶν ἔγνως· κἂν σήμερον μὴ καταλάβῃς, αὔριον καταλήψῃ·  Τῶν  τὰ  αἰσθητήρια,  φησὶ,  γεγυμνασμένα  ἐχόντων.   Ὁρᾷς  ὅτι  χρὴ γυμνάζειν  ἡμῶν  τὴν  ἀκοὴν ταῖς ἀκροάσεσι ταῖς θείαις, ὥστε μὴ ξενοφωνεῖσθαι; Γεγυμνασμένα, φησὶ, πρὸς διάκρισιν· τουτέστιν, ἔμπειρον εἶναι. Ὁ μὲν λέγει μὴ εἶναι ἀνάστασιν, ὁ δὲ οὐδὲν τῶν μελλόντων  προσδοκᾷ, ἄλλος ἕτερον λέγει Θεὸν, ἄλλος ἀπὸ  Μαρίας αὐτὸν  ἔχειν  τὴν  ἀρχήν.  Καὶ θέα  εὐθέως  πῶς  ἐξ  ἀμετρίας  πάντες ἐξέπεσον, οἱ  μὲν  πλεονάσαντες,  οἱ  δὲ  ἐλαττώσαντες.  Οἷον, πρώτη  μὲν  πάντων αἵρεσις ἡ Μαρκίωνος· ἐκείνη ἕτερον Θεὸν ἐπεισήγαγε τὸν οὐκ ὄντα. Ἰδοὺ τὸ πλέον· Μετ' ἐκείνην  ἡ Σαβελλίου, τὸν Υἱὸν καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα ἓν πρόσωπον εἶναι λέγουσα. Εἶτα ἡ Μαρκέλλου καὶ Φωτεινοῦ, καὶ αὕτη τὰ αὐτὰ πρεσβεύουσα. Εἶτα ἡ Παύλου τοῦ Σαμοσατέως, ἐκ Μαρίας λέγουσα τὴν ἀρχὴν αὐτὸν ἐσχηκέναι. Εἶτα ἡ Μανιχαίων· αὕτη γὰρ πασῶν νεωτέρα. Μετ' ἐκείνας, ἡ Ἀρείου. Εἰσὶ δὲ καὶ ἕτεραι. Ἡμεῖς δὲ διὰ τοῦτο τὴν πίστιν παρελάβομεν ἁπλῶς, ἵνα μὴ ἀναγκαζώμεθα μυρίαις ἐπιέναι  αἱρέσεσι, καὶ πράγματα ἔχειν,  ἀλλ' ὅπερ ἂν ἢ προσθεῖναι, ἢ ἀφελεῖν  τις ἐπιχειρήσειεν ἐκείνης, τοῦτο νόθον εἶναι νομίσωμεν. Καθάπερ γὰρ οἱ τοὺς κανόνας διδόντες  οὐκ  ἀναγκάζουσι  μυρία  μέτρα  περιεργάζεσθαι,  ἀλλὰ  τὸ  δοθὲν  ἐκεῖνο κατέχειν  κελεύουσιν·  οὕτω  καὶ  ἐπὶ  τῶν  δογμάτων.  Ἀλλ'  οὐδεὶς  βούλεται  ταῖς Γραφαῖς προσέχειν· εἰ γὰρ προσείχομεν, οὐ μόνον οὐκ ἂν περιεπέσομεν τῇ ἀπάτῃ, ἀλλὰ καὶ  ἑτέρους ἀπατωμένους  ἀπηλλάξαμεν  ἂν, καὶ τῶν  κινδύνων ἐξειλκύσαμεν. Ὁ γὰρ ἰσχυρὸς στρατιώτης οὐ μόνον ἑαυτῷ ἀρκέσαι δύναται, ἀλλὰ καὶ τὸν παραστάτην διαφυλάξαι, καὶ τῆς τῶν πολεμίων βλάβης ἐλευθερῶσαι. Νῦν δὲ οὐδὲ ὅτι Γραφαὶ εἰσὶν ἴσασί τινες· καίτοι τὸ Πνεῦμα τὸ ἅγιον τοσαῦτα ᾠκονόμησεν, ὥστε αὐτὰς  φυλαχθῆναι.  Καὶ ὁρᾶτε ἄνωθεν,  ἵνα  μάθητε  τοῦ  Θεοῦ τὴν  ἄφατον φιλανθρωπίαν·  Ἐνέπνευσε τῷ  μακαρίῳ  Μωϋσεῖ, τὰς  πλάκας  ἐκόλαψε,  κατέσχεν αὐτὸν τεσσαράκοντα ἡμέρας ἐπὶ τοῦ ὄρους, καὶ πάλιν τοσαύτας ἑτέρας, ὥστε δοῦναι τὸν  νόμον.  Μετὰ  δὲ  ταῦτα  προφήτας  ἔπεμψε  μυρία  παθόντας  δεινά.  Ἐπῆλθε πόλεμος, ἀνεῖλον πάντας, κατέκοψαν, ἐνεπρήσθησαν αἱ βίβλοι. Ἑτέρῳ πάλιν ἀνδρὶ θαυμαστῷ ἐνέπνευσεν, ὥστε αὐτὰς ἐκθέσθαι, τῷ Ἔσδρᾳ λέγω, καὶ ἀπὸ λειψάνων συντεθῆναι  ἐποίησε. Μετὰ δὲ  τοῦτο  ᾠκονόμησεν  ἑρμηνευθῆναι  αὐτὰς  ὑπὸ  τῶν Ἑβδομήκοντα·  ἡρμήνευσαν  ἐκεῖνοι.  Παρεγένετο  ὁ  Χριστὸς, δέχεται  αὐτὰς,  οἱ ἀπόστολοι εἰς πάντας αὐτὰς διασπείρουσι, σημεῖα ἐποίησε καὶ θαύματα ὁ Χριστός. Εἶτα τί; Μετὰ τοσαύτην πραγματείαν καὶ οἱ ἀπόστολοι ἔγραψαν, καθὼς καὶ Παῦλος εἶπεν· Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καὶ ὁ Χριστὸς ἔλεγε· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Καὶ Παῦλος πάλιν ἔλεγε· ∆ιὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν· καὶ πάλιν· Πᾶσα γραφὴ  θεόπνευστος  καὶ ὠφέλιμος·  καί· Ὁ λόγος  τοῦ Χριστοῦ ἐνοικείτω  ἐν ὑμῖν πλουσίως. Καὶ ὁ προφήτης· Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ ἑτέρωθι πάλιν· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Καὶ πάλιν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου (οὐκ εἶπε, Τῇ ἀκοῇ μου, ἀλλὰ, Τῷ λάρυγγί μου), ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Καὶ ὁ Μωϋσῆς, Μελετήσεις ἐν αὐτοῖς, φησὶ, διαπαντὸς, ἀνιστάμενος,  καθεζόμενος, κοιταζόμενος.  ∆ιὰ τοῦτο  καὶ ὁ Παῦλος γράφων  πρὸς Τιμόθεον ἔλεγεν· Ἐν αὐτοῖς ἴσθι, ταῦτα μελέτα. Καὶ μυρία ἄν τις περὶ αὐτῶν εἴποι. Ἀλλ' ὅμως μετὰ τοσαῦτα εἰσί τινες οὐδὲ εἰδότες ὅτι εἰσί ποτε Γραφαί. ∆ιά τοι τοῦτο οὐδὲν ὑγιὲς, οὐδὲν χρήσιμον παρ' ἡμῶν γίνεται.  Ἀλλ' εἰ μέν τις τὰ τῆς στρατείας εἰδέναι βούλοιτο, ἀνάγκη τοὺς νόμους αὐτὸν μανθάνειν τοὺς στρατιωτικούς· καὶ εἴ τις τὴν κυβερνητικὴν, ἢ τὴν τεκτονικὴν ἐπιστήμην γινώσκειν ἐθέλοι, ἢ εἴ τι ἕτερον, τὰ τῆς τέχνης αὐτὸν ἀνάγκη μανθάνειν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστι ποιοῦντας ἰδεῖν· καὶ ταῦτα τῆς ἐπιστήμης ταύτης πολλῆς δεομένης τῆς ἀγρυπνίας. Ὅτι γὰρ καὶ τοῦτο τέχνη  ἐστὶ διδασκαλίας δεομένη, ἄκουσον τοῦ Προφήτου λέγοντος·  ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Ἄρα ἀληθῶς διδασκαλίας δεῖται ὁ τοῦ Θεοῦ φόβος. Εἶτά φησι, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ζωὴν τὴν ἐκεῖ λέγει. Καὶ πάλιν,  Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη  σου τοῦ μὴ λαλῆσαι δόλον·  ἔκκλινον  ἀπὸ κακοῦ, καὶ ποίησον  ἀγαθόν·  ζήτησον εἰρήνην,  καὶ δίωξον αὐτήν·  Ἆρα ἴστε,  τίς  ταῦτα  εἶπε  προφήτης,  ἢ  ἱστοριογράφος,  ἢ  ἀπόστολος,  ἢ εὐαγγελιστής;  Οὐκ ἔγωγε  οἶμαι,  πλὴν  ὀλίγων·  καὶ  αὐτοὶ  δὲ  οὗτοι  πάλιν,  ἐὰν παραγάγωμεν μαρτυρίαν ἑτέρωθεν,  τὸ αὐτὸ ὑμῖν πείσονται. Ἰδοὺ γὰρ, ἐρῶ τὸ αὐτὸ τοῦτο ῥητὸν, ῥήμασιν ἑτέροις εἰρημένον· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν  ἀπὸ τῶν  ψυχῶν  ὑμῶν  ἀπέναντι  τῶν  ὀφθαλμῶν  μου, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, μάθετε καλὸν ποιεῖν. Ὁρᾷς ὅτι διδασκαλίας δεῖται ἡ ἀρετή; Οὗτος μὲν γὰρ λέγει, Φόβον Κυρίου διδάξω ὑμᾶς· ἐκεῖνος δέ· Μάθετε καλὸν ποιεῖν. Ἆρ' οὖν ἴστε ποῦ ταῦτα ἔγκειται; Οὐκ ἔγωγε οἶμαι, πλὴν ὀλίγων. Καίτοι καθ' ἑκάστην ἑβδομάδα δὶς ἢ καὶ τρὶς ταῦτα ὑμῖν ἀναγινώσκεται·  καὶ ἀνελθὼν  ὁ ἀναγνώστης  λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσημότερα ὑμῖν εἶναι, καὶ μὴ μόνον τὰ ἐγκείμενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν  τῶν  γεγραμμένων,  καὶ τίς ταῦτα εἴρηκεν. Ἀλλὰ πάντα εἰκῆ, ἀλλὰ πάντα μάτην· πᾶσα γὰρ ἡ σπουδὴ εἰς τὰ βιωτικὰ κεκένω  ται, καὶ τῶν πνευματικῶν λόγος οὐδείς. ∆ιὰ τοῦτο οὐδὲ ἐκεῖνα ὑμῖν κατὰ γνώμην ἐκβαίνει, ἀλλὰ πολλαὶ κἀκεῖ δυσκολίαι. Ὁ μὲν οὖν Χριστός φησιν· Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ  ταῦτα  πάντα  προστεθήσεται ὑμῖν·  καὶ  ταῦτα  μὲν  ἐν  προσθήκης  εἶπε  μέρει δοθήσεσθαι· ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ ζητοῦμεν τὴν γῆν, καὶ τὰ ἀγαθὰ τὰ ἐν τῇ γῇ, ὡς ἐκείνων  ἐν προσθήκης μέρει δοθησομένων  ἡμῖν. ∆ιὰ τοῦτο οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχομεν. Ἀνανήψωμεν  οὖν ποτε, καὶ γενώμεθα  τῶν μελλόντων ἀγαθῶν  ἐπιθυμηταί· οὕτω γὰρ καὶ ταῦτα ἕψεται. Οὐδὲ γὰρ ἔνι τὸν τὰ κατὰ Θεὸν ζητοῦντα,  μὴ καὶ τῶν  ἀνθρωπίνων  ἐπιτυχεῖν·  ἀπόφασίς ἐστι τῆς ἀληθείας  αὐτῆς τοῦτο λεγούσης. Μὴ τοίνυν  ἄλλως ποιῶμεν, ἀλλ' ἀντεχώμεθα  τῆς συμβουλῆς τοῦ Χριστοῦ, ἵνα μὴ πάντων  ἐκπέσωμεν. Ὁ δὲ Θεὸς ἱκανός ἐστι κατανύξαι  ἡμᾶς, καὶ ποιῆσαι βελτίους, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θʹ.∆ιὸ  ἀφέντες   τὸν  τῆς  ἀρχῆς  τοῦ  Χριστοῦ λόγον,  ἐπὶ  τὴν  τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι  μετανοίας ἀπὸ νε κρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.

 αʹ. Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλομένοις ἀεὶ μανθάνειν περὶ τῶν αὐτῶν; καὶ εἰκότως. Ὀφείλοντες  γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. ∆έδοικα δὲ μὴ καὶ πρὸς ὑμᾶς ταῦτα καιρὸν ἂν ἔχοι λέγεσθαι, ὅτι ὀφείλοντες  εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,  οὐδὲ μαθητῶν  τάξιν  ἐπέχετε, ἀλλ' ἀεὶ τὰ αὐτὰ ἀκούοντες, καὶ περὶ τῶν αὐτῶν, ὡς οὐδενὸς ἀκούοντες, οὕτω διάκεισθε· κἂν ἔρηταί τις ὑμᾶς, οὐδεὶς ἀποκρίνασθαι δυνήσεται, πλὴν ὀλίγων σφόδρα καὶ εὐαριθμήτων. Τοῦτο δὲ οὐ μικρὰ ζημία. Πολλάκις γὰρ τὸν διδάσκαλον βουλόμενον προελθεῖν περαιτέρω, καὶ μυστικωτέρων  ἅψασθαι, καὶ ὑψηλοτέρων  λόγων,  οὐκ ἀφίησιν  ἡ ἀπροσεξία τῶν μαθητευομένων. Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν  τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ· καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα μὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν· οὕτω δὴ καὶ ἐπὶ τῆς ἐκκλησίας, ἂν ἀεὶ τὰ αὐτὰ λεγόντων  ἡμῶν, μηδὲν πλέον μανθάνετε, οὐδέποτε τὰ αὐτὰ λέγοντες παυσόμεθα. Εἰ μὲν γὰρ ἐπιδείξεως ἦν ἡμῖν ὁ λόγος καὶ φιλοτιμίας, ἐχρῆν ἀεὶ μεταπηδᾷν καὶ μεταβαίνειν, οὐδὲν φροντίζοντας ὑμῶν ἕνεκεν, ἀλλὰ τῶν κρότων μόνον τῶν παρ' ὑμῶν· ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο τὴν σπουδὴν ἐθέμεθα, ἀλλὰ πάντα ὑπὲρ τῆς ὠφελείας ἡμῖν πονεῖται τῆς ὑμετέρας, οὐ παυ  σόμεθα περὶ τῶν αὐτῶν  ὑμῖν  διαλεγόμενοι,  ἕως ἂν αὐτὰ κατορθώσητε. Ἐπεὶ ἐνῆν  πολλὰ  καὶ περὶ Ἑλληνικῆς λέγειν δεισιδαιμονίας, καὶ περὶ Μανιχαίων, καὶ περὶ Μαρκιωνιστῶν, καὶ μεγάλα πλήττειν αὐτοὺς τῇ τοῦ Θεοῦ χάριτι· ἀλλ' οὐκ ἔχει καιρὸν ὁ λόγος. Τοῖς γὰρ οὐδέπω τὰ ἑαυτῶν εἰδόσιν ἀκριβῶς, τοῖς οὐδέπω μεμαθηκόσιν ὅτι τὸ πλεονεκτεῖν κακὸν, τίς ἂν τοὺς τοιούτους εἴποι λόγους, καὶ ἐφ' ἕτερα ἀγάγοι πρὸ καιροῦ; Ἡμεῖς μὲν οὖν οὐ παυσόμεθα τὰ αὐτὰ λέγοντες, ἄν τε πεισθῆτε, ἄν τε μή· δεδοίκαμεν δὲ μὴ τῷ  συνεχῶς  τὰ  αὐτὰ  λέγειν,  ἐὰν  μὴ  ἀκούητε,  μείζονα  τοῖς  παρακούουσι  τὴν καταδίκην  ἐργασώμεθα. Οὐ πρὸς πάντας  δέ μοι ταῦτα ῥητέον· οἶδα γὰρ πολλοὺς ὠφελουμένους  ἀπὸ τῆς ἐνταῦθα εἰσόδου, οἳ δικαίως ἂν ἐκείνων  καταβοήσαιεν ὡς ἐνεδρευόντων  αὐτοὺς διὰ τῆς οἰκείας  ἀμαθείας καὶ ἀπροσεξίας. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἐνεδρευθήσονται· τὸ γὰρ συνεχῶς τὰ αὐτὰ ἀκούειν, καὶ τοῖς εἰδόσι χρήσιμον· ὃ γὰρ ἴσμεν πολλάκις  ἀκούσαντες, μᾶλλον κατενύγημεν.  Οἷόν τι λέγω· Ἴσμεν ὅτι καλὸν  ἡ ταπεινοφροσύνη,  καὶ ὅτι πολλάκις  διελέχθη  περὶ αὐτῆς ὁ Χριστός· ἀλλ' ὅταν καὶ αὐτῶν τῶν ῥημάτων ἐπακούσωμεν, καὶ τῶν εἰς αὐτὰ θεωρημάτων, πλέον τι πάσχομεν, κἂν  μυριάκις  ἀκούσωμεν. Εὔκαιρον οὖν  καὶ ἡμᾶς νῦν  εἰπεῖν  ὑμῖν·
∆ιόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τί δέ ἐστιν ἡ ἀρχὴ τοῦ λόγου, αὐτὸς ἐφεξῆς ἑρμηνεύει, λέγων·  Μὴ πάλιν  θεμέλιον,φησὶ,  καταβαλλόμενοι   μετανοίας   ἀπὸ  νεκρῶν   ἔργων,  καὶ  πίστεως  ἐπὶ  Θεὸν,βαπτισμῶν  διδαχῆς,  ἐπιθέσεώς  τε χειρῶν,  ἀναστάσεώς τε  νεκρῶν,  καὶ  κρίματος αἰωνίου. Εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ  ἡμέτερον, ἢ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; Τί δέ ἐστιν ἀρχή; Οὐδὲν ἄλλο, ἢ τοῦτο ἀρχήν φησιν, ὅταν μὴ βίος ἀκριβὴς παρῇ. Καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι· οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ, καὶ μηδὲν ἀμφιβάλλειν  περὶ αὐτῶν. Εἰ δὲ δέοιτο πάλιν  διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι  προσῆκε καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι.  Εἰ δὲ  μέλλοι  τις  κατηχηθεὶς,  καὶ  βαπτισθεὶς  μετὰ  ἔτη  δέκα περὶ πίστεως  πάλιν  ἀκούειν,  καὶ ὅτι  πιστεῦσαι χρὴ εἰς ἀνάστασιν  νεκρῶν·  οὔπω  τὸν θεμέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ Χριστιανισμοῦ ζητεῖ. Ὅτι γὰρ ἡ πίστις θεμέλιον, τὸ δὲ λοιπὸν  οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος·  Ἐγὼ θεμέλιον  τέθεικα, ἄλλος  δὲ ἐποικοδομεῖ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους,  ξύλα, χόρτον,  καλάμην.  ∆ιὰ τοῦτο ἔλεγε· Μὴ πάλιν  θεμέλιον καταβαλλόμενοι  μετανοίας ἀπὸ νεκρῶν ἔργων.

 βʹ. Τί δέ ἐστιν, Ἐπὶ τὴν τελειότητα φερώμεθα; Πρὸς αὐτὴν χωρῶμεν λοιπὸν, φησὶ, τὴν ὀροφήν· τουτέστι, βίον ἄριστον ἔχωμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν  στοιχείων  τὸ πᾶν ἄλφα συνέχει, καὶ ὁ θεμέλιος τὴν πᾶσαν  οἰκοδομήν·   οὕτω   καὶ  τοῦ  βίου  τὴν   καθαρότητα,  ἡ  περὶ  τὴν   πίστιν πληροφορία. Ταύτης δὲ ἄνευ οὐκ ἔστιν εἶναι Χριστιανόν· ὥσπερ οὐδὲ θεμελίων ἄνευ οἰκοδομὴν, οὐδὲ στοιχείων χωρὶς ἔμπειρον γραμμάτων εἶναι. Ἀλλ' ὥσπερ ἐάν τις ἀεὶ περὶ  τὰ  στοιχεῖα  καταγίνηται,  ἢ  εἴ  τις  περὶ  τὸν  θεμέλιον  στρέφηται,  καὶ  οὐκ ἀνέρχηται ἐπὶ τὴν οἰκοδομὴν, οὐδέποτε ἔσται αὐτῷ τι πλέον· οὕτω καὶ ἐφ' ἡμῶν· ἂν γὰρ ἀεὶ ἐπὶ  τὴν  ἀρχὴν  τῆς  πίστεως  μένωμεν,  οὐδέποτε  πρὸς τὸ τέλειον  ταύτης ἀναβησόμεθα. Σὺ δὲ μὴ νομίσῃς ἠλαττῶσθαι τὴν πίστιν διὰ τὸ στοιχεῖον κληθῆναι· ἡ γὰρ πᾶσα δύναμις αὕτη ἐστίν. Ὅταν γὰρ λέγῃ· Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν, οὐ γάλα ταύτην καλεῖ· ἀλλὰ τὸ ἀμφιβάλλειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας καὶ λόγων  δεομένης πολλῶν.  Τὰ γὰρ  δόγματα  ταῦτά  ἐστι τὰ  ὑγιῆ·  τέλειον  γὰρ  ἐκεῖνον  καλοῦμεν  τὸν  μετὰ  τῆς πίστεως βίον ἔχοντα ὀρθόν. Ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀμφιβάλλῃ, καὶ ὑβρίζῃ τὴν διδασκαλίαν· εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα. Ὥστε κἂν μυρία ἔτη ἐν τῇ πίστει ἔχωμεν, καὶ μὴ βέβαιοι ὦμεν ἐν αὐτῇ, νήπιοί ἐσμεν, ὅταν βίον αὐτῇ μὴ συμβαίνοντα ἐπιδεικνυώμεθα,  ὅταν ἔτι θεμέλιον καταβαλλώμεθα. Τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο καλεῖ, ὡς παρασαλευθεῖσι, καὶ δεομένοις θεμέλιον καταβάλλειν μετανοίας ἀπὸ νεκρῶν  ἔργων. Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον,  καὶ τὸ μὲν ἀφιέντα, τοῦτο δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι  χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ' ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι,  πῶς τοῦ δευτέρου ἅψεται; Τί οὖν, φησὶ, περὶ τοῦ νόμου; Κατέγνωμεν αὐτοῦ, καὶ πάλιν  ἐπ' αὐτὸν  ἀνατρέχομεν.  Τοῦτο οὐκ ἔστι μετάθεσις· καὶ  γὰρ ἐνταῦθα  ἔχομεν  νόμον. Νόμον οὖν, φησὶ, καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Ἐγὼ  δὲ  περὶ  πονηρῶν  εἶπον  πραγμάτων.  Ὁ  γὰρ  μέλλων  ἐπ'  ἀρετὴν  μετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια   καθαροὺς  αὐτοὺς  δεῖξαι.  ∆ιὰ  τοῦτο  εὐθέως   ἐβαπτίζοντο,   ἵν',   ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι' ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένηται χάριτος. Οὔτε οὖν μετάνοια ἀρκεῖ πρὸς τὸν καθαρισμὸν, ἀλλὰ δεῖ τὸ βάπτισμα παραλαβεῖν. Ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι δεῖ, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ, καὶ καταψηφισάμενον. Τί δέ ἐστι, Βαπτισμῶν διδαχῆς; Οὐχ ὡς πολλῶν  ὄντων  τῶν βαπτισμῶν,  ἀλλ' ἑνός. Τί οὖν  αὐτὸ  πληθυντικῶς  εἶπε; ∆ιὰ τὸ εἰπεῖν,  Μὴ πάλιν θεμέλιον  καταβαλλόμενοι  μετανοίας.  Εἰ γὰρ πάλιν  αὐτοὺς ἐβάπτισε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν  ἐξ ἀρχῆς βαπτισθέντες  ἐδιδάσκοντο  τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. Καὶ ἐπιθέσεως χειρῶν. Οὕτω γὰρ τὸ Πνεῦμα ἐλάμβανον. Ἐπιθέντος γὰρ αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, φησὶν, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀναστάσεώς τε νεκρῶν. Τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. Καὶ κρίματος αἰωνίου. ∆ιὰ τί δὲ ταῦτά φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἢ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἢ κακῶς βιοῦν καὶ ῥᾳθύμως. Λέγει οὖν· Νήψατε. Ἀπάγων οὖν αὐτοὺς τῆς τοιαύτης ῥᾳθυμίας, καὶ προσεκτικωτέρους ποιῶν, τοῦτον τὸν λόγον κινεῖ. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι Ἂν νῦν ῥᾳθύμως ζήσωμεν, πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, καὶ πάλιν ληψόμεθα τὸ Πνεῦμα· ἢ, ὅτι Ἂν νῦν  τῆς πίστεως ἐκπέσωμεν, πάλιν  δυνησόμεθα βαπτιζόμενοι  τὰ  ἁμαρτήματα  ἀπολούσασθαι, καὶ  τῶν  αὐτῶν  τυχεῖν  ὧνπερ  καὶ πρότερον.   Σφάλλεσθε,   φησὶ,   ταῦτα   νομίζοντες.   Ἀδύνατον   γὰρ   τοὺς   ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος  ἁγίου,  καὶ  καλὸν  γευσαμένους  Θεοῦ ῥῆμα,  δυνάμεις  τε  μέλλοντος αἰῶνος,  καὶ  παραπεσόντας,  πάλιν  ἀνακαινίζειν   εἰς  μετάνοιαν,  ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Καὶ ὅρα πῶς ἐντρεπτικῶς  καὶ ἀπαγορευτικῶς ἄρχεται· Ἀδύνατον, φησί· τουτέστι, Μηκέτι προσδόκα τὸ μὴ δυνατόν. Οὐ γὰρ εἶπεν, Οὐ πρέπει, οὐδὲ συμφέρει, οὐδὲ ἔξεστιν, ἀλλ',  Ἀδύνατον· ὥστε εἰς ἀπόγνωσιν ἐμβαλεῖν, εἰ ὅλως ἐφωτίσθητε ἅπαξ.

γʹ. Εἶτα ἐπάγει, Γευσαμένους τε τῆς δωρεᾶς   τῆς   ἐπουρανίου·   τουτέστι,   τῆς   ἀφέσεως.   Καὶ  μετόχους   γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν  γευσαμένους Θεοῦ ῥῆμα. Τὴν διδασκαλίαν  ἐνταῦθα λέγει.  ∆υνάμεις  τε  μέλλοντος   αἰῶνος.  Τίνας  λέγεις  δυνάμεις;  Ἢ  τὸ  θαύματα ἐπιτελεῖν, ἢ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν,  ἀνασταυροῦντας ἑαυτοῖς τὸν  Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν· τουτέστι, διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; Οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ' ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός. Οὐ γὰρ εἶπεν, Ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν· ἀλλ'   εἰπὼν,   Ἀδύνατον   ἐπήγαγεν,   Ἀνασταυροῦντας.  Ἀνακαινισθῆναι·  τουτέστι, καινὸν  γενέσθαι·  τὸ  γὰρ  καινοὺς  ποιῆσαι, τοῦ  λουτροῦ  μόνον  ἐστίν· Ἀνακαινισθήσεται γὰρ, φησὶν, ὡς ἀετοῦ ἡ νεότης σου. Τῆς δὲ μετανοίας  ἐστὶ τὸ, καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν ἁμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος  καὶ καινοὺς ἐργάσασθαι· εἰς ἐκείνην  μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι· ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν. Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.  Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ βάπτισμα σταυρός ἐστι· Συνεσταυρώθη γὰρ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Καὶ πάλιν· Σύμμορφοι γεγόναμεν τῷ ὁμοιώματι   τοῦ  θανάτου   αὐτοῦ·  καὶ  πάλιν·  Συνετάφημεν   οὖν  αὐτῷ   διὰ  τοῦ βαπτίσματος  εἰς  τὸν  θάνατον.  Ὥσπερ οὖν  οὐκ  ἔνι  δεύτερον  σταυρωθῆναι  τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· οὕτως οὐδὲ βαπτισθῆναι. Εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου  τὸν θάνατον  κατεπάλαισεν,  εἶτα πάλιν  σταυροῦται· μῦθος πάντα  ἐκεῖνα καὶ παραδειγματισμός. Ὁ τοίνυν  δεύτερον ἑαυτὸν  βαπτίζων, πάλιν  αὐτὸν  σταυροῖ. Τί δέ ἐστιν, Ἀνασταυροῦντας; Ἄνωθεν  πάλιν  σταυροῦντας. Ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. Ὅρα θάνατον, καὶ θάνατον· ἐκεῖνος ἀπέθανεν ἐν τῇ σαρκὶ, ἡμεῖς δὲ τῇ ἁμαρτίᾳ. ∆ιὰ τοῦ βαπτίσματος ἡμῶν ὁ παλαιὸς ἄνθρωπος  ἐτάφη, καὶ ἀνέστη ὁ καινὸς,  ὁ σύμμορφος γενόμενος  τῷ  ὁμοιώματι  τοῦ θανάτου  αὐτοῦ. Εἰ τοίνυν ἀνάγκη πάλιν βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν  τοῦτον· τὸ γὰρ βάπτισμα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζομένου, καὶ ἔγερσις ἐκείνου. Καὶ καλῶς εἶπεν, Ἑαυτοῖς ἀνασταυροῦντας· ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται. ∆ιόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι. Τί ἐστι, Γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου; Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων· τοῦτο γὰρ Θεοῦ μόνου χαρίζεσθαι, καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. Τί οὖν ἐπιμενοῦμεν  τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο.  Εἰ δὲ ἀεὶ μέλλομεν χάριτι  σώζεσθαι, οὐδέποτε  ἐσόμεθα ἀγαθοί. Ὅπου γὰρ μία ἐστὶ χάρις, καὶ οὕτω ῥᾳθυμοῦμεν·  εἰ  ᾔδειμεν  ὅτι  πάλιν  ἔστιν  ἀπολούσασθαι τὰ  ἁμαρτήματα,  ἆρα ἂν ἐπαυσάμεθα ἁμαρτάνοντες; Οὐκ ἔγωγε οἶμαι. Πολλὰ ἐνταῦθα δείκνυσι τὰ δῶρα· καὶ ἵνα μάθῃς, ἄκουσον· Κατηξιώθης, φησὶ, τοσαύτης ἀφέσεως, ἐν σκότῳ καθεζόμενος ὁ ἐχθρὸς, ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος,  ὁ θεοστυγὴς, ὁ ἀπολλύμενος· ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν,  τῶν  ἄλλων  ἀγαθῶν,  μυστηρίων ἀποῤ  ῥήτων, καὶ οὐδὲ οὕτω  βελτίων  γενόμενος,  ἀλλ' ἄξιος μὲν  ὢν  ἀπωλείας,  τυχὼν  δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτο βαπτισθῆναι πάλιν; ∆ύο τοίνυν τρόποις τὸ πρᾶγμα ἀδύνατον ἔφησεν εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθηκεν· ἑνὶ μὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν αὐτὸν πάλιν ἀνασταυροῦσθαι·  τοῦτο  γάρ  ἐστι  παραδειγματίσαι.  Οὐκ  ἔστι  τοίνυν   δεύτερον λουτρὸν,  οὐκ ἔστιν· εἰ δὲ ἔστι, καὶ τρίτον  ἐστὶ, καὶ τέταρτόν  ἐστι, καὶ ὑπὸ  τοῦ ὑστέρου ἀεὶ τὸ πρῶτον καταλύεται, καὶ τοῦτο πάλιν ὑπὸ τοῦ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον.  Εἰπὼν  δὲ,  Καὶ καλὸν  Θεοῦ  γευσαμένους  Ῥῆμα,  δυνάμεις  τε  αἰῶνος μέλλοντος, οὐκ ἀποκαλύπτει αὐτὸ, ἀλλ' αἰνίττεται, καὶ μονονουχὶ ταῦτα λέγει· ὅτι τὸ  ζῇν  ὡς  ἀγγέλους,  τὸ  μηδενὸς  δεῖσθαι τῶν  ἐνταῦθα,  τὸ  εἰδέναι  ὅτι  τῆς  τῶν μελλόντων  αἰώνων  ἀπολαύσεως πρόξενος ἡμῖν ἡ υἱοθεσία γίνεται, τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἔστι ταῦτα μαθεῖν. Τί ἐστι, ∆υνάμεις τε τοῦ μέλλοντος αἰῶνος; Ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. Τούτων ἤδη τὸν ἀῤῥαβῶνα ἐλάβομεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύματος. Εἰπέ μοι τοίνυν  εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐμπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἅπαντα, ἆρα ἂν ἐνεπιστεύθης  τὰ ἐκεῖ πάλιν;

δʹ. Τί οὖν; οὐκ ἔστι μετάνοια, φησίν; Ἔστι μετάνοια, ἀλλὰ βάπτισμα οὐκ ἔστι δεύτερον. Μετάνοια δὲ ἔστι πολλὴν ἔχουσα τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁμαρτήμασι βεβαπτισμένον, εἰ βουληθείη, δυναμένη ἀπαλλάξαι τοῦ τῶν  ἁμαρτημάτων  φορτίου, καὶ τὸν  κινδυνεύοντα  καταστῆσαι ἐν ἀσφαλείᾳ, κἂν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθμένα. Καὶ τοῦτο πολλαχόθεν δυνατὸν ἀποδεῖξαι. Μὴ ὁ πίπτων γὰρ, φησὶν, οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἔστιν, ἐὰν βουλώμεθα, μορφωθῆναι  τὸν Χριστὸν ἐν ἡμῖν πάλιν· ἄκουε γὰρ Παύλου λέγοντος, Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· μόνον ἁψώμεθα τῆς μετανοίας. Ὅρα γὰρ Θεοῦ φιλανθρωπίαν·  ἔδει ἡμᾶς παντὶ  τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόμον λαβόντες  τὸν φυσικὸν καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν,  τόν τε ∆εσπότην ἠγνοήκαμεν,  καὶ βίον ἀκάθαρτον βεβιώκαμεν· ὁ δὲ οὐ μόνον οὐκ ἐκόλασεν, ἀλλὰ καὶ μυρίων μετέδωκεν ἀγαθῶν, ὡς ἂν εἰ μεγάλα κατωρθωκότες ἦμεν. Πάλιν ἐξεπέσομεν, καὶ οὐδὲ οὕτω κολάζει, ἀλλ' ἔδωκε τὸ τῆς μετανοίας φάρμακον, πάντα ἡμῶν τὰ ἁμαρτήματα ἱκανὸν ἀφανίσαι καὶ ἀπαλεῖψαι, μόνον ἐὰν εἰδῶμεν τὸ φάρμακον ὁποῖόν ἐστι, καὶ πῶς αὐτὸ ἐπιτιθέναι δεῖ. Ποῖον οὖν ἐστι  τὸ  φάρμακον  τῆς  μετανοίας,  καὶ  πῶς  αὐτὸ  κατασκευάζεται; Πρῶτον,  ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἀπὸ ἐξαγορεύσεως. Τὴν ἀνομίαν γάρ μου, φησὶν, ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· καὶ, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου· καὶ πάλιν·  Λέγε σὺ τὰς  ἁμαρτίας  σου πρῶτος,  ἵνα  δικαιωθῇς·  καὶ,  ∆ίκαιος  ἑαυτοῦ κατήγορος  ἐν  πρωτολογίᾳ.  ∆εύτερον, ἀπὸ  ταπεινοφροσύνης  πολλῆς·  ὥσπερ γὰρ σειρά τίς ἐστι χρυσῆ, κἂν ἀρχὴν λάβῃ, πάντα ἕπεται. Ἐὰν γὰρ ὁμολογή  σῃς τὴν ἁμαρτίαν  ὡς  ὁμολογῆσαι  χρὴ,  ταπεινοῦται   ἡ  ψυχή·  τὸ  γὰρ  συνειδὸς  αὐτὴν συστρέφον, κατεστάλθαι ποιεῖ. ∆εῖ δὲ καὶ ἕτερα προσεῖναι τῇ ταπεινοφροσύνῃ, ἵνα τοιαύτη ᾖ οἵαν ὁ μακάριος ∆αυῒδ ηὔχετο λέγων· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· καὶ πάλιν· Καρδίαν συντετριμμένην  καὶ τεταπεινωμένην  ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τὸ γὰρ συντριβὲν οὐ διανίσταται,  οὐ πλήττει,  ἀλλὰ πρὸς τὸ παθεῖν κακῶς ἐστὶν ἕτοιμον, αὐτὸ δὲ οὐ διανίσταται. Τοιοῦτόν ἐστι συντριβὴ καρδίας· κἂν ὑβρισθῇ, κἂν  πάθῃ  κακῶς,  ἡσυχάζει, καὶ  οὐχ  ὁρμᾷ πρὸς  ἄμυναν.  Μετὰ δὲ  τὴν ταπεινοφροσύνην,  εὐχῶν  δεῖ ἐκτενῶν,  δακρύων  πολλῶν,  τῶν  ἐν ἡμέρᾳ, τῶν  ἐν νυκτί· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· καὶ πάλιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ μετὰ τὴν εὐχὴν τὴν οὕτως ἐκτενῆ, ἐλεημοσύνης δεῖ πολλῆς. Τὸ γὰρ μάλιστα ἰσχυρὸν ἐργαζόμενον  τὸ φάρμακον τῆς μετανοίας, τοῦτό ἐστι. Καὶ καθάπερ ἐπὶ τῶν ἰατρικῶν  βοηθημάτων ἔστι φάρμακον πολλὰς μὲν λαμβάνον βοτάνας, μίαν δὲ τὴν κυριωτάτην· οὕτω καὶ ἐπὶ τῆς μετανοίας αὕτη ἡ βοτάνη κυριωτέρα, καὶ τὸ πᾶν αὕτη γένοιτο ἄν. Ἄκουε γὰρ τί  φησιν  ἡ θεία Γραφή· ∆ότε ἐλεημοσύνην,  καὶ πάντα  ἔσται καθαρά· καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· καὶ πάλιν· Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη καταπαύσει ἁμαρτίας μεγάλας. Εἶτα τὸ μὴ ὀργίζεσθαι, μηδὲ μνησικακεῖν,  τὸ πᾶσιν ἀφιέναι  τὰ ἁμαρτήματα· Ἄνθρωπος  γὰρ ἀνθρώπῳ  συντηρεῖ ὀργὴν, φησὶ, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν. Ἄφετε, ἵνα ἀφεθῇ ὑμῖν.  Καὶ τὸ  ἐπιστρέφειν  ἀδελφοὺς  ἀπὸ  τῆς  πλάνης·  Πορεύου γὰρ,  φησὶ,  καὶ ἐπίστρεφε τοὺς ἀδελφούς σου, ἵνα ἀφεθῶσί σοι αἱ ἁμαρτίαι σου· τὸ πρὸς τοὺς ἱερεῖς ἔχειν  οἰκείως.  Κἂν γὰρ  ἁμαρτίας  ᾖ, φησὶ,  πεποιηκώς  τις,  ἀφεθήσεται  αὐτῷ·  τὸ προΐστασθαι τῶν ἀδικουμένων, τὸ μὴ ἔχειν ὀργὴν, τὸ πάντα πράως φέρειν.

 εʹ. Ἆρα πρὸ μὲν  τοῦ  μαθεῖν  ὅτι  ἔστι διὰ  μετανοίας  ἀπολούσασθαι  τὰ  ἁμαρτήματα,  οὐκ ἐναγώνιοι  ἦτε, γνόντες  ὅτι οὐκ ἔστιν ἕτερον λουτρὸν, καὶ ἀπεγινώσκετε  ἑαυτῶν; Νυνὶ  δὲ  μαθόντες   δι'   ὅσων  ἡ  μετάνοια   καὶ  ἡ  ἄφεσις  κατορθοῦται,  καὶ  ὅτι δυνησόμεθα  τὸ  πᾶν  ἐκφυγεῖν,  ἂν  βουληθῶμεν  αὐτῇ  χρήσασθαι δεόντως,  ποίας τύχοιμεν ἂν συγγνώμης, οὐδὲ εἰς νοῦν ἐρχόμενοι τῶν ἡμετέρων ἁμαρτημάτων; Εἰ γὰρ τοῦτο ἦν, πάντα ἤνυστο. Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν, ἔνδον ἐστίν· οὕτως ὁ τὰ οἰκεῖα λογιζόμενος κακά. Ἂν γὰρ ἀναλογίζηται  αὐτὰ καθ' ἑκάστην, καὶ ἐπὶ τὴν θεραπείαν αὐτῶν  πάντως  ἥξει· ἂν δὲ λέγῃ, Ἁμαρτωλός εἰμι, μὴ ἀναλογίζηται  δὲ αὐτὰ κατ' εἶδος, καὶ λέγῃ, ὅτι Τόδε καὶ τόδε ἥμαρτον· οὐδέποτε παύσεται, ἀεὶ μὲν ὁμολογῶν, φροντίζων  δὲ οὐδέποτε τῆς διορθώσεως. Ἐὰν γὰρ ἄρξηται, πάντως καὶ τὰ ἄλλα ἕπεται, ἂν εἴσοδον ἐπιδείξηται· πανταχοῦ γὰρ ἡ ἀρχὴ καὶ τὰ προοίμια  δύσκολα. Ταῦτα οὖν καταβαλώμεθα, καὶ πάντα εὔκολα ἔσται καὶ ῥᾷστα. Ἀρξώμεθα τοίνυν,  παρακαλῶ,  ὁ μὲν  ἀπὸ  τοῦ  τὰς  εὐχὰς  ἐπιτεῖναι,  ὁ δὲ  ἀπὸ  τοῦ  δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατηφεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω μικρὸν ἀνόνητον. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Πάντες δὲ ἀπὸ ἐλεημοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ ἀπὸ τοῦ  μὴ  μνησικακεῖν  μηδὲ  ἀμύνεσθαι,  ταπεινώσωμεν   ἑαυτῶν  τὰς  ψυχάς.  Ἐὰν ἐννοῶμεν συνεχῶς τὰ ἡμαρτημένα ἡμῖν, οὐδὲν ἡμᾶς ἐπᾶραι τῶν ἔξωθεν δυνήσεται, οὐ πλοῦτος,  οὐ δυναστεία,  οὐκ ἀρχὴ, οὐ τιμὴ,  ἀλλὰ  κἂν  εἰς  αὐτὸ  τὸ ὄχημα  τὸ βασιλικὸν καθίσωμεν, στενάξομεν πικρόν. Ἐπεὶ καὶ ὁ μακάριος ∆αυῒδ βασιλεὺς ἦν, καὶ  ἔλεγε·  Λούσω καθ'  ἑκάστην  νύκτα  τὴν  κλίνην   μου·  καὶ  οὐδὲν  ἀπὸ  τῆς ἁλουργίδος  καὶ  τοῦ  διαδήματος  παρεβλάβη, καὶ  οὐκ ἐτυφώθη·  ᾔδει  γὰρ ἑαυτὸν ἄνθρωπον ὄντα· καὶ ἐπειδὴ συντετριμμένην  εἶχε τὴν καρδίαν, ἐθρήνει. Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγματα; Τέφρα καὶ κόνις, καὶ ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καπνὸς  καὶ σκιὰ, καὶ φύλλον  περιφερόμενον  καὶ  ἄνθος,  ὄναρ καὶ διήγημα,  καὶ μῦθος, ἄνεμος καὶ ἀὴρ χαῦνος ἁπλῶς διαῤῥέων, πτερὸν οὐχ ἱστάμενον, ῥεῦμα παρατρέχον, καὶ εἴ τι τούτων οὐδαμινέστερον· τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος εἶναι μεῖζον νομίζουσιν οἱ πολλοί. Τοῦ ἐν τοσαύτῃ τοίνυν λαμπρότητι γενομένου, τοῦ μεγάλως θαυμασθέντος, ὁ μὴ ὕπατος ἔλαττον  ἔχει οὐδέν· ἐν τῷ αὐτῷ καὶ οὗτος κἀκεῖνός ἐστιν ἀξιώματι· ὁμοίως ἑκάτεροι μετ' ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ μοι; ἡμερῶν δύο; Τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ' ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὸ γὰρ ἐν ἡμέρᾳ, οὐκ ὄναρ; Εἰπέ μοι, διὰ τί μὴ ταῦτα μᾶλλον λέγομεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα, τῆς ἡμέρας καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· οὕτω καὶ ταῦτα, τῆς νυκτὸς καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· τὸ γὰρ ἴσον ἥ τε νὺξ καὶ ἡ ἡμέρα ἀπέλαβον  τοῦ χρόνου, καὶ ἐξ ἴσης διενείμαντο  τὸν  πάντα  χρόνον.  Ὥσπερ τοίνυν ἐν ἡμέρᾳ τοῖς ἐν νυκτὶ γενομένοις οὐ γάννυταί τις· οὕτως οὐδὲ ἐν νυκτὶ τῶν μεθ' ἡμέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγώ. Ἀλλὰ σὺ ἐν ἡμέρα, ἐγὼ δὲ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω μου πλέον τι ἔχεις, εἰ μὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὁ ὕπατος, καὶ τὸ τὴν ἀπὸ τῶν ῥημάτων ἔχειν ἡδονὴν πλέον ἔχειν ποιεῖ· οἷόν τι λέγω, σαφέστερον γὰρ αὐτὸ ἐρῶ, ἐὰν εἴπω· Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωμαι τὸ ῥῆμα, οὐχ ἅμα ἐλέχθη, καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγματά ἐστιν· ἅμα ἐφάνη ὕπατος, καὶ οὐκέτι ἐστί. Θῶμεν δὲ ἐνιαυτὸν  εἶναι, καὶ δύο ἐνιαυτοὺς, καὶ τρεῖς, καὶ τέσσαρας· ποῦ οὖν εἰσιν οἱ δέκα ὕπατοι γενόμενοι; Οὐδαμοῦ. Ἀλλ' ὁ Παῦλος οὐχ οὕτως· ἦν μὲν γὰρ καὶ ζῶν λαμπρὸς διαπαντὸς, οὐ μίαν ἡμέραν, οὐδὲ δύο, οὐδὲ δέκα, οὐκ εἴκοσιν, οὐ  τριάκοντα,   οὐδὲ  ἐνιαυτοὺς   δέκα,  καὶ  εἴκοσι,  καὶ  τριάκοντα·  ἀλλὰ  ἐξ  οὗ ἐτελεύτησε, τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν λαμπρότερός ἐστι, καὶ πολλῷ  λαμπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα μὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαμπρότητα τῶν ἁγίων  τίς ἂν παραστήσειε λόγος; ∆ιὸ, παρακαλῶ, ταύτην ζητήσωμεν τὴν λαμπρότητα, ταύτην διώξωμεν, ἵνα αὐτῆς τύχωμεν· ἡ γὰρ ὄντως λαμπρότης αὕτη ἐστίν. Ἀποστῶμεν λοιπὸν τῶν βιωτικῶν, ἵνα εὕρω  μεν χάριν καὶ ἔλεον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |