ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς ἐν Ἐφέσω

Δευτέρα 24 Οκτωβρίου 2016

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς ἐν Ἐφέσω




Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Ἡ Ἔφεσος ἔστι μὲν  τῆς  Ἀσίας μητρόπολις· ἐτελεῖτο  δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον ὡς μείζονα δῆθεν θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ οἱ ταύτην  τιμῶντες  ἐκέχρηντο,  ὡς μηδὲ τοὔνομα τοῦ τὸν ναὸν  αὐτῆς ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ. Καὶ ὁ μακάριος δὲ Ἰωάννης  ὁ εὐαγγελιστὴς  τὰ πολλὰ  ἐνδιέτριψεν   ἐκεῖ·  καὶ  γὰρ  καὶ  ἐξωρίσθη  ἐκεῖ,  καὶ  ἐτελεύτησε.  Καὶ τὸν Τιμόθεον δὲ ἐκεῖ κατέλιπεν  ὁ Παῦλος, καθὼς  γράφων  πρὸς αὐτὸν,  φησί· Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ. Καὶ τῶν φιλοσόφων οἱ πολλοὶ, καὶ μάλιστα οἱ ἀνθήσαντες περὶ τὴν Ἀσίαν, ἦσαν ἐκεῖ. Λέγεται δὲ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· καὶ γὰρ ἡ Σάμος, ὅθεν ἦν, Ἰωνική ἐστι νῆσος. Τοὺς δὲ περὶ Παρμενίδην καὶ Ζήνωνα καὶ ∆ημόκριτον, καὶ  πολλοὺς ἔτι καὶ νῦν εὕροι τις ἂν φιλοσόφους ἐκεῖ. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸςἐκείνους γράφοντι. Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι,ἅτε  ἤδη  κατηχημένοις.   Ἔστι  δὲ  νοημάτων   μεστὴ  ἡ  Ἐπιστολὴ  ὑψηλῶν,   καὶ δογμάτων. Γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτός φησι· Προσεύχεσθε ὑπὲρ  ἐμοῦ,  ἵνα  μοι  δοθῇ  λόγος  ἐν  ἀνοίξει  τοῦ  στόματός  μου  ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Καὶ ὑψηλῶν  σφόδρα γέμει τῶν νοημάτων  καὶ ὑπερόγκων. Ἃ γὰρ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς ὅταν λέγῃ· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις  διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος  σοφία τοῦ Θεοῦ· καὶ  πάλιν,  Συνήγειρε  καὶ  συνεκάθισεν  ἡμᾶς  ἐν  τοῖς  ἐπουρανίοις·  καὶ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, νῦν ἀπεκαλύφθη τοῖς ἀποστόλοις τοῖς ἁγίοις αὐτοῦ καὶ  προφήταις  ἐν  τῷ  Πνεύματι, εἶναι  τὰ  ἔθνη  συγκληρονόμα  καὶ  σύσσωμα καὶ συμμέτοχα τῆς κληρονομίας αὐτοῦ ἐν τῷ Χριστῷ.



Α. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς  ἁγίοις  τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

 αʹ. Ἰδοὺ τὸ, διὰ, τῷ Πατρὶ δέδωκε. Τί οὖν; ἐλάττονα  αὐτὸν  ἐροῦμεν; Μηδαμῶς. Τοῖς ἁγίοις, φησὶ, τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς  ἐν  Χριστῷ Ἰησοῦ.  Ἰδοὺ,  ἁγίους  καλεῖ,  ἄνδρας  ἔχοντας  καὶ  παιδία  καὶ γυναῖκας καὶ οἰκέτας. Ὅτι δὲ τούτους οὕτω καλεῖ, δῆλον ἀπὸ τοῦ τέλους τῆς Ἐπιστολῆς, ὡς ὅταν λέγῃ· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε· καὶ πάλιν,  Τὰ τέκνα, ὑπακούετε τοῖς πατράσιν ὑμῶν· καὶ, Οἱ δοῦλοι, ὑπακούετε τοῖς δεσπόταις. Ἐννοήσωμεν ὅση κατέχει νῦν ἡ ῥᾳθυμία, καὶ πῶς σπανίζει τὰ τῆς ἀρετῆς, καὶ ὅση τότε ἡ φορὰ ἡ τῶν ἐναρέτων, ὡς καὶ τοὺς κοσμικοὺς, ἁγίους καὶ πιστοὺς λέγεσθαι. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἶπε χάριν, καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε· τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο. Πῶς; Ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον, Ἀββᾶ, ὁ Πατήρ. Καὶ ΚυρίουἸησοῦ Χριστοῦ. ∆ι' ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη. Εὐλογητὸς ὁ Θεὸς, φησὶ, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἰδοὺ, Θεὸς τοῦ σαρκωθέντος. Εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου Πατήρ. Ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Τὴν Ἰουδαϊκὴν ἐνταῦθα αἰνίττεται· εὐλογία μὲν γὰρ ἦν κἀκείνη, ἀλλ' οὐ πνευματική. Τί γὰρ ἔλεγεν; Εὐλογήσαι σε ὁ Θεός· Εὐλογήσει τὰ ἔκγονα  τῆς  κοιλίας  σου, καὶ εὐλογήσει  τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Τί γὰρ ἔτι σοι λείπει; Γέγονας ἀθάνατος, γέγονας ἐλεύθερος, γέγονας υἱὸς, γέγονας  δίκαιος, γέγονας  ἀδελφὸς, γέγονας  συγκληρονόμος, συμβασιλεύεις, συνδοξάζῃ· πάντα  σοι κεχάρισται. Πῶς οὐχὶ  καὶ σὺν αὐτῷ,  φησὶ, τὰ πάντα  ἡμῖν χαρίσεται; Ἡ ἀπαρχή σου ὑπὸ ἀγγέλων  προσκυνεῖται, ὑπὸ τῶν Χερουβὶμ, ὑπὸ τῶν Σεραφίμ· τί ἔτι λείπει; Ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ. Οὐδὲν σαρκικὸν ἐνταῦθα. ∆ιὰ τοῦτο πάντα  ἐξεῖλεν  ἐκεῖνα εἰπὼν,  Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, πρὸς ταῦτα ἡμᾶς ἀγαγών.   Ὥσπερ  γὰρ  οἱ  τὰ  σαρκικὰ  ἔχοντες,  τῶν   πνευματικῶν   ἀκοῦσαι  οὐκ οὕτως     οἱ     τῶν πνευματικῶν     τυγχάνοντες,     οὐ δύνανται     αὐτῶν ἐπιτυγχάνειν,   ἂν   μὴ   πρότερον   τῶν   σαρκικῶν   ἀποστῶσι.  Τί  ἐστιν,   Εὐλογία πνευματικὴ  ἐν τοῖς ἐπουρανίοις; Οὐκ ἐν τῇ γῇ, φησὶ, καθάπερ παρὰ Ἰουδαίοις, Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· Εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα· Εὐλογήσει ὁ Θεὸς τὴν γῆν σου. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν  οἰκίαν  αὑτοῦ ἐπὶ τὴν  πέτραν, καὶ ἔπνευσαν  οἱ ἄνεμοι, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν  πέτραν. Ἡ δὲ πέτρα ποία ἐστὶν, ἀλλ' ἢ τὰ οὐράνια  πράγματα, τὰ πάσης μεταβολῆς ἀνώτερα; Ὅστις γὰρ ἂν ὁμολογήσῃ με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· καὶ, Ὅστις ἀπαρνήσεταί με, ἀρνήσομαι αὐτὸν κἀγώ· καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ πάλιν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν  οὐρανῶν· καὶ πάλιν,  Μακάριοί ἐστε οἱ δεδιωγμένοι  ἕνεκεν δικαιοσύνης,  ὅτι  ὁ  μισθὸς ὑμῶν  πολὺς  ἐν  τοῖς  οὐρανοῖς.  Ὁρᾷς πανταχοῦ  τοὺς οὐρανοὺς,  οὐδαμοῦ  γῆν,  οὐδὲ  τὰ  ἐν  τῇ  γῇ; Καὶ πάλιν,  Ἡμῶν  τὸ  πολίτευμα  ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν· καὶ πάλιν, Μὴ τὰ ἐπίγεια  φρονοῦντες,  ἀλλὰ  τὰ ἐν  τοῖς  οὐρανοῖς. Ἐν Χριστῷ Ἰησοῦ. Τουτέστι, διὰ Χριστοῦ Ἰησοῦ, οὐ διὰ Μωϋσέως ἦν αὕτη ἡ εὐλογία. Ὥστε οὐ μόνον τῇ ποιότητι, ἀλλὰ καὶ τῷ μεσίτῃ διαφέρομεν ἡμεῖς, ὥσπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους φησί· Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὑτοῦ, ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,  Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Καθὼς καὶ ἐξελέξατο  ἡμᾶς, φησὶν,  ἐν  αὐτῷ  πρὸ καταβολῆς  κόσμου, εἶναι  ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ∆ι' οὗ εὐλόγησεν ἡμᾶς, διὰ τούτου καὶ ἐξελέξατο. Αὐτὸς τοίνυν ἡμῖν ἐκεῖ δώσει  ἐκεῖνα πάντα, αὐτός   ἐστιν   ὁ   κριτὴς,   καὶ   ἐρεῖ·  ∆εῦτε,   οἱ   εὐλογημένοι   τοῦ   Πατρός  μου, κληρονομήσατε  τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν  ἀπὸ  καταβολῆς  κόσμου· καὶ πάλιν,  Ὅπου εἰμὶ  ἐγὼ,  θέλω  ἵνα  καὶ  οὗτοι  ὦσι.

 βʹ. Καὶ ἐν  πάσαις  σχεδὸν  ταῖς Ἐπιστολαῖς τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν οὕτω τετύπωτο,  οὐδ' ἐκ μεταμελείας, ἀλλ' οὕτως ᾠκονόμητο  καὶ προώριστο. Καὶ τοῦτο  δὲ  κηδεμονίας  πολλῆς.  Τί ἐστιν,  Ἐν  αὐτῷ  ἐξελέξατο;  ∆ιὰ τῆς  εἰς  αὐτὸν πίστεως ὁ Χριστὸς, φησὶ, τοῦτο κατώρθωσε, πρὶν ἢ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἢ τὸν  κόσμον  καταβληθῆναι.  Καὶ καλῶς  καταβολὴν  εἶπεν,  ὡς  ἀπό  τινος  ὕψους καταβεβλημένον  μεγάλου αὐτὸν  δεικνύς.  Καὶ γὰρ μέγα καὶ ἄφατον  τὸ ὕψος τοῦ  Θεοῦ, οὐ  τῷ  τόπῳ,  ἀλλὰ  τῷ  ἀνακεχωρηκότι  τῆς  φύσεως,  καὶ  πολὺ  τὸ  μέσον κτίσματος καὶ κτίστου. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ ταῦτα ἀκούοντες. Τί δὲ ἐξελέξατο; Ὥστε εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον  αὐτοῦ. Ἵνα τοίνυν μὴ, ἀκούσας, ὅτι Ἐξελέξατο, τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι·
∆ιὰ τοῦτο ἐξελέξατο, φησὶ, καὶ ἐπὶ τούτῳ, ἵνα ἅγιοι ὦμεν καὶ ἄμωμοι. Ἐξελέξατο καὶ Ἰουδαίους ποτέ. Πῶς; Ἔθνος τοῦτο, φησὶν, ἐξελέξατο ἐκ τῶν ἐθνῶν. Εἰ δὲ ἄνθρωποι ἐκλεγόμενοι, τὰ κάλλιστα ἐκλέγονται, πολλῷ μᾶλλον ὁ Θεός. Καὶ τὸ ἐκλεγῆναι δὲ, καὶ  τῆς  τοῦ  Θεοῦ φιλανθρωπίας   τεκμήριον  καὶ  τῆς  αὐτῶν  ἀρετῆς· πάντως  γὰρ αὐτοὺς δοκίμους ἐξελέξατο· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους, ἀλλὰ δεῖ μεῖναι ἁγίους. Ἅγιός  ἐστιν ὁ τῆς  πίστεως  μετέχων·  ἄμωμος, ὁ ἀνεπίληπτον  βίον  μετιών.  Ἀλλ' ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ἐπιζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους φαίνεσθαι. Εἰσὶ γὰρ ἅγιοι καὶ ἄμωμοι, ἀλλ' ἀνθρώποις οὕτω νομιζόμενοι, οἱ τάφοις ἐοικότες κεκονιασμένοις, καθὼς οἱ τὰς δορὰς τῶν προβάτων ἔχοντες. Ἀλλ' οὐ τοιούτους ζητεῖ, ἀλλ' οἵους ὁ Προφήτης φησί· Καὶ κατὰ τὴν καθαρότητα τῶν χειρῶν μου. Ποίαν; Τὴν ἐνώπιον  τῶν  ὀφθαλμῶν  αὐτοῦ ἁγιωσύνην  ζητεῖ, ἣν ὁ τοῦ Θεοῦ ὀφθαλμὸς ὁρᾷ. Εἶπε καὶ τούτων τὰ κατορθώματα, καὶ πάλιν ἐπὶ τὴν χάριν ἄνεισι, καί φησιν· Ἐν ἀγάπῃ, προορίσας ἡμᾶς. Οὐ γὰρ ἀπὸ πόνων  οὐδὲ κατορθωμάτων  τοῦτο γίνεται,  ἀλλ' ἀπὸ ἀγάπης, οὔτε ἀπὸ ἀγάπης  μόνον,  ἀλλὰ  καὶ ἀπὸ τῆς  ἡμετέρας ἀρετῆς. Εἰ γὰρ δὴ ἀπὸ ἀγάπης μόνης, ἐχρῆν ἅπαντας σωθῆναι· εἰ δὲ ἀπὸ τῆς ἡμετέρας ἀρετῆς πάλιν μόνης, περιττὴ ἡ παρουσία αὐτοῦ, καὶ πάντα τὰ οἰκονομηθέντα. Ἀλλ' οὔτε ἀπὸ ἀγάπης μόνης, οὔτε ἀπὸ τῆς ἡμετέρας ἀρετῆς, ἀλλ' ἐξ ἀμφοτέρων. Ἐξελέξατο γὰρ ἡμᾶς, φησίν· ὁ δὲ ἐκλεγόμενος  οἶδεν  ὅπερ ἐκλέγεται.  Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς. Οὐδένα γὰρ ἂν ἔσωσεν ἡ ἀρετὴ, τῆς ἀγάπης μὴ οὔσης. Εἰπὲ γάρ μοι, τί  Παῦλος ἂν  ὠφελήθη,  τί  δὲ ἂν  ἐπεδείξατο, εἰ μὴ καὶ ἄνωθεν  αὐτὸν ἐκάλεσε, καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; Ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡμέτερον· τὸ δὲ προσελθόντας   τοσούτων   ἀξιῶσαι  τιμῶν,   ὥστε  εὐθέως     ἀπὸ  ἔχθρας   εἰς υἱοθεσίαν ἀγαγεῖν, ὑπερβαλλούσης ὄντως ἀγάπης. Ἐν ἀγάπῃ, φησὶ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν.  Ὁρᾷς πῶς οὐδὲν  ἄνευ Χριστοῦ; πῶς οὐδὲν ἄνευ τοῦ Πατρός; Ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε. Καὶ ταῦτα τίθησιν ἐπαίρων  τὰ  γεγενημένα,  καθάπερ  καὶ  ἑτέρωθί  φησιν·  Οὐ μόνον  δὲ,  ἀλλὰ  καὶ καυχώμεθα  διὰ τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Μεγάλα μὲν  γὰρ τὰ δοθέντα, πολλῷ  δὲ μείζονα γίνεται  τῷ διὰ τοῦ Χριστοῦ δοθῆναι·  ὅτι οὐκ ἔπεμψέ τινα τῶν δούλων  πρὸς τοὺς δούλους, ἀλλ' αὐτὸν τὸν Μονογενῆ. Κατὰ τὴν εὐδοκίαν, φησὶ, τοῦ θελήματος αὑτοῦ. Τουτέστιν, διὰ τὸ σφοδρῶς θελῆσαι. Ἡ ἐπιθυμία αὐτοῦ, ὡς ἄν τις εἴποι, αὕτη ἐστί· πανταχοῦ γὰρ εὐδοκία τὸ θέλημά ἐστι τὸ προηγούμενον. Ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον, θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας· θέλημα δεύτερον, τὸ γενομένους  κακοὺς ἀπολέσθαι. Οὐ γὰρ δὴ ἀνάγκη  αὐτοὺς  κολάζει, ἀλλὰ θέλημα. Τοιοῦτον καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· καὶ πάλιν, Θέλω νεωτέρας γαμεῖν, τεκνογονεῖν. Εὐδοκίαν οὖν  τὸ  πρῶτον  θέλημά  φησι, τὸ  σφοδρὸν  θέλημα,  τὸ  μετὰ  ἐπιθυμίας θέλημα, τὸ πεῖσμα· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι σαφηνείας ἕνεκεν   τῶν   ἀφελεστέρων·  οὕτω  γὰρ  καὶ  ἡμεῖς  τὴν  ἐπίτασιν   τοῦ  θελήματος δηλοῦντες, Κατὰ τὸ πεῖσμα ἡμῶν, λέγομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστι· Σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς ἡμετέρας. Τίνος οὖν ἕνεκεν οὕτως ἡμᾶς ἀγαπᾷ, καὶ πόθεν οὕτω φιλεῖ; Ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις ἀγαθότητός ἐστι. ∆ιὰ τοῦτό φησιν, Εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων, καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος  αὐτοῦ δόξα δειχθῇ. Κατὰ τὴν  εὐδοκίαν  τοῦ θελήματος  αὑτοῦ, φησὶν,  εἰς  ἔπαινον   δόξης  τῆς  χάριτος  αὑτοῦ,  ἐν  ᾗ  ἐχαρίτωσεν  ἡμᾶς  ἐν  τῷ ἠγαπημένῳ. Ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ, φησὶν, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ.

γʹ. Οὐκοῦν εἰ εἰς τοῦτο ἐχαρίτωσεν, εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, καὶ ἵνα δείξῃ τὴν χάριν αὐτοῦ, μείνωμεν ἐν αὐτῇ. Εἰς ἔπαινον δόξης. Τί ἐστι τοῦτο; ἵνα τις αὐτὸν  ἐπαινέσῃ; ἵνα τις δοξάσῃ; ἡμεῖς, ἄγγελοι,  ἀρχάγγελοι,  ἀλλὰ πᾶσα ἡ  κτίσις; Καὶ τί  τοῦτο;  Οὐδέν· ἀνενδεὲς  γὰρ  τὸ  Θεῖον. Τίνος  οὖν  ἕνεκεν βούλεται  ἐπαινεῖσθαι  καὶ  δοξάζεσθαι παρ' ἡμῶν; Ὥστε τὴν  πρὸς αὐτὸν  ἀγάπην θερμοτέραν  ἡμῖν  ἐγγενέσθαι.  Οὐδενὸς γὰρ  ἐφίεται  τῶν  παρ'  ἡμῶν,  ἀλλ'  ἢ  τῆς σωτηρίας μόνης, οὐ διακονίας, οὐ δόξης, οὐκ ἄλλου οὐδενὸς, καὶ πάντα διὰ τοῦτο ποιεῖ. Ὁ γὰρ ἐπαινῶν καὶ θαυμάζων τὴν εἰς αὑτὸν χάριν γεγενημένην, προσεκτικώτερος ἔσται καὶ σπουδαιότερος. Ἧς ἐχαρίτωσεν ἡμᾶς, φησίν. Οὐκ εἶπεν, Ἧς  ἐχαρίσατο,   ἀλλ',   Ἐχαρίτωσεν   ἡμᾶς·   τουτέστιν   οὐ   μόνον   ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησε. Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον τινὰ, καὶ λοιμῷ καὶ νόσῳ διεφθαρμένον, καὶ γήρᾳ καὶ πενίᾳ καὶ λιμῷ, εὐθέως εὔμορφον νεώτερον  ἐργάσαιτο, πάντας  ἀνθρώπους  νικῶντα  τῷ  κάλλει,  σφοδρὰν  μὲν  τὴν αὐγὴν   ἀφιέντα   ἀπὸ   τῶν   παρειῶν,   καὶ    τὰς   μαρμαρυγὰς   τοῦ   ἡλίου ἀποκρύπτοντα ταῖς τῶν ὀφθαλμῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς ἡλικίας ἄνθει, καὶ μετὰ τοῦτο ἁλουργίδα περιβάλοι καὶ διάδημα καὶ πάντα τὸν κόσμον τὸν βασιλικόν· οὕτως ἐξήσκησε τὴν ψυχὴν ἡμῶν, καὶ καλὴν καὶ ποθεινὴν καὶ ἐπέραστον ἐποίησεν.   Ἐπιθυμοῦσι   γὰρ   ἄγγελοι   παρακύψαι   πρὸς   τὴν   τοιαύτην   ψυχὴν, ἀρχάγγελοι, πᾶσαι αἱ ἄλλαι δυνάμεις. Οὕτως ἡμᾶς καὶ ἐπιχάριτας ἐποίησε, καὶ ἑαυτῷ ποθεινούς. Ἐπιθυμήσει γὰρ, φησὶν, ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὅρα γὰρ οἷα πρὸ τούτου ἐπιβλαβῆ φθεγγόμενοι,  οἷα κεχαριτωμένα  ῥήματα φθεγγόμεθα νῦν. Οὐκέτι πλοῦτον θαυμάζομεν, οὐκέτι τὰ ἐνταῦθα, ἀλλὰ τὰ οὐράνια καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Οὐχὶ χαρίεν ἐκεῖνο τὸ παιδίον εἶναί φαμεν, ὅπερ ἂν μετὰ τῆς τοῦ σώματος ὥρας καὶ πολλὴν ἔχει τὴν ἐν τοῖς ῥήμασι χάριν; Τοιοῦτοί εἰσιν οἱ πιστοί. Ὅρα οἷα φθέγγονται οἱ  μεμυημένοι.  Τί  γὰρ  χαριέστερον  ἐκείνου  τοῦ  στόματος  γένοιτ'  ἂν,  τοῦ  τὰ θαυμαστὰ ῥήματα ἀφιέντος καὶ καθαρᾷ καρδίᾳ    καὶ     καθαροῖς     χείλεσι μεταλαμβάνοντος  τραπέζης μυστικῆς τοιαύτης μετὰ πολλῆς  τῆς λαμπρότητος  καὶ τῆς παῤῥησίας; τί χαριέστερον τῶν ῥημάτων, δι' ὧν ἀποτασσόμεθα τῷ διαβόλῳ; δι' ὧν συντασσόμεθα τῷ Χριστῷ; τῆς ὁμολογίας ἐκείνης τῆς πρὸ τοῦ λουτροῦ; τῆς μετὰ τὸ  λουτρόν;  Ἐννοήσωμεν  ὅσοι διεφθείραμεν  τὸ  βάπτισμα, καὶ  στενάξωμεν,  ἵνα δυνηθῶμεν  αὐτὸ πάλιν  ἀναλαβεῖν.  ∆ιὰ τοῦ ἠγαπημένου, φησὶν, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ. Πῶς; Οὐ μόνον ὅτι τὸν Υἱὸν ἔδωκε θαυμαστὸν, ἀλλ' ὅτι καὶ τούτῳ  τῷ τρόπῳ, ὥστε σφαγῆναι  αὐτὸν  τὸν ἀγαπώμενον.  Πολλὴ ἡ ὑπερβολή· τὸν ἀγαπώμενον ὑπὲρ τῶν μισουμένων ἔδωκεν. Ὅρα πόσου ἡμᾶς τιμᾶται. Εἰ, ὅτε αὐτὸν  ἐμισοῦμεν καὶ ἐχθροὶ ἦμεν, καὶ ἀγαπώμενον  ἔδωκε· τί οὐ ποιήσει λοιπὸν, ὅταν τούτῳ καταλλαγῶμεν διὰ τῆς χάριτος; Τὴν ἄφεσιν, φησὶ, τῶν παραπτωμάτων. Ἄνωθεν κάτω κάτεισι· πρότερον υἱοθεσίαν εἰπὼν καὶ ἁγιασμὸν καὶ ἀμώμους, καὶ τότε τὸ πάθος, οὐ μειῶν, οὐδὲ ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλ' ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα ἀνιών. Οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι  τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· καὶ τῆς υἱοθεσίας καὶ τῶν  ἄλλων  δωρεῶν τοῦτο   μεῖζον,   τὸ   μηδὲ   τοῦ   Υἱοῦ  φείσασθαι.   Μέγα  γὰρ   τὸ   ἀφεθῆναι   τῶν ἁμαρτημάτων, ἀλλὰ τὸ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ ∆εσποτικοῦ. Ὅτι γὰρ τοῦτο πολλῷ μεῖζον ἁπάντων, ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε λέγων· Κατὰ τὸν πλοῦτον τῆς χάριτος αὑτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. Πλοῦτος μὲν γὰρ κἀκεῖνος, πολλῷ δὲ πλέον  οὗτος.  Ἧς ἐπερίσσευσε, φησὶν,  εἰς  ἡμᾶς.  Καὶ πλοῦτος,  καὶ,  Ἐπερίσσευσε, τουτέστι,  ἀφάτως  ἐξεχύθη.  Οὐκ ἔνεστι  λόγῳ  παραστῆσαι, ὧν  διὰ  τῶν  ἔργων ἐπειράθημεν. Πλοῦτος γάρ ἐστι, πλοῦτος περισσεύων, πλοῦτος οὐκ ἀνθρώπων, ἀλλὰ  Θεοῦ, ὥστε πανταχόθεν  ἀμήχανον  αὐτὸν λεχθῆναι.  ∆εικνὺς δὲ πῶς εἰς περισσείαν ἔδωκεν,  Ἐν  πάσῃ σοφίᾳ  καὶ  φρονήσει,  φησὶ,  γνωρίσας  ἡμῖν  τὸ  μυστήριον  τοῦ θελήματος αὑτοῦ· τουτέστι, σοφοὺς καὶ φρονίμους ποιήσας τὴν ὄντως σοφίαν, τὴν ὄντως φρόνησιν.

 δʹ. Βαβαὶ, πόση φιλία! Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. Τοῦ θελήματος αὑτοῦ, φησίν· ὡς ἂν εἴποι τις, Τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας τε γέμον  καὶ φρονήσεως.  Τί γὰρ ταύτης τῆς σοφίας ἴσον ἐρεῖς; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς εὐμηχανίας ἴσον; ὁ ἐχθρὸς, ὁ μεμισημένος, οὗτος ἐξαίφνης ἄνω γέγονε. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ. Μακρὸς ἐνταῦθα  δεῖξαι ὁ λόγος, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο. ∆ιὸ πάλιν, Κατὰ τὴν εὐδοκίαν αὑτοῦ, φησὶν, ἣν προέθετο ἐν αὐτῷ. Τουτέστι, τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἂν ἔχοι ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Τοῦτο δὲ γέγονεν,  Εἰς οἰκονομίαν  τοῦ  πληρώματος  τῶν  καιρῶν,  ἀνακεφαλαιώσασθαι  τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ. Ἀπέσχιστο, φησὶ, τὰ ἐπουράνια τῶν  ἐπιγείων,  οὐκ εἶχε μίαν κεφαλήν.  Κατὰ μὲν γὰρ τὸν τῆς δημιουργίας λόγον εἷς Θεὸς ἦν· κατὰ δὲ τὸν τῆς οἰκειώσεως οὐκέτι, τῆς Ἑλληνικῆς πλάνης  κεχυμένης,  ἀλλ' ἀπεσχισμένοι ἦσαν τῆς ὑπακοῆς αὐτοῦ. Εἰς οἰκονομίαν, φησὶ, τοῦ πληρώματος τῶν καιρῶν. Πλήρωμα τῶν καιρῶν αὐτὸ ἐκάλεσεν. Ὅρα πῶς ἀκριβῶς φθέγγεται.  Καὶ τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ Πατρὸς δείξας, τὴν πρόθεσιν, τὴν βουλὴν, τὴν πρώτην  ὁρμὴν, τὴν δὲ διὰ τῶν  ἔργων ἐκπλήρωσιν  διὰ τοῦ Χριστοῦ, οὐδαμοῦ διάκονον  αὐτὸν  ὀνομάζει. Ἐξελέξατο ἡμᾶς, φησὶν,  ἐν  αὐτῷ,  προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Χριστοῦ Ἰησοῦ εἰς αὐτὸν, καὶ εἰς ἔπαινον δόξης τῆς χάριτος αὑτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι  τὰ πάντα ἐν τῷ Χριστῷ. Καὶ οὐδαμοῦ διάκονον αὐτὸν εἶπεν, Εἰ δὲ τὸ, ἐν, καὶ τὸ, διὰ, διακόνου ἐστὶν, ὅρα  ποῦ  τρέπει  τὸ  πρᾶγμα.  Ἀρχόμενος  γὰρ  εὐθέως  τῆς  Ἐπιστολῆς,  ∆ιὰ  τοῦ θελήματος, εἶπε, τοῦ Πατρός. Ὁ Πατὴρ ἠθέλησε, φησὶν, ὁ Υἱὸς ἐνήργησεν. Ἀλλ' οὔτε, ἐπειδὴ  ὁ Πατὴρ ἠθέλησε, τῆς  ἐνεργείας  ἐκτός  ἐστιν  ὁ Υἱός· οὔτε  ἐπειδὴ  ὁ Υἱὸς ἐνήργησε, τοῦ θελήματος ἀπεστέρηται ὁ Πατὴρ, ἀλλὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ πάντα· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, φησὶ, καὶ τὰ σὰ ἐμά. Πλήρωμα δὲ τῶν καιρῶν ἡ παρουσία αὐτοῦ ἦν. Ἐπεὶ οὖν πάντα ἔπραξε καὶ δι' ἀγγέλων, καὶ διὰ προφητῶν, καὶ διὰ νόμου, καὶ οὐδὲν πλέον ἐγένετο, ἀλλ' ἐκινδύνευεν  εἰκῆ γεγενῆσθαι ἄνθρωπος, εἰκῆ παρῆχθαι, μᾶλλον δὲ καὶ ἐπὶ κακῷ, πάντων ἀπολλυμένων  ἁπλῶς, καὶ μειζόνως ἢ ἐπὶ τοῦ κατακλυσμοῦ, εὗρε ταύτην τὴν οἰκονομίαν τὴν διὰ τῆς χάριτος, ὥστε μὴ εἰκῆ μηδὲ μάτην αὐτὸν γενέσθαι. Τὸ πλήρωμα τῶν καιρῶν τοῦτο λέγει, καὶ σοφίαν. Πῶς; Ὅτι ὅτε μάλιστα ἔμελλον ἀπόλλυσθαι, τότε διεσώθησαν. Ἀνακεφαλαιώσασθαι, φησίν.  Τί ἐστιν, Ἀνακεφαλαιώσασθαι; Συνάψαι.  Πλὴν ἀλλὰ  σπουδάσωμεν ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας.    Παρὰ    μὲν γὰρ ἡμῖν καὶ ἐν τῇ συνηθείᾳ ἀνακεφαλαίωσις  λέγεται  καὶ τὰ  διὰ μακρῶν  λεγόμενα  εἰς  βραχὺ συστεῖλαι, καὶ πάντα τὰ διὰ πολλῶν λεγόμενα συντόμως εἰπεῖν. Ἔστι μὲν γὰρ καὶ τοῦτο· τὰ γὰρ διὰ μακροῦ χρόνου  οἰκονομούμενα  ἀνεκεφαλαιώσατο  ἐν  ἑαυτῷ,  τουτέστι, συνέτεμε. Λόγον γὰρ συντελῶν, καὶ συντέμνων ἐν δικαιοσύνῃ, καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. Τοῦτό ἐστιν ἀνακεφαλαίωσις.  Ἔστι καὶ ἕτερόν τι δηλούμενον.  Ποῖον τοῦτο; Μίαν κεφαλὴν  ἅπασιν ἐπέθηκε τὸ κατὰ σάρκα Χριστὸν, καὶ ἀγγέλοις  καὶ ἀνθρώποις· τουτέστι, καὶ ἀγγέλοις μίαν ἀρχὴν ἔδωκεν, καὶ ἀνθρώποις, τοῖς μὲν τὸ κατὰ σάρκα, τοῖς δὲ τὸν Θεὸν Λόγον· ὡς ἂν περὶ οἰκίας τις εἴποι τὰ μὲν σαθρὰ, τὰ δὲ ἰσχυρὰ ἐχούσης· Ἀνῳκοδόμησε τὴν οἰκίαν, τουτέστιν, ἰσχυροτέραν εἰργάσατο, ἰσχυροτέραν κρηπῖδα ὑπέθηκεν· οὕτω καὶ ἐνταῦθα πάντας ὑπὸ μίαν ἤγαγε κεφαλήν. Οὕτω γὰρ ἂν γένοιτο ἕνωσις, οὕτως [ἂν γένοιτο] ἀκριβὴς συνάφεια, ὅταν ὑπὸ μίαν ἅπαντα  ἀχθείη  κεφαλὴν,  σύνδεσμόν  τινα  ἀναγκαῖον  ἄνωθεν  ἔχοντα.  Τοσαύτης τοίνυν     ἀξιωθέντες δωρεᾶς, τοσαύτηςτιμῆς,     τοσαύτης φιλανθρωπίας, μὴ καταισχύνωμεν  τὸν εὐεργετήσαντα, μὴ εἰς κενὸν τὴν τοσαύτην χάριν ποιήσωμεν, ἀγγελικὸν βίον ἐπιδειξώμεθα, ἀγγελικὴν ἀρετὴν καὶ πολιτείαν· ναὶ δέομαι καὶ ἀντιβολῶ, ἵνα μὴ εἰς κρῖμα μηδ' εἰς κατάκριμα γένηται ταῦτα πάντα ἡμῖν, ἀλλ' εἰς ἀπόλαυσιν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, καὶ τὰ ἑξῆς.



Βʹ. Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρό θεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὑτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον τῆς δόξης αὐτοῦ, τοὺς προηλπικό τας ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαν τες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον  τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσ φραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅ ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν,  εἰς  ἀπολύτρωσιν  τῆς  περιποιήσεως,  εἰς  ἔπαι  νον  τῆς  δόξης  αὐτοῦ.

 αʹ. Πανταχοῦ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν ἐσπούδασεν ὁ Παῦλος τὴν περὶ ἡμᾶς δεῖξαι, ὡς αὐτῷ δυνατόν. Ὅτι γὰρ μετὰ ἀκριβείας οὐχ οἷόν τε, ἄκουσον τί φησιν αὐτός·  Ὢ βάθος  πλούτου  καὶ  σοφίας  καὶ  γνώσεως  Θεοῦ!  ὡς  ἀνεξερεύνητα  τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! πλὴν ἀλλ' ὡς οἷόν τέ ἐστι δείκνυσι. Τί οὖν ἐστιν ὃ λέγει, Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες; Εἶπεν, Ἐξελέξατο ἡμᾶς, ἀνωτέρω· ἐνταῦθά φησιν· Ἐκληρώθημεν. Ἀλλ' ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμά ἐστιν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας  γὰρ καὶ ἐπιτυχίας  ἔχεται,  καὶ τοὺς ἐναρέτους   πολλάκις   ἀφεὶς,   τοὺς   οὐδενὸς   ἀξίους   λόγου,   τούτους   εἰς   μέσον παρήγαγεν· ὅρα πῶς αὐτὸ διορθοῦται. Προορισθέντες, φησὶ, κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος. Τουτέστιν· Οὐχ ἁπλῶς ἐκληρώθημεν  ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγημεν·  Θεὸς γὰρ  ὁ  ἐκλεξάμενος·  οὐδὲ  ἁπλῶς  ἐκληρώθημεν·  Θεὸς γὰρ  ὁ κληρωσάμενος· ἀλλὰ  κατὰ πρόθεσιν. Τοῦτο καὶ ἐν  τῇ πρὸς Ῥωμαίους  Ἐπιστολῇ γράφων  φησί· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν·  οὓς δὲ ἐδικαίωσε, τούτους  καὶ ἐδόξασε. Πρότερον εἰπὼν,  Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν, ὁμοῦ καὶ τὸ ἐξαίρετον τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος,  καὶ  κλῆρον  εἶπεν,  ὥστε  τὸ  αὐτεξούσιον  μὴ  ἀφελέσθαι.  Ὅπερ ἐστὶ τοίνυν μακαριότητος μᾶλλον αὐτὸ τίθησιν. Ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστιν, ἀλλὰ, ὡς ἄν τις εἴποι, συντυχίας. Ὡς ἂν εἰ ἔλεγε· Κλήρου γενομένου ἡμᾶς ἐξελέξατο. Τὸ δὲ ὅλον,     ἀπὸ τῆς     προαιρέσεως    προορισθέντας, τουτέστιν,     ἑαυτῷ ἐκλεξάμενος ἀφώρισεν· οἷον, ἑώρα ἡμᾶς πρὶν ἢ γενέσθαι κεκληρωμένους. Θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως αὐτῶν. Σὺ δὲ θέα πῶς πανταχοῦ σπουδὴν ποιεῖται  δεῖξαι, ὅτι οὐκ ἐκ μετανοίας,  ἀλλ' ἄνωθεν  τὰ πράγματα οὕτω τετύπωτο, ὥστε μηδὲν ὑμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο, καὶ διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. Πῶς οὖν φησιν αὐτὸς ὁ Χριστὸς, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγεν, Εἰς ὁδὸν ἐθνῶν  μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε; καὶ αὐτὸς δὲ πάλιν ὁ Παῦλος ἔλεγεν, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη; ∆ιὰ γὰρ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Κατὰ πρόθεσιν, φησὶ, τοῦ τὰ πάντα  ἐνεργοῦντος  κατὰ τὴν βουλὴν  τοῦ  θελήματος  αὐτοῦ.  Τουτέστιν,  οὐδὲν  μετὰ  ταῦτα  ἐνήργησε,  πάντα ἄνωθεν  διατυπώσας. Οὕτως αὐτὸς ἐπάγει  τὸ τέλος  κατὰ τὴν  βουλὴν  τοῦ θελήματος  αὐτοῦ.  Ὥστε οὐκ  ἐπειδὴ  Ἰουδαῖοι  οὐ  προσεῖχον,  διὰ  τοῦτο  τὰ  ἔθνη ἐκάλεσεν, οὐδὲ ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς. Εἰς τὸ εἶναι ἡμᾶς, φησὶν, εἰς ἔπαινον  τῆς  δόξης  αὐτοῦ,  τοὺς  προηλπικότας  ἐν  τῷ  Χριστῷ· ἐν  ᾧ  καὶ  ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίαι ὑμῶν· τουτέστι, δι' οὗ. Ὅρα πανταχοῦ  αἴτιον  πάντων  γενόμενον  τὸν  Χριστὸν, καὶ οὐδαμοῦ τὸ τοῦ ὑπουργοῦ  ὄνομα,  οὐδὲ  τὸ  τοῦ  διακόνου·  ὥσπερ  καὶ  ἀλλαχοῦ  φησιν  Ἑβραίοις γράφων,  ὅτι Πάλαι λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ'  ἐσχάτων τῶν  ἡμερῶν  ἐλάλησεν  ἡμῖν  ἐν  Υἱῷ. Τουτέστι, δι'  Υἱοῦ. Τὸν  λόγον,  φησὶ,  τῆς ἀληθείας· οὐκέτι τὸν τοῦ τύπου, οὐδὲ τὸν τῆς εἰκόνος. Τὸ εὐαγγέλιον τῆς σωτηρίας ἡμῶν.  Καὶ καλῶς  εὐαγγέλιον   αὐτὸ  σωτηρίας  καλεῖ,  τὸ  μὲν  πρὸς  τὸν  νόμον αἰνιττόμενος, τὸ δὲ πρὸς τὴν μέλλουσαν κόλασιν. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ κήρυγμα, ἀλλ' ἢ σωτηρίας εὐαγγέλιον, ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι οὐκέτι ἀπόλλυσιν. Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε ἐν τῷ Πνεύματι τῆς ἐπαγγελίας  τῷ ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Πάλιν πολλῆς προνοίας δεῖγμα τὸ σφραγισθῆναι, οὐ τὸ ἀφορισθῆναι, οὐδὲ τὸ κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι. Καθάπερ γὰρ εἴ τις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα.

 βʹ. Ὁρᾷς πῶς, προϊόντος τοῦ χρόνου, θαυμαστοὺς αὐτοὺς ποιεῖ; Ἕως μὲν γὰρ ἦσαν ἐν τῇ προγνώσει, οὐδενὶ ἦσαν δῆλοι· ἐπειδὴ δὲ ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν, ἀλλ' οὐχ ὡς ἡμεῖς· ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι. Ἐσφραγίσθησαν καὶ οἱ Ἰσραηλῖται, ἀλλὰ περιτομῇ, καθάπερ καὶ τὰ βοσκήματα καὶ τὰ ἄλογα· ἐσφραγίσθημεν καὶ ἡμεῖς, ἀλλ' ὡς υἱοὶ, Πνεύματι. Τί ἐστι, Πνεύματι ἐπαγγελίας; Ἤτοι ὅτι κατὰ ἐπαγγελίαν αὐτὸ ἐλάβομεν. ∆ύο γάρ εἰσιν ἐπαγγελίαι, μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ἀπὸ τοῦ Υἱοῦ· διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωὴλ  λέγοντος·  Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· Καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καίτοι ἔδει, φησὶν, αὐτὸν ὡς Θεὸν πιστευθῆναι· ἀλλ' οὐκ ἀπὸ τούτου διισχυρίζεται, ἀλλ' ὡς περὶ ἀνθρώπου ἐξετάζει, ὥσπερ ἐν τῇ πρὸς Ἑβραίους, λέγων·  Ἵνα  διὰ  δύο πραγμάτων  ἀμεταθέτων,  ἐν  οἷς  ἀδύνατον  ψεύσασθαι Θεὸν ἰσχυρὰν παράκλησιν ἔχωμεν. Οὕτω καὶ ἐνταῦθα τεκμήριον ποιεῖται τῆς τῶν μελλόντων  ἐπαγγελίας  τὰ ἤδη δεδομένα. ∆ιὰ τοῦτο καὶ ἀῤῥαβῶνα καλεῖ· ὁ γὰρ ἀῤῥαβὼν  μέρος  ἐστὶ  τοῦ  παντός.  Ἠγόρασε, τὰ  παρ'  ἡμῶν,  τὴν  σωτηρίαν  τὴν ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀῤῥαβῶνα τέως. ∆ιὰ τί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν; Ἐπειδὴ μηδὲ ἡμεῖς  τὸ ὅλον  εἰργασάμεθα. Ἐπιστεύσαμεν· τοῦτο  ἀρχή· ἔδωκε  καὶ αὐτὸς ἀῤῥαβῶνα, Ὅταν τὴν  πίστιν  διὰ τῶν  ἔργων  δείξωμεν,  τότε τὸ πᾶν προστίθησι. Μᾶλλον δὲ καὶ ἄλλην  ἔδωκε τιμὴν,  τὸ ἴδιον  αἷμα, καὶ πάλιν  ἄλλην ὑπέσχετο. Καθάπερ εἰ πόλεμος εἴη, ἔθνεσι πρὸς ἔθνη διδόασιν ὁμήρους· οὕτω καὶ ὁ Θεὸς ἔδωκε τὸν Υἱὸν αὐτοῦ, τῆς εἰρήνης καὶ τῶν σπονδῶν ἐνέχυρον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ· οἱ γὰρ ὄντως Πνεύματος μετέχοντες, ἴσασιν ὅτι ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν ἐστι. Τοιοῦτος ὁ Παῦλος ἦν, ἐντεῦθεν ἤδη τῶν ἐκεῖ γεγευμένος· διὸ καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι, καὶ ἔστενεν· ἑτέροις γὰρ ὀφθαλμοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ. Οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις. Εἰ μετείχομεν πάντες Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν καὶ τὴν ἐκεῖ κατάστασιν. Ἀῤῥαβὼν δὲ τίνος ἐστί; Τῆς ἀπολυτρώσεως, τῆς περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται. Νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα  συμπίπτει, καὶ μετὰ ἀσεβῶν ἐσμεν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅταν  μήτε  ἁμαρτήματα  ᾖ, μήτε  πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ μετὰ πάντων ὦμεν, τότε ἐστί. Νῦν δὲ ἀῤῥαβών. Καὶ γὰρ καὶ νῦν αὐτῶν ἀπέστημεν· οὐ γάρ ἐστι τὸ πολίτευμα ἡμῶν ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν τῶν  ἐνταῦθα·  πάροικοι γάρ ἐσμεν καὶ νῦν.  Εἰς ἔπαινον  τῆς  δόξης αὐτοῦ. Συνεχῶς τοῦτο τίθησι. Τί δήποτε; Ὅτι ἱκανὸν πληροφορῆσαι τοὺς ἀκούοντας. Εἰ μὲν γὰρ ἡμῶν ἕνεκεν, φησὶ, ταῦτα ἐποίει, οὐκ ἂν ἦν ἀναμφίβολον· εἰ δὲ δι' αὐτὸν, καὶ ὥστε τὴν ἀγαθωσύνην αὐτοῦ δεῖξαι, ὥσπερ τινὰ μαρτυρίαν, αἰτίαν τίθησι τοῦ μὴ ἂν ἄλλως  ταῦτα  γενέσθαι·  ἅπερ  καὶ  ἐπὶ  τῶν  Ἰσραηλιτῶν  ἄνω  καὶ  κάτω  ὁρῶμεν λεγόμενα·  Ποίησον ἡμῖν  διὰ τὸ ὄνομά σου· καὶ πάλιν  αὐτὸς ὁ Θεὸς ἔλεγε· Ποιῶ ἕνεκεν ἐμοῦ· καὶ ὁ Μωϋσῆς, Ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου, εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου. Πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας καὶ ἀνίησι, μαθόντας  ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει, ἅπερ ἐπαγγέλλεται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἀκούοντες· εἰ γὰρ καὶ δι' ἑαυτὸν ποιεῖ, ἀλλ' ὅμως καὶ τὰ παρ' ἡμῶν ἀπαιτεῖ. Εἰ γὰρ, Τοὺς δοξάζοντάς  με δοξάσω, φησὶ, καὶ  οἱ  ἐξουθενοῦντές  με ἐξουθενηθήσονται· ἐννοήσωμεν, ὅτι καὶ τὰ παρ' ἡμῶν ἐπιζητεῖ. Ἔπαινός ἐστι τῆς δόξης αὐτοῦ τὸ τοὺς ἐχθροὺς σῶσαι, ἀλλ' ἐκείνους τοὺς μετὰ τὸ γενέσθαι φίλους μείναντας φίλους· ὡς, εἰ πάλιν ἐπὶ τὴν προτέραν ἔχθραν ἐπανέλθοιεν, πάντα εἰκῆ καὶ μάτην.

 γʹ. Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος  τοὺς ὑπεναντίους.  Εἰ γὰρ μέλλοιμεν, ἀεὶ ἐχθραίνοντες  αὐτῷ, ἀξιοῦσθαι παρ' αὐτοῦ συγγνώμης, οὐ παυσόμεθα ἐχθραίνοντες καὶ θρυπτόμενοι καὶ χείρους γινόμενοι, καὶ πεπηρωμένοι τοῦ ἡλίου τῆς δικαιοσύνης παραγενομένου. Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλμούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πάλιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράμῃς, τίς ἔσται ἀπολογία, ποία συγγνώμη; Οὐδεμία λοιπόν· μίσους  γάρ  ἐστιν  ἀῤῥήτου  τοῦτο  σημεῖον.  Ὅτε  μὲν  γὰρ  οὐκ  ᾔδεις  τὸν  Θεὸν, ἐχθραίνων   αὐτῷ,  ὁπωσδήποτέ  τινα   συγγνώμην   εἶχες·  ἐπειδὴ  δὲ  ἐγεύσω  τῆς χρηστότητος καὶ τοῦ μέλιτος,  ἂν  πάλιν  ἀφεὶς,  ἐπὶ  τὸν  ἔμετον  ἔλθῃς  τὸν σαυτοῦ, οὐδὲν ἕτερον ἀλλ' ἢ μεγάλου μίσους καὶ καταφρονήσεως ἐκφέρεις σημεῖα. Οὒ, φησὶν,  ἀλλ'  ὑπὸ  τῆς  φύσεως  ἀναγκάζομαι·  φιλῶ   μὲν  οὖν  τὸν  Χριστὸν, ἀναγκάζομαι δὲ ὑπὸ τῆς φύσεως. Εἰ ἀνάγκην καὶ βίαν ὑπομένεις, ἕξεις συγγνώμην· εἰ  δὲ  ἀπὸ  ῥᾳθυμίας  καταπίπτεις,  οὐκέτι.  Φέρε οὖν,  αὐτὸ  δὴ  τοῦτο  ἐξετάσωμεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁμαρτήματα γίνεται, ἢ ἀπὸ ῥᾳθυμίας καὶ ὀλιγωρίας πολλῆς.  Οὐ φονεύσεις, φησί. Ποία τοῦτο ἀνάγκη,  ποία βία; Βία μὲν  οὖν  ἐστι τὸ φονεύειν. Τίς γὰρ ἂν ἡμῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιμὸν τοῦ πλησίον, καὶ αἱμάξαι τὴν δεξιάν; Οὐδὲ εἷς. Ὁρᾷς ὅτι τοὐναντίον,  ἀνάγκη τὸ ἁμαρτάνειν μᾶλλόν ἐστι καὶ βία; Ἐνέθηκε γὰρ ὁ Θεὸς φίλτρον  τῇ φύσει τῇ ἡμετέρᾳ, ὥστε ἀλλήλους ἀγαπᾷν· Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν  ἀρετὴν  ἔχομεν  ἀπὸ τῆς φύσεως σπέρματα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα μᾶλλον  κρατεῖ, τῆς πολλῆς  ἡμῶν  νωθείας τοῦτο τεκμήριον. Τί δὲ τὸ μοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυμίας τυραννίς. ∆ιὰ τί, εἰπέ μοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ' ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης·  ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης·  οὐδεὶς ἀνάγκῃ  φιλεῖ,  ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ μὲν οὖν μίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν  ἢ τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυμία  μίξεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις  καὶ  πέρα  τοῦ  μέτρου  τρυφή.  Ποῖον  γὰρ,  εἰπέ  μοι,  κατὰ  λόγον  ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην; οὐκ ἴστε, ὅτι αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ  τὴν ἐπιθυμίαν·  ἡ γὰρ ἐπιθυμία  διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν παρεσχέθη, οὐ διὰ μοιχείαν  οὐδὲ διαφθοράν.  Ἴσασι καὶ οἱ νόμοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήμασι· μᾶλλον δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ  πάντα  ἀπὸ  ὕβρεως.  Οὐ γὰρ  οὕτως  ὁ  Θεὸς τὴν  φύσιν  ἐδημιούργησεν,  ὡς ἀνάγκην ἔχειν ἁμαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν  λόγον,  μήτιγε  ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος  καὶ ἀγαθός. Ἀλλὰ τί; τὸ κλέπτειν ἀνάγκης ἐστί; Ναὶ, φησίν· ἡ γὰρ πενία τοῦτο ποιεῖ. Ἡ πενία ἐργάζεσθαι μᾶλλον ἀναγκάζει, οὐ κλέπτειν. Ἡ πενία τοίνυν τοὐναντίον  ποιεῖ· τὸ γὰρ κλέπτειν,  ἀργίας ἐστὶν, ἡ δὲ πενία  οὐκ ἀργίαν, ἀλλὰ  φιλοπονίαν  τίκτειν εἴωθεν. Ὥστε καὶ τοῦτο ῥᾳθυμίας ἐστί. Καὶ ὧδε μάθῃς· τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας  ἀγρυπνοῦντα  περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν  ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι    τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας; Τοῦτο εὔκολον· καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο πράττουσιν, ἢ ἐκεῖνο.

 δʹ. Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία; Τί δὲ τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν, ποίαν  ἂν ἔχοι  ἀνάγκην;  Οὐδεμίαν, οὐδὲ βίαν, ἀλλ' ἑκόντες  ἐπὶ τοῦτο ἐρχόμεθα. Ἀπιστούμεθα, φησίν. Ἀπιστούμεθα, ἐπειδὴ βουλόμεθα· ἐξῆν γὰρ ἀπὸ τοῦ τρόπου πιστεύεσθαι μᾶλλον ἡμᾶς, ἢ ἀπὸ τῶν ὅρκων. ∆ιὰ τί γὰρ, εἰπέ μοι, τοῖς μὲν οὐδὲ ὀμνύουσι πιστεύομεν, τοὺς δὲ καὶ χωρὶς ὅρκων πιστοὺς ἡγούμεθα; Ὁρᾷς ὅτι οὐδαμοῦ χρεία ὅρκων; Ἂν ὁ δεῖνα εἴπῃ, φησὶ, καὶ χωρὶς ὅρκων πιστεύω· σοὶ δὲ οὐδὲ μεθ' ὅρκων. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο μᾶλλον ἀπιστίας, ἢ πίστεως τεκμήριον. Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν. Ὥστε ὁ μάλιστα συνεχῶς τῷ ὅρκῳ κεχρημένος, οὗτος οὐδαμοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν·  ὁ δὲ μηδαμοῦ  κεχρημένος,  αὐτὸς  αὐτοῦ  τῆς  χρείας  ἀπολαύει.  Χρεία ὅρκου πρὸς τὸ πιστεύεσθαι λοιπόν;  Οὐδαμῶς· ὁρῶμεν  γὰρ, ὅτι οἱ μὴ ὀμνύοντες, οὗτοι μᾶλλον πιστεύονται. Ἀλλὰ τί; τὸ ὑβριστὴν εἶναι ἀνάγκης ἐστί; Ναὶ, φησίν· ὁ γὰρ θυμὸς ἐξάγει, καὶ φλέγει,  καὶ οὐκ ἀφίησι τὴν ψυχὴν  ἠρεμεῖν. Οὐ τοῦ θυμοῦ ἐστιν, ἄνθρωπε, ἀλλὰ τῆς μικροψυχίας τὸ ὑβρίζειν· εἰ δὲ θυμοῦ ἦν, πάντες ἄνθρωποι ὀργιζόμενοι, οὐκ ἂν διέλειπον  ὑβρίζοντες. Θυμὸν ἔχομεν, οὐχ ἵνα ὑβρίζωμεν τοὺς πλησίον,  ἀλλ' ἵνα  τοὺς  ἁμαρτάνοντας  ἐπιστρέφωμεν,  ἵνα  διανιστώμεθα,  ἵνα  μὴ νωθεῖς  ὦμεν.  Ὥσπερ τι  κέντρον  ἔγκειται  ἡμῖν  ὁ θυμὸς, ἵνα  κατὰ  τοῦ διαβόλου βρύχωμεν  τοὺς  ὀδόντας,  ἵνα  σφοδροὶ ὦμεν  πρὸς αὐτὸν,  οὐχ  ἵνα  κατ' ἀλλήλων στῶμεν. Ὅπλα ἔχομεν, οὐχ ἵνα ἡμᾶς αὐτοὺς πολεμῶμεν, ἀλλ' ἵνα κατὰ τοῦ πολεμίου χρώμεθα  τῇ  παντευχίᾳ.  Ὀργίλος  εἶ;  Ἔσο κατὰ  τῶν  ἁμαρτημάτων  τῶν  σαυτοῦ τοιοῦτος, ἐπίπληττε  τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡμῖν αὐτὴν ἐνέθηκεν  ὁ Θεός. Ἀλλ' ἡ ἁρπαγὴ ἐξ ἀνάγκης ἐστίν; Οὐδαμῶς· ποία γὰρ ἀνάγκη τὸ ἁρπάζειν, εἰπέ μοι; ποία βία; Πενία, φησὶ, ποιεῖ, καὶ τὸ δέος τῶν  ἀναγκαίων.  ∆ιὰ τοῦτο μὲν οὖν οὐκ ὀφείλεις  ἁρπάζειν· οὐ γὰρ ἀσφαλὴς ὁ τοιοῦτος πλοῦτος. Σὺ δὲ ταυτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐρωτηθεὶς, τί δήποτε εἰς ἄμμον τὰ θεμέλια τῆς οἰκίας καταβάλλοι, εἴποι, ὅτι ∆ιὰ τὸν κρυμὸν, διὰ τὸν ὑετόν. ∆ιὰ τοῦτο μὲν οὖν εἰς ἄμμον οὐκ ἐχρῆν καταβάλλειν· ἀναστρέφει γὰρ αὐτὰ ταχέως καὶ ὑετὸς καὶ πνεύματα καὶ ἄνεμος.  Ὥστε εἰ  πλουτεῖν  θέλεις,  μὴ  πλεονέκτει.  Εἰ παισὶ  βούλει  παραδοῦναι πλοῦτον,  δίκαιον κτῆσαι, εἴ γέ τίς ἐστι τοιοῦτος· οὗτος γὰρ μένει, καὶ βέβαιος ἕστηκεν· ὁ δὲ μὴ τοιοῦτος ταχέως ἀπόλλυται καὶ διαφθείρεται. Πλουτεῖν θέλεις, εἰπέ μοι, καὶ τὰ τῶν ἄλλων λαμβάνεις; Καὶ μὴν τοῦτο οὐκ ἔστι πλοῦτος, ἀλλὰ τὸ τὰ ἴδια κατέχειν· ὁ δὲ τὰ ἀλλότρια ἔχων, οὐκ ἂν εἴη πλούσιος· ἐπεὶ οὕτω γε ἂν καὶ οἱ τὰ σηρικὰ πωλοῦντες, ἱμάτια παρ' ἑτέρων λαμβάνοντες, καὶ εὐπορώτεροι καὶ πλουσιώτεροι πάντων λέγοιντο ἄν· καίτοι γε αὐτῶν ἐστι τέως, ἀλλ' ὅμως αὐτοὺς οὐ καλοῦμεν  πλουσίους. Τί δήποτε; Ὅτι τὰ ἀλλότρια  ἔχουσιν. Εἰ γὰρ καὶ τὰ ἱμάτια αὐτῶν τυγχάνει, ἀλλ' ἡ τιμὴ οὐκ αὐτῶν· εἰ δὲ καὶ ἡ τιμὴ αὐτῶν, ἀλλ' οὗτος πλοῦτος οὐκ ἔστι. Εἰ δὲ τὰ συμβόλαια διδόμενα  οὐ ποιεῖ  πλουσίους, διὰ τὸ ταχέως  ἡμᾶς αὐτῶν  ἀφίστασθαι, τὰ ἐξ ἁρπαγῆς πῶς ποιεῖ πλουσίους; Εἰ δὲ καὶ ὅλως ἐπιθυμεῖς πλουτεῖν (οὐ γὰρ ἀνάγκης τὸ πρᾶγμα)· τίνος ἀπολαῦσαι βουλόμενος πλείονος; ἆρα ζωῆς μακροτέρας; Καὶ μὴν οἱ τοιοῦτοι ταχέως ὀλιγοχρόνιοι γίνονται. Πολλάκις γὰρ δίκην  διδόασι τῆς  ἁρπαγῆς  καὶ τῆς  πλεονεξίας  τὸν  ἄωρον  θάνατον  καὶ τὸ τῶν κτημάτων   μὴ  ἀπολαῦσαι,  ἀλλὰ  μικρὸν,  καὶ  τὴν  γέενναν   ἀπελθεῖν   λαβόντας· πολλάκις δὲ καὶ ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν πόνων καὶ ἀπὸ τῶν φροντίδων νόσους τεκόντες ἀπώλοντο. Ἠβουλόμην μαθεῖν τίνος ἕνεκεν ὁ πλοῦτος διεσπούδασται τοῖς ἀνθρώποις. Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχωμεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι  τὸ σῶμα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην. Τίνος ἕνεκεν τὰ μυρία ἱμάτια, καὶ τὰ σητόβρωτα; Μέτρον ὡρισμένον ἐστὶ τῆς γαστρὸς, καὶ πέρα τούτου δοθὲν ἐξ ἀνάγκης διέφθειρε τὸ πᾶν ζῶον· τίνος ἕνεκεν αἱ ἀγέλαι καὶ τὰ ποίμνια  καὶ  αἱ  τῶν  κρεῶν  κατακοπαί;  Μιᾶς στέγης  χρῄζομεν·  τίνος  ἕνεκεν  οἱ περίβολοι,  καὶ  τὰ  πολυτελῆ  οἰκημάτων;  ἵνα  γῦπες  καὶ  κολοιοὶ  κατοικῶσι,  τοὺς πένητας ἀποδύεις; Καὶ πόσης οὐκ ἄξια ταῦτα γεέννης; Πολλοὶ πολλάκις εἰς τόπους, οὓς οὐδὲ εἶδον, κίοσι καὶ λίθοις πολυτίμοις οἰκοδομήματα ἐξαστράπτοντα κατεργάζονται (τί γὰρ οὐκ ἐμηχανήσαντο;) καὶ οὐδὲ αὐτοὶ ἀπέλαυσαν, οὐδὲ ἄλλοι τινές· ἡ γὰρ ἐρημία οὐκ ἀφίησιν αὐτοὺς ἀπελθεῖν· καὶ οὐδὲ οὕτως ἀφίστανται. Ὁρᾷς ὅτι οὐδὲ χρηματισμοῦ ἕνεκεν ταῦτα γίνεται; Ἀλλὰ πάντων τούτων ἄνοια καὶ ἀλογία καὶ κενοδοξία αἰτία· ἣν, παρακαλῶ, φύγωμεν, ἵνα τὰ ἄλλα φυγεῖν δυνηθῶμεν κακὰ, καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |