ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι∆ʹ Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε

Δευτέρα 24 Οκτωβρίου 2016

Ι∆ʹ Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε




Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


 Ι∆ʹ.Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.


αʹ. Μακάριοι οἱ πενθοῦντες,  καὶ, Οὐαὶ τοῖς γελῶ  σι, φησὶν ὁ Χριστός. Τί οὖν  ὁ Παῦλός φησι,  Χαίρετε ἐν  Κυρίῳ πάντοτε;  οὐκ ἐναντιούμενος τῷ  Χριστῷ· μὴ γένοιτο.  Οὐαὶ γὰρ  τοῖς  γελῶσιν,  εἶπεν  ὁ  Χριστὸς, τὸν  γέλωτα  τοῦ  κόσμου τούτου αἰνιττόμενος,    τὸν   ἐπὶ   τοῖς   παροῦσι   γινόμενον    πράγμασι·   καὶ   τοὺς   πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς  πενθοῦντας  ἐπὶ ταῖς τῶν  οἰκείων  ἀποβολαῖς,  ἀλλὰ  τοὺς κατανενυγμένους, καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, τοὺς τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους,  ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστι  δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν  τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος,  χαίρει. Ἄλλως  δὲ, ἔνεστι πενθεῖν  μὲν ὑπὲρ τῶν  οἰκείων ἁμαρτημάτων,  χαίρειν  δὲ ἐπὶ τῷ  Χριστῷ. Ἐπειδὴ οὖν  συνεθλίβοντο  δι' ὧν  ἔπασχον (Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, οὐ μόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοίνυν τὰ κατὰ Θεὸν ὑμῖν μὴ ᾖ ἐμπεποδισμένα, χαίρετε. Ἢ τοίνυν  τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πάλιν ἐρῶ, Χαίρετε.


 Τοῦτο θαρσύνοντός ἐστι καὶ δεικνύντος,  ὅτι ὁ ἐν Θεῷ ὢν, ἀεὶ χαίρει· κἄν τε θλίβηται, κἂν ὁτιοῦν πάσχῃ, ἀεὶ χαίρει ὁ τοιοῦτος. Ἄκουσον γὰρ περὶ τῶν  ἀποστόλων  τοῦ Λουκᾶ λέγοντος,  ὅτι  Ὑπέστρεφον  ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες,  ὅτι κατηξιώθησαν  ὑπὲρ τοῦ ὀνόματος  αὐτοῦ  μαστιγωθῆναι.  Εἰ μάστιγες  καὶ δεσμὰ, ἃ πάντων  εἶναι  δοκεῖ λυπηρότερα,  χαρὰν  τίκτει,  τί τῶν  ἄλλων δυνήσεται ἐμποιῆσαι λύπην ἡμῖν; Πάλιν ἐρῶ, Χαίρετε. Καλῶς τὸν λόγον ἐδιπλασίασεν. Ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτε, διὰ τοῦ διπλασιασμοῦ δείκνυσιν, ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω  πᾶσιν ἀνθρώποις. Εἶπεν ἀνωτέρω, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, καὶ ὅτι τὰ ἐπίγεια φρονοῦσιν. Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς  ἀπεχθῶς  διακεῖσθαι, παραινεῖ  τοίνυν  αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς  μόνον,  ἀλλὰ  καὶ  τοῖς  ἐχθροῖς  καὶ  τοῖς  ἐναντίοις.  Ὁ Κύριος ἐγγὺς,  μηδὲν μεριμνᾶτε. Τίνος γὰρ ἕνεκεν,  εἰπέ μοι, ἀλύετε; ὅτι ἀνθίστανται;  ὅτι ὁρᾶτε τρυφῶντας αὐτούς; Μηδὲν μεριμνᾶτε. Ἤδη ἡ κρίσις ἐφέστηκεν· οὐκ εἰς μακρὰν δώσουσι λόγον τῶν πεπραγμένων  αὐτοῖς.  Ἀλλ' ὑμεῖς  ἐν  θλίψει,  ἐκεῖνοι  δὲ ἐν  τρυφαῖς;  Ἀλλ' ἤδη ταῦτα λήψεται  τέλος. Ἀλλ' ἐπιβουλεύουσι, καὶ ἀπειλοῦσιν; Ἀλλ' οὐκ εἰς τέλος αὐτοῖς ταῦτα προχωρήσει· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅτε τἀναντία  ἔσται. Μηδὲν μεριμνᾶτε· ἤδη τὰ τῆς ἀνταποδόσεως ἐφέστηκε. Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνατος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται. Μηδὲν μεριμνᾶτε· ἀλλ' ἐν παντὶ  τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν  Θεόν. Μία μὲν οὖν  ἐκείνη  παραμυθία,  τὸ, Ὁ Κύριος ἐγγὺς,  καὶ ἐκεῖνο,  τὸ, Ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας  τοῦ αἰῶνος. Ἰδοὺ καὶ ἄλλη παραμυθία, καὶ λύπης καὶ περιστάσεως καὶ πάντων  τῶν ἀνιαρῶν  λυτήριον  φάρμακον. Ποῖον δὴ τοῦτο; Τὸ εὔχεσθαι, τὸ ἐν παντὶ εὐχαριστεῖν. Ὥστε τὰς εὐχὰς οὐ μόνον αἴτησιν εἶναι βούλεται, ἀλλὰ καὶ εὐχαριστίαν ὑπὲρ ὧν ἔχομεν. Πῶς γὰρ αἰτήσει τις τὰ μέλλοντα, ὁ τῶν προτέρων χάριν οὐκ εἰδώς; Ἀλλ' ἐν παντὶ, φησὶ, τουτέστι, πράγματι, τῇ προσευχῇ καὶ τῇ δεήσει. Ὥστε ὑπὲρ ἁπάντων  εὐχαριστεῖν  δεῖ, καὶ  τῶν  δοκούντων  εἶναι λυπηρῶν·  τοῦτο  γὰρ  ὄντως  εὐχαρίστου.  Ἐκεῖνο  μὲν  γὰρ  ἡ  φύσις  τῶν  πραγμάτων ἀπαιτεῖ·  τοῦτο  δὲ ἀπὸ ψυχῆς  γίνεται  εὐγνώμονος,  καὶ σφόδρα διακειμένης  πρὸς τὸν Θεόν. Ταύτας ἐπιγινώσκει  τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Οὐκοῦν τοιαῦτα εὔχεσθε, ὥστε ἐπιγινώσκεσθαι. Πάντα γὰρ ὑπὲρ τοῦ συμφέροντος οἰκονομεῖ, κἂν ἡμεῖς μὴ εἰδῶμεν. Καὶ τοῦτο τοῦ σφόδρα συμφέρειν ἡμῖν ἐστι τεκμήριον, τὸ ἡμᾶς μὴ εἰδέναι. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἡ εἰρήνη τοῦ Θεοῦ, φησὶν, ἣν πρὸς τοὺς ἀνθρώπους εἰργάσατο, πάντα νοῦν ὑπερέχει. Τίς γὰρ ἂν προσεδόκησε, τίς δὲ ἂν ἤλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; Ἅπασαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν,  οὐχὶ λόγον μόνον· ὑπὲρ  τῶν  ἐχθρῶν,  ὑπὲρ  τῶν  μισούντων   αὐτὸν,  ὑπὲρ  τῶν  ἀποστρεφομένων,   ὑπὲρ τούτων  τὸν Υἱὸν ἐκδοῦναι  τὸν μονογενῆ  οὐ παρῃτήσατο, ὥστε εἰρήνην  ποιῆσαι πρὸς ἡμᾶς. Αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν, ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.


βʹ. Τοῦτο διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν, ὥστε μήτε ὑπὸ πειρασμῶν καταβαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι· ὡς ἂν εἰ ἔλεγεν· Ὁ ῥυσάμενος ὑμᾶς οὕτως, ὡς οὐδὲ νοῦς καταλαβεῖν δύναται, αὐτὸς ὑμᾶς διαφυλάξειε, καὶ ἀσφαλίσαιτο, ὥστε μηδὲν παθεῖν. Ἢ οὖν τοῦτο δηλοῖ, ἢ ὅτι ἡ εἰρήνη, ἥν  φησιν  ὁ  Χριστὸς, Εἰρήνην  ἀφίημι  ὑμῖν,  εἰρήνην  τὴν  ἐμὴν  δίδωμι  ὑμῖν,  αὕτη φρουρήσει ὑμᾶς. Ἡ γὰρ εἰρήνη  ὑπερέχει  πάντα  νοῦν  ἀνθρώπινον.  Εἰ δὲ λέγεις,  πῶς; ἄκουε· Ὅταν  λέγῃ  πρὸς τοὺς  ἐχθροὺς  εἰρηνεύειν,  πρὸς τοὺς  ἀδικοῦντας,  πρὸς τοὺς ἐκπεπολεμωμένους   καὶ  ἀπεχθῶς   πρὸς  ἡμᾶς  ἔχοντας,   πῶς   οὐχ  ὑπὲρ  νοῦν   ἐστιν ἀνθρώπινον τοῦτο; Μᾶλλον δὲ τὸ πρότερον ἴδωμεν Ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν. Εἰ ἡ εἰρήνη, πολλῷ μᾶλλον αὐτὸς ὁ Θεὸς, ὁ τὴν εἰρήνην δοὺς, πάντα νοῦν, οὐ τὸν ἡμέτερον μόνον,  ἀλλὰ  καὶ τὸν  τῶν  ἀγγέλων  καὶ τῶν  ἄνω  δυνάμεων.  Τί δέ ἐστιν, Ἐν Χριστῷ Ἰησοῦ; Ἐν αὐτῷ φυλάξει,  φησὶν,ὥστε  μένειν,  καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεμνὰ, ὅσα ἀληθῆ, ὅσα δίκαια. Τί ἐστι, Τὸ λοιπόν; Ἀντὶ τοῦ, Πάντα ἡμῖν  εἴρηται.  Ἐπειγομένου  τὸ ῥῆμά ἐστι, καὶ  οὐδὲν  κοινὸν  ἔχοντος  πρὸς τὰ παρόντα.  Λοιπὸν, ἀδελφοὶ,  ὅσα ἐστὶν  ἀληθῆ,  ὅσα σεμνὰ, ὅσα δίκαια,  ὅσα ἁγνὰ,  ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί. Τί ἐστιν, Ὅσα προσφιλῆ; Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ  τῷ Θεῷ. Ὅσα ἐστὶν ἀληθῆ. Ταῦτα γὰρ ὄντως  ἀληθῆ, ἡ ἀρετή· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς ψεῦδος, καὶ ἡ δόξα αὐτῆς ψεῦδος, καὶ πάντα τὰ τοῦ κόσμου ψεῦδος. Ὅσα ἁγνὰ, πρὸς τὸ, Τὰ ἐπίγεια φρονοῦντας. Ὅσα σεμνὰ, πρὸς τὸ, Ὧν ὁ θεὸς ἡ κοιλία. Ὅσα δίκαια, ὅσα εὔφημα, ταῦτά ἐστι, φησίν. Εἴ τις ἀρετὴ, καὶ  εἴ τις ἔπαινος.  Ἐνταῦθα  βούλεται  αὐτοὺς καὶ τῶν  πρὸς ἀνθρώπους  προνοεῖν.  Ταῦτα λογίζεσθε, φησίν. Ὁρᾷς ὅτι πᾶσαν ἔννοιαν βούλεται ἐξορίσαι πονηρὰν ἐκ τῶν ἡμετέρων ψυχῶν;   ἀπὸ  γὰρ  ἐννοιῶν   αἱ  πράξεις  αἱ  πονηραὶ   γίνονται.   Ἃ  καὶ  ἐμάθετε  καὶ παρελάβετε.  Τοῦτο  διδασκαλίας  ἀρίστης,  τὸ  ἐν  πάσαις  ταῖς  παραινέσεσιν  ἑαυτὸν παρέχειν τύπον, καθὼς καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν ἐνταῦθα, Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε· τουτέστιν,  Ἐδιδάχθητε·  καὶ ἠκούσατε, καὶ εἴδετε  ἐν ἐμοὶ, καὶ ῥημάτων ἕνεκεν, καὶ πράξεων, καὶ ἀναστροφῆς. Ὁρᾷς ὅτι μέχρι παντὸς πράγματος ταῦτα διατάττεται; Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀκριβολογεῖσθαι περὶ πάντων,  καὶ εἰσόδων καὶ ἐξόδων, καὶ ῥήματος καὶ σχήματος καὶ συνουσίας (πάντων γὰρ τούτων χρὴ προνοεῖν  τὸν Χριστιανόν)· συντόμως εἶπε καὶ ὡς ἐν κεφαλαίῳ,  Ἐν ἐμοὶ ἠκούσατε καὶ εἴδετε· τουτέστι, Παρ' ἐμοί· ὡσεὶ ἔλεγε· Καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἀνήγαγον. Ταῦτα πράσσετε· μὴ λέγετε μόνον, ἀλλὰ καὶ πράττετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται  μεθ'  ὑμῶν.   Τουτέστιν,   Ἐὰν  οὕτω   φυλάττητε   ταῦτα,   καὶ   πρὸς   ἀλλήλους εἰρηνεύητε, ἐν γαλήνῃ ἔσεσθε, ἐν ἀσφαλείᾳ πολλῇ· οὐδὲν πείσεσθε λυπηρὸν, οὐδὲ τῶν
ἀβουλήτων.  Ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν  πρὸς αὐτὸν, εἰρηνεύομεν  δὲ διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ' ἡμῶν ἔσται. Ὁ γὰρ οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ μὴ βουλομένους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν;  Οὐδὲν οὕτως ἐχθρὸν τῆς ἡμετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον  ἡ ἀρετὴ, πολλαχόθεν  δῆλον·  καὶ, εἰ βούλεσθε, σκοπήσωμεν  τοῦτο πρῶτον  ἀπὸ τῶν  ἐναντίων  ἑνὸς, τῆς  πορνείας· Ἡ πορνεία  ἐπονειδίστους  καθίστησι, πένητας,   καταγελάστους,   εὐκαταφρονήτους   πρὸς  πάντας,   ταῦτα   διατιθεῖσα,   ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις  περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν  πορνῶν  ἀπώλοντο,  καὶ τραύματα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν  ταῦτα προξενεῖ, τὸ μοιχεύειν πολλῷ μᾶλλον. Ἆρα οὖν καὶ ἐλεημοσύνη οὕτως; Οὐδαμῶς· ἀλλ' ὡς  μήτηρ  φιλόστοργος  ἐν  κοσμιότητι  πολλῇ  τὸ  παιδίον  καθίστησιν,  ἐν  εὐταξίᾳ,  ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν  ἀναγκαίων  ποιεῖ σχολάζειν  διατριβὴν,  οὐκ ἀφίησιν  ἡμᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων,  ἀλλὰ καὶ τὴν ψυχὴν  συνετωτέραν  ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡμᾶς διέθηκε, διατίθησι.  Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ  παρὰ πάντων·  πάντας  ἡμῶν κατεύχεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικημένους,  καὶ τοὺς οὐκ ἠδικημένους,  ἐκείνοις μὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία,  ὡς  δαίμονας·  μυρίαι  πανταχοῦ   κατηγορίαι,  ἐπιβουλαὶ,  φθόνοι,   ἅπερ  ἐστὶν ἐχθρῶν.   Ἡ  δὲ  δικαιοσύνη   τοὐναντίον,   πάντας   φίλους,   πάντας   συνήθεις,  πάντας εὐνοϊκῶς  διατίθησι πρὸς ἡμᾶς· παρὰ πάντων  ὑπὲρ ἡμῶν εὐχαὶ γίνονται.  Ἐν ἀσφαλείᾳ πολλῇ  ἐντεῦθεν  τὰ καθ' ἡμᾶς, οὐδεὶς  κίνδυνος,  οὐδεμία  ὑποψία,  ἀλλὰ  καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισι  μετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός.


γʹ. Ὁρᾷς ὅτι μᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ μοι; τὸ φθονεῖν,  ἢ τὸ συνήδεσθαι βέλτιον;  Ταῦτα πάντα  ἐξετάσωμεν,  καὶ εὑρήσομεν, ὅτι ἡ μὲν  ἀρετὴ, καθάπερ μήτηρ ὄντως   φιλόστοργος,   ἐν  ἀσφαλείᾳ   καθίστησιν·  ἡ  δὲ  κακία  ἐν  κινδύνοις,   πρᾶγμα ἐπισφαλὲς  ὑπάρχον  καὶ ἐπικίνδυνον.  Ἄκουε γὰρ τοῦ προφήτου  λέγοντος,  Κραταίωμα Κύριος τῶν  φοβουμένων  αὐτὸν,  καὶ  ἡ διαθήκη  αὐτοῦ  τοῦ  δηλῶσαι  αὐτοῖς.  Οὐδένα δέδοικεν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω μόνον, ἀλλὰ καὶ οἱ ἔνδον αὐτὸν κόπτουσι λογισμοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρεμεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον  ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαινετὰ  ποίει, μὴ πρὸς ἔπαινον  μέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεμνά. Τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως,  τὸ δὲ ἁγνὸν,  τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκομμα, μηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα  λογίζεσθε, ταῦτα  πράττετε.  ∆ιαπαντὸς  βούλεται  ἡμᾶς  ἐν  τούτοις  εἶναι,  ταῦτα μεριμνᾷν, ταῦτα ἐννοεῖν.  Εἰ γὰρ μέλλοιμεν  πρὸς ἑαυτοὺς εἰρηνεύειν,  καὶ ὁ Θεὸς ἔσται μεθ' ἡμῶν. Ἂν δὲ πόλεμον ἐγείρωμεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται μεθ' ἡμῶν. Οὐδὲν γὰρ οὕτω πολέμιον τῇ ψυχῇ, ὡς κακία· καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ' ἡμῶν ἄρχεσθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόμεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέμου καὶ μάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεμον καὶ τὴν μάχην, καὶ τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάντας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ  Θεοῦ κληθήσονται.  ∆ιαπαντὸς  τὸν  Υἱὸν τοῦ  Θεοῦ μιμοῦνται  οἱ  τοιοῦτοι,  καὶ
μίμησαι καὶ σὺ αὐτόν· εἰρήνευσον· ὅσῳ ἄν σε πολεμῇ  ὁ ἀδελφὸς,  τοσούτῳ μείζων  ὁ μισθός. Ἄκουε γὰρ τοῦ προφήτου  λέγοντος,  Μετὰ τῶν μισούντων  τὴν εἰρήνην,  ἤμην εἰρηνικός.  Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου  λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς  εἶναι ποιεῖ. Οὐδὲν οὕτως εὐφραίνει  τὸν Θεὸν, ὡς τὸ μὴ εἶναι μνησίκακον· τοῦτο ἀφίησί σε τῶν  ἁμαρτημάτων,  τοῦτό σοι λύει τὰ ἐγκλήματα.  Ἂν  δὲ μαχώμεθα  καὶ πυκτεύωμεν, μακρὰν γινόμεθα τοῦ Θεοῦ. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας μνησικακίαι.  Ἔκκοψον  τὴν  ῥίζαν,  καὶ  οὐκ  ἔσται  ὁ  καρπός· οὕτω  μαθησόμεθα  τῶν βιωτικῶν  καταφρονεῖν.  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς  μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον,  ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν  ἕνεκεν γίνεται· ἢ γὰρ   πλεονεξίας,   ἢ   φθόνου,   ἢ   κενοδοξίας   ἔχει   ἀρχὴν   πᾶσα  μάχη.   Ἂν   τοίνυν εἰρηνεύσωμεν,  μαθησόμεθα καὶ τῶν  ἐν τῇ γῇ καταφρονεῖν.  Ἥρπασέ τις τὰ χρήματα; Ἀλλ' οὐδὲν ἠδίκησε, μόνον μὴ τὸν  ἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ'  οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ  τῇ οὐδαμινῇ·  οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ' ὄνομα δόξης, μᾶλλον  δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιμήν; Ἀλλ' οὐχὶ τὴν σὴν, ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν  οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων,  ἑαυτὸν  ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον  αὐτοῦ, εἰς αὐτὸν ἐμπίπτει. Μὴ τοίνυν  ἐπιβουλεύωμεν  ἑτέροις, ἵνα μὴ ἑαυτοὺς βλάπτωμεν.  Ὅταν τὴν  ἑτέρων  δόξαν  ὑποσκελίσωμεν,  ἐννοήσωμεν  ὅτι ἑαυτοὺς  βλάπτομεν,  ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν.  Ἐκεῖνον μὲν γὰρ ἴσως, κἂν ἰσχύσωμεν, παρὰ τοῖς ἀνθρώποις βλάπτομεν·   ἑαυτοὺς   δὲ  παρὰ  τῷ   Θεῷ  ἀδικοῦμεν,   παροξύνοντες   αὐτόν.   Μὴ  δὴ βλάπτωμεν ἑαυτούς. Ὥσπερ γὰρ εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦ  μεν· οὕτως  αὐτοὺς  εὖ  ποιοῦντες,  ἑαυτοὺς  εὖ  ποιοῦμεν.  Ὅταν  οὖν  σε βλάψῃ  ὁ  ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέτησέ σε, ἐὰν νήφῃς,  μὴ μόνον τοῖς ἴσοις αὐτὸν ἀμύνῃ, ἀλλὰ καὶ εὐεργέτησον.  Ἀλλ'  ἡ  πληγὴ  μένει  σφοδρὰ,  φησί.  Τοῦτο  τοίνυν  ἐννόησον,  ὅτι  οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ μὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ μὴ φέρῃ ἡ καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ ταχέως αὐτὴν πείσεις ἀφεῖναι  τὴν ἔχθραν, καὶ ὡς φίλον  εὐεργετήσεις λοιπὸν  τὸν ἐχθρὸν, καὶ οὕτω τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.



ΙΕʹ.Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.

αʹ. Πολλάκις εἶπον, ὅτι ἡ ἐλεημοσύνη οὐ τῶν λαμβανόντων ἕνεκεν, ἀλλὰ τῶν διδόντων   ἐπεισήχθη·  καὶ  γὰρ  ἐκεῖνοί  εἰσιν  οἱ  τὰ  μέγιστα  κερδαίνοντες.  Τοῦτο  καὶ ἐνταῦθα   δείκνυσιν   ὁ  Παῦλος.  Πῶς;  Ἀπέστειλαν   αὐτῷ   τινα   διὰ  μακροῦ  χρόνου Φιλιππήσιοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. Μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν ἐπιστολὴν ἀποκομίζοντα, ὅρα πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐ τῆς τῶν λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων  ἕνεκεν τοῦτο γεγένηται.  Τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὖ ποιοῦντες, καὶ προθυμότεροι γίνωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε ἑαυτοὺς μᾶλλον ὠφελοῦντες,  οἵ τε λαμβάνοντες  μὴ ἐπιτρέχωσιν  ἀδεῶς τῷ λαμβάνειν, ἵνα μὴ κρῖμα ἔχωσι· Μακάριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Τί οὖν δηλοῖ λέγων,  Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως; Οὐ κοσμικῶς ἐχάρην, φησὶν, οὐδὲ βιωτικῶς,  ἀλλ' ἐν Κυρίῳ· οὐχ ὅτι ἀνάπαυσιν ἔσχον ἐγὼ, ἀλλ' ὅτι ὑμεῖς προεκόψατε· ἡ γὰρ ἐμὴ ἀνάπαυσις, αὕτη ἐστί. ∆ιὰ τοῦτο καί φησι, Μεγάλως· ἐπειδὴ οὐ σωματικὴ ἦν ἡ χαρὰ, οὐδὲ ὑπὲρ τῆς αὐτοῦ ἀναπαύσεως ἔχαιρεν, ἀλλ' ὑπὲρ τῆς ἐκείνων  προκοπῆς. Καὶ ὅρα πῶς  ἠρέμα ἐπιτιμήσας  ὑπὲρ τοῦ παρελθόντος  χρόνου,  ταχέως  αὐτὸ συνεσκίασε, παιδεύων  συνεχῶς καὶ διαπαντὸς  ἐν εὐποιίᾳ εἶναι. Ὅτι ἤδη ποτὲ, φησί. Τὸ, Ἤδη ποτὲ, χρόνον δηλοῦντός ἐστι μακρόν. Ἀνεθάλετε· ὡς ἐπὶ δένδρων βλαστησάντων, εἶτα ξηρανθέντων,  καὶ πάλιν βλαστησάντων. Τοῦτο δὲ δεικνύντος ἐστὶν, ὅτι πρότερον ὄντες ἀνθηροὶ ἐμαράνθησαν· εἶτα μαρανθέντες,  πάλιν  ἐβλάστησαν· ὥστε καὶ ἐπιτίμησίς ἐστι καὶ ἔπαινος τὸ, Ἀνεθάλετε· οὐ γάρ ἐστι μικρὸν, τὸ μαρανθέντα ἀναθῆλαι.  Καὶ τὸ πᾶν ἀπὸ ῥᾳθυμίας αὐτοὺς πεπονθότας  δείκνυσιν. Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν,  ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Ἐνταῦθα δὲ δηλοῖ, ὅτι ἔθος εἶχον καὶ πρὸ τούτου ἐν τοῖς τοιούτοις φιλοτιμεῖσθαι.  ∆ιὰ τοῦτο ἐπήγαγεν, Εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε. Καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς λοιποῖς προθυμοτέρους αὐτοὺς γεγενῆσθαι, καὶ μεμαράνθαι, ἀλλ'  ἐν τούτῳ  μόνῳ, ὅρα πῶς αὐτὸ ἀσφαλίζεται  λέγων·  Ἤδη ποτὲ ἀνεθάλετε  εἰς τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ὡσεὶ ἔλεγεν· Εἰς τοῦτό φημι μόνον τὸ, Ἤδη ποτέ· ἐν γὰρ τοῖς ἄλλοις οὐχ οὕτω. Ζητήσειε δ' ἄν τις ἐνταῦθα,  πῶς λέγων,  Μακάριόν ἐστι μᾶλλον  διδόναι,  ἢ λαμβάνειν· καὶ, Ὅτι αἱ χεῖρές μου ὑπηρέτησαν ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ· καὶ  πάλιν  πρὸς Κορινθίους γράφων  ἔλεγε,  Καλὸν γάρ μοι  ἀποθανεῖν  μᾶλλον,  ἢ τὸ καύχημά  μου  ἵνα  τις  κενώσῃ·  νῦν  περιορᾷ  κενούμενον   ἑαυτοῦ  τὸ  καύχημα.  Πῶς; Λαβών. Εἰ γὰρ τὸ καύχημα τοῦτο ἦν, τὸ μηδὲν λαβεῖν, πῶς νῦν ἀνέχεται; τί οὖν ἔστιν εἰπεῖν;  Ἐκεῖ εἰκότως  οὐκ ἐλάμβανε  διὰ τοὺς ψευδαποστόλους,  Ἵνα ἐν ᾧ καυχῶνται, φησὶν, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Καὶ οὐκ εἶπεν, Εἰσὶν, ἀλλὰ, Καυχῶνται, δηλῶν  ἐκ τούτου  ὅτι  ἐλάμβανον   μὲν,  λανθανόντως  δέ.  ∆ιὰ  τοῦτο  εἶπεν,  Ἐν  ᾧ  καυχῶνται. Ἐλάμβανε δὲ καὶ αὐτὸς, εἰ καὶ μὴ ἐκεῖ· διὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐ φραγήσεται τὸ καύχημά  μου. Καὶ οὐχ  ἁπλῶς  εἶπεν,  Οὐ φραγήσεται,  ἀλλὰ  τί; Ἐν τοῖς  κλίμασι  τῆς Ἀχαΐας· καὶ τὸ, ἌλλαςἘκκλησίας  ἐσύλησα, λαβὼν  ὀψώνια  πρὸς τὴν ὑμῶν διακονίαν· δηλοῦντός  ἐστιν, ὅτι ἐλάμβανεν.  Ἀλλὰ Παῦλος μὲν εἰκότως  ἐλάμβανεν,  ἔργον ἔχων τηλικοῦτον,   εἴ  που  καὶ  ἐλάμβανεν·   οἱ  δὲ  μηδὲν  ἐργαζόμενοι,  πῶς  ἂν  δύναιντο λαμβάνειν;  Ἀλλ' εὔχομαι, φησίν. Ἀλλ' οὐκ ἔστι τοῦτο ἔργον· τοῦτο γὰρ ἔστι καὶ μετὰ ἔργου ποιεῖν. Ἀλλὰ νηστεύω. Ἀλλ' οὐδὲ τοῦτο ἔργον. Ἀλλ' ὅρα τὸν μακάριον τοῦτον  πολλαχοῦ  κηρύττοντα,  καὶ ἐργαζόμενον.  Ἠκαιρεῖσθε δὲ, φησί. Τί ἐστιν, Ἠκαιρεῖσθε; Οὐ τῆς ῥᾳθυμίας ὑμῶν, φησὶν, ἀλλὰ τῆς ἀνάγκης·  οὐκ εἴχετε  ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ  ἦτε· τοῦτο γάρ ἐστιν, Ἠκαιρεῖσθε δέ. Ἀπὸ τῆς κοινῆς αὐτὸ συνηθείας ἔλαβεν.  Οὕτω γὰρ οἱ  πλείους  λέγουσιν,  ὅταν  αὐτοῖς  μὴ μετὰ  ἀφθονίας  ἐπιῤῥέῃ  τὰ βιωτικὰ, ἀλλ' ἐν στενοχωρίᾳ ᾖ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω. Εἶπον, φησὶν, Ἤδη ποτὲ, καὶ ἐπετίμησα, οὐχὶ τὸ ἐμαυτοῦ ζητήσας, οὐδὲ διὰ τοῦτο μεμφόμενος, ὡς ἐν ἐνδείᾳ ὤν· οὐδὲ γὰρ διὰ τοῦτο ἐζήτουν. Πόθεν δῆλον, ὅτι οὐ κομπάζεις, ὦ Παῦλε; Κορινθίοις μὲν οὖν φησιν· Οὐ γὰρ ἄλλα γράφομεν  ὑμῖν, ἀλλ' ἢ ἃ ἀναγινώσκετε,  ἢ καὶ ἐπιγινώσκετε. Καὶ ἐπὶ τούτων  δὲ οὐκ ἂν, ὥστε ἁλῶναι,  ἔλεγεν. Οὐκ ἂν, εἴ γε ἐκόμπαζε, ταῦτα εἶπε· παρὰ γὰρ εἰδόσιν ἔλεγε, καὶ πλείων  ἦν ἡ αἰσχύνη ἁλῶναι. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι,φησὶν, αὐτάρκης εἶναι. Ἄρα διδασκαλίας ἐστὶ τὸ πρᾶγμα, καὶ γυμνασίας καὶ μελέτης. Οὐ γὰρ εὐκατόρθωτόν  ἐστιν, ἀλλὰ  καὶ σφόδρα δύσκολον καὶ πόνον  ἔχον  πολύν.  Ἐν οἷς εἰμι, φησὶν, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν. Καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ναὶ, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήμης, ὥσπερ οὐδὲ ἀρετῆς, τὸ περισσεύειν. Καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἢ ἐκεῖνο. Πῶς; Ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ παρασκευάζει κακὰ ποιεῖν, οὕτω καὶ ἡ πλησμονή.


βʹ. Πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι, ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν   ἐνεγκεῖν   τὴν  εὐπραγίαν·  πολλοὶ   πολλάκις   ἀφορμὴν   ἔλαβον  τοῦ  μηκέτι ἐργάζεσθαι. Ἀλλ' οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου. Τοῦτο δέ ἐστιν εἰδέναι καλῶς κεχρῆσθαι τῷ ἔχειν. Οὐχὶ διεχεῖτο, οὐδὲ ἔχαιρεν ἐπὶ  τῇ  περισσείᾳ αὐτοῦ,  ἀλλ'  ἴσος ἦν  ἔν  τε  ἐνδείᾳ,  ἔν  τε  πλησμονῇ,  οὔτε  ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν  χαυνούμενος.  Καὶ χορτάζεσθαι, φησὶν, οἶδα καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πολλοὶ οὐκ ἴσασι χορτάζεσθαι, οἷον οἱ Ἰσραηλῖται· ἐκεῖνοι γὰρ ἔφαγον,  καὶ ἀπελάκτισαν.  Ἀλλ'  ἐπὶ τῆς αὐτῆς εὐταξίας ἐγὼ μένω. ∆είκνυσιν  ὅτι οὔτε νῦν  ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο· εἰ δὲ καὶ ἐλυπεῖτο,  οὐκ αὐτοῦ ἕνεκεν,  ἀλλ' αὐτῶν·  αὐτὸς γὰρ ὁμοίως  διέκειτο.  Ἐν παντὶ,  φησὶ, καὶ ἐν πᾶσι μεμύημαι. Τουτέστι, Πεῖραν ἔλαβον ἐν τῷ μακρῷ τούτῳ χρόνῳ πάντων,  καὶ ταῦτά μοι πάντα κατώρθωται. Ἀλλ' ἐπειδὴ  μεγαληγορία  τὸ πρᾶγμα  ἦν,  ὅρα πῶς  ἐπιλαμβάνεται  ταχέως,  καί  φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, φησίν. Οὐκ ἐμὸν τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν  ἰσχὺν  δεδωκότος  ἐστίν.  Ἀλλ'  ἐπειδὴ  πάλιν  οἱ  εὖ  ποιοῦντες,  ὅταν  ἴδωσιν  οὐ διατιθέμενον  εὖ τὸν λαμβάνοντα,  ἀλλὰ καταφρονοῦντα τῶν  διδομένων,  ῥᾳθυμότεροι γίνονται·  αὐτοὶ  γὰρ  ὡς  χαριζόμενοι  διέκειντο  καὶ  ἀναπαύοντες·  ἵνα  οὖν  μὴ  τοῦτο γένηται, μηδέ τις εἴπῃ, ὅτι Ἐπεὶ καταφρονεῖ τῆς ἀναπαύσεως Παῦλος, ἀνάγκη τούτους ῥᾳθυμοτέρους γενέσθαι· ὅρα πῶς πάλιν καὶ τοῦτο ἰᾶται. ∆ιὰ μὲν γὰρ τῶν εἰρημένων  τὸ φρόνημα αὐτῶν κατέσπασε· διὰ δὲ τῶν ἑξῆς τὴν προθυμίαν  αὐτῶν ἀναζῇν ποιεῖ, λέγων·   Πλὴν  καλῶς  ἐποιήσατε  συγκοινωνήσαντές   μου  τῇ  θλίψει.  Ὁρᾷς  καὶ  πῶς ἀπέστησεν ἑαυτὸν, καὶ πῶς πάλιν  ἥνωσε; Τοῦτο γνησίας φιλίας  ἐστὶ καὶ πνευματικῆς. Μὴ γὰρ ἐπειδὴ, φησὶν, ἐν χρείᾳ οὐ καθέστηκα, νομίσητε μὴ δεῖσθαί με τοῦ πράγματος· δέομαι  δι' ὑμᾶς.  Πῶς οὖν  ἐκοινώνησαν   αὐτῷ  τῶν  θλίψεων;  ∆ιὰ τούτου·  ὅπερ  καὶ δεσμούμενος  ἔλεγε,  Συγκοινωνούς  μου τῆς  χάριτος  πάντας  ὑμᾶς. Χάρις γάρ ἐστι τὸ παθεῖν  ὑπὲρ τοῦ Χριστοῦ, ὥς που καὶ αὐτός φησιν·  Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ Θεοῦ, οὐ μόνον  τὸ εἰς αὐτὸν  πιστεύειν,  ἀλλὰ  καὶ τὸ ὑπὲρ αὐτοῦ  πάσχειν.  Ἐπειδὴ γὰρ ἐκεῖνα καταμόνας λεγόμενα ἀλγῆσαι αὐτοὺς ἱκανὰ ἦν, διὰ τοῦτο θεραπεύει καὶ ἀποδέχεται καὶ ἐπαινεῖ πάλιν, καὶ τοῦτο μεμετρημένως. Οὐ γὰρ εἶπε, ∆όντες, ἀλλὰ, Συγκοινωνήσαντες, δεικνὺς  αὐτοὺς  καὶ  κερδάναντας,  εἴ  γε  τῶν  ἄθλων  ἐγένοντο  κοινωνοί.  Οὐκ εἶπεν, Ἐπικουφίσαντές  μου τὰς  θλίψεις,  ἀλλὰ,  Συγκοινωνήσαντές  μου τῇ θλίψει,  ὅπερ ἦν σεμνότερον. Ὁρᾷς τὸ ταπεινὸν  Παύλου; ὁρᾷς τὸ εὐγενές; Ὅτε ἔδειξεν οὐδὲν δεόμενον τῶν παρ' ἐκείνων  αὐτοῦ ἕνεκεν, τότε λοιπὸν ἀδεῶς καὶ ταπεινὰ φθέγγεται  ῥήματα, καὶ ἅπερ οἱ προσαιτοῦντες  λέγουσιν,  Ὡς ἔθος ἔχεις  διδόναι.  Οὐδὲν γὰρ παραιτεῖται  οὔτε ποιεῖν,  οὔτε  λέγειν,  πρὸς  τὸ  μόνον,  ὃ βούλεται,  κατορθῶσαι.  Τί δὲ τοῦτό  ἐστι; Μὴ νομίσητε,  φησὶν,  ἀναισχυντίας  εἶναι  τὰ ῥήματα, τὸ ἐγκαλεῖν,  καὶ λέγειν,  Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ δεόμενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑμῖν· καὶ τούτου δὲ ὑμεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν, Ὑμεῖς αἴτιοι, πρὸ τῶν ἄλλων  ἐπιπηδήσαντες  τῷ πράγματι, καὶ παῤῥησίαν ἡμῖν δόντες ὑπὲρ τῶν  τοιούτων  ὑπομιμνήσκειν  ὑμᾶς; Καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι  μὲν  οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος  χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φιλιππήσιοι,  ὅτι ἐν  ἀρχῇ τοῦ εὐαγγελίου,  ὅτε ἐξῆλθον  ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν  εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο  σπουδὴν, ὡς μηδὲ παράδειγμα  ἔχοντες,  αὐτοὶ πρῶτοι  τῆς καρποφορίας  ἄρξασθαι ταύτης.  Καὶ οὐκ ἔστιν εἰπεῖν,  ὅτι  παραμένοντι   αὐτῷ  οὐδὲ  τῶν  πρὸς  αὐτοὺς  ἕνεκεν  ταῦτα  ἐποίουν·  Ὅτε ἐξῆλθον  γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν  εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Τί ἐστι, Λήψεως; τί δέ ἐστιν, Ἐκοινώνησε; διὰ τί μὴ εἶπεν, ὅτι Οὐδεμία μοι Ἐκκλησία ἔδωκεν, ἀλλ', Ἐκοινώνησεν  εἰς λόγον δόσεως καὶ λήψεως;  Κοινωνία  γὰρ  τὸ  πρᾶγμά  ἐστιν.  Εἰ γὰρ  ἡμεῖς  τὰ  πνευματικὰ  ὑμῖν,  φησὶν, ἐσπείραμεν, τί μέγα, εἰ ἡμεῖς τὰ σαρκικὰ ὑμῶν θερίσο  μεν; καὶ πάλιν, Τὸ ὑμῶν περίσσευμα ἵνα γίνηται  εἰς τὸ ἐκείνων  ὑστέρημα. Ὁρᾷς πῶς ἐκοινώνησαν,  εἰς λόγον δόσεως τῶν  σαρκικῶν, καὶ λήψεως  τῶν  πνευματικῶν;  Ὥσπερ γὰρ οἱ πωλοῦντες  καὶ ἀγοράζοντες  κοινωνοῦσιν  ἀλλήλοις,  τὰ παρ' ἀλλήλων  ἀντιδιδόντες (τοῦτο  γάρ ἐστι κοινωνία),  οὕτω  δὴ καὶ ἐνταῦθα.  Οὐ γὰρ ἔστιν,  οὐκ ἔστι ταύτης  τῆς  ἀγορασίας καὶ ἐμπορίας τι κερδαλεώτερον· γίνεται μὲν γὰρ ἐν τῇ γῇ, τελεῖται δὲ ἐν τῷ οὐρανῷ· οἱ μὲν ἀγοράζοντες ἐν τῇ γῇ ἑστήκασιν· ἀγοράζουσι δὲ καὶ συμφωνοῦσι τὰ ἐν τοῖς οὐρανοῖς, γηΐνην κατατιθέντες  τὴν τιμήν.


γʹ. Ἀλλὰ μὴ καταγνῷς·  οὐ χρημάτων  ἐστὶν ὠνητὰ  τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος,  ἡ φιλοσοφία, τὸ τῶν βιωτικῶν  ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεημοσύνη. Ἐπεὶ εἰ τὸ ἀργύριον ἠγόραζεν, ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα οὐδὲν ἂν ἔλαβε μέγα· ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ' ἡ προαίρεσις ἴσχυσεν, ἐκείνη  πᾶσαν προαίρεσιν ἐπιδειξαμένη,  πάντα  ἔλαβε. Μὴ τοίνυν λέγωμεν, ὅτι ὠνητὴ χρημάτων  ἐστὶν ἡ βασιλεία· οὐ χρημάτων, ἀλλὰ προαιρέσεως τῆς διὰ χρημάτων  ἐπιδεικνυμένης.  Οὐκοῦν δεῖ χρημάτων,  φησίν; Οὐ δεῖ χρημάτων,  ἀλλὰ προαιρέσεως· ἂν ταύτην  ἔχῃς, δυνήσῃ καὶ διὰ δύο λεπτῶν  ἀγοράσαι τὸν οὐρανόν· μὴ οὔσης δὲ ταύτης, οὐδὲ μυρία τάλαντα χρυσοῦ τοῦτο δυνήσεται, ὅπερ τὰ δύο λεπτά. ∆ιὰ τί;  Ὅταν  γὰρ  πολλὰ  ἔχων,  ἐλάττονα   καταβάλῃς,  ἐποίησας  μὲν  ἐλεημοσύνην,  οὐ τοσαύτην  δὲ  ὅσην  ἡ  χήρα· οὐ  γὰρ  μετὰ  τοσαύτης  προθυμίας  κατέβαλες,  μεθ' ὅσης ἐκείνη· πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, μᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχαρίσατο. Οὐ ταλάντων χρυσοῦ, ἀλλὰ  ποτηρίου  ψυχροῦ  τὴν  βασιλείαν  ὑπέσχετο  ὁ Θεὸς, ἀλλὰ προθυμίας· οὐ θανάτου, ἀλλὰ προαιρέσεως· ἐπεὶ οὐδὲ μέγα τί ἐστι. Τί γάρ ἐστι μίαν ψυχὴν  δοῦναι; Ἔδωκεν ἕνα ἄνθρωπον· εἷς δὲ ἄνθρωπος οὐκ ἔστιν ἀντάξιος. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε. Πάλιν μέγα τὸ ἐγκώμιον,  εἴ γε ἐν τῇ μητροπόλει  καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. Καὶ ὅρα· ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας· καὶ οὐκ εἶπε, Τὰς ἐμὰς, ἀλλ' ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελόμενος· οὐ τοῦτο δὲ μόνον,  ἀλλὰ  καὶ  τὸ ἑξῆς. Ἐπειδὴ γὰρ συνεῖδε  σφόδρα ταπεινὸν  ὂν,  πάλιν  αὐτὸ  τῇ
ἐπιδιορθώσει ἀσφαλίζεται, λέγων· Οὐχ ὅτι ἐπιζητῶ, λέγων,  τὸ δόμα. Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου μεῖζόν ἐστιν. Ἕτερον γάρ ἐστιν ὑστεροῦντα μὴ ζητῆσαι, καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι.  Οὐχ  ὅτι   ἐπιζητῶ   τὸ   δόμα,  φησὶν,   ἀλλ'  ἐπιζητῶ   τὸν   καρπὸν   τὸν πλεονάζοντα  εἰς λόγον ὑμῶν, οὐκ ἐμοῦ. Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; ∆ι' ὑμᾶς ταῦτα λέγω, φησὶ, οὐ δι' ἐμαυτὸν, εἰς τὴν ὑμετέραν σωτηρίαν· ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις. Τοῖς μὲν γὰρ διδοῦσιν ἐκεῖ φυλάττεται  ἡ  ἀμοιβή· τοῖς δὲ λαμβάνουσιν  ἐνταῦθα  ἀναλίσκεται  τὰ διδόμενα. Πάλιν μετ' ἐγκωμίου καὶ συμπαθείας, καὶ τὸ χρῄζειν. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ ζητῶ, ἵνα μὴ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ, φησίν· Ἀπέχω δὲ πάντα, καὶ περισσεύω. Τουτέστι, διὰ ταύτης τῆς δόσεως καὶ τὰ παραλειφθέντα ἐπληρώσατε, ὅπερ μάλιστα προθυμοτέρους ἦν ποιῆσαι. Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόντων χάριτας οἱ εὖ ποιοῦντες. Ἀπέχω πάντα, καὶ περισσεύω. Τουτέστιν, οὐ μόνον ἀνεπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῷ παρελθόντι  χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλετε.  Εἶτα ἵνα μὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν,  ὅρα πῶς ἐπισφραγίζεται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, καὶ ὅτι, Ἤδη ποτὲ, καὶ ἔδειξεν ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα (τοῦτο γάρ ἐστιν, Ἀπέχω)· πάλιν δείκνυσιν ὅτι ὑπὲρ ὀφειλὴν  ἔπραξαν, καί φησιν· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι.  Οὐχ ἁπλῶς, οὐδὲ ἀπὸ διαθέσεως ταῦτα λέγω, ἀλλὰ τί; ∆εξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν  εὐωδίας,  θυσίαν  δεκτὴν,  εὐάρεστον  τῷ  Θεῷ.  Βαβαὶ, ποῦ  τὸ  δῶρον  αὐτῶν ἀνήγαγεν! Οὐκ ἐγὼ, φησὶν, ἔλαβον, οὐκ ἔλαβον, ἀλλ' ὁ Θεὸς δι' ἐμοῦ. Ὥστε, κἂν ἐγὼ μὴ χρῄζω, μὴ μελέτω ὑμῖν· ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρῃζε, καὶ ὅμως ἀπεδέχετο, οὕτως ὡς μηδὲ παραιτεῖσθαι εἰπεῖν  τὴν θείαν Γραφὴν, ὅτι Ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας, ὅπερ ἦν εὐφραινομένου.  Ἴστε γὰρ, ἴστε πῶς  διατίθεται  ἡμῶν  ἡ ψυχὴ  ἐπὶ ταῖς εὐωδίαις,  πῶς εὐφραίνεται,  πῶς γάννυται.  Οὐ παρῃτήσατο τοίνυν  εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὕτω ῥῆμα καὶ ταπεινὸν  ἡ Γραφὴ, ἵνα τοῖς ἀνθρώποις  δείξῃ, ὅτι δεκτὰ τὰ παρ' αὐτῶν δῶρα γέγονεν.   Οὐ  γὰρ  ἡ  κνίσσα,  οὐδὲ  ὁ  καπνὸς   δεκτὰ  ἐποίει,  ἀλλ'  ἡ  προαίρεσις  ἡ προσφέρουσα· ἐπεὶ, εἰ τοῦτο ἦν, καὶ τὰ παρὰ τοῦ Κάϊν ἂν ἐδέχθη. Εἶπεν οὖν, ὅτι καὶ εὐφραίνεται,  καὶ πῶς εὐφραίνεται· οὐ γὰρ ἂν ἄλλως ἔμαθον οἱ ἄνθρωποι. Ὁ τοίνυν μὴ ἐν  χρείᾳ  καθεστὼς  λέγει  οὕτως  εὐφραίνεσθαι,   ἵνα  μὴ  διὰ  τὸ  ἀνενδεὲς   ῥᾴθυμοι γένωνται.  Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες, ταύταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν  διορθοῦται  αὐτοὺς, λέγων·  Μὴ φάγωμαι  κρέα ταύρων,  ἢ αἷμα τράγων  πίωμαι; Τοῦτο καὶ Παῦλός φησιν, Οὐκ ἐπιζητῶ τὸ δόμα. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ.

δʹ. Ὅρα πῶς καὶ ἐπεύχεται,  καθάπερ οἱ πένητες.  Εἰ δὲ Παῦλος ἐπεύχεται  τοῖς διδοῦσι,  πολλῷ  μᾶλλον  ἡμεῖς  μὴ  αἰσχυνώμεθα  λαμβάνοντες   τοῦτο  ποιεῖν.  Μὴ δὴ λαμβάνωμεν,  ὡς αὐτοὶ χρῄζοντες,  μηδὲ χαίρωμεν  ἡμῶν  ἕνεκεν,  ἀλλὰ  τῶν  διδόντων αὐτῶν. Οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἂν δι' ἐκείνους χαίρωμεν· οὕτως οὐκ ἀγανακτήσομεν,  μὴ διδόντων,  μᾶλλον  δὲ ἀλγήσομεν  δι' αὐτούς· οὕτω καὶ προθυμοτέρους ἐργασόμεθα, ἂν διδάσκωμεν, ὅτι οὐχ ἡμῶν ἕνεκεν ταῦτα πράττομεν. Ὁ δὲ Θεός μου, φησὶ, πληρώσει πᾶσαν χρείαν ὑμῶν, ἢ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν. Ἀλλ' ἂν μὲν ᾖ, Πᾶσαν χάριν, μὴ ταύτην μόνον φησὶ,  τὴν ἐπὶ γῆς ἐλεημοσύνην, ἀλλὰ πᾶν κατόρθωμα· ἂν δὲ, Πᾶσαν χρείαν, ὅπερ οἶμαι καὶ μᾶλλον  λέγεσθαι, τοῦτό ἐστιν ὃ δηλοῦν βούλεται· ἐπειδὴ ἔμπροσθεν εἶπεν, Ἠκαιρεῖσθε, ἐπάγει ἐνταῦθα, ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ  λέγων,  Ὁ ἐπιχορηγῶν  σπέρμα τῷ  σπείροντι,  καὶ ἄρτον  εἰς βρῶσινχορηγήσαι, καὶ πληθύναι  τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα  τῆς δικαιοσύνης ὑμῶν. Ἐπεύχεται γὰρ αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ, καὶ ἔχειν σπείρειν· καὶ ἐπεύχεται οὐχ ἁπλῶς ἐν ἀφθονίᾳ  εἶναι, ἀλλὰ, Κατὰ τὸν πλοῦτον  αὑτοῦ. Ὥστε καὶ τοῦτο συμμεμετρημένως.  Εἰ μὲν  γὰρ  κατ'  αὐτὸν  ἦσαν,  καὶ  οὕτω  φιλόσοφοι,   καὶ  οὕτως ἐσταυρωμένοι,  οὐκ ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ ἄνδρες ἦσαν, χειροτέχναι,  πένητες, γυναῖκας  ἔχοντες,  παῖδας  τρέφοντες,  οἰκίας  προεστῶτες,  καὶ  ἀπὸ ὀλίγων  καὶ  ταῦτα ἔδοσαν, καί τινα εἶχον ἐπιθυμίαν  καὶ τῶν παρόντων,  ἐπεύχεται  συγκαταβατικῶς. Τοῖς γὰρ οὕτω  κεχρημένοις  οὐδὲν  ἄτοπον  ἐπεύχεσθαι  τὴν  αὐτάρκειαν  καὶ τὴν  ἀφθονίαν. Ὅρα γοῦν  τί καὶ ἐπεύχεται·  Οὐκ εἶπεν, ὅτι Ποιήσαι πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ τί; Πληρώσαι πᾶσαν χρείαν ὑμῶν. Ὥστε μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς χρείαν ἔχειν·  ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς  ἡμῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε,  διδάσκων ἡμᾶς, Τὸν ἄρτον  ἡμῶν  τὸν  ἐπιούσιον  λέγειν,  δὸς ἡμῖν  σήμερον. Κατὰ τὸν  πλοῦτον αὑτοῦ.  Τί ἐστι  τοῦτο;  Κατὰ τὴν  δωρεὰν  αὑτοῦ·  τουτέστιν,  ὅ  τι  εὔκολον  αὐτῷ  καὶ δυνατὸν,   καὶ   ταχέως   ποιεῖν.   Καὶ  ἐπειδὴ   Χρείαν  εἶπον,   ἵνα   μὴ  νομίσωσιν,   ὅτι στενοχωρήσει αὐτοὺς, διὰ τοῦτο ἐπήγαγε, Κατὰ τὸν πλοῦτον  αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Οὕτω περισσεύσει ὑμῖν ἅπαντα, φησὶν, ὥστε ἐν δόξῃ αὐτοῦ ἔχειν. Ἢ οὖν τοῦτο λέγει, ὅτι Οὐδενὸς ὑστερεῖσθε· Καὶ χάρις γὰρ μεγάλη, φησὶν, ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής  τις  ὑπῆρχεν  ἐν  αὐτοῖς· ἢ προτρέπει  εἰς δόξαν αὐτοῦ  πάντα  ποιεῖν·  ὡσεὶ ἔλεγεν· Ἵνα εἰς δόξαν αὐτοῦ χρῆσθε τῇ περιουσίᾳ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν. Αὕτη δὲ ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς γίνεται. Ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε ὁ Πατήρ. Ἐπειδὴ γὰρ εἶπεν εἰς δόξαν Χριστοῦ τοῦτο γενέσθαι, ἵνα μή τις νομίσῃ αὐτοῦ μόνου, ἐπήγαγε· Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα, αὕτη ἡ γενομένη  δηλονότι  τῷ Υἱῷ. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Οὐ μικρὸν  καὶ  τοῦτο· πολλῆς  γὰρ εὐμενείας,  καὶ  τὸ  διὰ  γραμμάτων  αὐτοὺς ἀσπάζεσθαι. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.  Καὶ μὴν ἔλεγες,  ὅτι Οὐδένα ἔχω ἰσόψυχον,  ὅστις γνησίως  τὰ περὶ ὑμῶν  μεριμνήσει· πῶς οὖν λέγεις  νῦν,  Οἱ σὺν ἐμοὶ ἀδελφοί,  Ἢ τοὺς μετ' αὐτοῦ ἀδελφούς  φησι, δηλῶν  ὅτι Οὐδένα τῶν μεθ' ἑαυτοῦ ἔχει ἰσόψυχον,  οὐ περὶ τῶν  ἐν τῇ πόλει λέγων·  ποίαν  γὰρ ἀνάγκην  εἶχον  ἐκεῖνοι  τὰ τῶν ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐ  παραιτεῖται  καὶ τούτους ἀδελφοὺς καλεῖν. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων  ὑμῶν. Ἀνέστησεν αὐτοὺς καὶ ἀνέῤῥωσε, δεικνὺς  ὅτι καὶ τῆς βασιλικῆς οἰκίας τὸ κήρυγμα ἥψατο. Εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν. Καὶ τοῦτο δὲ τεκμήριον ἦν τῆς Παύλου ἀγάπης, τὸ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι, καὶ μεγάλα λέγειν, ὅθεν καὶ εἰς πόθον ἤγαγε τοὺς ἐν τοῖς βασιλείοις, ὥστε ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας. Μάλιστα μὲν γὰρ, ἐπειδὴ ἐν θλίψει  ἦσαν οἱ πιστοὶ τότε, πολλὴ ἦν ἡ ἀγάπη. Πῶς; Οἵ τε γὰρ ἀλλήλων  διεστηκότες, ἀλλήλοις  ἦσαν συγκεκολλημένοι,  καὶ οἱ πόῤῥωθεν, ὡς ἐγγὺς ὄντες, ἀλλήλους  ἠσπάσαντο, καὶ ὡς περὶ μέλη οἰκεῖα, οὕτω πρὸς ἑαυτοὺς ἕκαστος διετίθετο. Καὶ ὁ πένης γὰρ πρὸς τὸν πλούσιον ὁμοίως διέκειτο, καὶ ὁ πλούσιος πρὸς τὸν πένητα· καὶ οὐδεμία ἦν ὑπεροχὴ, τῷ πάντας ὁμοίως  μισεῖσθαι καὶ  ἐλαύνεσθαι,  καὶ  ἐπὶ  τοῖς  αὐτοῖς.  Ὥσπερ γὰρ  οἱ  ἐκ  διαφόρων πόλεων  αἰχμάλωτοί  τινες ἀναστάντες, καὶ εἰς μίαν ἐλθόντες  πόλιν, σφόδρα ἀλλήλοις συμπλέκονται, τοῦ κοινοῦ τῆς συμφορᾶς συγκολλῶντος  αὐτούς· οὕτω δὴ καὶ τότε, τῆς κοινωνίας  τῶν παθημάτων  καὶ τῶν θλίψεων  συναπτούσης αὐτοὺς, πολλὴν  εἶχον πρὸς ἀλλήλους ἀγάπην.

εʹ. ∆εσμὸς γάρ τίς  ἐστιν  ἡ θλῖψις  ἀῤῥαγὴς, ἀγάπης  αὔξησις, κατανύξεως  καὶ εὐλαβείας   ὑπόθεσις.   Ἄκουε   γὰρ   τοῦ   ∆αυῒδ   λέγοντος·   Ἀγαθόν   μοι,   Κύριε,  ὅτι ἐταπείνωσάς   με,  ὅπως  ἂν  μάθω  τὰ  δικαιώματά   σου· καὶ  πάλιν  ἑτέρου  προφήτου λέγοντος,  Ἀγαθὸν ἀνθρώπῳ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ· καὶ πάλιν, Μακάριος ἄνθρωπος,  ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἑτέρου τινὸς λέγοντος,  Μὴ ὀλιγώρει  παιδείας Κυρίου· καὶ  ἀλλαχοῦ,  Εἰ προσέρχῃ δουλεύειν  Κυρίῳ, ἑτοίμασον  τὴν  ψυχήν  σου εἰς πειρασμόν. Καὶ ὁ Χριστὸς δὲ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ἔλεγεν, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλὰ θαρσεῖτε· καὶ πάλιν, Κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· καὶ πάλιν,  Στενὴ καὶ τεθλιμμένη  ἡ ὁδός. Ὁρᾷς πανταχοῦ  τὴν  θλῖψιν  ἐπαινουμένην; πανταχοῦ παραλαμβανομένην,  ὡς ἀναγκαίαν οὖσαν ἡμῖν; Εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς  στέφανον  λάβοι, εἰ μὴ καὶ πόνοις  καὶ σιτίων  παραιτήσει καὶ νόμῳ  διαίτης  καὶ ἀγρυπνίαις  καὶ μυρίοις  ἑτέροις  ἑαυτὸν  ὀχυρώσειε, πολλῷ  μᾶλλον ἐνταῦθα.  Τίνα γὰρ βούλει; τὸν βασιλέα εἰπεῖν; Ἀλλ' οὐδὲ ἐκεῖνος  ἀμέριμνον  ζῇ βίον, ἀλλὰ καὶ πολλῶν  θλίψεων  καὶ φροντίδων  γέμοντα. Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον  φροντίδων,  δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται· μηδὲ εἰς τὴν ἁλουργίδα βλέπε,  ἀλλ' εἰς  τὴν  ψυχὴν  τὴν  μᾶλλον  ἐκείνης  τῆς  ἁλουργίδος  μελαινομένην· οὐχ οὕτως ὁ στέφανος δεσ  μεῖ τὴν κεφαλὴν,  ὡς τὴν ψυχὴν  ἡ φροντίς·  μηδὲ εἰς τὸ τῶν  δορυφόρων   πλῆθος  ἴδῃς,  ἀλλ'  εἰς  τὸ  τῶν  ἀθυμιῶν   πλῆθος·  οὐδὲ  γὰρ  ἔστιν ἰδιωτικὴν  οἰκίαν  εὑρεῖν  τοσούτων  γέμουσαν φροντίδων,  ὅσων τὰ βασίλεια. Θάνατοι καθ' ἑκάστην ἡμέραν προσδοκώμενοι παρ' αὐτοῖς τούτοις, καὶ πρὸ τῆς τραπέζης τὸ αἷμα ὁρᾶται, καὶ πρὸ τοῦ ποτοῦ. Ἐν δὲ ταῖς νυξὶν  οὐδὲ εἰπεῖν  ἔστιν ὁσάκις ἅλλονται  καὶ ἀναπηδῶσι φαντασιούμενοι.  Καὶ ταῦτα δὴ ἐν εἰρήνῃ· εἰ δὲ πόλεμος καταλάβοι, ἔτι τὰ τῶν φροντίδων  ἐπιτείνεται.  Τί τοίνυν  τοῦ βίου τούτου ἐλεεινότερον  γένοιτ' ἄν; Τὰ δὲ παρὰ τῶν οἰκείων ὅσα; τῶν ἀρχομένων λέγω. Ἀμέλει καὶ συγγενικῶν αἱμάτων ἀεὶ γέμει τὸ ἔδαφος τὸ βασιλικόν. Καὶ, εἰ βούλεσθε, τινὰ καὶ διηγήσομαι, καὶ τάχα ἐπιγνώσεσθε ὅτι  οὕτως  ἔχει·  μάλιστα  μὲν  καὶ  τὰ  παλαιὰ  ἐρῶ,  πλὴν  ἀλλ'  ὅμως  ἔτι  τῇ  μνήμῃ φυλαττόμενα,  ἅτε καὶ ἐπὶ τῶν  χρόνων  γενόμενα  τῶν  ἡμετέρων.  Ὁ δεῖνα, φησὶ, τὴν γυναῖκα ὑποπτεύσας ἐπὶ μοιχείᾳ, γυμνὴν  προσέδησεν ὄρεσι, καὶ θηρίοις ἐξέδωκεν, ἤδη μητέρα γενομένην αὐτῷ βασιλέων πολλῶν. Οἵαν οἴεσθε ζωὴν ζῇν ἐκεῖνον; οὐ γὰρ ἂν, εἰ μὴ σφόδρα κατετάκη τῷ πάθει, εἰς τοσαύτην ἐξέβη τιμωρίαν. Ὁ αὐτὸς δὴ οὗτος τὸν υἱὸν ἀπέσφαξε τὸν  αὑτοῦ· μᾶλλον  δὲ ὁ τούτου  ἀδελφὸς  ἑαυτὸν  μετὰ τῶν  παίδων  αὑτοῦ. Λέγεται δὲ καὶ τὸν ἀδελφὸν  οὗτος ἀνῃρηκέναι  τὸν αὑτοῦ. Καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν, ὑπὸ τυράννου  καταληφθεὶς,  ὁ δὲ τὸν ἀνεψιὸν  τὸν αὑτοῦ κοινωνοῦντα τῆς βασιλείας αὐτῷ, ἣν αὐτὸς ἐνεχείρισεν.  Ἄλλος τὴν γυναῖκα  εἶδεν ὑπὸ πεσσῶν διαφθαρεῖσαν· ὡς γὰρ οὐκ ἔτικτε, γυνή τις ἀθλία καὶ ταλαίπωρος  (ἀθλία γὰρ καὶ ταλαίπωρος,  ἣ τὸ τοῦ Θεοῦ  δῶρον  ἤλπισε  δι'  οἰκείας  παρέξειν  σοφίας),  πεσσοὺς  δοῦσα,  διέφθειρε   τὴν βασιλίδα,  καὶ  συνδιεφθάρη  καὶ  αὐτή.  Ἕτερος  πάλιν  μετὰ  τοῦτο  ὑπὸ  δηλητηρίων ἀνῄρητο φαρμάκων, καὶ τὸ ποτήριον ἦν αὐτῷ λοιπὸν οὐκέτι πόμα, ἀλλὰ θάνατος· καὶ ὁ υἱὸς αὐτῷ τὸν ὀφθαλμὸν  ἐξωρύττετο φόβῳ τῶν μελλόντων,  οὐδὲν ἠδικηκώς. Ἄλλος, οὐδὲ εἰπεῖν  καλὸν,  ὅπως  κατέλυσε  τὸν  βίον  ἐλεεινῶς.  Τῶν  δὲ μετὰ  τούτους  ὁ μὲν κατεκάη, καθάπερ τις ἄθλιος καὶ ταλαίπωρος,  μετὰ ἵππων  καὶ δοκῶν  καὶ τῶν ἄλλων ἁπάντων,  καὶ τὸ γύναιον  ἐν χηρείᾳ. Τὰς γὰρ ἐν τῷ ζῇν λύπας οὐδὲ εἰπεῖν ἔνι, ἃς, ὅτε οὗτος  ἐπανέστη,  ἠναγκάζετο  ἔχειν.  Οὗτος δὲ ὁ νῦν  κρατῶν  οὐχὶ  ἐξ οὗ τὸ διάδημα περιέθετο, ἐν πόνοις, ἐν κινδύνοις, ἐν λύπαις, ἐν ἀθυμίαις, ἐν συμφοραῖς, ἐν ἐπιβουλαῖς;
Ἀλλ' οὐχ ἡ βασιλεία τοιαύτη τῶν οὐρανῶν· ἀλλὰ μετὰ τὸ λαβεῖν αὐτὴν, εἰρήνη, ζωὴ, χαρὰ,  εὐφροσύνη.  Ἀλλ',  ὅπερ  ἔλεγον,  οὐκ  ἔνι  βίος  ἀταλαιπώρητος.   Εἰ δὲ  ἐν  τοῖς βιωτικοῖς  καὶ ὁ μάλιστα μακαριώτερος, ὁ ἐν βασιλείᾳ, τοσούτων  γέμει συμφορῶν, τί οἴει ἐν τοῖς ἰδιωτικοῖς· Καὶ πόσα ἕτερα κακὰ, οὐδὲ εἰπεῖν ἔστι. Πόσοι πολλάκις καὶ μῦθοι ἀπὸ τούτων ἐπλάσθησαν, πᾶσαι σχεδὸν αἱ ἐπὶ τῆς σκηνῆς τραγῳδίαι ἀπὸ τῶν βασιλέων ὑφαίνονται,  καὶ  οἱ μῦθοι.  Τὰ γὰρ πλείονα  τῶν  ἐν  τοῖς  μύθοις  ἀπὸ τῶν  γενομένων πέπλασται· οὕτω γὰρ ἔχει καὶ ἡδονήν· οἷον, τὰ Θυέστεια δεῖπνα, καὶ ὡς πᾶσα ἐκείνη ἡ οἰκία διὰ συμφορῶν κατέστρεψεν.


 ςʹ. Ἀλλὰ  ταῦτα  μὲν  ἀπὸ  τῶν  παρὰ  τῶν  ἔξωθεν  συντεθέντων   ἴσμεν·  εἰ  δὲ βούλεσθε, καὶ ἀπὸ τῶν Γραφῶν ἐροῦμεν. Ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν, ἀλλ' ἴστε πῶς καὶ οὗτος ἀπώλετο μυρίων πειραθεὶς κακῶν. Μετ' ἐκεῖνον ὁ ∆αυῒδ, ὁ Σολομὼν, ὁ Ἀβιὰ, ὁ Ἐζεκίας, ὁ Ἰωσίας ὁμοίως. Οὐ γὰρ ἔστι θλίψεως  χωρὶς, οὐκ ἔστι πόνων  χωρὶς, οὐκ ἔστιν ἀθυμίας  ἐκτὸς τὸν  παρόντα  βίον διελθεῖν.  Ἀλλ' ἡμεῖς ἀθυμῶμεν  μὴ ὑπὲρ τῶν τοιούτων, ὑπὲρ ὧν οἱ βασιλεῖς, ἀλλ' ὑπὲρ τοιούτων, ὑπὲρ ὧν καὶ κέρδος ἔχομεν μέγα· Ἡ γὰρ  κατὰ  Θεὸν  λύπη  μετάνοιαν   εἰς  σωτηρίαν  ἀμεταμέλητον   κατεργάζεται.  Ὑπὲρ τούτων  χρὴ λυπεῖσθαι, ὑπὲρ τούτων  ἀλγεῖν,  ὑπὲρ τούτων  δάκνεσθαι· οὕτως ἐλυπεῖτο Παῦλος ὑπὲρ τῶν ἁμαρτανόντων,  οὕτως ἐδάκρυεν· Ἐκ γὰρ πολλῆς θλίψεως,  φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν  δακρύων. Ἐπειδὴ γὰρ ὑπὲρ οἰκείων οὐκ εἶχε πενθεῖν, ὑπὲρ τῶν ἀλλοτρίων  τοῦτο ἐποίει· μᾶλλον δὲ κἀκεῖνα οἰκεῖα ἡγεῖτο κατὰ τὸν τοῦ πένθους λόγον. Ἕτεροι ἐσκανδαλίζοντο, καὶ αὐτὸς ἐπυροῦτο· ἕτεροι ἠσθένουν, καὶ αὐτὸς  ἠσθένει.  Ἀγαθὸν  ἡ τοιαύτη  λύπη,  πάσης κρείττων  αὕτη  χαρᾶς  κοσμικῆς. Τὸν οὕτω  πενθοῦντα  ἐγὼ  πάντων  τῶν  ἀνθρώπων  προκρίνω· μᾶλλον  δὲ καὶ αὐτὸς  τοὺς οὕτω  πενθοῦντας   μακαρίζει  ὁ  Κύριος, τοὺς  συμπαθεῖς.  Οὐχ οὕτως  αὐτὸν  ἐπὶ  τοῖς κινδύνοις  θαυμάζω· μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων  θαυμάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν·  ἀλλὰ τοῦτό με μᾶλλον  αἱρεῖ. Ἀπὸ γὰρ ψυχῆς  φιλοθέου καὶ  φιλοστόργου  ἐγίνετο,  ἀπὸ  ἀγάπης,  ἣν  αὐτὸς  ὁ Χριστὸς ἐζήτει,  ἀπὸ  συμπαθείας ἀδελφικῆς  καὶ πατρικῆς, μᾶλλον δὲ καὶ τούτων  ἀμφοτέρων  μείζονος. Οὕτω διακεῖσθαι χρὴ, οὕτω δακρύειν· τὰ τοιαῦτα δάκρυα πολλῆς ἐστιν εὐφροσύνης μεστά· τὸ τοιοῦτον πένθος ὑπόθεσις χαρᾶς ἐστι. Καὶ μή μοι εἴπῃς, τί πλέον ἐκ τοῦ θρηνεῖν, ὑπὲρ ὧν τοῦτο ποιῶ;   Κἂν   μηδὲν   ὀνήσωμεν   τοὺς   θρηνουμένους,    ἀλλὰ   πάντως    ἡμᾶς   αὐτοὺς ὠφελήσομεν. Ὁ γὰρ ὑπὲρ τῶν ἀλλοτρίων  οὕτως ἀλγῶν, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων τοῦτο ποιήσεται· ὁ ἐπὶ τοῖς ἑτέρων οὕτω δακρύων, οὐκ ἀδακρυτὶ τὰ οἰκεῖα παρελεύσεται πλημμελήματα·  μᾶλλον  δὲ οὐδὲ ἁμαρτήσει ταχέως.  Τὸ δὲ δεινὸν,  ὅτι  κελευσθέντες οὕτως  ἐπὶ  τοῖς  ἁμαρτάνουσι  θρηνεῖν,   οὐδὲ  ἐπὶ  τοῖς  οἰκείοις   τινὰ  ἐπιδεικνύμεθα μετάνοιαν,  ἀλλ'  ἀναλγήτως  πταίοντες  διακείμεθα,  καὶ πάντων  μᾶλλον  φροντίζομεν, καὶ πάντα λογιζόμεθα μᾶλλον ἢ τὰ οἰκεῖα ἁμαρτήματα. ∆ιὰ τοῦτο χαίρομεν χαρὰν τὴν ἀνόνητον,  τὴν  τοῦ  κόσμου, τὴν  εὐθέως  σβεννυμένην,  τὴν  μυρίας  τίκτουσαν  λύπας. Λυπηθῶμεν  τοίνυν  λύπην  χαρᾶς  μητέρα,  καὶ  μὴ ἡσθῶμεν  χαρὰν  λύπην  τίκτουσαν· ἀφῶμεν  δάκρυα σπείροντα  πολλὴν  ἡδονὴν,  καὶ  μὴ γελῶμεν  γέλωτα  βρυγμὸν  ἡμῖν ὀδόντων τίκτοντα· θλιβῶμεν θλῖψιν, ἀφ' ἧς ἄνεσις βλαστάνει, καὶ μὴ ζητῶμεν τρυφὴν, ἀφ'  ἧς  πολλὴ   θλῖψις   καὶ  ὀδύνη   τίκτεται·   ἐπὶ  τῆς  γῆς  μικρὸν   πονήσωμεν,   ἵνα τρυφήσωμεν διηνεκῶς ἐν τοῖς οὐρανοῖς· ἐν τῷ ἐπικήρῳ βίῳ θλίψωμεν  ἑαυτοὺς, ἵνα ἐν τῷ ἀπείρῳ τύχωμεν  ἀνέσεως· μὴ διαχυθῶμεν  ἐν τῷ βραχεῖ τούτῳ, ἵνα μὴ στενάξωμεν ἐν  τῷ  ἀπείρῳ.  Οὐχ  ὁρᾶτε   πόσοι  καὶ  ἐνταῦθα  θλίβονται   βιωτικῶν   ἕνεκεν
πραγμάτων; Ἐννόησον ὅτι καὶ σὺ εἷς ἐξ ἐκείνων εἶ, καὶ φέρε τὴν θλῖψιν καὶ τὴν ὀδύνην, τῇ ἐλπίδι τῶν μελλόντων τρεφόμενος· οὐκ εἶ σὺ τοῦ Παύλου βελτίων οὐδὲ τοῦ Πέτρου, τῶν οὐδέποτε ἀνέσεως τυχόντων,  τῶν ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι  τὸν πάντα βίον διεξελθόντων. Εἰ βούλει τῶν αὐτῶν  ἐκείνοις  τυχεῖν,  τί τὴν ἐναντίαν  ὁδεύεις ὁδόν; εἰ βούλει πρὸς τὴν πό  λιν ἀπαντῆσαι ἐκείνην,  ἧς ἐκεῖνοι  κατηξιώθησαν,  ἐκείνην βάδιζε τὴν  ὁδὸν τὴν  ἐκεῖ φέρουσαν. Οὐ φέρει  ἡ τῆς ἀνέσεως  ὁδὸς ἐκεῖ, ἀλλ' ἡ τῆς θλίψεως· ἐκείνη εὐρύχωρος, αὕτη στενή. Ταύτην βαδίζωμεν, ἵνα τύχωμεν  τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |