ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρός Φιλιπησίους Επιστολήν Υπόθεσις

Δευτέρα 24 Οκτωβρίου 2016

Πρός Φιλιπησίους Επιστολήν Υπόθεσις




Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62

ΥΠΟΘΕΣΙΣ.

αʹ.  Οἱ  Φιλιππήσιοι   ἀπὸ   πόλεώς   εἰσι   τῆς   Μακεδονίας   Φιλίππων,   οὕτω καλουμένης  ἀπὸ τοῦ οἰκιστοῦ πόλεως  κολωνίας,  καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος  ἐπίστευσεν· ἐνταῦθα  ἐμαστίχθη  ὁ Παῦλος μετὰ τοῦ Σίλα· ἐνταῦθα  οἱ στρατηγοὶ  ἠξίωσαν  αὐτοὺς  ἐξελθεῖν,  καὶ  ἐφοβήθησαν  αὐτούς·  καὶ  λαμπρὰν  ἔσχε τὸ κήρυγμα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν  αὐτοὺς, καὶ πολλὰ πεπονθέναι  λέγων· Ὑμῖν γὰρ ἐχαρίσθη, φησὶν, ἀπὸ Θεοῦ οὐ μόνον  τὸ εἰς αὐτὸν πιστεύειν,  ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸς  αὐτοὺς,  συνέβη  αὐτὸν  δεδέσθαι.  ∆ιὰ  τοῦτό  φησιν,  Ὥστε τοὺς  δεσμούς  μου φανεροὺς,  ἐν  Χριστῷ γενέσθαι  ἐν  ὅλῳ  τῷ  πραιτωρίῳ·  πραιτώριον  τὰ  βασίλεια  τοῦ Νέρωνος καλῶν. Ἀλλ' ἐδέθη καὶ ἀφείθη, καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ  μου ἀπολογίᾳ  οὐδείς μοι συμπαρεγένετο,  ἀλλὰ  πάντες  με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τὰ οὖν δεσμὰ, ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον·


Ἐν γὰρ τῇ πρώτῃ  μου, φησὶν,  ἀπολογίᾳ  οὐδείς μοι συμπαρεγένετο.  Καὶ τοῦτο, οὕτω γράφων,  ἐδήλου. Οὐκ ἂν οὖν, εἰ ᾔδει τοῦτο, ἔγραψεν  αὐτῷ.  Ὅτε δὲ τὴν  Ἐπιστολὴν ἔγραφε ταύτην  μετ' αὐ  τοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησιν· Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον  ταχέως  πέμψαι  ὑμῖν·  καὶ πάλιν,  Τοῦτον  μὲν  ἐλπίζω  εὐθέως πέμψαι ὑμῖν, ὅταν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Ἀφείθη γὰρ ἀπὸ τῶν δεσμῶν, καὶ πάλιν ἐδέθη μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν.  Ὃ δὲ λέγει, Ὅτι καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· οὐχ ὡς ἤδη τούτου γενομένου· ἀλλ', ὅτι Καὶ ὅταν τοῦτο συμβῇ, χαίρω, φησὶ, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως  ἐλεύσομαι  πρὸς  ὑμᾶς·  καὶ  πάλιν,  Καὶ τοῦτο  πεποιθὼς  οἶδα,  ὅτι  μένω,  καὶ συμπαραμενῶ  πᾶσιν ὑμῖν. Ἦσαν δὲ πέμψαντες  πρὸς αὐτὸν  οἱ Φιλιππήσιοι  τὸν Ἐπαφρόδιτον,  χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον  τὰ κατ' αὐτόν· διέκειντο  γὰρ σφόδρα  περὶ  αὐτὸν  ἀγαπητικῶς.  Ὅτι  γὰρ  ἔπεμψαν,  ἄκουε  αὐτοῦ  λέγοντος·  Ἀπέχω πάντα,  καὶ περισσεύω, πεπλήρωμαι,  δεξάμενος παρὰ Ἐπαφροδίτου  τὰ παρ' ὑμῶν. Ἐν ταυτῷ  γοῦν  ἔπεμψαν   καὶ  παρακαλέσοντες,  καὶ  εἰσόμενοι.  Ὅτι  γὰρ  καὶ  ἔπεμψαν εἰσόμενοι τὰ κατ' αὐτὸν, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς κατ' αὐτὸν γράφων, καὶ λέγων· Γινώσκειν  δὲ ὑμᾶς βούλομαι,  ὅτι τὰ κατ' ἐμὲ μᾶλλον  εἰς προκοπὴν  τοῦ Εὐαγγελίου  ἐλήλυθε·  καὶ  πάλιν,  Ἐλπίζω  Τιμόθεον  ταχέως  πέμψαι  ὑμῖν,  ἵνα  κἀγὼ εὐψυχῶ  γνοὺς  τὰ περὶ ὑμῶν. Τὸ, Ἵνα κἀγὼ, δηλοῦντός  ἐστιν, ὅτι Ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι τὰ κατ' ἐμὲ, οὕτω καὶ ἐγὼ, Ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Ἐπεὶ οὖν καὶ πολὺν χρόνον  ἦσαν μὴ πέμψαντες,  ἀλλὰ τότε (τοῦτο γὰρ δηλοῖ  διὰ τοῦ εἰπεῖν·  Ἤδη ποτὲ ἀνεθάλετε  τὸ ὑπὲρ ἐμοῦ φρονεῖν)·  καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι (εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησεν, οὐκ ὄντος σφόδρα ἐπισήμου, ὡς Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου)· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι· διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσάγει παράκλησιν ὑπὲρ τῶν δεσμῶν, δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. Εἶτα καὶ περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων μεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺς εὐκόλως δύνασθαι περιγενέσθαι. Οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοῖς διδασκάλοις ὑμῶν, ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς. Τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ Εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ.



βʹ. Παραινέσας τοίνυν  αὐτοῖς ὁμονοεῖν,  καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης  ἡ ὁμόνοια  γίνεται,  καὶ διατεινάμενος  πρὸς τοὺς  πανταχοῦ  τῷ  δόγματι  λυμαινομένους Ἰουδαίους  προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς,  καὶ ῥυθμίσας αὐτοὺς,  καὶ ἀνακτησάμενος  διὰ τοῦ εἰπεῖν,  Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν  τὴν παράκλησιν  προσάγει. Φαίνεται δὲ μετὰ πολλῆς  αὐτοῖς μάλιστα γράφων τιμῆς,  καὶ  οὐδὲν  προτίθησιν  ἐπιπληκτικὸν οὐδαμοῦ,  ὅπερ ἦν  τεκμήριον  τῆς  ἀρετῆς αὐτῶν, τὸ μηδεμίαν δοῦναι τῷ διδασκάλῳ λαβὴν, μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ' ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. Ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι ἡ πόλις αὕτη πολλὴν  ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα,  εἴ γε ὁ δεσμοφύλαξ (ἴστε δὲ, ὅτι πάσης τὸ πρᾶγμα κακίας μεστὸν) εὐθέως ὑπὸ ἑνὸς σημείου καὶ προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός. Τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτός· τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ καὶ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. Ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ οἱ μαστίξαντες αὐτὸν εὑρίσκονται ἀπὸ συναρπαγῆς  μᾶλλον,  καὶ οὐ πονηρίαν  τοῦτο  πεποιηκότες,  τῷ  τε εὐθέως  πέμψαι  καὶ ἀφεῖναι  αὐτὸν, καὶ τῷ φοβηθῆναι  ὕστερον. Μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνον, οὐδὲ ἐν κινδύνοις,  ἀλλὰ καὶ ἐν εὐποιίᾳ, δι' ὧν φησιν. ὅτι Καὶ ἐν ἀρχῇ τοῦ εὐαγγελίου καὶ ἅπαξ καὶ δὶς  εἰς  τὴν  χρείαν  μου ἐπέμψατε,  οὐδενὸς  ἑτέρου  τοῦτο  πεποιηκότος. Οὐδεμία γάρ μοι, φησὶν,  Ἐκκλησία ἐκοινώνησεν  εἰς λόγον  δόσεως καὶ λήψεως·  τὴν ἔλλειψιν   δὲ  ἀκαιρίας  εἶναι  μᾶλλον,  ἢ  προαιρέσεως  δείκνυσι  λέγων·  Οὐχ  ὅτι  οὐκ ἐφρονεῖτε, φησὶν, ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ. Τοῦτο δὲ πολὺ πρὸς αὐτοὺς φίλτρον  ἔχειν ἐμφαίνει.  Ὅτι γὰρ ἐφίλει  σφόδρα αὐτοὺς, δῆλον· Οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν, ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου.


γʹ. Ταῦτα οὖν εἰδότες καὶ ἡμεῖς, καὶ τοσούτους ἔχοντες τύπους ἀγάπης, ἑαυτοὺς παρέχωμεν  ἀξίους τῶν τοιούτων  ὑποδειγμάτων,  περὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἕτοιμοι γινόμενοι. Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ διωγμός. Οὐκοῦν κἂν μηδὲν ἕτερον, μιμώμεθα αὐτῶν τὴν  εὐποιίαν  τὴν  μετὰ  σφοδρότητος,  μηδὲ,  ἐὰν  ἅπαξ  δῶμεν  καὶ  δεύτερον,  τὸ  πᾶν ἡγώμεθα πεπληρωκέναι· διὰ παντὸς γὰρ τοῦ βίου τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἅπαξ εὐαρεστεῖν  δεῖ, ἀλλὰ  διηνεκῶς.  Καὶ γὰρ ὁ τρέχων,  ἐὰν  δέκα διαύλους  δραμὼν,  τὸν ὕστερον ἀφῇ, τὸ πᾶν ἀπώλεσε· καὶ ἡμεῖς, ἐὰν ἀρξάμενοι τῶν ἀγαθῶν  ἔργων, ὕστερον ἐκλυθῶμεν,   τὸ  πᾶν   ἀπωλέσαμεν,   τὸ  πᾶν   διεφθείραμεν.   Ἄκουε   τῆς   ἐπωφελοῦς παραινέσεως λεγούσης· Ἐλεημοσύναι, φησὶ, καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ  ποίησον,  οὐδὲ  δεύτερον,  οὐδὲ  τρίτον,  οὐδὲ  δέκατον,  οὐδὲ  ἑκατοστὸν,  ἀλλὰ
διαπαντὸς,  Μὴ ἐκλειπέτωσάν  σε, φησί. Καὶ οὐκ εἶπε, Μὴ αὐτὸς ἐγκαταλείπῃς,  ἀλλὰ, Αὗταί σε μὴ ἐγκαταλείπωσι·  δεικνὺς  ὅτι ἡμεῖς αὐτῶν  δεόμεθα, οὐχ αὗται  ἡμῶν,  καὶ διδάσκων   ὅτι  πάντα  πράττειν  ὀφείλομεν,  ὥστε αὐτὰς  κατέχειν  παρ' ἑαυτοῖς. Ἔφαψαι δὲ αὐτὰς, φησὶν, ἐπὶ σῷ τραχήλῳ. Ὥσπερ γὰρ τὰ τῶν εὐπόρων παιδία κόσμον ἔχει  χρυσοῦν  περὶ τὸν  τράχηλον,  καὶ οὐδέποτε  αὐτὸν  ἀποτίθεται,  ὡς  τῆς  εὐγενείας δεῖγμα φέροντα· οὕτω καὶ τὴν ἐλεημοσύνην ἀεὶ δεῖ ἑαυτοῖς περιτιθέναι, δεικνύντας  ὅτι τοῦ οἰκτίρμονός ἐσμεν παῖδες, τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἀλλ'  οὐ   πιστεύουσιν   οἱ   ἄπιστοι;   Οὐκοῦν  διὰ   τούτων   πιστεύσουσιν,   ἐὰν   ἡμεῖς ἐργαζώμεθα ταῦτα. Ἐὰν γὰρ ἴδωσιν, ὅτι πάντας  ἐλεοῦμεν,  καὶ ἐκεῖνον  ἐπιγραφόμεθα διδάσκαλον,  εἴσονται  ὅτι αὐτὸν  μιμούμενοι  τοῦτο  πράττομεν.  Καὶ τοῦτο  οὐχ ἁπλῶς ποιεῖν δεῖ, ἀλλὰ μετὰ προσοχῆς καὶ ἀσφαλείας. Ἐλεημοσύνη γὰρ, φησὶ, καὶ πίστις ἔστω σοι ἀληθής. Καλῶς εἶπεν, ἀληθής· οὐ γὰρ ἐξ ἁρπαγῆς βούλεται, οὐδὲ ἀπὸ κλοπῆς· τοῦτο γὰρ οὐκ ἔστι πίστις, οὐκ ἔστιν ἀληθὴς ἐλεημοσύνη. Καὶ γὰρ τὸν κλέπτοντα  ψεύδεσθαι ἀνάγκη, καὶ ἐπιορκεῖν δεῖ· σὺ δὲ μὴ οὕτως, ἀλλὰ μετὰ τῆς ἐλεημοσύνης πίστιν ἔχε, φησί. Περιθώμεθα τοῦτον τὸν κόσμον· μανιάκην ἐργασώμεθα τῇ ψυχῇ χρυσοῦν, τὴν ἐλεημοσύνην λέγω, ἕως ἂν ἐνθάδε ὦμεν. Ἐὰν γὰρ παρέλθῃ ἡ ἡλικία αὕτη, οὐκέτι αὐτῇ χρησόμεθα.  Πῶς; Οὐκ εἰσὶν  ἐκεῖ  πένητες,  οὐκ  ἔστιν  ἐκεῖ  χρήματα,  οὐκ  ἔστιν  ἐκεῖ πτωχεία·  ἕως ἐσμὲν παῖδες, μὴ ἀποστερήσωμεν ἑαυτοὺς τοῦ κόσμου τούτου. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων, ἐὰν ἄνδρες γένωνται,  περιαιρεῖται ταῦτα, καὶ ἐφ' ἕτερον ἄγονται κόσμον· οὕτω καὶ ἐφ' ἡμῶν· οὐκέτι ἡ διὰ χρημάτων  ἐλεημοσύνη ἐκεῖ ἔσται, ἀλλ' ἑτέρα τις πολὺ μείζων. Ὥστε ταύτης ἑαυτοὺς μὴ ἀποστερήσωμεν, ποιήσωμεν καλὴν φαίνεσθαι τὴν  ψυχήν.  Μέγα ἐλεημοσύνη  καλὸν  καὶ τίμιον,  δῶρόν  ἐστι μέγα, μᾶλλον  δὲ μέγα ἀγαθότης·  ἐὰν  μάθωμεν  χρημάτων  καταφρονεῖν,   καὶ  ἕτερα  μαθησόμεθα.  Ὅρα γὰρ ἐντεῦθεν  πόσα τίκτεται  ἀγαθά· ὁ διδοὺς ἐλεημοσύνην,  ὡς χρὴ διδόναι,  μανθάνει  τῶν χρημάτων  καταφρονεῖν·  ὁ  μαθὼν  χρημάτων  καταφρονεῖν,  τὴν  ῥίζαν  ἐξέκοψε  τῶν κακῶν. Ὥστε οὐκ εὖ ποιεῖ μᾶλλον,  ἢ εὖ πάσχει, οὐ τῷ ὀφειλὴν  καὶ ἀμοιβὴν κεῖσθαι μόνον  τῇ ἐλεημοσύνῃ, ἀλλὰ καὶ τῷ τὴν ψυχὴν  φιλόσοφον  γίνεσθαι, καὶ ὑψηλὴν  καὶ πλουσίαν.  Ὁ διδοὺς  ἐλεημοσύνην  παιδεύεται  μὴ  θαυμάζειν  χρήματα,  μηδὲ  χρυσόν· τοῦτο  δὲ  παιδευθεὶς  τὴν  διάνοιαν,  ἀρχὴν  ἔλαβε  μεγίστην  ἀνιέναι  πρὸς  τὸν οὐρανὸν, καὶ μάχης καὶ ἔριδος καὶ φθόνου καὶ ἀθυμίας μυρίας ἐξέκοψε προφάσεις. Ἴστε γὰρ, ἴστε καὶ ὑμεῖς,  ὅτι  πάντα  τὰ κακὰ διὰ  τὰ χρήματα,  καὶ  μυρίοι  πόλεμοι  διὰ  τὰ χρήματα.  Ὁ δὲ τούτων  μαθὼν  καταφρονεῖν,  ἐν  γαλήνῃ  κατέστησεν  ἑαυτὸν,  οὐκέτι ζημίαν δέδοικε. Τοῦτο γὰρ ἐπαίδευσεν αὐτὸν ἡ ἐλεημοσύνη· οὐκέτι ἐπιθυμεῖ τῶν τοῦ πλησίον·   πῶς   γὰρ,  ὁ  τὰ  αὑτοῦ  ἀποκτώμενος,   καὶ  διδούς;  οὐκέτι   βασκαίνει   τῷ πλουτοῦντι· πῶς γὰρ, ὁ βουλόμενος  γενέσθαι  πένης; διακαθαίρει  αὑτοῦ τὸ ὄμμα τῆς ψυχῆς. Καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δὲ ἐκεῖ οὐδὲ ἔστιν εἰπεῖν, ὅσων ἐπιτεύξεται ἀγαθῶν. Οὐ μενεῖ ἔξω μετὰ τῶν μωρῶν παρθένων, ἀλλὰ μετὰ τῶν φρονίμων  εἰσελεύσεται, μετὰ τοῦ νυμφίου,  τὰς λαμπάδας ἔχων  λαμπράς· καὶ τῶν ἐν παρθενίᾳ ταλαιπωρηθεισῶν, ὁ μηδὲ  γευσάμενος  τῶν  πόνων  ἐκείνων,  ἀπὸ  ταύτης  ἔσται  βελτίων.  Τοσαύτη ἡ  τῆς ἐλεημοσύνης ἰσχύς· μετὰ πολλῆς εἰσάγει τῆς παῤῥησίας τοὺς αὑτῆς τροφίμους. Γνωρίμη γάρ ἐστι τοῖς ἐν τῷ οὐρανῷ  πυλωροῖς,  τοῖς τὰς θύρας κατέχουσι  τοῦ νυμφῶνος·  οὐ μόνον  δὲ γνωρίμη,  ἀλλὰ  καὶ αἰδέσιμος· καὶ οὓς ἂν ἐπιγνῷ  τετιμηκότας  αὐτὴν,  μετὰ πολλῆς εἰσάξει τῆς παῤῥησίας, καὶ οὐδεὶς ἀντερεῖ, ἀλλὰ πάντες ὑποχωροῦσιν. Εἰ γὰρ τὸν Θεὸν εἰς τὴν γῆν κατήγαγε καὶ ἔπεισεν ἄνθρωπον  γενέσθαι, πολλῷ μᾶλλον ἄνθρωπον εἰς τὸν οὐρανὸν ἀναγαγεῖν δυνήσεται. Μεγάλη γὰρ αὐτῆς ἡ ἰσχύς. Εἰ οὖν ἀπὸ ἐλέους καὶ φιλανθρωπίας ὁ Θεὸς ἄνθρωπος  ἐγένετο, καὶ ἔπεισεν αὐτὸν δοῦλον  γενέσθαι, πολλῷ μᾶλλον  τοὺς δούλους εἰς τὴν οἰκίαν εἰσάξει τὴν αὑτοῦ. Ταύτην ἀγαπήσωμεν,  ταύτην στέρξωμεν,  μὴ μίαν  ἡμέραν  μηδὲ δευτέραν,  ἀλλὰ  διὰ παντὸς  τοῦ χρόνου,  ἵνα  ἡμᾶς ἐπιγνῷ· ἂν αὐτὴ ἡμᾶς ἐπιγνῷ, καὶ ὁ Κύριος ἐπιγνώσεται· ἂν αὐτὴ ἀγνοήσῃ, καὶ ὁ Κύριος ἀγνοήσει, καὶ ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μὴ γένοιτο ταύτης ἀκοῦσαι ἡμᾶς τῆς φωνῆς, ἀλλὰ τῆς μακαρίας ἐκείνης· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην   ὑμῖν   βασιλείαν   ἀπὸ  καταβολῆς   κόσμου·  ἧς  γένοιτο   πάντας   ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, καὶ τὰ ἑξῆς.
.
Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |