Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62
Θʹ Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.
Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη καὶ σημείων λαμπροτέρα. Οὐ μάτην οὖν ἐνταῦθα, ὡς ἔοικε, ταύτην προβάλλεται, οὐδὲ εἰκῆ, ἀλλ' ὡς μάλιστα δι' αὐτῆς δυσωπήσων. Καὶ τί φησι; Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης, μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. ∆ιὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον ἡμᾶς ἀποσύρει τῶν προκειμένων ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένομεν, ἀλλ' ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βουλόμενοι καὶ εὐχόμενοι.
Καὶ εἴθε ἀεὶ περὶ τῆς ἁλύσεως Παύλου διαλέγεσθαι ἦν. Ἀλλὰ μὴ ναρκήσητε· ἔτι γὰρ ἐκεῖνο εἰπεῖν βούλομαι, ὃ πολλοὶ ζητοῦντές φασι· Καὶ εἰ καλὸν αἱ θλίψεις, πῶς αὐτὸς ἀπολογούμενος πρὸς τὸν Ἀγρίππαν ἔλεγεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους, ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων· Οὐχ ὡς ἀπευκτὸν τὸ πρᾶγμα νομίζων, ταῦτα ἔλεγε, μὴ γένοιτο· οὐ γὰρ ἂν, εἴ γε ἀπευκτὸν ἦν, ἐκαυχᾶτο ἐπὶ τοῖς δεσμοῖς, ἐπὶ ταῖς φυλακαῖς, ἐπὶ ταῖς ἄλλαις θλίψεσι· οὐδ' ἂν γράφων ἔλεγεν, Ἥδιστα καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου· ἀλλὰ τί; Τοῦτο αὐτὸ τεκμήριον ἦν τοῦ μεγάλα ἡγεῖσθαι τὰ δεσμά. Ὥσπερ γὰρ Κορινθίοις γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε· οὕτω δὴ καὶ ἐνταῦθα, οὐκ ἠδύναντο ἀκοῦσαι τὸ κάλλος, οὐδὲ τὸν κόσμον, οὐδὲ τὴν ὠφέλειαν τῶν δεσμῶν. ∆ιὰ τοῦτό φησιν, Ἐκτὸς τῶν δεσμῶν τούτων. Τοῖς μέντοι Ἑβραίοις οὐχ οὕτως, ἀλλὰ παρῄνει συνδεδέσθαι τοῖς δεδεμένοις. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔχαιρεν ἐπὶ τοῖς δεσμοῖς, καὶ ἐδεσμεῖτο, καὶ μετὰ τῶν δεσμωτῶν ἀπήγετο εἰς φυλακήν. Μεγάλη τῆς ἁλύσεως Παύλου ἡ ἰσχύς· ἀρκεῖ ἀντὶ πάντων τοῦτο τὸ θέαμα, δεδεμένον ἰδεῖν Παῦλον καὶ ἐξαγό μενον ἀπὸ τοῦ δεσμωτηρίου. ∆εδεμένον ἰδεῖν καὶ ἔνδον καθήμενον, ποίας ἡδονῆς τοῦτο οὐ μεῖζον; τίνος οὐκ ἂν τιμήσαιμι τὸ πρᾶγμα; Οὐχ ὁρᾶτε τοὺς βασιλέας, τοὺς ὑπάτους ἐπὶ ζεύγους φερομένους καὶ χρυσοφοροῦντας, καὶ τοὺς δορυφοροῦντας πάντα ἔχοντας χρυσᾶ, χρυσᾶ τὰ δόρατα, χρυσᾶς τὰς ἀσπίδας, χρυσᾶ τὰ ἱμάτια, ἵππους χρυσοφόρους; Πόσον τῆς θέας ἐκείνης τοῦτο τερπνότερον; Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους. Πόσους οἴεσθε ἀγγέλους προηγεῖσθαι αὐτοῦ, ὅτε ἐξήγετο οὕτω; Καὶ ὅτι οὐ ψεύδομαι, ἀπό τινος παλαιᾶς ἱστορίας τὸ πρᾶγμα ὑμῖν ποιήσω φανερόν. Ἐλισσαῖος ὁ προφήτης, τάχα δὲ ἴστε τὸν ἄνδρα, τοῦ βασιλέως Συρίας ἐκπεπολεμωμένου πρὸς τὸν τοῦ Ἰσραὴλ βασιλέα, καθήμενος παρ' ἑαυτῷ, ἅπαντα, ἅπερ ἐκεῖνος ἐν τοῖς ταμείοις μετὰ τῶν κοινωνούντων αὐτῷ τῆς γνώμης ἐβουλεύετο, εἰς μέσον ἐξέφερε, καὶ ἀκύρους ἐποίει τοῦ βασιλέως τὰς βουλὰς, τὰ ἀπόῤῥητα προλέγων, καὶ οὐκ ἀφιεὶς εἰς τὰς παγίδας, ἃς ἐκεῖνος ἐτίθει, ἐμπεσεῖν. Ἐλύπει τοῦτο τὸν βασιλέα, καὶ ἀθυμῶν, ἐν ἀπορίᾳ πολλῇ καθειστήκει, οὐκ ἔχων μαθεῖν τὸν ἐκφέροντα ἅπαντα καὶ ἐπιβουλεύοντα, καὶ τὰς μηχανὰς ἀκυροῦντα τὰς τούτου. Ἀποροῦντι τοίνυν αὐτῷ καὶ τὴν αἰτίαν ζητοῦντι εἶπέ τις τῶν ὑπασπιστῶν, ὅτι δὴ προφήτης εἴη τις Ἑλισσαῖος ἐν Σαμαρείᾳ καθήμενος, οὐκ ἐῶν ἑστάναι τὴν τοῦ βασιλέως γνώμην, ἀλλὰ πάντα ἐκφέρων. Ἐκεῖνος ἐνόμισεν εὑρηκέναι τὸ πᾶν. Οὐδὲν δὲ ἄρα αὐτοῦ ἀθλιώτερον. Ὅρα γάρ· δέον τιμῆσαι τὸν ἄνδρα, θαυμάσαι, ἐκπλαγῆναι, εἰ δὴ τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς ἀπὸ τοσούτων σταδίων καθήμενον, πάντα τὰ ἐν τῷ ταμείῳ τοῦ βασιλέως, οὐδενὸς ἀπαγγέλλοντος, εἰδέναι· τοῦτο μὲν οὐκ ἐποίησε, παροξυνθεὶς δὲ, καὶ τῆς ὀργῆς γενόμενος μόνης, ἱππέας καὶ ὁπλίτας συντάξας, πέμπει παραστήσων τὸν προφήτην. Ἦν δὲ τῷ Ἑλισσαίῳ μαθητὴς ἐν προπυλαίοις ἔτι τῆς προφητείας, τῶν τοιούτων ἀποκαλύψεων μήπω κρινόμενος ἀξιοῦσθαι. Ἐπέστησαν οἱ στρατιῶται τοῦ βασιλέως, ὡς δήσοντες τὸν ἄνδρα, μᾶλλον δὲ τὸν προφήτην. Πάλιν εἰς δεσμοὺς ἐμπίπτομεν, καὶ τί πάθω; πάντοθεν οὗτος ὁ λόγος οὕτως ὑφαίνεται, Καὶ ἰδὼν ὁ μαθητὴς τῶν στρατιωτῶν τὸ πλῆθος, ἐξέστη, καὶ περιδεὴς καὶ ἔντρομος προσδραμὼν τῷ διδασκάλῳ, τὴν συμφορὰν, ὡς ᾤετο, ἀπήγγειλε, καὶ τὸν ἄφυκτον ἐμήνυσε κίνδυνον. Κατεγέλασεν ὁ Προφήτης, ὅτι τὰ οὐκ ἄξια δέους ἐδεδοίκει, καὶ παρῄνει θαῤῥεῖν. Ἐκεῖνος δὲ ἀτελὴς ἔτι ὢν, οὐκ ἐπείθετο, ἀλλ' ἔτι ὑπὸ τῆς ὄψεως ἐκπληττόμενος ἐνέκειτο τῷ φόβῳ. Τί οὖν ὁ Προφήτης; Κύριε, ἄνοιξον, φησὶ, τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου τούτου, καὶ ἰδέτω, ὅτι πλείους οἱ μεθ' ἡμῶν ὑπὲρ τοὺς μετ' αὐτῶν. Καὶ ἄφνω τὸ ὄρος ὅλον ὁρᾷ, ὅπερ ὁ Προφήτης ᾤκει τότε, ἵππων πυρίνων, καὶ ἁρμάτων τοιούτων ἐμπεπλησμένον. Τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, εἰ μὴ ἀγγέλων παρατάξεις. βʹ. Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ ἔλεγε· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ ∆εσπότης τότε μετ' αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου τῷ μὲν Ἀβραὰμ ὠπτάνετο, μετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰμι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ' ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ ἐν Ῥώμῃ μαρτυρῆσαι. Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται. Καθάπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ μὲν καὶ ἁπλῶς ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ' αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα. Εἴπω τί μεταξὺ νῦν ὑπελθόν με νόημα; Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσμὰ τεθῆναι μετὰ τοῦ σώματος, καὶ τὸ σῶμα δεδεμένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖνται μετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσμῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσμῶν· ἀλλ' ἡμεῖς οὐ δεσμούμεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ μὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσμά· οἱ ταῦτα μὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ μὴ γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσμῶν καὶ ἐμπλησθῆναι γένοιτο. ∆ιὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ παρακαλῶ ὑμᾶς, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχομεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ μυρία ἐργασαμένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ' ἐκείνων μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖς ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώμων δύναται εἶναι καὶ εὐχάριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνοις, ἀλλὰ καὶ ἐν σχήματι καὶ ἐν φθέγματι· μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τοῦτο πρῶτον τιθέντος. ∆ιὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ ∆εσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. ∆ῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνομα ἤνθησεν, ὁ δεσμός· ἀφήκαμεν αὐτὸν, καὶ αὐτὸς ἡμῖν πάλιν ἐπέδραμε. Καλὸς ἐκεῖνος ὁ δεσμὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδησον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεμένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀμφοτέρων σὺ κύριος· ὃν γὰρ ἂν βουλήσωμαι ποιῆσαι φίλον, δυνήσομαι. Μετ' εὐκολίας σπουδάζοντες. ∆είκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγμα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος. γʹ. Τί ἐστιν ἑνότης πνεύματος; Καθάπερ ἐν σώματι πνεῦμά ἐστι τὸ πάντα συνέχον, καὶ ἕν τι ποιοῦν τὸ ἐν διαφόροις ὂν μέλεσιν· οὕτω δὴ καὶ ἐνταῦθα. ∆ιὰ γὰρ τοῦτο τὸ πνεῦμα ἐδόθη, ἵνα τοὺς γένει καὶ τρόποις διαφόροις διεστηκότας ἑνώσῃ. Ὁ γὰρ γέρων καὶ ὁ νέος, ὁ πένης καὶ ὁ πλούσιος, ὁ παῖς καὶ ὁ ἔφηβος, ἡ γυνὴ καὶ ὁ ἀνὴρ, καὶ πᾶσα ψυχὴ ἕν τι γίνεται, καὶ μᾶλλον ἢ εἰ σῶμα ἓν ἦν. Ταύτης γὰρ τῆς συγγενείας πολλῷ μείζων ἐκείνη, καὶ πλείων ἡ ἀκρίβεια τῆς ἑνώσεως. Ἡ γὰρ τῆς ψυχῆς συνάφεια ἀκριβεστέρα ἐστὶν, ὅσῳ καὶ ἁπλῆ καὶ μονοειδής ἐστι. Πῶς δὲ αὕτη φυλάττεται; Ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Οὐκ ἔστιν ἐν ἔχθρᾳ καὶ διαστάσει ταύτην εἶναι. Ὅπου γὰρ ἔριδες ἐν ἡμῖν, φησὶ, καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καθάπερ γὰρ τὸ πῦρ, ὅταν μὲν ξηρὰ εὕρῃ ξύλα, μίαν τὰ πάντα ἐργάζεται πυρὰν, ὅταν δὲ ὑγρὰ, οὐδὲ ἐνεργεῖ οὐδὲ συγκολλᾶται· οὕτω καὶ ἐνταῦθα· οὐδὲν τῶν ψυχρῶν αὐτὴν συσφίγξαι δύναται, ἕκαστον δὲ ὡς ἐπὶ τὸ πολὺ τῶν θερμῶν. Ἀπὸ τούτου γοῦν καὶ ἡ θερμότης τῆς ἀγάπης τίκτεται· ἀπὸ τοῦ συνδέσμου τῆς εἰρήνης βούλεται συνδῆσαι πάντας ἡμᾶς. Καθάπερ γὰρ, φησὶν, ἐὰν θέλῃς σαυτὸν ἑτέρῳ προσδῆσαι, ἄλλως οὐ δυνήσῃ, ἀλλ' ἢ διὰ τοῦ κἀκεῖνον σαυτῷ προσδῆσαι, καὶ εἰ ἐθέλοις διπλοῦν ποιῆσαι τὸν δεσμὸν, χρὴ κἀκεῖνόν σε προσδεθῆναι· οὕτω καὶ ἐνταῦθα ἀλλήλοις προσδεδέσθαι βούλεται, οὐχ ἁπλῶς εἰρηνεύειν, οὐδὲ ἁπλῶς φιλεῖν, ἀλλ' ἐν πᾶσιν εἶναι μίαν ψυχήν. Καλὸς οὗτος ὁ δεσμός· τούτῳ τῷ δεσμῷ καὶ ἀλλήλοις καὶ πρὸς τὸν Θεὸν συνδήσωμεν ἑαυτούς. Οὐ θλίβει, οὐ πιέζει τὰς δεδεμένας χεῖρας οὗτος ὁ δεσμὸς, ἀλλ' ἀνίησι καὶ ἐν εὐρυχωρίᾳ καθίστησι πολλῇ καὶ τῶν λελυμένων μᾶλλον εὐθυμεῖσθαι ποιεῖ. Ὁ ἰσχυρὸς καὶ δεδεμένος μετὰ τοῦ ἀσθενοῦς διαβαστάζει τε ἐκεῖνον, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι· κἂν μετὰ τοῦ ῥᾳθύμου προσδεθῇ, διεγείρει μᾶλλον αὐτόν. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, φησὶν, ὡς πόλις ὀχυρά. Ταύτην τὴν ἅλυσιν οὐχ ὁδῶν διάστημα κωλῦσαι δύναται, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ πάντων ἐστὶ κρείττων καὶ ἰσχυροτέρα· αὕτη καὶ ἀπὸ μιᾶς τεχθεῖσα ψυχῆς, δύναται ὁμοῦ πολλοὺς περιλαβεῖν. Ἄκουε γὰρ Παύλου λέγοντος· Οὐ στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Πλατύνθητε καὶ ὑμεῖς. Τί δὴ οὖν τοῦτον λυμαίνεται τὸν δεσμόν; Χρημάτων ἔρως, φιλαρχίας, δόξης καὶ τῶν ἄλλων τοιούτων· χαύνους αὐτοὺς ποιεῖ καὶ διακόπτει. Πῶς οὖν, ἵνα μὴ διακοπῶσιν; Ἐὰν ταῦτα ἐκποδὼν γένηται, καὶ μηδὲν παρενοχλῇ τῶν διαφθειρόντων τὴν ἀγάπην. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐδὲν οὕτως ἐναντίον ἀγάπῃ, ὡς ἁμαρτία, καὶ οὐ λέγω τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ τῇ πρὸς τὸν πλησίον. Πῶς οὖν καὶ λῃσταὶ εἰρηνεύουσι, φησί; Πότε, εἰπέ μοι; Πάντως, ὅταν οὐ λῃστρικῷ τρόπῳ χρήσωνται. Ἂν γὰρ ἐν αὐτοῖς, οἷς ἂν διανέμωνται, μὴ τοὺς νόμους φυλάξωσι τοὺς τοῦ δικαίου, καὶ ἑκάστῳ ἀπονείμωσι τὸ δίκαιον, εὑρήσεις ἂν κἀκείνους ἐν πολέμοις καὶ μάχαις. Ὥστε οὐδὲ ἐν τοῖς κακοῖς τὴν εἰρήνην ἔστιν εὑρεῖν· πανταχοῦ δὲ ταύτην ἔστιν εὑρεῖν, ὅπου ἂν μετὰ δικαιοσύνης καὶ ἀρετῆς βιῶσιν. Ἀλλὰ τί; ἀντερασταὶ εἰρηνεύουσιν; Οὐδαμῶς. Ἀλλὰ τίνα βούλει εἴπω; Πλεονέκτης μετὰ πλεονέκτου οὐκ ἂν εἰρηνεύσειέ ποτε· ὡς εἴ γε μὴ ἦσαν δίκαιοι καὶ ἐπιεικεῖς, καὶ ἀδικούμενοι μεταξὺ αὐτῶν, καὶ διεσπάσθη ἂν τὸ γένος. Καθάπερ γὰρ δύο θηρίων σφόδρα πεινώντων, ἂν μή τι γένοιτο μέσον τὸ δυνάμενον ὑπ' αὐτῶν ἀναλωθῆναι, ἑαυτὰ κατεσθίουσιν· οὕτω καὶ ἐπὶ τῶν πλεονεκτῶν καὶ τῶν κακῶν ἐγένετο ἄν. Ὥστε οὐκ ἔνι εἰρήνην εἶναι, μὴ πρότερον ἀρετῆς κατορθωθείσης. Κατασκευάσωμεν δὲ καὶ πόλιν, εἰ βούλει, πάντων πλεονεκτῶν καὶ ἰσοτίμων, καὶ μηδεὶς φερέτω ψῆφον τοῦ ἀδικεῖσθαι, ἀλλὰ πάντες ἀδικείτωσαν· μὴ δύναται συστῆναι ἡ πόλις ἐκείνη; Οὐδαμῶς. Ἀλλὰ μοιχῶν ἔστιν εἰρήνη; Ἀλλ' οὐχὶ εὑρήσεις οὐδὲ δύο ὁμονοοῦντας. Ὥστε οὐδὲν τούτου αἴτιον πάλιν, ἢ τὸ τὴν ἀγάπην ψυγῆναι· τοῦ δὲ τὴν ἀγάπην ψυγῆναι αἴτιον τὸ πληθυνθῆναι τὴν ἀνομίαν. Εἰς γὰρ φιλαυτίαν ἄγει τοῦτο, καὶ διαιρεῖ καὶ σχίζει τὸ σῶμα, καὶ χαυνοῖ καὶ διασπᾷ. Ἔνθα δὲ ἀρετὴ, τὸ ἐναντίον ποιεῖ· ὁ μὲν γὰρ ἐνάρετος καὶ χρημάτων κρείττων. Ὥστε κἂν μυρίοι ὦσιν ἐν πενίᾳ, δύναιντ' ἂν εἶναι εἰρηνικοί· οἱ δὲ πλεονέκται, κἂν δύο ὦσιν, οὐδέποτε δύνανται ἐν εἰρήνῃ εἶναι. δʹ. Ὥστε ἐὰν ἡμεῖς ὦμεν ἐνάρετοι, ἡ ἀγάπη οὐκ ἀπολεῖται· ἀπὸ γὰρ ἀγάπης ἡ ἀρετὴ, καὶ ἀπὸ ἀρετῆς ἡ ἀγάπη. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ ἐνάρετος οὐ προτιμᾷ χρήματα φιλίας, οὐδὲ μνησίκακός ἐστιν, οὐδὲ ἀδικεῖ τὸν πλησίον· οὐχ ὑβρίζει, φέρει πάντα γενναίως. Ἀπὸ τούτων ἡ ἀγάπη συνίσταται. Πάλιν ὁ ἀγαπῶν, πάντα ταῦτα ὑφίσταται. Οὕτως ἀλλήλων ἐστὶ κατασκευαστικά. Καὶ τοῦτο μὲν ἐντεῦθεν δείκνυται, ὅτι ἀπὸ ἀρετῆς ἡ ἀγάπη· τῷ γὰρ εἰπεῖν, Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη, τοῦτο ἐδήλωσεν· ὅτι δὲ ἀπὸ ἀγάπης ἡ ἀρετὴ, Ὁ ἀγαπῶν τὸν πλησίον, νόμον ἐπλήρωσε, φησίν. Ὥστε ἓν τῶν δύο εἶναι χρὴ ἢ σφόδρα φιλικὸν καὶ ἐρώμενον, ἢ σφόδρα ἐνάρετον. Ὁ γὰρ τὸ ἓν ἔχων, ἐξ ἀνάγκης καὶ τὸ ἕτερον κέκτηται· καὶ τοὐναντίον, ὁ μὴ εἰδὼς φιλεῖν, καὶ πονηρὰ ἐργάσεται· ὁ πονηρὰ ἐργαζόμενος, οὐδὲ φιλεῖν οἶδε. Μεταδιώξωμεν τοίνυν τὴν ἀγάπην· φρούριον γάρ ἐστι πρὸς τὸ μηδὲν συγχωρῆσαι ἡμᾶς παθεῖν κακόν· συνδήσωμεν ἑαυτούς. Μηδὲν δολερὸν ἔστω παρ' ἡμῖν, μηδὲν ὕπουλον· οὐδὲν γὰρ εὑρίσκεται τοιοῦτον, ἔνθα ἂν ᾖ φιλία. Εἶπε δὲ τοῦτο καὶ ἄλλος σοφός τις ἀνήρ· Ἐπὶ φίλον ἐὰν καὶ σπάσῃς ῥομφαίαν, μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος. Ἐπὶ φίλον ἐὰν ἀνοίξῃς τὸ στόμα, μὴ ἀπογνῷς· ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ, καὶ μυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας. Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων. Ἂν πάντες τοίνυν ὦμεν φίλοι, οὐδὲ μυστηρίων δεῖ· ὥσπερ γὰρ αὐτός τις πρὸς ἑαυτὸν οὐδὲν ἔχει μυστήριον, οὐδὲ αὐτὸς ἑαυτὸν κρύπτειν δυνήσεται· οὕτως οὐδὲ τοὺς φίλους. Οὐκ ὄντων οὖν μυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου διακοπή. ∆ι' οὐδὲν γὰρ ἔχομεν μυστήρια, ἢ διὰ τὸ μὴ πᾶσι θαῤῥεῖν· ὥστε ὁ ψυγμὸς τῆς ἀγάπης πεποίηκε μυστήρια. Τί γὰρ ἔχεις μυστήριον; ἀδικῆσαι τὸν πλησίον βούλει; ἢ κωλύεις ἀγαθοῦ τινος μετέχειν, καὶ διὰ τοῦτο κρύπτεις; Ἀλλ' οὐδὲν τούτων· ἀλλ' αἰσχύνῃ; Οὐκοῦν τὸ μὴ θαῤῥεῖν τούτου τεκμήριον. Ἂν μὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται μυστηρίων ἀποκάλυψις, ἀλλ' οὐδὲ ὀνειδισμός. Τίς γὰρ ἂν, εἰπέ μοι, καὶ πότε τῇ ἑαυτοῦ ψυχῇ ὀνειδίσειεν; Εἰ δὲ καὶ γένοιτο, ἐπὶ κέρδει. Ἐπεὶ καὶ παισὶν ὀνειδίζομεν, δακεῖν αὐτοὺς βουλόμενοι· καὶ ὁ Χριστὸς δὲ τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, λέγων, Οὐαί σοι Χωραζὶν, οὐαί σοι Βηθσαϊδὰ, ἵνα ὀνειδισμῶν ἀπαλλάξῃ. Οὐδὲν γὰρ οὕτω δύναται καθάψασθαι διανοίας, καὶ διαναστῆσαι μᾶλλον αὐτὴν, καὶ παρειμένην ἀνορθῶσαι. Μὴ δὴ ὀνειδίζωμεν ἁπλῶς ἀλλήλους. Τί γάρ; ἐπὶ χρήμασιν αὐτὸν ὀνειδίσεις; Μηδαμῶς, εἴ γε κοινὰ τὰ ὄντα κέκτησαι. Ἀλλ' ἐπὶ ἁμαρτήμασιν; Ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ μᾶλλον διορθώσεις. Καὶ πληγῆς, φησὶ, δολίας. Τί ποτε; ἑαυτὸν ἀναιρήσει; τίς δὲ πλήξει; Οὐδὲ εἷς. ∆ιώκωμεν τοίνυν τὴν ἀγάπην. Οὐκ εἶπεν ἁπλῶς, Ἀγαπῶμεν, ἀλλὰ, ∆ιώκωμεν. Πολλῆς δεῖ τῆς σπουδῆς· ταχέως ἀφανίζεται, ὀξεῖα πρὸς ἀναχώρησίν ἐστι· τοσαῦτα ἐν τῷ βίῳ τῷ πράγματι τούτῳ λυμαίνεται. Ἂν διώκωμεν αὐτὴν, οὐ φθάσει ἀπελθεῖν, ἀλλὰ ταχέως αὐτὴν ἐξελκύσομεν· ἡ ἀγάπη τοῦ Θεοῦ τῷ οὐρανῷ συνῆψε τὴν γῆν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ἄνθρωπον ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν ἐκάθισεν· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν ∆εσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν Ἀγαπητὸν, ὑπὲρ τῶν μισούντων τὸν Υἱὸν, ὑπὲρ τῶν δούλων τὸν ∆εσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεὸν, ὑπὲρ οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπὶ μείζονα ἡμᾶς ἐκάλεσεν. Οὐ γὰρ μόνον ἀπήλλαξεν ἡμᾶς τῶν προτέρων κακῶν, ἀλλὰ καὶ πολλῷ μείζονα δώσειν ἕτερα ἐπηγγείλατο. Ὑπὲρ δὴ τούτων εὐχαριστήσαντες τῷ Θεῷ, πᾶσαν ἀρετὴν μετέλθωμεν, καὶ πρὸ πάντων τὴν ἀγάπην μετ' ἀκριβείας κατορθώσωμεν, ἵνα καταξιωθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος. τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ιʹ.Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν.
αʹ. Ὅταν ἐπί τι μεῖζον παρακαλῇ ὁ μακάριος Παῦλος, συνετὸς ὢν σφόδρα καὶ πνευματικὸς, ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ποιεῖται τὴν παράκλησιν, τοῦτο δὴ αὐτὸ παρὰ τοῦ Κυρίου μεμαθηκώς· καθὼς καὶ ἀλλαχοῦ φησι· Περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ πάλιν, Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὅταν γὰρ ᾖ τὰ ὑποδείγματα τὰ προκείμενα μεγάλα, σφοδρός ἐστι ζήλῳ καὶ τῷ πόθῳ. Τί οὖν φησιν, εἰς ἑνότητα προτρέπων ἡμᾶς; Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Τί δέ ἐστιν, Ἓν σῶμα; Οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοὶ καὶ ὄντες καὶ γενόμενοι καὶ ἐσόμενοι. Πάλιν καὶ οἱ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας εὐηρεστηκότες, ἓν σῶμά εἰσι. Πῶς; Ὅτι κἀκεῖνοι τὸν Χριστὸν ᾔδεσαν. Πόθεν δῆλον; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη· καὶ πάλιν, Εἰ ἐπιστεύσατε, φησὶ, Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, καὶ οἱ προφῆται. Οὐκ ἂν δὲ ἔγραψαν περὶ οὗ ἠγνόουν ἃ ἔλεγον· εἰδότες δὲ αὐτὸν, καὶ προσεκύνουν. Ὥστε κἀκεῖνοι ἓν σῶμα. Οὐ διέστηκε σῶμα πνεύματος, ἐπεὶ οὐκ ἂν εἴη σῶμα. Οὕτω καὶ ἡμῖν ἔθος ἐπὶ τῶν ἡνωμένων καὶ πολλὴν τὴν ἀκολουθίαν ἐχόντων λέγειν· Ἓν σῶμά ἐστιν. Οὕτω καὶ ἐπὶ τῆς ἑνώσεως τὸ σῶμα λαμβάνομεν μιᾷ κεφαλῇ. Εἰ δὲ μία κεφαλὴ καὶ ἓν σῶμα, τὸ σῶμα ἐξ ἐντίμων καὶ ἀτίμων σύγκειται μελῶν. Πλὴν ἀλλ' οὔτε τοῦ φαυλοτάτου τὸ μεῖζον κατεξανίσταται, οὔτε τοῦτο ἐκείνῳ διαφθονεῖται. Καίτοι γε οὐ τὴν αὐτὴν συντέλειαν τὰ πάντα εἰσφέρει, ἀλλὰ κατὰ τὸν τῆς ἀνάγκης λόγον. Καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁμότιμα. Ἔστι δὲ τὰ μὲν κυριώτατα, τὰ δὲ ἧττον· οἷον, ἡ κεφαλὴ παντὸς τοῦ σώματός ἐστι κυριωτέρα, τάς τε αἰσθήσεις πάσας ἐν ἑαυτῇ ἔχουσα, καὶ τὸ τῆς ψυχῆς ἡγεμονικόν· καὶ κεφαλῆς ἄνευ ζῆσαι οὐκ ἔνι· ποδῶν δὲ ἐκκοπέντων πολλοὶ πολὺν χρόνον ἐβίωσαν. Ὥστε οὐ τῇ θέσει μόνον αὕτη βελτίων ἐκείνων, ἀλλὰ καὶ αὐτῇ τῇ ἐνεργείᾳ καὶ τῇ τάξει. Τί δὴ τοῦτο λέγω; Εἰσὶν ἐν τῇ Ἐκκλησίᾳ πολλοὶ, εἰσὶν εἰς ὕψος ἀνωρθωμένοι, καθάπερ ἡ κεφαλὴ, τὰ οὐράνια περισκοποῦντες, καθάπερ οἱ ὀφθαλμοὶ οἱ ἐν τῇ κεφαλῇ, πολὺ τῆς γῆς ἀφεστηκότες, οὐδὲν ἔχοντες κοινὸν πρὸς αὐτήν· ἄλλοι δὲ ποδῶν τάξιν ἐπέχουσι, τὴν γῆν πατοῦντες, ποδῶν μέντοι ὑγιεινῶν. Οὐ γὰρ τὸ τὴν γῆν πατεῖν ἔγκλημα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν· Οἱ πόδες γὰρ αὐτῶν, φησὶν, εἰς πονηρίαν τρέχουσι. Μήτε δὴ οὖν οὗτοι, φησὶ, μέγα φρονείτωσαν κατὰ τῶν ποδῶν, μηδὲ ἐκεῖνοι τούτοις βασκαινέτωσαν· ἐπεὶ τὸ οἰκεῖον ἑκάστου κάλλος ἀνῄρηται, καὶ ἡ χρεία ἡ αὐτοτελὴς ἐμπεπόδισται· καὶ εἰκότως· ὁ γὰρ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτῷ πρῶτον ἐπεβούλευσεν. Ἄν τε οὖν οἱ πόδες μὴ βουληθῶσι κομίσαι που τὴν κεφαλὴν εἰς ἔξοδον ἀναγκαίαν, καὶ ἑαυτοῖς ἐλυμήναντο διὰ τῆς ἀκινησίας καὶ τοῦ ὄκνου· ἄν τε ἡ κεφαλὴ μηδεμίαν βουληθῇ τῶν ποδῶν ποιήσασθαι τὴν πρόνοιαν, αὕτη πρώτη τὴν βλάβην ἐδέξατο. Ἀλλ' ἐκεῖνα μὲν εἰκότως ἀλλήλων οὐ κατεξανίσταται· φυσικῶς γὰρ οὕτω τέτακται· ἄνθρωπον δὲ πῶς δυνατὸν ἀνθρώπου μὴ κατεξαναστῆναι; Οὐδὲ γὰρ ἀγγέλων τις κατεξανίσταται· ἐπειδὴ οὔτε ἐκεῖνοι τῶν ἀρχαγγέλων· οὐδὲ ἐμοῦ πάλιν τὰ ἄλογα μεῖζόν τι φρονῆσαι δύναται· ἔνθα δὲ ὁμότιμος ἡ φύσις καὶ μία ἡ δωρεὰ, καὶ οὐδὲν οὗτος ἐκείνου πλέον ἔσχηκε, πῶς οὐ μὴ κατεξαναστῇ; Καὶ μὴν διὰ ταῦτα κατεξαναστῆναι οὐκ ὀφείλεις κατὰ τοῦ πλησίον. Εἰ γὰρ πάντα κοινὰ, καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, πόθεν ἡ ἀπόνοια; Φύσεως μετέχομεν τῆς αὐτῆς, ψυχῆς καὶ σώματος ὁμοίως, τὸν αὐτὸν ἀναπνέομεν ἀέρα, ταῖς αὐταῖς κεχρήμεθα τροφαῖς· πόθεν ἡ ἐξανάστασις; Καὶ μὴν τὸ δύνασθαι διὰ τὴν ἀρετὴν τῶν ἀσωμάτων περιγίνεσθαι δυνάμεων ἱκανὸν εἰς ἀλαζονείαν ἀγαγεῖν· μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο ἀλαζονεία. Ἐγὼ γὰρ εἰκότως κατὰ τοῦ δαίμονος μέγα φρονῶ, καὶ σφόδρα μέγα. Καὶ ὅρα καὶ Παῦλος πῶς μέγα ἐφρόνει κατὰ τοῦ δαίμονος. Ὅτε γὰρ μεγάλα περὶ αὐτοῦ ἔλεγε καὶ θαυμαστὰ ὁ δαίμων, ἐπεστόμισεν αὐτὸν, οὐδὲ κολακεύοντος ἀνασχόμενος. Λεγούσης γὰρ ἐκείνης τῆς παιδίσκης τῆς τὸ πνεῦμα τοῦ πύθωνος ἐχούσης, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας, ἐπιτιμήσας σφοδρῶς ἐπεστόμισεν αὐτοῦ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ πάλιν ἀλλαχοῦ γράφει λέγων· Συντρίψει ὁ Θεὸς τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Μή τι τὸ τῆς φύσεως παρηλλαγμένον ἐποίησεν; βʹ. Ὁρᾷς ὅτι οὐδὲν ποιεῖ τὸ τῶν φύσεων μέσον, ἀλλὰ τὸ τῆς προαιρέσεως;∆ιὰ τὴν προαίρεσιν τοίνυν πολὺ χείρους ἁπάντων εἰσίν. Ἀλλ' ἀγγέλου οὐ κατεξανίσταμαι, φησί· πολὺ γὰρ τὸ μέσον ἐμοῦ κἀκείνου. Καὶ μὴν ἀνθρώπου κατεξανίστασθαι οὐκ ὀφείλεις, οὐ μᾶλλον ἢ ἀγγέλου. Ὁ μὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώμιον ἐκείνου, οὔτε κακία γένοιτο· ἄνθρωπος δὲ ἀνθρώπου οὐκέτι φύσει, ἀλλὰ προαιρέσει διέστηκε· καὶ ἔστι καὶ ἐν ἀνθρώποις ἄγγελος. Ὥστε εἰ κατ' ἀγγέλων μὴ κατεξανίστασαι, πολλῷ μᾶλλον κατὰ ἀνθρώπων τῶν ἐν τῇ φύσει ταύτῃ γενομένων ἀγγέλων. Εἰ γὰρ γένοιτο ἐν ἀνθρώποις ἐνάρετος οὕτως ὡς ἄγγελος, πολύ σου μᾶλλον οὗτος μείζων, ἢ ἐκεῖνός ἐστι. Τί δήποτε; Ὅτι ὅπερ ἀπὸ φύσεως ἔσχεν ἐκεῖνος, τοῦτο κατώρθωσεν ἀπὸ προαιρέσεως αὐτός· καὶ ὅτι ἀπῴκισταί σου ὁ ἄγγελος καὶ τῷ τόπῳ καὶ τὸν οὐρανὸν οἰκεῖ· οὗτος δὲ ἀναστρέφεται μετὰ σοῦ, καὶ δίδωσί σοι τοῦ ζήλου ῥοπήν. Καὶ μὴν καὶ οὗτος ἀπῴκισται μᾶλλον ἢ ἐκεῖνος. Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς. Ὅτι δὲ μᾶλλον οὗτος ἀπῴκισται, ἄκουσον, ποῦ αὐτοῦ κάθηται ἡ κεφαλή· Εἰς τὸν θρόνον, φησὶ, τὸν βασιλικόν· ὅσῳ δὲ πόῤῥω ἡμῶν ὁ θρόνος, τοσούτῳ καὶ οὗτος. Ἀλλ' ὁρῶ τιμῆς ἀπολαύοντα, φησὶ, καὶ εἰς ζηλοτυπίαν ἄγομαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἄνω καὶ κάτω πεποίηκε, καὶ οὐ τὴν οἰκουμένην μόνον, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν μυρίων ἐνέπλησε θορύβων. Καὶ καθάπερ εἰς λιμένα γαληνὸν πνεύματα ἄγρια ἐξ ἐναντίας ἐμπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθμοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν· οὕτω δὴ καὶ ὁ τῆς δόξης ἔρως ἐπεισελθὼν, πάντα ἀνέτρεψε καὶ συνέχεε. Παραγεγόνατε πολλάκις ἐμπρησμῷ οἰκιῶν μεγάλων· εἴδετε πῶς ἄνεισιν εἰς τὸν οὐρανὸν ὁ καπνὸς, καὶ μηδενὸς προσιόντος σβέσαι τὸ κακὸν, ἀλλὰ τὸ καθ' ἑαυτὸν ἑκάστου σκοπουμένου, μετὰ πολλῆς τῆς ἡσυχίας τὸ πῦρ ἅπαντα ἐπινέμεται· καὶ περιέστηκε μὲν πολλάκις κύκλῳ πᾶσα ἡ πόλις, περιεστήκασι δὲ θεαταὶ κακῶν, οὐ σύμμαχοι οὐδὲ βοηθοί· καὶ ἔστιν ἰδεῖν οὐδὲν ποιοῦντας ἅπαντας τοὺς περιεστῶτας, ἀλλ' ἕκαστον αὐτῶν τὴν χεῖρα ἐκτείνοντα, καὶ τῷ προσφάτως ἐλθόντι πρὸς τὸν τόπον ἐπιδεικνύντα, ἢ διὰ θυρίδος λαμπάδα ἐξαλλομένην συνεχῶς, ἢ δοκοὺς καταῤῥιπτομένας, ἢ περίβολον ὁλόκληρον τῶν ἐρεισμάτων ἀποσπασθέντα καὶ πρὸς τὴν γῆν ἐπειγόμενον. Εἰσὶ δὲ πολλοὶ τῶν τολμηρῶν καὶ ῥιψοκινδύνων, οἳ καὶ πλησίον αὐτῶν γενέσθαι τῶν καιομένων οἰκοδομημάτων κατετόλμησαν, οὐχ ὥστε χεῖρα ὀρέξαι αὐτοῖς καὶ σβέσαι τὸ κακὸν, ἀλλ' ὥστε ἡδυτέραν γενέσθαι τὴν θέαν, ἐκ τοῦ σύνεγγυς πάντα δυναμένων αὐτῶν περισκοπεῖν, ἃ τοὺς ἔξωθεν πολλάκις ἔλαθεν. Εἰ δὲ καὶ λαμπρὰ καὶ μεγάλη τύχοι οὖσα ἡ οἰκία, ἐλεεινὸν θέαμα καὶ πολλῶν αὐτοῖς δακρύων ἄξιον εἶναι δοκεῖ. Καὶ ἔστιν ἀληθῶς ἰδεῖν θέαμα ἐλεεινὸν, κιόνων κεφαλὰς κόνιν γινομένας, πολλοὺς δὲ καὶ αὐτοὺς διακεκλασμένους, τοὺς μὲν τοῦ πυρὸς κατεργαζομένου, τοὺς δὲ πολλάκις τῶν οἰκοδομησάντων αὐτοὺς χειρῶν ὠθουσῶν, ὥστε μὴ πλείονα τροφὴν γενέσθαι τῷ πυρί. Ἔστι δὲ ἰδεῖν ἀγάλματα, ἃ μετὰ πολλοῦ τοῦ κόσμου, τῆς ὀροφῆς ἐπικειμένης, εἰστήκει, ἀνακαλυφθέντα, τῆς στέγης ἀφαιρεθείσης, καὶ ἐν αἰθρίῳ μετὰ πολλῆς τῆς ἀμορφίας ἑστηκότα. Τί δέ; τὸν πλοῦτον τὸν ἔνδον ἐναποκείμενον τίς διηγήσαιτο, τὰ ἱμάτια τὰ χρυσᾶ, καὶ τὰ σκεύη τὰ ἀργυρᾶ; Καὶ γὰρ ἔνθα μόνος ὁ δεσπότης εἰσῄει μετὰ τῆς ἑαυτοῦ συζύγου, ἔνθα τῶν πολλῶν ἱματίων καὶ ἀρωμάτων τὸ ταμεῖον ἦν, τῶν λίθων τῶν πολυτελῶν τὰ δοχεῖα, μιᾶς πυρᾶς γενομένης, καὶ βαλανευταὶ καὶ κοπρῶναι καὶ δραπέται καὶ πάντες λοιπὸν ἔνδον, καὶ πάντα τὰ ἔνδον ὕδωρ καὶ πῦρ καὶ πηλὸς καὶ κόνις, καὶ ξύλα ἡμίκαυστα. Τί δὲ τὴν εἰκόνα ταύτην ἐπιπλέον ἐξέτεινα; Οὐχ ἁπλῶς οἰκίας ἐμπρησμὸν ὑπογράψαι βουλόμενος· τί γάρ μοι τούτου μέλει; ἀλλὰ παραστῆσαι βουλόμενος τοῖς ὑμετέροις ὀφθαλμοῖς, ὡς οἷόν τε, τὰ τῆς Ἐκκλησίας κακά. Καθάπερ γὰρ ἐμπρησμὸς ὄντως, ἢ σκηπτός τις ἄνωθεν φερόμενος, οὕτως εἰς αὐτὸν κατηνέχθη τῆς Ἐκκλησίας τὸν ὄροφον, καὶ οὐδένα διανίστησιν· ἀλλὰ τῆς οἰκίας τῆς πατρῴας καιομένης, καθεύδομεν ὕπνον τινὰ βαθὺν καὶ ἀναίσθητον. Τίνος γὰρ οὐχ ἥψατο τοῦτο τὸ πῦρ; ποίων ἀγαλμάτων τῶν ἐν Ἐκκλησίᾳ ἑστώτων; Ἐκκλησία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ διὰ τῶν ἡμετέρων ψυχῶν ᾠκοδομημένη οἰκία. Ἡ δὲ οἰκία αὕτη οὐκ ἔστιν ἰσότιμος ἅπασα, ἀλλὰ τῶν εἰς αὐτὴν συντελούντων λίθων οἱ μέν εἰσι λαμπροὶ καὶ φαιδροὶ, οἱ δὲ ἐκείνων μὲν ἐλάττους καὶ ἀμαυρότεροι, πολλῷ δὲ ἄλλων βελτίους. Ἔστιν ἰδεῖν ἐνταῦθα πολλοὺς καὶ χρυσοῦ τάξιν ἐπέχοντας, χρυσοῦ τοῦ κοσμοῦντος τὸν ὄροφον· ἔστιν ἰδεῖν καὶ τὸν ἀπὸ ἀγαλμάτων κόσμον ἄλλους παρεχομένους· πολλοὺς ἔστιν ἰδεῖν ὡς στύλους ἑστῶτας. Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας κόσμον, κεφαλὰς ἔχοντας κεχρυσωμένας. Ἔστι πλῆθος ἰδεῖν, ὡς ἐπὶ πολὺ τὸ διάστημα καὶ τὴν εὐρυχωρίαν τῶν περιβόλων εἶναι· τὸ γὰρ πολὺ πλῆθος τὴν τάξιν ἐπέχει τῶν λίθων τῶν τοὺς τοίχους οἰκοδομούντων. γʹ. Μᾶλλον δὲ ἐπὶ λαμπροτέραν ἐλθεῖν εἰκόνα δεῖ. Αὕτη ἡ Ἐκκλησία οὐκ ἀπὸ τῶν λίθων τούτων ᾠκοδόμηται, ἀλλ' ἀπὸ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λίθων τῶν τιμίων, καὶ πολὺς πανταχοῦ διέσπαρται ὁ χρυσός. Ἀλλ' ὢ τῶν πικρῶν δακρύων! πάντα γὰρ ταῦτα κατέφλεξε τῆς κενοδοξίας ἡ τυραννὶς, ἡ παμφάγος αὕτη φλὸξ, καὶ οὐδεὶς ἀνωτέρω τοῦ πράγματος γέγονεν· ἀλλ' ἑστήκαμεν τὴν μὲν φλόγα θαυμάζοντες, σβέσαι δὲ τὸ κακὸν οὐκέτι δυνάμενοι. Κἂν σβέσωμεν δὲ πρὸς βραχὺν καιρὸν, ἀλλὰ πάλιν μετὰ δύο καὶ τρεῖς ἡμέρας ὥσπερ ἀπό τινος σποδιᾶς σπινθὴρ ἐντυφόμενος ἀνέτρεψεν ἅπαντα, καὶ ὅσα τοῖς πρότερον οὐ κατειργάσατο. Οὕτω δὴ καὶ ἐνταῦθα γίνεται· καὶ γὰρ καὶ ἐπὶ τῆς πυρκαϊᾶς τοῦτο συμβαίνειν ἔθος ἐστί. Τὸ δὲ αἴτιον, τῶν στύλων αὐτῶν τῆς Ἐκκλησίας τὰ ἐρείσματα διέφυγεν ἡμᾶς, τοὺς τὸν ὄροφον ἀνέχοντας, καὶ πρότερον πᾶσαν συγκρατοῦντας τὴν οἰκοδομίαν περιέβαλε τῷ πυρί. ∆ιὰ τοῦτο καὶ εἰς τοὺς λοιποὺς τοίχους εὔκολος γέγονεν ἡ διαδρομή. Καὶ γὰρ ἐπὶ τῶν οἰκοδομημάτων, ὅταν μὲν ξύλων ἐπιλάβηται, μᾶλλον ὁπλίζεται κατὰ τῶν λίθων· ὅταν δὲ τοὺς στύλους κατενέγκῃ καὶ ῥίψῃ χαμαὶ, οὐδὲν δεῖται λοιπὸν πρὸς τὸ τὰ λοιπὰ τῇ φλογὶ κατεργάσασθαι. Τῶν γὰρ ἐρειδόντων καὶ ὑποστηριζόντων τὰ ἄνω καταπιπτόντων, αὐτόματα κἀκεῖνα μετὰ πολλῆς τῆς ἑτοιμότητος τούτοις ἕπεται. Οὕτω δὴ καὶ νῦν γέγονεν ἐπὶ τῆς Ἐκκλησίας· πάντων τὸ πῦρ ἐπελάβετο· τιμὰς τὰς παρὰ ἀνθρώπων ζητοῦμεν, καὶ περὶ τὴν δόξαν ἐκκαιόμεθα, καὶ οὐκ ἀκούομεν τοῦ Ἰὼβ λέγοντος· Εἰ καὶ ἁμαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν; Εἶδες ψυχὴν ἐνάρετον; Οὐκ ᾐσχύνθην, φησὶν, ἐναντίον τοῦ πλήθους παντὸς εἰπεῖν τὰ ἀκούσια ἁμαρτήματα. Εἰ δὲ ἐκεῖνος οὐκ ᾐσχύνετο, πολλῷ μᾶλλον ἡμᾶς ἐχρῆν τοῦτο ποιεῖν. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Πολλὴ γέγονεν ἡ σφοδρότης τούτου τοῦ κακοῦ, πάντα ἀνατέτραπται καὶ ἠφάνισται. Τιμῆς δοῦλοι γεγόναμεν, ἀφέντες τὸν Θεόν· οὐκέτι τοῖς ἀρχομένοις ἐπιπλῆξαι δυνάμεθα, τῷ αὐτῷ καὶ αὐτοὶ κατεχόμενοι πυρετῷ· καὶ αὐτοὶ δὲ δεόμεθα ἰατρείας, οἱ ταχθέντες εἰς τὸ θεραπεύειν τοὺς ἄλλους ὑπὸ τοῦ Θεοῦ. Ποία λοιπὸν ἐλπὶς σωτηρίας ὑπολείπεται, τῶν ἰατρευόντων καὶ αὐτῶν τῆς ἑτέρων δεομένων χειρός; Ταῦτα οὐχ ἁπλῶς εἶπον, οὐδὲ μάτην ὀδύρομαι, ἀλλ' ἵνα κοινῇ πάντες μετὰ γυναικῶν καὶ παίδων σποδὸν καταπασάμενοι, καὶ σάκκον περιζωσάμενοι, νηστείαν ἐπιτείνωμεν, τὸν Θεὸν παρακαλέσωμεν αὐτὸν ἡμῖν χεῖρα ὀρέξαι, καὶ σβέσαι τὸ δεινόν. Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς μεγάλης, τῆς θαυμαστῆς. Μείζονα τῶν Νινευϊτῶν γενέσθαι δεῖ παρ' ἡμῶν. Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὸν τὸ κήρυγμα, καὶ πολλῆς γέμον τῆς ἀπειλῆς· πῶς γὰρ οὔ; μετὰ τρεῖς ἡμέρας προσδοκᾷν τὴν πόλιν αὐτοῖς ἔσεσθαι τάφον, καὶ μιᾷ τιμωρίας ἰδέᾳ πάντας ἀπολέσθαι. Εἰ γὰρ ὅταν συμβῇ κατὰ τὸν καιρὸν ἐν οἰκίᾳ μιᾷ δύο παῖδας ἀπολέσθαι, ἀφόρητον γίνεται τὸ δεινὸν, καὶ εἰ τῷ Ἰὼβ τοῦτο μάλιστα πάντων ἔδοξεν εἶναι ἀφόρητον, ὅτι πᾶσιν αὐτοῦ τοῖς παισὶν ἔπεσεν ὁ ὄροφος, καὶ οὕτως ἀνηρέθησαν· τί ἦν, ἰδεῖν οὐ μίαν οἰκίαν, οὐδὲ δύο παῖδας, ἀλλ' ἔθνος δώδεκα μυριάδων ὑπὸ τῶν ὀρόφων καταχωννύμενον; Ἴστε ἡλίκον τὸ δεινόν. Καὶ γὰρ καὶ ἡμῖν πρώην αὕτη γέγονεν ἡ ἀπειλὴ, οὐ προφήτου τινὸς φωνὴν ἀφιέντος (οὐ γὰρ ἄξιοι ἡμεῖς τοιαύτης ἀκοῦσαι φωνῆς), ἀλλὰ πάσης σάλπιγγος εὐσημότερον τῆς ἄνωθεν ἀπειλῆς ἀνακραγούσης. Ἀλλ', ὅπερ ἔφην, Ἔτι τρεῖς ἡμέραι, φησὶ, καὶ Νινευῒ καταστραφήσεται. Φοβερὰ ὄντως ἡ ἀπειλή. Ἀλλ' οὐδὲν τοιοῦτόν ἐστι νῦν. Οὐ γὰρ ἔτι τρεῖς ἡμέραι, οὐδὲ Νινευῒ καταστραφήσεται, ἀλλὰ πολλαὶ ἡμέραι ἐξ οὗ τῆς οἰκουμένης ἡ Ἐκκλησία κατέστραπται, καὶ εἰς ἔδαφος κεῖται, πάντων ἐξ ἴσης τῷ κακῷ κατεχομένων, μᾶλλον δὲ τῶν ἐν ἀρχαῖς ὄντων τοῖς αὐτοῖς ὑπευθύνων· ὅθεν καὶ τὸ κακὸν χεῖρον, ὅσῳ καὶ πλείων αὐτοῖς ἡ ἀνάγκη. Μὴ τοίνυν θαυμάσητε διὰ τί μείζονα παρῄνεσα ποιεῖν τῶν Νινευϊτῶν· μᾶλλον δὲ οὐ νηστείαν κηρύττω νῦν μόνον, ἀλλὰ τὸ φάρμακον ἐκεῖνο ὑποδείκνυμι, ὃ καὶ τὴν πόλιν ἐκείνην πίπτουσαν ἀνέστησε. Ποῖον δὴ τοῦτο; Εἶδε Κύριος, φησὶν, ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτοῦ τῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι αὐτοῖς. Τοῦτο πράττωμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἀποστῶμεν τοῦ τῶν χρημάτων ἔρωτος, τοῦ τῆς δόξης, παρακαλοῦντες τὸν Θεὸν χεῖρα ὀρέξαι, καὶ διαναστῆσαι τὰ πεπτωκότα μέλη. Οὐδὲ γὰρ ὑπὲρ τῶν αὐτῶν ὁ φόβος. Τότε μὲν γὰρ λίθοι καὶ ξύλα καταπίπτειν ἔμελλον, καὶ σώματα ἀναιρεῖσθαι· νῦν δὲ τούτων οὐδὲν, ἀλλὰ ψυχαὶ τῷ τῆς γεέννης μέλλουσι παραδίδοσθαι πυρί. Παρακαλέσωμεν, ἐξομολογησώμεθα, ὑπὲρ τῶν προτέρων αὐτῷ χάριν ὁμολογήσωμεν, ὑπὲρ τῶν μελλόντων αἰτῶμεν ἵνα καταξιωθῶμεν, τοῦ θηρίου τούτου τοῦ χαλεποῦ καὶ δεινοτάτου ἀπαλλαγέντες, χάριν ἀναπέμψαι τῷ φιλανθρώπῳ Θεῷ καὶ Πατρὶ, μεθ' οὗ τῷ Υἱῷ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου