ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΓʹ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.

Δευτέρα 24 Οκτωβρίου 2016

ΚΓʹ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.



Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


ΚΓʹ  Στῆτε  οὖν  περιζωσάμενοι  τὴν  ὀσφὺν  ὑμῶν  ἐν  ἀληθείᾳ.


 αʹ. Συντάξας  τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγμένους  εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν  διεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς (καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν  αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατεταγμένων,  μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς  τοῦ στρατιώτου  ψυχῆς.  ∆εῖ γὰρ πρότερον  αὐτὸν  ἔνδοθεν  ὁπλίζειν,  καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. ∆ιήγειρε τὸν θυμὸν καὶ ἀνέκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν  εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. ∆ιὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν,  Ἵνα δυνηθῆτε  πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς  τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν  πυκτευόντων  καὶ παλαιόντων  τοῦτο  πρὸ τῶν  ἄλλων  ὁ παιδοτρίβης  παρεγγυᾷ,  τὸ  ἑστάναι,  πολλῷ  μᾶλλον  ἐν  τοῖς  πολέμοις  καὶ  τοῖς στρατιωτικοῖς     πράγμασιν.  


 Ὁ      ἑστὼς    ὀρθὸς,        ἕστηκεν         οὐ     διακεχυμένος,     οὐκ ἐπικλινόμενός  τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι  ἑστήκασιν· οἱ  δὲ  μὴ  ἑστῶτες,  οὐκ  ἂν  εἶεν  ὀρθοὶ, ἀλλὰ  διαλελυμένοι  καὶ διακεχυμένοι.   Ὁ  τρυφῶν   οὐχ   ἕστηκεν   ὀρθὸς,  ἀλλὰ   κέκλιται,   ὁ  λάγνος,   ὁ φιλοχρήματος. Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶς  ὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ  τοῦτό  ἐστι;  ∆ιαῤῥέοντα  καὶ  διακεχυμένον   ταῖς  ἐπιθυμίαις,  καὶ  χαμαὶ  τοὺς λογισμοὺς   ἔχοντα   συρομένους  ἀναστέλλει   διὰ   τῆς   ζώνης,   οὐκ   ἐῶν   αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν  ἱματίων  συμπλεκομένων  ταῖς κνημῖσιν, ἀλλ'  εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά  φησι· καθάπερ ἐπὶ τῶν  νηῶν  ἡ τρόπις, οὕτω  καὶ ἐφ'  ἡμῶν  ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ' αὐτῷ τὸ πᾶν οἰκοδομεῖται,  καθάπερ ἰατρῶν  παῖδές  φασι. Τὴν τοίνυν  ψυχὴν  ἡμῶν  συσφίγγει, ζωννύων  τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέλιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας θέντες,  οὕτως  ἑαυτοὺς  διαβαστάζουσι· καὶ  ἡ  ζώνη  διὰ  τοῦτο  γίνεται   ἐν  τοῖς πολέμοις,  ἵνα  συγκρατῇ  καὶ  συνέχῃ  τὸν  θεμέλιον  τὸν  ἐν  ἡμῖν.  ∆ιὰ  τοῦτο  καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ, καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ ἀληθείᾳ. Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν  δόξα  ᾖ,  τὸ  ἀληθὲς  ζητῶμεν·  κἂν  βίος  ᾖ,  τὸν  ἀληθῆ.  Ἂν  τούτῳ  ἑαυτοὺς περιφράξωμεν, ἂν τῇ ἀληθείᾳ ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν         τοῖς     πάθεσι    δουλεύουσι    πάντες     οἱ    ἔξωθεν,         τοῖς     οἰκείοις     λογισμοῖς κατακολουθοῦντες. ∆ιὸ ἐὰν νήφωμεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν  ἀνθρώπινον    λογισμὸν  περὶ  Θεοῦ δέξασθαι  δυνάμενοι;  οὐ  γάρ  εἰσιν ἐζωσμένοι  ἐν  ἀληθείᾳ.  ∆ιόπερ  αὐτῶν   ἡ  ὀσφὺς  ἐκλέλυται,   τὸ  δεκτικὸν   τῶν γεννητικῶν   σπερμάτων,  καὶ  τῶν   λογισμῶν   τὸ  ἰσχυρόν.  Οὐδὲν  οὖν   τούτων ἀσθενέστερον. βʹ. Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται  ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν μεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ     ἄνθρωποι,      φησί.    Καίτοι    ἄνθρωποι      δύνανται.     Οὐαλεντῖνος     πάλιν     χαμαὶ συρομένους ἔχων  τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται·  ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ  Ἄρειος. Τί γάρ  φησιν;  Οὐκ ἠδύνατο  ὁ Θεὸς γεννῶν,  γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν,  ὦ Ἄρειε; Ἀπὸ τῶν  παρ'  ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων  κεχαλασμένους, τῆς γῆς πνέοντας; Καὶ  δογμάτων μὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν αὐτὴν τὴν ὀσφὺν, ὥστε καμόντες ἐπαναπαύεσθαι, ἀλλ' ἐὰν κάμωσιν, οὐ τιθέασι τὴν χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν. Τί γὰρ, εἰπέ μοι; πενία αὐτὸν καμεῖν ποιήσει; Οὐδαμῶς· ἐπαναπαύεται  γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει αὐτὸν καμεῖν; Οὐδαμῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ' οὐδὲ τοῦτο· Αἱ ὀσφύες ὑμῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, ὥστε τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ ἐζωσμένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει μαθεῖν τὴν ὑπόθεσιν ἅπασαν καθ' ἱστορίαν, ἢ κατὰ ἀναγωγήν; Ἐγὼ μὲν οὖν ἀμφότερα ἐρῶ· ὑμεῖς δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα μόνον εἴπω τὴν λύσιν, ποιοῦμαι, ἀλλ' ἵνα καὶ ἔργον ἐν ὑμῖν γένηται τὰ ἡμέτερα ῥήματα. Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ καὶ φοβερὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω φοβερὰ, πολλῷ μᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι. Πρόσεχε, τὸ σχῆμα ὁδοιπορούντων  ἐστί· τὸ γὰρ ὑποδήματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστορίαν ἀκοῦσαι πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄμεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώμονες   ἦσαν   οἱ   Ἰουδαῖοι,   καὶ   συνεχῶς   τοῦ   Θεοῦ  ἐπελανθάνοντο    τῶν εὐεργεσιῶν. Βουλόμενος οὖν καὶ ἄκοντας εἰς μνήμην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον  νομοθετεῖ.  Τί δήποτε; Ἵνα καθ' ἕκαστον χρόνον ἔχοντες ἀνάγκην τὴν νομοθεσίαν τηρεῖν, μνημονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόν   τος Θεοῦ. Οὐκ ἄρα οὖν  τῷ  χρόνῳ  μόνον  κατέδησεν  αὐτοῦ  τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήματι τῶν ἐσθιόντων. ∆ιὰ τοῦτο γὰρ ἐζωσμένοι καὶ ὑποδεδεμένοι  ἐσθίουσιν, ἵνα ἐρωτώμενοι  λέγωσιν,  ὅτι Πρὸς ὁδοιπορίαν ἦμεν ἕτοιμοι, καὶ ὅτι Ἐμέλλομεν ἐξιέναι ἐκ τῆς Αἰγύπτου ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο μὲν ὁ καθ' ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡμεῖς ἐσθίομεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡμεῖς πάσχα ἐσθίομεν πολὺ  τοῦ νομικοῦ  κρεῖττον.  Οὐκοῦν καὶ ὑποδεδεμένοι  καὶ ἐζωσμένοι ὀφείλομεν ἐσθίειν. ∆ιὰ τί; Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ πρὸς τὸν  οὐρανὸν,  πρὸς τὴν  ἄνω  Ἱερουσαλήμ. ∆ιὰ τοῦτο  ἐζωσμένος, διὰ τοῦτο ὑποδεδεμένος ἐσθίεις, ἵνα μάθῃς ὅτι ἅμα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδημεῖν ὀφείλεις  καὶ ὁδεύειν. ∆ύο δὲ αἰνίττεται·  καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ μένοντας,  ὡς  εἰς  ἀλλοτρίαν  λοιπὸν  μένειν·  Ἡμῶν  γὰρ, φησὶ,  τὸ  πολίτευμα  ἐν οὐρανοῖς,  καὶ  τὸ  πάντα  τὸν  βίον  ἀεὶ  ἐμπαρασκεύους εἶναι,  ὥστε κληθέντας  μὴ ἀναβάλλεσθαι,  ἀλλὰ  λέγειν·  Ἑτοίμη  ἡ  καρδία  ἡμῶν.  Ἀλλὰ  τοῦτο  μὲν  Παῦλος ἠδύνατο λέγειν,  ὁ μηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ δὲ ὁ πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν,  οὐ δύναμαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος  τῷ δικαίῳ  ἐκείνῳ·  Μὴ, ἀλλὰ  ζῶσαι ὥσπερ ἀνὴρ τὴν  ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσμένος ἐν τῷ Ἰεζεκιήλ· μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ περιζώσασθαι. τὸ στῆναι γίνεται  γενναίως,  ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι. Οὐκοῦν καὶ ἑαυτοὺς περιζώσωμεν· καὶ γὰρ καὶ ἡμεῖς ἐξιέναι μέλλομεν, καὶ πολλὰ μεταξὺ τὰ χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν  καὶ μηχανώμενος,  ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴνἘρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους,  τούτους  λαβὼν  ἀπολέσαι. Ἀλλ',  ἐὰν  νήφωμεν,  ἔχομεν  καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα·  μᾶλλον   δὲ  οὐ  μάννα,  ἀλλὰ   πολλῷ   πλέον   τοῦ  μάννα   ἔχομεν·  πόμα πνευματικὸν,  οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. ∆ιὰ τί ἐκείνη ἡ ἔρημος φευκτὴ ἦν; ἆρ' οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις. γʹ. Νῦν πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν  ἔρημον ταύτην,  πόσοι ὄφεις, πόσοι γεννήματα  ἐχιδνῶν  οὗτοι, οὓς νῦν διήλθομεν;  Ἀλλὰ μὴ φοβηθῶμεν·  τῆς γὰρ ἐξόδου ταύτης  στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ  Ἰησοῦς. Πῶς οὖν  μὴ  τὰ  αὐτὰ  πάθωμεν;  Μὴ τὰ  αὐτὰ  δράσωμεν,  καὶ  οὐ πεισόμεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγγυζον, ἐκεῖνοι ἀγνώμονες ἦσαν· μὴ τοίνυν ταῦτα πά θωμεν  ἡμεῖς.  Πῶς  ἔπεσον  ἐκεῖνοι  πάντες;  Ἐξουθένησαν  τὴν  γῆν  τὴν ἐπιθυμητήν.  Πῶς  ἐξουθένησαν;  καὶ  μὴν  ἐθαύμαζον.  Τῷ  μαλακισθῆναι,  καὶ  μὴ θελῆσαι  πόνους  ὑπὲρ αὐτῆς  ἀναδέξασθαι. Μὴ τοίνυν  ἡμεῖς  ἐξουθενήσωμεν  τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ' ἡμῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἐν ἀμφορεῦσι βασταζόμενος βότρυς, ἀλλ' ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὸ πολίτευμα τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ θαυμάσιοι γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους, ἀλλ' ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε  πᾶσαν τὴν  ἀρετήν, πάντας  τοὺς ἐκεῖθεν  καρποὺς ἡμῖν  κατήνεγκεν,  τοὺς ὕμνους  λέγω  τοὺς ἐπουρανίους.  Ἃ γὰρ τὰ Χερουβὶμ ἄνω  λέγει,  ταῦτα  καὶ ἡμῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος. Ἤνεγκεν ἡμῖν τῶν ἀγγέλων  τὴν πολιτείαν· Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται  οἱ ἄγγελοι· τοῦτο καὶ ἐνταῦθα ἐφύτευσε τὸ καλόν· χρημάτων οὐκ ἐρῶσιν, οὐδὲ τῶν ἄλλων ἐκεῖνοι· καὶ τοῦτο ἡμῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡμῖν ἐχαρίσατο· οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήμ; Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρηται. Ἐκεῖνοι μὲν γὰρ καὶ εἰς τὴν  γῆν  τῆς  ἐπαγγελίας  ἐλθόντες,  ἐπόνουν·  μᾶλλον  δὲ οὐκ ἐπόνουν·  εἰ γὰρ ἐβούλοντο  πείθεσθαι τῷ Θεῷ, χωρὶς  ὅπλων  καὶ παρατάξεως πάσας ἂν εἷλον  τὰς πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων  μᾶλλον  ἢ πολεμούντων  τὸ σχῆμα ἔχοντες, ἐτροπώσαντο. Ἡμεῖς δὲ οὐ πολεμοῦμεν μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς τὸν οὐρανὸν, ἀλλ' ἕως ἂν ὦμεν ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ παρόντι βίῳ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Μὴ τοίνυν  ἀποκάμωμεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ  θερίσομεν,  μὴ ἐκλυόμενοι.  Ὁρᾷς πῶς καθάπερ ἐκείνους  ἤγαγεν, οὕτω  καὶ  ἡμᾶς;  Ἐκεῖ  ἐπὶ  τοῦ  μάννα  καὶ  τῆς  ἐρήμου,  φησὶν,  Ὁ  τὸ  πολὺ,  οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Καὶ ἡμεῖς τοῦτο προστετάγμεθα, μὴ θησαυρίζειν   ἐπὶ   τῆς   γῆς.  Ἂν   δὲ  θησαυρίζωμεν,  οὐκέτι   σκώληξ  ὁ  αἰσθητὸς λυμαίνεται,  καθάπερ ἐπὶ τοῦ μάννα,  ἀλλ' ὁ τῷ  πυρὶ συνδιαιωνίζων.  Πάντα οὖν κατεργασώμεθα, ἵνα μὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωμεν· Ὁ τὸ πολὺ γὰρ, φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ' ἡμῖν γίνεται ἐφ' ἑκάστης· πάντες γὰρ τὸ αὐτὸ μέτρον  πληροῦμεν  τῆς  γαστρός·  τὸ  δὲ περιττὸν,  προσθήκη φροντίδων  ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς,  τοῦτο  ἄνωθεν  ἤδη  ἐπαίδευσε, καὶ  οὐδὲ  οὕτως  ἐδέξαντο.  Ἀλλ'  ἡμεῖς  μὴ ἄπληστοι ὦμεν,  μὴ ἀγνώμονες,  μὴ οἰκίας  ζητῶμεν  λαμπράς· ὁδεύομεν  γὰρ, οὐκ οἰκοῦμεν. Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι τις τὸ λεγόμενον  παρ' αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκοδομὰς λαμπράς. Τίς γὰρ,  εἰπέ  μοι,  κἂν  σφόδρα εὔπορος  ᾖ,  αἱρήσεται  ἐπὶ  τοῦ  λεγομένου  φωσσάτου οἰκοδομεῖν  οἰκίας  λαμπράς;  Οὐδὲ εἷς·  κατάγελως   γὰρ  ἔσται,  καὶ  τοῖς  ἐχθροῖς οἰκοδομήσει, καὶ μᾶλλον αὐτοὺς ἐπισπάσεται· ὥστε ἐὰν νήφωμεν, οὐδὲ ἡμεῖς. Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ παρὼν βίος διενήνοχε. ∆ιὸ παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδὲν ἐνταῦθα θησαυρίζειν· ἂν γὰρ ἔλθῃ ὁ κλέπτων, ταχέως ἀπαναστησόμεθα. Γρηγορεῖτε, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· τὸν θάνατον οὕτω καλῶν. Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέμπωμεν εἰς τὴν πατρίδα τὴν ἡμετέραν. Ὧδε δὲ   εὔζωνοι   ὦμεν,   ἵνα   δυνηθῶμεν    περιγενέσθαι   τῶν   ἐχθρῶν·   ὧν   γένοιτο περιγεγονότας   ἡμᾶς  κατὰ   τὴν   ἡμέραν   τῶν   στεφάνων   τῆς   ἀφθάρτου   δόξης ἀξιωθῆναι,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ  ἅμα  τῷ  ἁγίῳ   Πνεύματι,  καὶ  τὰ  ἑξῆς.  



Κ∆ʹ  Στῆτε  οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης

Στῆτε  οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,  καὶ  ὑποδησάμενοι  τοὺς  πόδας  ἐν  ἑτοιμασίᾳ  τοῦ  Εὐαγγελίου  τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα  σβέσαι, καὶ τὴν περικεφαλαίαν  τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. αʹ. Περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν  ἐν ἀληθείᾳ. Τί ποτε τοῦτό ἐστιν; Εἴρηται ἡμῖν  ἐν τῇ πρὸ ταύτης διαλέξει, ὅτι δεῖ οὕτως εὐσταλεῖς εἶναι, ὡς μηδὲν ἐμπόδιον  εἶναι πρὸς τὸ τρέχειν.  Καὶ ἐνδυσάμενοι, φησὶ, τὸν  θώρακα τῆς δικαιοσύνης. Καθάπερ ὁ θώραξ ἄτρωτός ἐστιν, οὕτω καὶ ἡ δικαιοσύνη. ∆ικαιοσύνην δὲ ἐνταῦθα τὸν καθόλου καὶ ἐνάρετόν  φησι βίον. Τὸν τοιοῦτον  οὐδεὶς οὐδέποτε δυνήσεται  καταβαλεῖν,  ἀλλὰ τιτρώσκουσι μὲν πολλοὶ, διατέμνει δὲ οὐδεὶς, οὐκ αὐτὸς ὁ διάβολος. Ὡς ἂν εἴποι τις, ἐνστερνισάμενοι  τὰ  δίκαια  πράγματα.  Περὶ τούτων  . φησὶν  ὁ  Χριστός· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ὁ ταύτην ἐνστερνισάμενος οὕτως ἐστὶν ἰσχυρὸς, ὡς θώραξ· ὁ τοιοῦτος οὐδέποτε ὀργισθήσεται.  Καὶ ὑποδησάμενοι  τοὺς  πόδας  ἐν  ἑτοιμασίᾳ  τοῦ  Εὐαγγελίου  τῆς εἰρήνης. Ἀσαφέστερόν πως τοῦτο εἴρηται. Τί οὖν ἐστι; Καλὰς ἡμῖν  τὰς κνημῖδας περιέθηκε, τὴν  τοῦ Εὐαγγελίου ἑτοιμασίαν. Ἢ τοῦτο γοῦν  φησιν, ὥστε ἑτοίμους εἶναι     πρὸς    τὸ     Εὐαγγέλιον,     καὶ     πρὸς    τοῦτο     τοῖς     ποσὶ    κεχρῆσθαι,    καὶ προπαρασκευάζειν αὐτοῦ ὁδὸν καὶ προετοιμάζειν· ἢ εἰ μὴ τοῦτο, ἀλλ' ὥστε αὐτοὺς ἑτοίμους εἶναι πρὸς τὴν ἔξοδον. Ἡ τοίνυν  ἑτοιμασία τοῦ Εὐαγγελίου οὐκ ἄλλο τί ἐστιν, ἀλλ' ἢ βίος ἄριστος. Ὅπερ ἔλεγεν ὁ Προφήτης, Τὴν ἑτοιμασίαν τῆς καρδίας αὑτῶν προσέσχε τὸ οὖς σου, τουτέστι, τὸ ἐμπαράσκευον. Τοῦ Εὐαγγελίου, φησὶ, τῆς εἰρήνης· εἰκότως. Ἐπειδὴ γὰρ πολέμου ἐμνήσθη καὶ μάχης, δείκνυσιν ὅτι τὴν μάχην πρὸς τοὺς δαίμονας ἔχειν δεῖ· τὸ γὰρ Εὐαγγέλιον, εἰρήνης ἐστίν. Ἐκεῖνος ὁ πόλεμος ἕτερον κα  ταλύει πόλεμον τὸν πρὸς τὸν Θεόν· ἂν τῷ διαβόλῳ πολεμῶμεν, εἰρηνεύομεν  τῷ Θεῷ. Μὴ δείσῃς τοίνυν,  ἀγαπητὲ,  Εὐαγγέλιόν  ἐστιν· ἤδη ἡ νίκη γεγένηται. Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Πίστιν ἐνταῦθα, οὐ τὴν γνῶσίν φησιν, οὐ γὰρ ἂν αὐτὴν ὑστέραν ἔταξεν, ἀλλὰ τὴν χάριν, δι' ἧς τὰ σημεῖα γίνεται. Καὶ εἰκότως τὴν πίστιν ὀνομάζει θυρεόν· καθάπερ γὰρ ἐκεῖνος προβέβληται τοῦ παντὸς σώματος, ὥσπερ τεῖχος ὢν, οὕτω δὴ καὶ ἡ πίστις· πάντα γὰρ αὐτῇ εἴκει. Ἐν ᾧ δυνήσεσθε, φησὶ, πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Οὐδὲν γὰρ δύναται τοῦτον τὸν θυρεὸν διακόψαι. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος  πρὸς τοὺς μαθητάς· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται. Πῶς δὲ ἕξομεν τὴν πίστιν; Ὅταν ἐκεῖνα κατορθώσωμεν. Βέλη δὲ τοῦ Πονηροῦ καὶ τοὺς πειρασμούς φησι, καὶ τὰς ἐπιθυμίας τὰς ἀτόπους. Καλῶς δὲ προσέθηκεν, Τὰ πεπυρωμένα. τοιαῦται γάρ εἰσιν αἱ ἐπιθυμίαι. Εἰ δὲ δαίμοσιν ἐπέταξεν ἡ πίστις, πολλῷ μᾶλλον καὶ τοῖς πάθεσι τῆς ψυχῆς. Καὶ τὴν  περικεφαλαίαν,  φησὶ, τοῦ σωτηρίου δέξασθε· τουτέστι, τῆς σωτηρίας ὑμῶν. Περιφράττει γὰρ αὐτοὺς, ὡς εἰς πόλεμον ἐξάγων. Καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἤτοι τὸ Πνεῦμά φησιν, ἤτοι ἐν τῇ πνευματικῇ μαχαίρᾳ. ∆ιὰ γὰρ ταύτης πάντα τέμνεται, διὰ ταύτης πάντα κόπτεται, καὶ τὴν κεφαλὴν τοῦ δράκοντος ἀποτέμνομεν διὰ ταύτης. ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως, φησὶ, προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός  μου,  ἐν  παῤῥησίᾳ, γνωρίσαι  τὸ  μυστήριον  τοῦ  Εὐαγγελίου,  ὑπὲρ  οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. Καθάπερ τὸ ῥῆμα τοῦ Θεοῦ πάντα ἰσχύει, οὕτω καὶ ὁ τὸ χάρισμα ἔχων τὸ πνευματικόν. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, φησὶ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅρα δὲ τὴν σύνεσιν τοῦ μακαρίου τούτου. Καθώπλισεν αὐτοὺς μετὰ πάσης ἀσφαλείας· λοιπὸν  πῶς δεῖ τὸν Βασιλέα καλεῖν,  ὥστε ὀρέξαι χεῖρα, διδάσκει· ∆ιὰ πάσης προσευχῆς, φησὶ, καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι. Ἔστι γὰρ μὴ ἐν πνεύματι  προσεύχεσθαι, ὅταν τις βαττολογῇ. Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες, τουτέστι, νήφοντες. Τοιοῦτον γὰρ εἶναι χρὴ τὸν καθωπλισμένον, τὸν παρὰ τὸν Βασιλέα ἑστῶτα, ἄγρυπνον  καὶ νηφάλιον.  Ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων  τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Τί λέγεις, ὦ μακάριε Παῦλε; τῶν μαθητῶν χρείαν ἔχεις; Καὶ καλῶς εἶπεν, Ἐν ἀνοίξει τοῦ στόματός μου. Οὐκ ἄρα ἐμελέτα ἅπερ ἔλεγεν,  ἀλλὰ καθὼς εἶπεν  ὁ  Χριστός· Ὅταν  παραδῶσιν  ὑμᾶς,  μὴ  μεριμνήσητε  πῶς  ἢ  τί  λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὕτω πάντα πίστει ἔπραττε, πάντα χάριτι. Ἐν παῤῥησίᾳ, φησὶ, γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου. Τουτέστι, ἵνα ἀπολογήσωμαι, ὡς χρή. Ἅλυσιν περίκεισαι, καὶ ἑτέρων χρῄζεις;  Ναὶ, φησίν· ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ' ὅμως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη. Ὑπὲρ οὗ πρεσβεύω ἐν  ἁλύσει, ἵνα  ἐν  αὐτῷ  παῤῥησιάσωμαι, ὡς  δεῖ με λαλῆσαι. Τουτέστι, μετὰ παῤῥησίας, μετὰ ἀνδρείας, μετὰ συνέσεως πολλῆς ἵνα ἀποκρίνωμαι. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς, ὁ ἀγαπητὸς  ἀδελφὸς,  καὶ  πιστὸς διάκονος  ἐν  Κυρίῳ. βʹ. Ἐπειδὴ δεσμῶν  ἐμνήσθη, ἀφίησί τι καὶ τῷ Τυχικῷ παρ' ἑαυτοῦ διαλεχθῆναι.  Ἃ μὲν γὰρ ἦν δογμάτων  καὶ παρακλήσεως, ταῦτα διὰ τῆς Ἐπιστολῆς ἐδήλου· ἃ δὲ ἀπαγγελίας  ψιλῆς, ταῦτα τῷ κομίζοντι  τὴν  Ἐπιστολὴν ἐπέτρεπε. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα γνῶτε  τὰ περὶ ἡμῶν, τουτέστιν, Ἵνα μάθητε. Τοῦτο καὶ αὐτοῦ τὴν ἀγάπην ἐδήλου τὴν πρὸς αὐτοὺς, καὶ τὴν ἐκείνων πρὸς αὐτόν. Ὃν ἔπεμψα, φησὶ, πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ  ἡμῶν,  καὶ  παρακαλέσῃ  τὰς  καρδίας  ὑμῶν.  Οὐχ ἁπλῶς  τοῦτό  φησιν,  ἀλλὰ πρότερον εἰπὼν, Ἐνδυσάμενοι καὶ περιζωσάμενοι, ὅπερ τοῦ ἀεὶ προσιέναι καὶ ἀδιαλείπτως  ἐστὶ τεκμήριον. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Γενηθήτω αὐτῷ, ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. Καὶ τὸν Θεὸν δὲ ὁ Προφήτης φησὶ θώρακα δικαιοσύνης περιβεβλῆσθαι, διὰ τούτου παιδεύων ἡμᾶς, ὅτι ἀεὶ, καὶ οὐ πρὸς καιρὸν βραχὺν δεῖ ταῦτα ἔχειν· ἀεὶ γὰρ πολέμου χρεία. Καὶ ἄλλος ἀλλαχοῦ. ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθε. Τὸν γὰρ οὕτω τεθωρακισμένον οὐκ ἔνι  φοβηθῆναι  τὴν  παράταξιν,  ἀλλ' εἰς  μέσους ἅλλεσθαι  τοὺς πολεμίους.  Καὶ ὁ Ἡσαΐας, Ὡραῖοι, φησὶν, οἱ πόδες τῶν εὐαγγελιζομένων  εἰρήνην. Τίς οὐκ ἂν δράμοι, τίς οὐκ ἂν διακονήσειε τοιούτῳ πράγματι, ὥστε εἰρήνην εὐαγγελίζεσθαι καὶ εἰρήνην Θεοῦ πρὸς ἀνθρώπους, εἰρήνην οὐδὲν καμόντων ἀνθρώπων, ἀλλὰ τοῦ Θεοῦ τὸ πᾶν ἐργασαμένου;  Τί  δέ  ἐστιν  ἡ  ἑτοιμασία  τοῦ  Εὐαγγελίου,  ἀκούσωμεν  Ἰωάννου λέγοντος·  Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀλλὰ ταῦτα μὲν ἐκεῖνος διὰ τὸ βάπτισμα· ἐπεὶ δὲ καὶ ἄλλης ἑτοιμασίας μετὰ τὸ βάπτισμα δεῖ, ταύτην δείκνυσιν οὗτος, καὶ λέγει· Ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· αἰνιττόμενος διὰ τούτου, ὥστε μηδὲν ἀνάξιον πράττειν [τῆς εἰρήνης]. Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ  οἱ πόδες εἰσὶ τοῦ βίου σύμβολον, διὰ τοῦτο συνεχῶς  παραινῶν  λέγει, Βλέπετε πῶς ἀκριβῶς     περιπατεῖτε,     περὶ     τοῦ     βίου     λέγων.     Οὐκοῦν ἀξίως πολιτευώμεθα  τοῦ εὐαγγελίου, καὶ βίον καὶ πράξεις καθαρὰς ἐπιδεικνυώμεθα  διὰ πάσης ἡμῶν τῆς ζωῆς. Εἰρήνη Εὐηγγελίσθη, δότε τοῖς Εὐαγγελίοις τούτοις ἕτοιμον ὁδόν· ὡς ἐὰν πάλιν  ἐχθροὶ γένησθε, οὐκέτι ἐστὶν ἑτοιμασία τῆς εἰρήνης. Ἕτοιμοί ἐστε, μὴ ἀναβάλλεσθε πρὸς εἰρήνην. Καθάπερ ἕτοιμοι ἐγένεσθε πρὸς τὴν εἰρήνην καὶ τὴν πίστιν, οὕτω καὶ ἐπιμείνατε. Θυρεός ἐστιν ἡ πίστις, πρῶτος δεχόμενος τὰς τῶν ἐναντίων  προσβολὰς, καὶ τὰ ὅπλα τηρῶν ἄτρωτα. Ἐὰν οὖν πίστις ὀρθὴ ᾖ καὶ βίος ὀρθὸς, τὰ  ὅπλα  ἄτρωτα  μένει.  Πολλὰ δὲ περὶ  πίστεως  καὶ  ἀλλαχοῦ  διαλέγεται, μάλιστα  δὲ πρὸς Ἑβραίους γράφων,  καὶ περὶ τῆς  ἐλπίδος.  Πιστεύετε, φησὶ, τοῖς μέλλουσιν ἀγαθοῖς, καὶ οὐδὲν τούτων  τρωθήσεται. Ἐν γὰρ τοῖς δεινοῖς, ἐν  τοῖς πόνοις τὴν ἐλπίδα προβαλλόμενος καὶ τὴν πίστιν, ἄτρωτα ἐκεῖνα διατηρήσεις. Πιστεῦσαι δεῖ  τὸν  προσερχόμενον  τῷ  Θεῷ, ὅτι  ἔστι, καὶ  τοῖς  ἐκζητοῦσιν  αὐτὸν μισθαποδότης γίνεται. Ἡ πίστις θυρεός ἐστι σκέπων τοὺς ἀπεριέργως πιστεύοντας· ἐὰν δὲ σοφίσματα ᾖ καὶ λογισμοὶ καὶ εὐθῦναι, οὐκ ἔτι ἐστὶ θυρεὸς, ἀλλὰ συμποδίζει ἡμᾶς. Τοιαύτη ἔστω ἡ πίστις, ὥστε συγκαλύπτειν καὶ συσκιάζειν τὸ πᾶν. Μὴ τοίνυν ἔστω βραχεῖα, ὥστε γυμνοὺς τοὺς πόδας, ἢ ἄλλο τι μέρος ἐᾷν, ἀλλ' ἔστω σύμμετρος ὁ θυρεός. Πεπυρωμένα. Πολλοὶ γὰρ διαλογισμοὶ τὴν ψυχὴν καίοντες, πολλαὶ ἀπορίαι, πολλαὶ ἀμηχανίαι, ἀλλὰ πάντα ὄντως ἡ πίστις ἀναπαύει. Πολλὰ ἐνίησιν ὁ διάβολος, ἐμπυρίζων ἡμῶν τὴν ψυχὴν, καὶ εἰς ἀμφιβολίαν  ἄγων, ὡς ὅταν λέγωσί τινες· Ἆρα ἀνάστασις ἔστιν;  ἆρα κρίσις; ἆρα ἀνταπόδοσις;  Ἀλλ'  ἐὰν τὸν θυρεὸν τῆς πίστεως ἔχῃς, σβέσεις ἐν αὐτῇ τὰ βέλη τοῦ διαβόλου. Ἐπῆλθεν ἄτοπός τις ἐν σοὶ ἐπιθυμία, ἀνήφθη  πῦρ  ἔνδον  πονηρῶν  λογισμῶν;  Προβαλοῦ τὴν  πίστιν  τῶν  μελλόντων ἀγαθῶν, καὶ οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται. Πάντα τὰ βέλη· οὐ τὰ μὲν ναὶ, τὰ δὲ οὔ. Ἄκουε τοῦ Παύλου λέγοντος·  Λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι  εἰς ἡμᾶς. Ὁρᾷς πόσα βέλη τότε ἔσβεσαν οἱ  δίκαιοι;  Ἢ οὐ  δοκεῖ  σοι βέλος  εἶναι  πεπυρωμένον  τὸ  καίεσθαι  τὸν πατριάρχην τῷ ἔνδον πυρὶ τὸν υἱὸν προσφέροντα; Καὶ ἄλλοι δὲ δίκαιοι πάντα αὐτοῦ τὰ βέλη κατέσβεσαν. Ἄν τε οὖν λογισμοὶ ἐπιστρατεύωνται, ταύτην προβαλώμεθα, ἄν τε ἐπιθυμίαι ἄτοποι, ταύτῃ χρώμεθα, ἄν τε πόνοι καὶ ταλαιπωρίαι, ἐπὶ ταύτην ἀναπαυώμεθα· πάντων  τῶν ὅπλων αὕτη ἐστὶ φυλακτήριον· ἂν μὴ ταύτην ἔχωμεν, κἀκεῖνα ταχέως τρωθήσεται. Ἐπὶ πᾶσι, φησὶν, ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως. Τί ἐστιν, Ἐπὶ πᾶσι; Καὶ ἐν τῇ ἀληθείᾳ, καὶ ἐν τῇ δικαιοσύνῃ, καὶ ἐν τῇ ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου.  Τουτέστι, ταύτης  πάντα  ταῦτα  χρῄζει. ∆ιὰ τοῦτο  ἐπήγαγε·  Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, τουτέστιν, ἐν ἀσφαλείᾳ λοιπὸν γενέσθαι διὰ ταύτης  δυνήσεσθε, καὶ  πάντα  κίνδυνον  ἐκφυγεῖν.  Καθάπερ γὰρ ἡ περικεφαλαία πάντοθεν  ἀκριβῶς καλύπτουσα τὴν κεφαλὴν,  οὐκ ἀφίησί τι δεινὸν  παθεῖν, ἀλλὰ σώζει· οὕτω καὶ ἡ πίστις ἀντὶ θυρεοῦ γίνεται, καὶ ἀντὶ περικεφαλαίας σωτηρίου. Ἂν σβέσωμεν αὐτοῦ τὰ βέλη, ταχέως καὶ τοὺς σώζοντας λογισμοὺς δεξόμεθα τοὺς τὸ ἡγεμονικὸν ἡμῶν οὐκ ἐῶντάς τι παθεῖν. Ἐὰν γὰρ οὗτοι σβεννύωνται οἱ λογισμοὶ οἱ ἐναντίοι, ταχέως οἱ μὴ τοιοῦτοι, ἀλλὰ σώζοντες ἡμᾶς καὶ εὐέλπιδας ποιοῦντες, ἐν ἡμῖν τεχθήσονται, καὶ καθάπερ περικεφαλαία τῇ κεφαλῇ, τῷ ἡγεμονικῷ ἡμῶν ἐγκείσονται.  γʹ.  Καὶ  οὐ  τοῦτο  μόνον,  ἀλλὰ  καὶ  τὴν  μάχαιραν  δεξόμεθα  τοῦ Πνεύματος,  ὥστε  μηκέτι  ἀσφαλίζεσθαι  μόνον  τὰ  πεμπόμενα,  ἀλλὰ  καὶ  αὐτὸν πλήττειν τὸν διάβολον. Ψυχὴ γὰρ μὴ ἀπογνοῦσα ἑαυτῆς, μηδὲ δεχομένη τὰ πεπυρωμένα   βέλη,  μετὰ  πολλῆς   τῆς  προθυμίας  στήσεται  κατὰ  τοῦ  Ἐχθροῦ, ἀναῤῥήξει αὐτοῦ τὸν θώρακα τῇ μαχαίρᾳ ταύτῃ, δι' ἧς ἀνέῤῥηξε καὶ τὰ νοήματα αὐτοῦ ᾐχμαλώτευσε Παῦλος· ἀποτεμεῖ καὶ καρατομήσει τὸν δράκοντα. Ὅ ἐστι ῥῆμα   Θεοῦ. Ῥῆμα Θεοῦ ἤτοι τὸ πρόσταγμά φησιν ἐνταῦθα, ἢ τὸ κέλευσμα· ὅπερ καὶ οἱ ἀπόστολοι θαυματουργοῦντες  πανταχοῦ  ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔλεγον. Μόνον καὶ ἡμεῖς ἐν πᾶσι τὰ προστάγματα τοῦ Θεοῦ διατηρῶμεν· ἐὰν γὰρ ποιῶμεν αὐτὰ, διὰ τούτων  αὐτὸν  ἀνελοῦμεν  καὶ κτενοῦμεν  τὸν  δράκοντα, τὸν  ὄφιν  τὸν σκολιόν. Καὶ σκόπει μοι σύνεσιν ἐνταῦθα τοῦ Παύλου. Ἐπειδὴ γὰρ εἶπε, ∆υνήσεσθε τὰ βέλη  τοῦ  διαβόλου  τὰ πεπυρωμένα  σβέσαι, ἵνα  μὴ αὐτοὺς  φυσήσῃ, δείκνυσι μάλιστα πάντων πρὸς τοῦτο τοῦ Θεοῦ δεομένους. Τί γάρ φησι; ∆ιὰ πάσης προσευχῆς καὶ δεήσεως. Ὡσεὶ ἔλεγε· Ταῦτα ἔσται, καὶ κατορθώσετε τὸ πᾶν  προσευχόμενοι· μηδέποτε δὲ προσιὼν, ὑπὲρ σαυτοῦ μόνου ἀξίου, καὶ οὕτω τὸν Θεὸν ἵλεων ἕξεις. ∆ιὰ πάσης, φησὶ, προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ, ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων. Μή μοι καιροὺς ὅριζε τῆς ἡμέρας· ἄκουε γὰρ τί φησιν· Ἐν παντὶ καιρῷ πρόσιθι. Ἀδιαλείπτως, φησὶ, προσευχόμενοι. Οὐκ ἤκουσας τῆς χήρας ἐκείνης, πῶς τῇ προσεδρείᾳ περιεγένετο;  οὐκ ἤκουσας τοῦ φίλου  ἐκείνου  τοῦ μέσων  νυκτῶν  τῇ εὐτονίᾳ δυσωπήσαντος; οὐκ ἤκουσας περὶ τῆς Συροφοινίσσης, πῶς τῇ συνεχείᾳ τῆς ἐντεύξεως τὸν ∆εσπότην ἐξεκαλέσατο; Οὗτοι πάντες τῇ προσεδρείᾳ ἤνυσαν. Προσευχόμενοι, φησὶν,  ἐν  παντὶ  καιρῷ  ἐν  πνεύματι.  Τουτέστι,  Τὰ  κατὰ  Θεὸν ζητῶμεν, μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν.Οὐ   τοίνυν  τοῦ ἀδιαλείπτως προσεύχεσθαι χρεία μόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας·  Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες. Εἴτε παννυχίδας ἐνταῦθα λέγει, εἴτε τὴν νῆψιν τῆς ψυχῆς, ἀμφότερα δέχομαι. Ὁρᾷς πῶς ἠγρύπνει  ἐκείνη ἡ Χαναναία, ὅτι καὶ τοῦ Κυρίου μὴ ἀποκρινομένου, ἀλλὰ καὶ ἀποσειομένου, καὶ κυνάριον  αὐτὴν  καλέσαντος, ἐκείνη ἔλεγε, Ναὶ, Κύριε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων  τῶν πιπτόντων  ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· καὶ οὐκ ἀφίστατο, ἕως ἐπέτυχε τῆς αἰτήσεως; πῶς δὲ ἡ χήρα ἐκείνη ἔκραζε, καὶ μέχρι τοσούτου ἐπέμεινεν, ἕως ὅτου τὸν ἄρχοντα, τὸν μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἄνθρωπον αἰδούμενον ἠδυνήθη δυσωπῆσαι; πῶς δὲ ὁ φίλος  ἐπέμενεν  ἀωρὶ τῶν  νυκτῶν  παραμένων,  ἕως ὅτου ἐγερθῆναι  παρεσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ; Τοῦτό ἐστιν ἀγρυπνεῖν. Βούλει μαθεῖν ἀγρυπνίαν ψυχῆς; ἄπιθι πρὸς τὴν Ἄνναν, ἄκουσον αὐτῶν τῶν ῥημάτων αὐτῆς· Ἀδωναῒ, Ἐλωῒ Σαβαώθ. Μᾶλλον δὲ τὰ πρὸ τῶν ῥημάτων ἄκουσον. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρῆσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Εἰ γὰρ ἡμεῖς νήστεις ὄντες καὶ ἄσιτοι, μόλις οὕτως εὐχόμεθα, μᾶλλον δὲ οὐδέποτε οὕτως εὐχόμεθα, πολλῷ μᾶλλον ἐκείνη μετὰ τράπεζαν οὐκ ἂν οὕτως ηὔξατο, εἰ μὴ καὶ ἐν τῇ τραπέζῃ τοῖς ἀσίτοις ἐῴκει. Αἰσχυνθῶμεν οἱ ἄνδρες τὴν γυναῖκα, αἰσχυνθῶμεν  οἱ ὑπὲρ βασιλείας ἱκετεύοντες καὶ χασμώμενοι τὴν ὑπὲρ παιδίου δεομένην καὶ δακρύουσαν. Καὶ κατέστη, φησὶν, ἐνώπιον     Κυρίου,     καὶ     τί     φησιν;     Ἀδωναῒ     Κύριε,    Ἐλωῒ     Σαβαώθ.    Τοῦτο    δὲ ἑρμηνευόμενόν ἐστι, Κύριε ὁ Θεὸς τῶν δυνάμεων.  Προέτρεχε τῆς γλώττης τὰ δάκρυα· τούτοις  ἐπικάμπτειν  τὸν  Θεὸν ἤλπιζεν.  Ἔνθα δάκρυα, πάντως  ἐκεῖ  καὶ θλῖψις·  ἔνθα θλῖψις,  καὶ φιλοσοφία  πολλὴ καὶ προσοχή. Ἐὰν ἀκούων  εἰσακούσῃ, φησὶ, τῆς προσευχῆς τῆς δούλης σου, καὶ δῷς μοι υἱὸν, δώσω αὐτὸν δοτὸν τῷ Κυρίῳ πάντα τὸν χρόνον. Οὐκ εἶπεν, ἐνιαυτὸν μόνον ἢ δύο, καθάπερ ἡμεῖς· οὐδὲ εἶπεν, Ἐὰν δῷς μοι παιδίον, δίδωμι χρήματα· ἀλλ', Ὁλόκληρον αὐτὸ τὸ δῶρον ἀντιδίδωμι, τὸν πρωτότοκον, τὸν τῆς εὐχῆς υἱόν. Αὕτη θυγάτηρ ἦν τοῦ Ἀβραάμ. Ἐκεῖνος αἰτηθεὶς, ἔδωκεν· αὕτη δὲ καὶ πρὸ τῆς αἰτήσεως δίδωσιν. Ἀλλ' ὅρα καὶ ἐντεῦθεν αὐτῆς τὴν εὐλάβειαν. Φωνὴ αὐτῆς, φησὶν, οὐκ ἠκούετο, τὰ δὲ χείλη αὐτῆς ἐκινεῖτο. Οὕτως ὁ βουλόμενος ἀνύσαι προσέρχεται τῷ Θεῷ, οὐ μαλακιζόμενος οὐδὲ χασμώμενος οὐδὲ ἐκλελυμένος οὐδὲ κνώμενος οὐδὲ ἀκηδιῶν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς  εὐχῆς δοῦναι; μὴ γὰρ οὐκ ᾔδει καὶ πρὸ τῆς αἰτήσεως τὴν ἐπιθυμίαν  τῆς γυναικός; ἀλλ' εἰ ἔδωκε πρὸ τῆς αἰτήσεως, οὐκ ἂν ἐφάνη τῆς γυναικὸς  ἡ προθυμία, οὐκ ἂν γέγονεν ἡ ἀρετὴ αὐτῆς δήλη, οὐκ ἂν τοσοῦτον ἐκτήσατο μισθόν. Ὥστε ἡ ἀναβολὴ, οὐχὶ φθόνου  ἐστὶν οὐδὲ βασκανίας, ἀλλὰ κηδεμονίας. δʹ. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ὅτι ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, καὶ ὅτι παρώργιζεν αὐτὴν  ἡ  ἀντίζηλος  αὐτῆς,  ἐννόησον  ὅτι  τὴν  φιλοσοφίαν  δεῖξαι  βούλεται  τῆς γυναικός. Σκόπει γάρ· Εἶχε τὸν ἄνδρα δεδουλωμένον·  ἔλεγε γὰρ πρὸς αὐτήν· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Καὶ παρώργιζεν αὐτὴν, φησὶν, ἡ ἀντίζηλος αὐτῆς· τουτέστιν,  ὠνείδιζεν,  ἐφήλλετο·  καὶ  οὐδέποτε  αὐτὴν  ἠμύνατο,  οὐδὲ  κατηύξατο αὐτῆς, οὐδὲ εἶπεν· Ἐπειδὴ ὀνειδίζει  μοι ἡ ἀντίζηλος,  ἐκδίκησόν με. Εἶχεν ἐκείνη παιδία, ἀλλ' εἶχεν αὕτη τὴν ἀγάπην τὴν τοῦ ἀνδρὸς ἀντίῤῥοπον. Τούτῳ γοῦν αὐτὴν καὶ παρεμυθήσατο λέγων· Οὐκ ἀγαθός σοι ἐγὼ ὑπὲρ δέκα τέκνα; Ἀλλὰ πάλιν ἴδωμεν τῆς γυναικὸς  τὴν φιλοσοφίαν.  Καὶ ἐλογίσατο αὐτὴν, φησὶν, Ἠλεὶ εἰς μεθύουσαν. Ἀλλ' ὅρα καὶ πρὸς αὐτὸν τί φησι· Μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λύμης, ὅτι ἐκ πλήθους     ἀδολεσχίας     μου    ἐκτέτηκα         ἕως     τοῦ     νῦν.   Τοῦτο    ἀληθῶς         καρδίας συντετριμμένης,     ὅταν         πρὸς    τοὺς     ὑβρίζοντας      μὴ     χαλεπαίνωμεν,     ὅταν     μὴ δυσχεραίνωμεν,  ὅταν  ἀπολογώμεθα.  Οὐδὲν οὕτω  ποιεῖ  καρδίαν  φιλόσοφον,  ὡς θλῖψις·  οὐδὲν  οὕτω  πρᾶγμα ἡδὺ, ὡς  πένθος  τὸ κατὰ  Θεόν. Ἐκ πλήθους,  φησὶν, ἀδολεσχίας μου ἐκτέτηκα ἕως τοῦ νῦν. Ταύτην μιμώμεθα ἅπαντες. Ἀκούετε ὅσαι στεῖραι, ἀκούετε ὅσαι παίδων ἐρᾶτε, ἀκούετε καὶ ἄνδρες καὶ γυναῖκες· καὶ γὰρ καὶ ἄνδρες συνεβάλλοντο πολλάκις. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Καὶ ἐδεῖτο Ἰσαὰκ Ῥεβέκκα τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Μεγάλα γὰρ δύναται ἡ εὐχή. Ἐν πάσῃ, φησὶ, προσκαρτερήσει καὶ δεήσει περὶ πάντων  τῶν  ἁγίων,  καὶ ὑπὲρ ἐμοῦ, ἑαυτὸν ἔσχατον τιθείς. Τί ποιεῖς, ὦ μακάριε Παῦλε, ἑαυτὸν ἔσχατον τιθείς; Ναὶ, φησὶν, Ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει. Ποῦ πρεσβεύεις; Πρὸς ἀνθρώπους, φησί. Βαβαὶ τῆς φιλανθρωπίας  τοῦ Θεοῦ! Ἔπεμψε πρεσβεύοντας ἐκ τῶν οὐρανῶν ὑπὲρ  αὐτοῦ, ὑπὲρ εἰρήνης, καὶ λαβόντες ἔδησαν αὐτοὺς οἱ ἄνθρωποι, καὶ οὐδὲ τὸν κοινὸν νόμον ᾐδέσθησαν, ὅτι ὁ πρεσβεύων οὐδέποτε πάσχει τι κακόν. Ἀλλ' ὅμως ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Ἡ ἅλυσις ἐπίκειται τὴν παῤῥησίαν ἐπιστομίζουσα, ἀλλ' ἡ εὐχὴ  ἡ ὑμετέρα ἀνοίγει  μου τὸ  στόμα, ἵνα  ἐν  αὐτῷ  παῤῥησιάσωμαι, ὡς  δεῖ  με λαλῆσαι· τουτέστιν, Ἵνα πάντα ἃ ἐπέμφθην εἰπεῖν, εἴπω. Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ. Εἰ πιστὸς, οὐδὲν ψεύσεται, ἀλλὰ πάντα ἀληθεύσει. Ὃν ἔπεμψα πρὸς ὑμᾶς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Βαβαὶ, πόση ἡ ἀγάπη! Ἵνα μὴ ἐξῇ, φησὶ, τοῖς βουλομένοις πτοεῖν ὑμᾶς· εἰκὸς γὰρ αὐτοὺς ἐν δεινοῖς εἶναι· τὸ γὰρ, Παρακαλέσει τὰς καρδίας ὑμῶν, τοῦτο αἰνίττεται. Ἵνα μὴ ἀφῇ, φησὶ, καταπεσεῖν. Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ ἀγάπην μετὰ πίστεως. Καλῶς εἶπε· βούλεται γὰρ μὴ ἁπλῶς ἔχειν τὸν τῆς ἀγάπης λόγον, καὶ τοῖς ἑτεροπίστοις ἑαυτοὺς ἀναμιγνύναι. Ἢ τοῦτο, ἢ ἐκεῖνό φησιν, ὥστε καὶ πίστιν αὐτοὺς ἔχειν, ὥστε θαῤῥεῖν καὶ περὶ τῶν μελλόντων. Ἡ εἰρήνη πρὸς τὸν Θεὸν, καὶ ἡ ἀγάπη. Ἐὰν γὰρ εἰρήνη  ᾖ, καὶ ἀγάπη ἔσται· ἂν ἀγάπη, καὶ εἰρήνη  ἔσται. Μετὰ πίστεως. Οὐδὲν γὰρ ὄφελος ἀγάπης, πίστεως χωρίς· μᾶλλον δὲ οὐδ' ἂν γένοιτο ἀγάπη ἑτέρως. Καὶ χάρις  μετὰ  πάντων  τῶν  ἀγαπώντων   τὸν  Κύριον  ἡμῶν  Ἰησοῦν  Χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. Ἐνταῦθα διεῖλε, τὴν εἰρήνην  κατ' ἰδίαν θεὶς, καὶ τὴν χάριν. Ἐν ἀφθαρσίᾳ, φησὶν, Ἀμήν. Τί ἐστιν, Ἐν ἀφθαρσίᾳ; Ἤτοι ἐν κοσμιότητι, ἢ ὑπὲρ τῶν ἀφθάρτων· οἷον μὴ ἐν πλούτῳ, μηδὲ ἐν δόξῃ, ἀλλ' ἐν ἐκείνοις τοῖς ἀφθάρτοις. Τὸ, ἐν, διά ἐστι. ∆ιὰ ἀφθαρσίας, φησί· τουτέστι, δι' ἀρετῆς. Πᾶσα γὰρ ἁμαρτία φθορά· καὶ  καθάπερ τὴν παρθένον φθείρεσθαι λέγομεν, οὕτω καὶ τὴν ψυχήν. ∆ιὰ τοῦτο Παῦλος ἔλεγε· Μή πως φθαρῇ τὰ νοήματα ὑμῶν· καὶ πάλιν  ἀλλαχοῦ,  Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, φησί. εʹ. Τί γὰρ, εἰπέ μοι, φθορὰ σώματος; οὐχὶ διάλυσις τοῦ παντὸς, καὶ  τῆς  συνθέσεως  αὐτῆς;  Τοῦτο  καὶ  ἐπὶ  τῆς  ψυχῆς   γίνεται,   τῆς  ἁμαρτίας εἰσελθούσης. Κάλλος γὰρ ψυχῆς  σωφροσύνη, δικαιοσύνη· ὑγίεια  ψυχῆς  ἀνδρεία, φρόνησις. Ὅ τε γὰρ αἰσχρὸς δυσειδὴς, ὅ τε πλεονέκτης, ὅ τε τοῖς πονηροῖς πράγμασιν ἑαυτὸν ἐκδιδοὺς, ὅ τε δειλὸς, ἄνανδρος καὶ ἀσθενὴς καχεκτεῖ. Ὅτι δὲ αἱ ἁμαρτίαι φθορὰν  ἐργάζονται, ἐντεῦθεν  δῆλον· καὶ γὰρ αἰσχροὺς ποιοῦσι καὶ ἀσθενεῖς, καὶ κάμνειν   παρασκευάζουσι.  Φθαρῆναι  γὰρ  τὴν  παρθένον  καὶ  διὰ  τοῦτο  κυρίως λέγομεν,  οὐχ  ὅτι  τὸ  σῶμα φθείρεται  μόνον,  ἀλλὰ  διὰ  τὴν  παρανομίαν·  τὸ  γὰρ γινόμενον μῖξίς ἐστιν· εἰ δὲ τοῦτο ἦν ἡ φθορὰ, ἦν ἂν καὶ γάμος φθορά. Ὥστε οὐχ ἡ μῖξις φθορὰ, ἀλλ' ἡ ἁμαρτία· ᾔσχυνε γὰρ αὐτήν. Σκόπει δὲ καὶ ἄλλως· φθορὰ οἰκίας τί γένοιτο ἂν, ἢ διάλυσις; Καὶ πανταχοῦ ἡ φθορὰ μεταβολή τίς ἐστιν ἐπὶ τὸ χεῖρον, ἐφ' ἑτέραν  ἕξιν  καὶ ἀφανισμὸν  τοῦ προτέρου γινομένη.  Ἄκουε γὰρ τῆς  Γραφῆς λεγούσης· Κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς· καὶ πάλιν,  Ἐν καταφθορᾷ ἀνυπομονήτῳ·  καὶ πάλιν,  Ἄνθρωποι  κατεφθαρμένοι  τὸν  νοῦν.  Φθαρτὸν ἡμῖν  τὸ σῶμά ἐστιν, ἀλλ' ἄφθαρτος  ἡ ψυχή.  Μὴ δὴ οὖν  καὶ αὐτὴν  φθείρωμεν·  τοῦτο  ἡ ἁμαρτία εἰργάσατο ἡ προτέρα· ἡ δὲ μετὰ τὸ λουτρὸν καὶ τὴν ψυχὴν φθεῖραι δύναται, καὶ εὐάλωτον  ποιῆσαι τῷ σκώληκι τῷ ἀθανάτῳ· οὐ γὰρ ἂν ἥψατο, εἰ μὴ φθαρτὴν εὗρε ψυχήν. Ἀδάμαντος σκώληξ οὐχ ἅπτεται· κἂν ἅψηται, οὐδὲν εἰργάσατο. Μὴ δὴ φθείρῃς  τὴν  ψυχήν·  τὸ γὰρ φθειρόμενον  δυσωδίας ἐστὶ μεστόν. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἀλλ' αὕτη ἡ φθορὰ ἐνδύσεται ἀφθαρσίαν, ἐκείνη δὲ οὐκέτι· ἔνθα γὰρ ἀφθαρσία, φθορὰ οὐκ ἔστιν. Ὥστε φθορὰ ἄφθαρτός  ἐστι, τέλος οὐκ ἔχουσα, θάνατος ἀθάνατος. Ὅπερ ἔμελλε γίνεσθαι, εἰ τὸ σῶμα ἔμεινεν ἀθάνατον. Οὕτως ἂν φθορὰν ἔχοντες ἀπέλθωμεν ἐκεῖ, ἄφθαρτον καὶ ἀτελεύτητον ἕξομεν τὴν φθοράν. Τὸ γὰρ καίεσθαι καὶ σκώληκι διαπαντὸς δαπανᾶσθαι, φθορά ἐστιν ἄφθαρτος· οἷον ἦν καὶ ἐπὶ τοῦ μακαρίου Ἰώβ· ἐφθείρετο, καὶ οὐκ ἀπώλλυτο, καὶ ταῦτα χρόνου πολλοῦ προβεβηκότος· ἀλλ' ἀεὶ ἔτηκε βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων. Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται τότε, τῶν  σκωλήκων  αὐτῇ περιεστώτων  καὶ διατρωγόντων,  οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶ ἑκατὸν, οὐδὲ ἐπὶ μυρίοις, ἀλλ' ἐπὶ ἀτελευτήτοις· Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησί. Φοβηθῶμεν τοίνυν, παρακαλῶ,  δείσωμεν  τὰ  ῥήματα,  ἵνα  μὴ  περιπέσωμεν  τοῖς  πράγμασι.  Φθορὰ ἡ πλεονεξία  ἐστὶ, φθορὰ πασῶν χαλεπωτέρα,  εἰς εἰδωλολατρείαν  ἄγουσα. Φύγωμεν τὴν   φθορὰν,  ἑλώμεθα  τὴν  ἀφθαρσίαν. Ἐπλεονέκτησας τὸν  δεῖνα; Τὰ μὲν πλεονεκτηθέντα   φθείρεται,  ἡ  δὲ  πλεονεξία  μένει,  φθορὰ  ἀφθαρσίας  ὑπόθεσις γινομένη· ἡ μὲν ἀπόλαυσις παρέρχεται, ἄφθαρτος δὲ ἡ ἁμαρτία μένει. ∆εινὸν κακὸν μὴ ἐν τῷ παρόντι βίῳ ἅπαντα ἀποδύσασθαι· μεγάλη συμφορὰ φορτία ἁμαρτημάτων ἔχοντας  ἀπελθεῖν  ἐκεῖ. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Κριτήριόν ἐστιν ἐκεῖ, μετανοίας λοιπὸν οὐκέτι καιρός. Πόσα ἀπωδύρατο ὁ πλούσιος τότε! ἀλλ' ὅμως οὐδὲν ἤνυσε. Πόσα εἶπον οἱ μὴ θρέψαντες τὸν Χριστόν! ἀλλ' ὅμως ἀπήχθησαν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πόσα οἱ τὴν ἀνομίαν ἐργασάμενοι τότε εἶπον, Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου προεφητεύσαμεν, καὶ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν! ἀλλ' ὅμως οὐκ ἐγνωρίσθησαν. Πάντα τότε μὲν γίνεται ταῦτα· οὐδεμία δὲ ὄνησις, ἐὰν μὴ νῦν  γένηται.  Φοβηθῶμεν  οὖν,  μή  ποτε  εἴπωμεν  τότε·  Κύριε, πότε  σε  εἴδομεν πεινῶντα,   καὶ  οὐκ  ἐθρέψαμεν;  Νῦν  αὐτὸν  θρέψωμεν,  μὴ  μίαν  ἡμέραν,  μηδὲ δευτέραν, μηδὲ τρίτην· Ἐλεημοσύναι γὰρ, φησὶ, καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε. Οὐκ εἶπεν, Ἅπαξ ποίησον, οὐδὲ δεύτερον· ἐπεὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἀλλ' οὐ διαρκές. Ὥστε πολλοῦ ἡμῖν δεῖ τοῦ ἐλαίου, καὶ ὡς ἐλαίαν ἡμᾶς εἶναι κατάκαρπον δεῖ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἐννοήσωμεν οὖν ὅσα ἡμῶν ἕκαστος ἔχει φορτία ἁμαρτημάτων, καὶ ἀντιῤῥόπους ποιήσωμεν τὰς φιλανθρωπίας,  μᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα μὴ μόνον  σβεσθῶσιν αἱ ἁμαρτίαι, ἀλλ' ἵνα  καὶ εἰς δικαιοσύνην  ἡμῖν  λογισθῶσιν  αἱ δικαιοσύναι. Ἂν γὰρ μὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι, καὶ ἐκ τῶν ὑποληφθέντων εἰς δικαιοσύνην ἡμῖν λογισθῆναι, οὐδεὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγῆναι,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.  

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







    








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |