Ιωάννης Χρυσόστομος
Πρός Φιλιπησίους Επιστολήν
Τόμος 62
ΙΒʹ Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
αʹ. Οὐδὲν οὕτω κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. ∆ύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει.∆ιόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατει ληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, καὶ ἐνταῦθα,
Οὐδέπω λογίζομαι κατειληφέναι, ἀναγνούς τις ἀμφότερα, εἴσεται καλῶς τὴν αἰτίαν καὶ ἐκείνων καὶ τούτων τῶν ῥημάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡμᾶς πάντα διδάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζομαι κατειληφέναι, φησὶν, ἀλλ' ἑνός εἰμι μόνου, τοῦ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁ μὲν οὖν ἤδη τετελειῶσθαι νομίζων, καὶ μηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρματος ἔτι νομίζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά. Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. Οὐ μὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραμὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ' ἔτι τρέχω, ἔτι ἀγωνίζομαι· τοῦτο μόνον σκοπῶ, ὅπως δὴ προκόπτοιμι. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθωμάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δρομεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ' ὅσους λείπεται. Καὶ ἡμεῖς μὴ ὅσον ἠνύσαμεν τῆς ἀρετῆς ἀναλογιζώμεθα, ἀλλ' ὅσον ἡμῖν λείπει. Τί γὰρ ἡμᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόμενον μὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζομαι, οὐδὲ μέμνημαι, ἀλλ', Ἐκλανθανόμενος, ἡμᾶς προσεκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόμεθα, ὅταν πᾶσαν προθυμίαν εἰς τὸ λεῖπον ἀναλάβωμεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶμεν. Ἐπεκτεινόμενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζομεν. Ὁ γὰρ ἐπεκτεινόμενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέχοντας τῷ λοιπῷ σώματι προλαβεῖν σπουδάζων, ἐπεκτείνων ἑαυτὸν εἰς τὸ ἔμπροσθεν, καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυμίας γίνεται, ἀπὸ πολλῆς θερμότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, μετὰ τοσαύτης σπουδῆς, μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειμένου τὸ μέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡμῶν. Καθ' ἡμέραν ἀπέθνησκεν ἐκεῖνος, καθ' ἡμέραν εὐδοκίμει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόμος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ' ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον.βʹ. Ὅρα πόσον τὸ διάστημα τοῦτο διαδραμεῖν, ὅρα πόσον τὸ ὕψος· ἐκεῖ δεῖ πετασθῆναι τοῖς τοῦ πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν. Μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι· ἔξεστι γάρ· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησὶν, ἐν οὐρανῷ· ἐκεῖ τὸ βραβεῖόν ἐστιν. Ὁρᾷς τοὺς τρέχοντας πῶς νόμῳ ζῶσι; πῶς οὐδὲν τῶν ἐκλυόντων τὴν ἰσχὺν προσίενται; πῶς ἀγωνίζονται καθ' ἑκάστην ἡμέραν ἐν παλαίστρᾳ ὑπὸ παιδοτρίβῃ καὶ νόμῳ; Μίμησαι τούτους καὶ σὺ, μᾶλλον δὲ καὶ πλείονα ἐπίδειξαι προθυμίαν· οὐ γὰρ ἴσον τὸ βραβεῖον· πολλοὶ οἱ κωλύοντες· νόμῳ ζῆθι· πολλά ἐστι τὰ ἐκλύοντα τὴν ἰσχύν· εὐσκελῆ ποίησον αὐτὴν τῷ ποδί· ἔνεστι γάρ· οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως. Κούφην αὐτὴν ἐργασώ μεθα, ἵνα μὴ τῇ ταχύτητι τῶν ποδῶν τὸ λοιπὸν ἄχθος ἐμποδίζῃ· δίδαξον εἶναι τοὺς πόδας ἀσφαλεῖς· πολλοὶ γὰρ οἱ ὄλισθοι· κἂν καταπέσῃς, πολλὰ ἀπώλεσας. Πλὴν κἂν καταπέσῃς, διανάστηθι· ἔνι καὶ οὕτω νικῆσαι. Μηδέποτε τοῖς ὀλισθηροῖς ἐπιχείρει πράγμασι, καὶ οὐ καταπεσῇ· ἐπὶ τὰ βεβηκότα τρέχε· ἄνω τὴν κεφαλὴν, ἄνω τὸ ὄμμα. Τοῦτο καὶ τοῖς τρέχουσιν οἱ παιδοτρίβαι παρακελεύονται· οὕτω διαβαστάζεται ἰσχύς. Ἂν δὲ κάτω νεύσῃς, κατέπεσες, ἐξελύθης. Ἄνω βλέπε, ὅπου τὸ βραβεῖόν ἐστιν· αὐτὴ τοῦ βραβείου ἡ ὄψις μείζονα ποιεῖ τὴν προαίρεσιν· οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλπὶς, τὸ μῆκος μικρὸν ποιεῖ φαίνεσθαι. Τί ἐστι τὸ βραβεῖον; Οὐ κλάδος φοίνικος, ἀλλὰ τί; Βασιλεία οὐρανῶν, ἀνάπαυσις αἰώνιος, δόξα μετὰ Χριστοῦ, κληρονομία, ἀδελφότης, μυρία ἀγαθὰ, ἃ οὐκ ἔνι εἰπεῖν. Οὐκ ἔνι ἐκείνου τοῦ βραβείου τὸ κάλλος διηγήσασθαι· ὁ κρατῶν αὐτὸ οἶδε μόνος, καὶ ὁ μέλλων αὐτὸ λαμβάνειν. Οὐκ ἔστι χρυσοῦν, οὐκ ἔστι διάλιθον· πολλῷ τούτων τιμιώτερον. Ὁ χρυσὸς βόρβορος πρὸς ἐκεῖνο τὸ βραβεῖόν ἐστι· λίθοι τίμιοι πλίνθος πρὸς τὸ κάλλος ἐκείνου τοῦ βραβείου. Ἂν ἐκεῖνο ἔχων ἀπέλθῃς εἰς τὸν οὐρανὸν, μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο φέροντα τὸ βραβεῖον· πᾶσι μετὰ παῤῥησίας προσελεύσῃ πολλῆς. Ἐν Χριστῷ Ἰησοῦ. Ὅρα τὸν εὐγνώμονα. Ἐν Χριστῷ Ἰησοῦ τοῦτο ποιῶ, φησίν. Οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτον διελθεῖν διάστημα· πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμαχίας. Κάτω μέν σε ἀγωνίζεσθαι ἐβουλήθη, ἄνω δὲ στεφανοῖ· οὐχ ὡς ἐνταῦθα, ἔνθα ὁ ἀγὼν, ἐκεῖ καὶ ὁ στέφανος, ἀλλ' ἐν τῷ λαμπρῷ χωρίῳ ὁ στέφανος οὗτος. Οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ ἡνιόχων, οὐ στεφανοῦσιν ἐν τῷ σταδίῳ κάτω, ἀλλ' ἄνω καλέσας ὁ βασιλεὺς ἐκεῖ στεφανοῖ; Οὕτω καὶ ἐνταῦθα, εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βραβεῖον. Ὅσοι οὖν τέλειοι, φησὶ, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ποῖον τοῦτο; Τὸ, ὅτι δεῖ τῶν ὄπισθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον εἶναι. Πῶς τοίνυν λέγεις, Ὅσοι τέλειοι; εἰπὲ γάρ μοι, τοῦτο φρονοῦμεν ὃ σὺ φρονεῖς; Εἰ γὰρ μὴ ἔλαβες, μηδὲ τετελείωσαι, πῶς τοὺς τελείους τοῦτο κελεύεις φρονεῖν, ὃ καὶ αὐτὸς φρονεῖς οὐδέπω τέλειος ὤν; Τοῦτο γάρ ἐστι, φησὶ, τελειότης; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Τουτέστιν, Εἰ δέ τις νομίζει τὸ πᾶν κατωρθωκέναι. Ἀσφαλίζεται αὐτούς· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅρα πῶς συνεσταλμένως τοῦτό φησιν· Ὁ Θεὸς ὑμᾶς διδάξει· τουτέστιν, Ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει ἁπλῶς· ἐδίδασκε μὲν γὰρ ὁ Παῦλος, ἀλλ' ὁ Θεὸς ἐνῆγε. Καὶ οὐκ εἶπεν, Ἐνάξει, ἀλλ', Ἀποκαλύψει, ἵνα δόξῃ μᾶλλον ἀγνοίας εἶναι τὸ πρᾶγμα. Οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ περὶ βίου τελειότητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι. Ὡς ὅ γε νομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τί ἐστι; Τέως φησὶν, ὃ κατωρθώσαμεν, κατέχωμεν, τὸ τῆς ἀγάπης, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. Εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰς ὃ ἐφθάσαμεν· τουτέστι, Τοῦτο ἡμῖν ἤδη κατώρθωται. Ὁρᾷς ὅτι κανόνα βούλεται εἶναι τὰ παραγγέλματα; Ὁ κανὼν οὔτε πρόσθεσιν, οὔτε ἀφαίρεσιν δέχεται, ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι. Τῷ αὐτῷ κανόνι· τουτέστι τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὅρῳ. Μιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Εἶπεν ἀνωτέρω, Βλέπετε τοὺς κύνας, ἀπήγαγεν αὐτοὺς ἐκείνων· προσάγει τούτοις, οὓς δεῖ μιμεῖσθαι, λοιπόν. Εἴ τις ἡμᾶς μιμεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε· εἰ καὶ ἐγὼ μὴ πάρειμι, ἀλλ' ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον, τουτέστι, τῆς ἀναστροφῆς τοῦ βίου. Οὐ γὰρ διὰ ῥημάτων μόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ πραγμάτων· καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ μιμεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως· ἔνι γὰρ καὶ ἀπὸ στάσεως διαλυθῆναι τάξιν.
γʹ. Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους. Ἅπερ γὰρ τὰ γράμματα ἔλεγε, ταῦτα διὰ τῶν πραγμάτων πᾶσιν ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν μαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ μαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιμον ποιεῖ, καὶ μαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν μὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος μὴ πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετελειωμένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ' ἐκείνου μάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ' ἐκείνῳ καὶ τοῖς ἐκείνου μαθήμασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην·πρὸς ἐκείνην ῥύθμισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείμεναι βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ μετὰ τὸν διδάσκαλον ἐν τοῖς μαθηταῖς· ὁ μὲν δι' ἀκτημοσύνης ἔλαμψε, ὁ δὲ διὰ χρημάτων· οἷον ὁ Ἠλίας δι' ἀκτημοσύνης, ὁ Ἀβραὰμ διὰ χρημάτων· οἵαν νομίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας· ὁ Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱματίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήματα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγμονέστερος ὁ οἶκος ὁ βασιλικός. Ὁ τοίνυν ∆αυῒδ ἔλαμψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδημα· ἄλλος ὁλοκλήρου δήμου προστασίαν ἐμπεπιστευμένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐνταῦθα γὰρ μείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιμηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάμῳ, εἶδες καὶ ἐν παρθενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάμῳ καὶ ἐν παρθενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαμψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται. Ἐν βασιλείᾳ δείκνυμι πολλοὺς ἀπολωλότας, ἐν δημαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζομένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ· ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν μέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ μοι, αἰχμαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει μοι τὸν ∆ανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχμαλώτους γενομένους, καὶ πῶς πολλῷ μᾶλλον ἔλαμψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχμαλωσίαν καὶ δουλείαν; οὐδὲ λιμὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιμόθεος πυκναῖς ἀσθενείαις συνεχόμενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· μόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρετον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν ἐμποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔμπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάμενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον μετὰ χεῖρας, κἂν μὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν μὴ ἐργάζηται, οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήμη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν.
δʹ. Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι; ∆ιὰ δόξης, φησὶ, καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τοῦτό ἐστι τὸ ποιοῦν ἀθλητὴν, τὸ πρὸς πάντα εἶναι ἐπιτήδειον· τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φύσις. Ἂν δὲ εἴπῃς, ὅτι Οὐ δύναμαι προεστάναι πολλῶν, μονάζειν ὀφείλω, ὕβρισας τὴν ἀρετήν· αὕτη γὰρ πᾶσι κεχρῆσθαι δύναται, καὶ διαφαίνειν, μόνον ἔστω ἐν τῇ ψυχῇ. Λιμός ἐστι; πλησμονή ἐστιν; Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν, Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ἔδει ἐργάζεσθαι; οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο. Ἔδει λιμῶξαι; οὐκ ἐτάκη, οὐδὲ ἐδίστασεν. Ἔδει ἀποθανεῖν; οὐκ ἐγένετο ταπεινός· διὰ πάντων τὸ φρόνημα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο. Τοῦτον οὖν ζηλώσωμεν, καὶ οὐκ ἔσται λύπης ἡμῖν ὑπόθεσις. Τί γὰρ, εἰπέ μοι, λυπῆσαι δυνήσεται τὸν τοιοῦτον; Οὐδέν. Ἕως ἂν μὴ ταύτην ἡμᾶς ἀφέληταί τις, πάντων ἀνθρώπων μακαριώτεροι ἐσόμεθα, καὶ ἐνταῦθα, οὐχὶ ἐκεῖ μόνον. Ἔστω γὰρ ὁ ἐνάρετος καὶ γυναῖκα ἔχων καὶ παιδία καὶ χρήματα καὶ δόξαν πολλήν· περὶ ταῦτα πάντα ὁμοίως ἐνάρετος μένει· ἄφελε αὐτὰ, καὶ πάλιν ὁμοίως ἐνάρετος ἔσται, οὔτε ὑπὸ τῶν θλίψεων καταβαπτιζόμενος, οὔτε ὑπὸ τῆς εὐπραγίας ὀγκούμενος· ἀλλ' ὥσπερ πέτρα, καὶ κυμαινούσης τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁμοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυμάτων θρυπτομένη, οὔτε ὑπὸ τῆς γαλήνης ἄλλο τι πάσχουσα· οὕτω καὶ ἡ ψυχὴ ἡ στεῤῥὰ ἕστηκε βεβαία καὶ ἐν γαλήνῃ καὶ ἐν κύμασι. Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος· οὕτω καὶ ψυχὴ φιλόσοφος, πάντων τῶν ἄλλων θορυβουμένων, καὶ γελώντων πάλιν ἀκαίρως, ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς, αὐτὸς ὥσπερ ἐπί τινος αὐχένος καὶ οἴακος τῆς εὐλαβείας κάθηται ἀκλινής. Τί γὰρ, εἰπέ μοι, ταράξαι δύναται ψυχὴν εὐλαβῆ; Θάνατος; ἀλλὰ τοῦτο ζωῆς βελτίονος ἀρχὴν οἶδεν. Ἀλλὰ πενία; ἀλλὰ τοῦτο συμπράττει αὐτῇ πρὸς ἀρετήν. Ἀλλὰ νόσος; ἀλλ' οὐδὲν ἡγεῖται αὐτὴν παροῦσαν. Τί λέγω νόσον; οὐδὲ τὴν ἄνεσιν, οὐδὲ τὴν θλῖψιν· προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν. Ἀλλ' ἀδοξία; ἀλλὰ ὅλος ὁ κόσμος αὐτῇ ἐσταύρωται. Ἀλλὰ παίδων ἀποβολή; ἀλλ' οὐ δέδοικεν· ὅταν γὰρ περὶ ἀναστάσεως ᾖ πεπληροφορημένη, τί αὐτὴν ἑλεῖν δύναται; Οὐδὲν τῶν πάντων. Ἀλλὰ πλοῦτος ἐπαίρει; οὐδαμῶς· οἶδε γὰρ ὅτι οὐδὲν τὰ χρήματα. Ἀλλὰ δόξα; ἀλλὰ πεπαίδευται, ὅτι πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἀλλὰ τρυφή; ἀλλ' ἤκουσε Παύλου λέγοντος, ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ὅταν οὖν μήτε φλεγμαίνῃ, μήτε συστέλληται, τί τῆς ὑγείας ταύτης ἴσον ἂν εἴη; ἀλλ' οὐχ αἱ ἄλλαι ψυχαὶ τοιαῦται, ἀλλὰ τῆς θαλάττης καὶ τοῦ χαμαιλέοντος πυκνότερον τρέπονται. Ὥστε πολὺν εἶναι γέλωτα, ὅταν ἴδῃς τὸν αὐτὸν νῦν μὲν γελῶντα, νῦν δὲ κλαίοντα, νῦν δὲ φροντίζοντα, νῦν δὲ ὑπὲρ τὸ μέτρον ἐκκεχυμένον. Καίτοι ὁ Παῦλος οὐ δι' ἄλλο τί φησι, Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἢ ὅτι ἐν τῷ οὐρανῷ πολιτευόμεθα, ἔνθα οὐκ ἔστι τροπή. Ἐπήγγελται ἡμῖν ἔπαθλα οὐ τρεπόμενα· οὐκοῦν τοιαύτην πολιτείαν ἐπιδειξώμεθα, ἐντεῦθεν ἤδη λάβωμεν τὰ ἀγαθά. Τί εἰς εὔριπον ἑαυτοὺς ῥιπτοῦμεν, καὶ εἰς κλυδώνιον, καὶ εἰς χειμῶνα, καὶ εἰς ζάλην; Γενώμεθα ἐν γαλήνῃ. Οὐ παρὰ τὸν πλοῦτόν ἐστιν, οὐ παρὰ τὴν πενίαν, οὐ παρὰ τὴν δόξαν, οὐ παρὰ τὴν ἀδοξίαν, οὐ παρὰ τὴν νόσον, οὐ παρὰ τὴν ὑγείαν, οὐ παρὰ τὴν ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ταῦτα πάντα ψυχήν. Ἂν αὐτὴ στεῤῥὰ ᾖ καὶ καλῶς πεπαιδευμένη τὴν τῆς ἀρετῆς ἐπιστήμην, πάντα εὔκολα αὐτῇ ἔσται. Καὶ ἐντεῦθεν ἤδη τὴν ἀνάπαυσιν ὄψεται, καὶ τὸν λιμένα τὸν εὔδιον, καὶ μυρίων ἀπελθοῦσα ἐκεῖ ἀγαθῶν ἐπιτεύξεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΙΓʹ.Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
αʹ. Οὐδὲν οὕτως ἀνάρμοστον καὶ ἀλλότριον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν· οὐδὲν οὕτω τῆς ἐπαγγελίας καὶ στρατολογίας ἀλλότριον, ὡς τὸ τῷ παρόντι προστετηκέναι βίῳ. Ὁ ∆εσπότης σου ἐσταυρώθη, καὶ σὺ ἄνεσιν ζητεῖς; ὁ ∆εσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾷς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἐπειδή τινες ἦσαν ὑποκρινόμενοι μὲν τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ζῶντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ· διὰ τοῦτο ταῦτα οὕτως ἔλεγεν. Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατεταγμένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης· ἐκεῖνοι δὲ ἀπεναντίας πολιτεύονται. Ὥστε κἂν λέγωσιν εἶναι τοῦ Χριστοῦ, ἀλλ' ὡς ἐχθροί εἰσι τοῦ σταυροῦ· ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον τὸν ἐσταυρωμένον βίον ζῇν. Οὐκ ἀνεσκολοπί σθη σου ὁ ∆εσπότης; Μίμησαι σὺ ἄλλως αὐτὸν, εἰ μὴ τὸν ἐκείνου δύνασαι τρόπον· σταύρωσον ἑαυτὸν, κἂν μηδείς σε σταυρώσῃ· σταύρωσον σεαυτὸν λέγω, οὐχ ἵνα σεαυτὸν ἀνέλῃς (μὴ γένοιτο, τοῦτο γὰρ ἀσεβὲς), ἀλλ' ὡς Παῦλος ἔλεγεν· Ἐμοὶ γὰρ, φησὶ, κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Εἰ φιλεῖς τὸν ∆εσπότην σου, τὸν θάνατον ἀπόθανε τὸν ἐκείνου· μάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ βίου. ∆ιὰ τούτου πάντα τελεῖται· βάπτισμα διὰ τοῦ σταυροῦ (δεῖ γὰρ ἀναλαβεῖν τὴν σφραγῖδα)· χειροτονία διὰ τοῦ σταυροῦ· κἂν ἐν ὁδοῖς ὦμεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, μέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄμαχος, τῷ διαβόλῳ ἀντίπαλος. Τούτῳ οὖν ἐχθραίνων βαστάζεις τὸν σταυρὸν, μὴ ἁπλῶς σφραγιζόμενος, ἀλλὰ τὰ τοῦ σταυροῦ πάσχων. Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ μοι· τουτέστιν, ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον. Οὗτοι δὲ ἀγενεῖς ὄντες καὶ φιλόζωοι καὶ φιλοσώματοι, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσι· καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧ σπουδάζει συνουσιωθῆναι, ὡς ὅταν λέγῃ· Ἐγὼ ἐσταύρωμαι τῷ κόσμῳ, καὶ ὁ κόσμος ἐμοί. Νῦν δέ φησι, Καὶ κλαίων λέγω. ∆ιὰ τί; Ὅτι ἐπέτεινε τὸ κακὸν, ὅτι δακρύων ἄξιοι οἱ τοιοῦτοι. Ὄντως δακρύων ἄξιοι οἱ τρυφῶντες, τὸ μὲν περιβόλαιον, τουτέστι, τὸ σῶμα λιπαίνοντες, τῆς δὲ μελλούσης εὐθύνας διδόναι οὐδένα ποιούμενοι λόγον. Ἰδοὺ τρυφᾷς, ἰδοὺ μεθύεις, σήμερον καὶ αὔριον, καὶ δέκα ἔτη καὶ εἴκοσι καὶ τριάκοντα καὶ πεντήκοντα καὶ ἑκατὸν, ὅπερ ἀδύνατον· πλὴν ἀλλ', εἰ βούλει, θῶμεν· τί τὸ πέρας; τί τὸ κέρδος; Οὐδέν. Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δακρύων ἄξιον καὶ θρήνων; Ἤγαγεν ἡμᾶς εἰς τὸ στάδιον τοῦτο ὁ Θεὸς, ἵνα στεφανώσῃ, καὶ ἡμεῖς ἄπιμεν μηδὲν ἐργασάμενοι γενναῖον. Κλαίει τοίνυν ὁ Παῦλος ἐφ' οἷς ἕτεροι γελῶσι καὶ σπαταλῶσιν· οὕτως ἐστὶ συμπαθητικὸς, οὕτω φροντίζει πάντων ἀνθρώπων. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. ∆ιὰ τοῦτό ἐστι θεὸς αὐτοῖς· τοῦτό ἐστι, Φάγωμεν καὶ πίωμεν. Ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς
δὲ ἡ κοιλία ὁ θεός. Οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, καὶ ἐκείνων χείρους; Καὶ ἡ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς τὴν περιτομήν φασι δηλοῦν διὰ τούτου· ἐγὼ δὲ οὐ τοῦτό φημι, ἀλλὰ τοῦτό ἐστιν· Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις σεμνύνονται. Τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· Τίνα οὖν μισθὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;
∆εινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν μέντοι τις καὶ ἐγκαλλωπίζηται, ὑπερβολὴ ἀναισθησίας. Ἆρα περὶ ἐκείνων μόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡμῖν ἐνταῦθα ἐξέφυγον τὸ ἔγκλημα; καὶ οὐδείς ἐστιν ὑπεύθυνος τούτῳ; οὐδὲ Θεὸν ἔχει τὴν κοιλίαν; οὐδὲ τὴν δόξαν ἐν τῇ αἰσχύνῃ; Βούλομαι, καὶ σφόδρα βούλομαι μηδὲν τούτων εἶναι πρὸς ἡμᾶς, μηδὲ εἰδέναι τινὰ ἔνοχον τοῖς λεγομένοις· δέδοικα δὲ μὴ πρὸς ἡμᾶς μᾶλλον, ἢ τοὺς τότε λέγηται. Ὅταν γὰρ πάντα τὸν βίον ἐν πότοις καὶ κώμοις ἀναλίσκῃ τις, καὶ εἰς μὲν πένητας ὀλίγα τινὰ δαπανᾷ, τὸ δὲ πλέον ἀναλίσκῃ εἰς τὴν κοιλίαν, οὐκ εἰκότως καὶ περὶ αὐτοῦ λεχθήσεται;
βʹ. Οὐδὲν ἐντρεπτικώτερον τῆς λέξεως, οὐδὲν πληκτικώτερον, Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τίνες οὗτοί εἰσιν; Οἱ ἐπίγεια φρονοῦντες, οἱ λέγοντες· Οἰκοδομήσωμεν οἰκίας. Ποῦ; Ἐν τῇ γῇ, φησί· κτησώμεθα ἀγροὺς, ἐν τῇ γῇ πάλιν· ἐπιτύχωμεν ἀρχῆς, πάλιν ἐν τῇ γῇ· τύχωμεν δόξης, πάλιν ἐν τῇ γῇ· πλουτήσωμεν, πάντα ἐν τῇ γῇ. Οὗτοί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ' ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Εἶτα σὺ μὲν περὶ τοῦ σώματος ἀλγεῖς, ὅτι γήϊνόν ἐστι, καίτοι τοῦτό σε οὐδὲν παραβλάπτει εἰς ἀρετῆς λόγον· τὴν δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ μηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ μοι, καὶ διακέχυσαι; καὶ ποίας τεύξῃ συγγνώμης διακείμενος ἀναλγήτως, δέον καὶ τὸ σῶμα ποιῆσαι πνευματικόν; ἔξεστι γὰρ, ἂν θέλῃς. Κοιλίαν ἔλαβες, ἵνα τρέφῃς, οὐχ ἵνα διασπᾷς· ἵνα κρατῇς αὐτῆς, οὐχ ἵνα δέσποιναν ἔχῃς· ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν μορίων διατροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς. Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θάλασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ σῶμα τὸ ἡμέτερον μετὰ τῆς ψυχῆς· πᾶσαν ἐπικλύζει τὴν οἰκουμένην ἐκείνη, καὶ αὕτη ἅπαν τὸ σῶμα. Θὲς αὐτῇ ὅρον τὴν αὐτάρκειαν, καθὼς Θεὸς ἔθετο τῇ θαλάσσῃ τὴν ἄμμον· κἂν κυμαίνῃ, κἂν ἀγριαίνῃ, ἐπιτίμα αὐτῇ τῇ δυνάμει τῇ οὔσῃ ἐν σοί. Ὅρα πῶς λόγῳ σε ἐτίμησεν ὁ Θεὸς, ἵνα αὐτὸν μιμῇ· σὺ δὲ οὐ θέλεις, ἀλλ' ὁρῶν αὐτὴν ὑπερβλύζουσαν, καὶ πᾶσαν διαφθείρουσαν τὴν φύσιν, καὶ λιμνάζουσαν, οὐ τολμᾷς κατασχεῖν οὐδὲ σωφρονίσαι. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Ἴδωμεν πῶς Παῦλος ἐδούλευσε τῷ Θεῷ· ἴδωμεν πῶς καὶ οἱ γαστρίμαργοι τῇ κοιλίᾳ. Οὐχὶ μυρίους ὑπομένουσιν οὗτοι θανάτους; οὐχ, ἅπερ ἂν προστάττῃ, δεδοίκασι παρακοῦσαι; οὐχὶ τὰ ἀδύνατα διακονοῦνται αὐτῇ; Οὐχὶ ἀνδραπόδων χείρους εἰσίν; Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος· διὸ καὶ ἔλεγεν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ θελήσωμεν γενέσθαι λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα. Ἐξ οὗ καὶ Σωτῆρα, φησὶν, ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς· ἀπ' οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτήρ· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς. Ὃς μετασχηματίσει τὸ σῶμα, φησὶ, τῆς ταπεινώσεως ἡμῶν. Πολλὰ πάσχει νῦν τὸ ἡμέτερον σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά· ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθε. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἄρα τὸ αὐτὸ μέν ἐστιν, ἐνδύεται δὲ ἀφθαρσίαν. Μετασχηματίσει, φησίν. Ἄρα καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσε. Σῶμα δὲ ταπεινώσεως ἡμῶν εἶπεν, ὅτι τεταπείνωται νῦν, ὅτι τῇ φθορᾷ ἐστιν ὑπεύθυνον, τῇ ἀλγηδόνι, ὅτι δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν τι πλέον. Εἰς τὸ γενέσθαι αὐτὸ, φησὶ, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Βαβαί! ἐκείνῳ, τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ Πατρὸς, σύμμορφον τοῦτο τὸ σῶμα γίνεται· ἐκείνῳ, τῷ προσκυνουμένῳ ὑπὸ ἀγγέλων, ἐκείνῳ, ᾧ παρεστήκεσαν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. Ἆρα ἂν ἡ οἰκουμένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡμῖν κειμένης ἐκείνῳ γενέσθαι σύμμορφον, μετὰ τῶν δαιμόνων ἀπέρχεται; Οὐ μέλει μοι γεέννης λοιπόν· ὅσα ἂν εἴπῃς, οὐδὲν νομίζω πρὸς τὴν ἔκπτωσιν ταύτην. Τί λέγεις, ὦ Παῦλε; ἐκείνῳ σύμμορφον γίνεται; Ναὶ, φησίν. Εἶτα, ἵνα μὴ ἀπιστήσῃς, καὶ λογισμὸν ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν, φησὶ, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.∆ύναμιν ἔχει, φησὶν, ὥστε τὰ πάντα ὑποτάξαι, ὥστε καὶ τὴν φθορὰν καὶ τὸν θάνατον· μᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτο ποιεῖ. Ποῖον γὰρ δυνάμεώς ἐστι μείζονος, εἰπέ μοι, ἀγγέλους καὶ ἀρχαγγέλους καὶ Χερουβὶμ καὶ Σεραφὶμ ὑποτάξαι καὶ δαίμονας, ἢ σῶμα ποιῆσαι ἄφθαρτον καὶ ἀθάνατον; Πολλῷ δὴ μᾶλλον τοῦτο, ἣ ἐκεῖνο. Ἔδειξε μείζονα ἔργα τῆς δυνάμεως αὐτοῦ, ἵνα καὶ τούτοις πιστεύσῃς. Ὥστε κἂν ὁρᾶτε τούτους χαίροντας, κἂν ὁρᾶτε δεδοξασμένους, στήκετε, μηδὲν παραβλάπτεσθε παρ' αὐτῶν, μηδὲν πτύρεσθε· ἱκαναὶ αὗται αἱ ἐλπίδες καὶ τὸν σφόδρα νωθρὸν καὶ ὑπνηλὸν ἀνορθῶσαι. Ὥστε, ἀδελφοί μου, φησὶν, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρά μου καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Οὕτω, πῶς; Ὡς ἑστήκατε ἀκλινεῖς. Ὅρα πῶς μετὰ τὴν παραίνεσιν τὰ ἐγκώμια· Χαρὰ καὶ στέφανός μου. Οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ δόξα· οὐχ ἁπλῶς δόξα, ἀλλὰ καὶ στέφανος· ἧς δόξης οὐκ ἔστιν ἴσον, ὅταν Παύλου στέφανος ὦσιν. Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί· τουτέστιν, ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ. Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Καὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συναντιλαμβάνου αὐταῖς.γʹ. Τινὲς τὴν γυναῖκα αὐτοῦ παρακαλεῖν ἐνταῦθά φασιν, Σύζυγε γνήσιε· ἀλλ' οὐκ ἔστιν, ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. Συναντιλαμβάνου αὐταῖς, φησὶν, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν μαρτυρεῖ; Ὅπερ τοῖς ἀποστόλοις εἶπεν ὁ Χριστὸς, Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγεγραμμένα ἐν βίβλῳ ζωῆς, τοῦτο αὐτοῖς μαρτυρεῖ καὶ οὗτος λέγων, Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. ∆οκοῦσι δέ μοι αὗται αἱ γυναῖκες τὸ κεφάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ, καὶ παρατί θεται αὐτὰς ἀνδρὶ ἴσως θαυμαστῷ, ὃν καὶ σύζυγον καλεῖ· ᾧ ἴσως εἰώθει παρατίθεσθαι, ὡς συνεργῷ καὶ στρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Σύζυγε. Ἢ ἀδελφόν τινα αὐτῶν, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν οὕτω καλεῖ· ὡς ἂν εἰ ἔλεγε· Νῦν ἀδελφὸς εἶ γνήσιος, νῦν ἀνὴρ γνήσιος, ὅτι μέλος γέγονας. Αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι. Οἴκοθεν ἡ προστασία σου, οὐκ ἀπὸ φιλίας, ἀλλ' ἀπὸ κατορθωμάτων. Συνήθλησάν μοι. Τί λέγεις; γυναῖκες συνήθλησαν; Ναὶ, φησίν. Οὐ μικρὸν καὶ αὗται συνεβάλοντο μέρος· καίτοι δὲ πολλῶν ὄντων τῶν συνεργούντων αὐτῷ, ὅμως ἐν
πολλοῖς καὶ αὗται συνέπραττον. Οὐ μικρῶς οὖν τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι· τῷ γὰρ τοὺς εὐδοκίμους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιμῆς, πολλὰ ἐγίνετο τὰ καλά. Πρῶτον μὲν γὰρ οἱ λοιποὶ πρὸς τὸν ἴσον ἤγοντο ζῆλον· δεύτερον δὲ καὶ ἐκέρδαινον διὰ τῆς τιμῆς· τρίτον καὶ αὐτοὺς ἐκείνους προθυμοτέρους ἐποίουν καὶ σφοδροτέρους. ∆ιὰ τοῦτο πανταχοῦ ὁρᾷς ἐπιμελούμενον τούτου τὸν Παῦλον, καὶ παρατιθέμενον τοὺς τοιούτους· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, Οἵτινές εἰσιν ἀπαρχὴ τῆς Ἀχαΐας. Τινὲς δέ φασιν ὄνομα ἐκεῖνο κύριον εἶναι τὸ, Σύζυγε· πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν.
δʹ. Πάντα ἡμῖν ἐν οὐρανοῖς ἐστι, καὶ Σωτὴρ καὶ πόλις, καὶ ὅ τι ἂν εἴποι τις· Ἐξ οὗ, φησὶ, καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Καὶ τοῦτο τῆς φιλανθρωπίας αὐτοῦ. Αὐτὸς πάλιν ἔρχεται πρὸς ἡμᾶς, οὐχ ἡμᾶς ἕλκει ἐκεῖ, καὶ οὕτω λαβὼν ἡμᾶς ἄπεισι· καὶ τοῦτο πολλῆς τῆς τιμῆς. Εἰ γὰρ πρὸς ἐχθροὺς ὄντας ἦλθε, πολλῷ μᾶλλον πρὸς φίλους γενομένους. Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ' αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡμᾶς εἰς τὰ βασίλεια αὐτοῦ. Τάχα δὲ καὶ οἱ αὐτοῦ, τιμώμενοι ὑπ' αὐτοῦ, ἀρθήσονται διὰ νεφελῶν. Καὶ ἡμεῖς γὰρ, φησὶν, ἐν νεφέλαις ἁρπαγησόμεθα οἱ τιμῶντες αὐτὸν, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τίς ἄρα εὑρεθῇ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; τίνες ἄρα οἱ καταξιούμενοι τῶν τοσούτων ἀγαθῶν; πῶς ἐλεεινοὶ οἱ ἀποπίπτοντες; Εἰ γὰρ τὸν πάντα χρόνον ἐκλαίομεν τῆς βασιλείας ἀποτυχόντες, ἆρά τι ἄξιον ἐποιοῦμεν; Εἰ γὰρ μυρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουμένης κλονουμένης ἁπάσης, τῶν σαλπίγγων ἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα μυρίων ταγμάτων ἐκχεομένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶμ (πολλὰ δὲ ταῦτά ἐστι καὶ ἄπειρα)· εἶτα τῶν Σεραφὶμ, αὐτοῦ ἐρχομένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαντώντων, τῶν ἀφικομένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς μέσον· εἶτα τῶν περὶ Παῦλον, καὶ πάντων ὅσοι εὐδοκίμησαν κατ' αὐτὸν, στεφανουμένων, ἀνακηρυττομένων, τιμωμένων παρὰ τοῦ Βασιλέως ἐπὶ πάσης τῆς στρα
τιᾶς τῆς οὐρανίου. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τοὺς μὲν τιμᾶσθαι, ἐκείνους δὲ ἀτιμάζεσθαι, πόσον ἐστίν; Ἀφόρητος ἡ γέεννα, ὁμολογῶ. καὶ σφόδρα ἀφόρητος· πλὴν ἀφορητοτέρα αὐτῆς, τῆς βασιλείας ἡ ἔκπτωσις. Εἰπὲ γάρ μοι· εἴ τις βασιλεὺς, ἢ υἱὸς βασιλέως ἀπελθὼν, καὶ πολέμους κατορθώσας μυρίους, καὶ θαυμασθεὶς, καὶ ἔχων στρατόπεδον ὁλόκληρον, ἐπιβαίνοι πόλεώς τινος μετὰ τοῦ ζεύγους, μετὰ τροπαίων, μετὰ μυρίων ταγμάτων πάντων χρυσοφορούντων, μετὰ τῶν δορυφόρων τῶν περὶ αὐτὸν ἁπάντων ἀσπίδας ἐχόντων χρυσᾶς, καὶ πᾶσα ἡ πόλις ἐστεφανωμένη εἴη, καὶ πάντες οἱ τῆς οἰκουμένης ἄρχοντες μετ' αὐτοῦ, ἕποιτο δὲ αὐτῷ καὶ πᾶσα ἡλικία, ὀπίσω ἀλλογενῶν ἐθνῶν δεσμωτῶν, ὑπάρχων, σατραπῶν, ὑπάτων, τυράννων, ἀρχόντων· εἶτα ἐπὶ ἁπάσης τῆς λαμπρότητος ἐκείνης, τοὺς ἀπαντῶντας τῶν πολιτῶν δέχοιτο καὶ καταφιλοίη, καὶ χεῖρα ὀρέγοι, καὶ πάσης μεταδιδοῖ παῤῥησίας, ἢ καὶ πάντων ἑστώτων διαλέγοιτο, ὡς πρὸς φίλους, καὶ λέγοι πᾶσαν τὴν ὁδὸν ἐκείνην δι' αὐτοὺς πεποιῆσθαι, καὶ τοὺς μὲν εἰς τὰ βασίλεια ἄγοι τὰ ἑαυτοῦ, τοὺς δὲ καταλιμπάνοι, πόσης κολάσεως τοῦτο οὐκ ἄξιον, εἰ καὶ μὴ κολάζονται; Εἰ δὲ ἐπ' ἀνθρώπου οὕτω πικρὸν τὸ τῆς δόξης ταύτης ἀποπεσεῖν, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ, ὅταν αἱ ἄνω δυνάμεις πᾶσαι παρῶσι μετὰ τοῦ Βασιλέως, ὅταν οἱ δαίμονες δεδεμένοι καὶ κάτω νεύοντες, καὶ ὁ διάβολος αὐτὸς δέσμιος ἄγηται, καὶ πᾶσα ἰσχὺς ἡ ἀντικειμένη, ὅταν αἱ δυνάμεις τῶν οὐρανῶν, ὅταν
αὐτὸς ἔρχηται ἐπὶ τῶν νεφελῶν. Πιστεύσατέ μοι, ὑπὸ τῆς ὀδύνης τῆς κατεχούσης μου τὴν ψυχὴν τῷ διηγήματι τούτῳ οὐδὲ ἐξανύσαι τὸν λόγον δύναμαι. Ἐννοήσωμεν πόσης ἀποστερούμεθα δόξης, ἐξὸν μὴ ἀποστερηθῆναι. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι κύριοι ὄντες τοῦ μὴ ταῦτα παθεῖν, πάσχομεν. Ὅταν γὰρ τοὺς μὲν δέχηται καὶ ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυμένους καὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγματισθέντας ἐπὶ τῆς οἰκουμένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι; Σπεύδωμεν οὖν ἕως ἐστὶ καιρὸς, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας τὴν φροντίδα ποιώμεθα. Πόσα τοιαῦτα ἔχομεν εἰπεῖν οἷα ὁ πλούσιος Εἴ τις ἡμᾶς νῦν συνεχώρει, ἐβουλευσάμεθα ἄν τι τῶν συμφερόντων· ἀλλ' οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦμεν, οὐχὶ ἀπ' ἐκείνου μόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν. Καὶ ἵνα μάθῃς, πόσοι ἐν πυρετῷ ἐγένοντο, καὶ εἶπον, Ἐὰν ἀνακτησώμεθα ἑαυτοὺς, οὐκέτι τοῖς αὐτοῖς περιπεσούμεθα! Πολλὰ τοιαῦτα ἐροῦμεν τότε, ἀλλὰ ἀκουσόμεθα ἅπερ ὁ πλούσιος, ὅτι χάσμα ἐστὶν, ὅτι ἀπελάβομεν τὰ ἀγαθὰ ἐνταῦθα. Στένωμεν οὖν, παρακαλῶ, πικρόν· μᾶλλον δὲ μὴ μόνον στένωμεν, ἀλλὰ καὶ μετέλθωμεν τὴν ἀρετήν. Πενθήσωμεν νῦν ἐπὶ σωτηρίᾳ, ἵνα μὴ τότε πενθήσωμεν εἰκῆ· κλαύσωμεν νῦν, καὶ μὴ τότε κλαύσομεν ἐπὶ κακίᾳ· οὗτος ὁ κλαυθμὸς ἀρετῆς, ἐκεῖνος ἀνωφελοῦς μετανοίας· θλίψωμεν ἑαυτοὺς νῦν, ἵνα μὴ τότε θλιβῶμεν. Οὐκ ἔστιν ἴσον ἐνταῦθα θλιβῆναι, κἀκεῖ. Ἐνταῦθα μὲν γὰρ πρὸς βραχὺν θλίβῃ χρόνον, μᾶλλον δὲ οὐδὲ αἴσθησιν λαμβάνεις τῆς θλίψεως, εἰδὼς ὅτι ἐπ' ἀγαθῷ θλίβῃ· ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι. Γένοιτο δὲ πάντας ἡμᾶς ἀπαλλαγέντας τυχεῖν τῆς ἀνέσεως. Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ· ἂν γὰρ σπουδάζωμεν, καὶ εὐχόμενοι ἀνύομεν· ἐὰν εὐχώμεθα ἐκτενῶς, δίδωσιν ὁ Θεός. Ἂν δὲ μήτε αἰτῶμεν αὐτὸν, μήτε ἐνεργῶμέν τι τοιοῦτον, μηδὲ ἐργαζώμεθα, πῶς ἔνι κατορθῶσαί ποτε καθεύδοντας; Οὐδαμῶς. Ἀγαπητὸν γὰρ τρέχοντας καὶ ἐπεκτεινομένους καὶ συμμορφουμένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπιτυχεῖν, μήτι γε δὴ καθεύδοντας. Εἴ πως καταντήσω, φησίν. Εἰ δὲ Παῦλος ἔλεγεν, Εἴ πως καταντήσω, τί ἡμεῖς ἐροῦμεν; Καθεύδοντας γὰρ οὐδὲ κοσμικὰ πράγματα ἔστιν ἀνύσαι ποτὲ, μήτι γε πνευματικά· καθεύδοντας οὐδὲ παρὰ τῶν φίλων ἔστι τι λαβεῖν ποτε, μήτι γε παρὰ Θεοῦ· καθεύδοντας οὐδὲ πατέρες τιμῶσι, μήτι γε ὁ Θεός. Μικρὸν πονήσωμεν, ἵνα διαπαντὸς ἀναπαυσώμεθα. Πάντως θλιβῆναι δεῖ· κἂν μὴ θλιβῶμεν ἐνταῦθα, ἐκεῖ τοῦτο μένει. ∆ιὰ τί μὴ αἱρούμεθα ἐνταῦθα θλιβῆναι, ἵνα ἐκεῖ ἀναπαυσώμεθα; Γένοιτο δὲ πάντας ἡμᾶς ἀξίως πολιτευσαμένους Χριστοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συμμορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου