ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ

Δευτέρα 24 Οκτωβρίου 2016

Γʹ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ




Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Γʹ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην  τὴν  εἰς πάντας  τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν  ὑπὲρ ὑμῶν,  μνείαν ὑμῶν  ποιούμενος  ἐπὶ  τῶν  προσευχῶν  μου,  ἵνα  Θεὸς τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ὁ  Πατὴρ  τῆς  δόξης,  δῴη  ὑμῖν  πνεῦμα  σοφίας  καὶ  ἀποκαλύψεως   ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν  ἐν  τῷ  Χριστῷ, ἐγείρας  αὐτὸν  ἐκ  νεκρῶν.

 αʹ. Οὐδὲν  ἦν  ἴσον  τῶν σπλάγχνων  τῶν ἀποστολικῶν, οὐδὲν ὅμοιον τῆς συμπαθείας καὶ τῆς φιλοστοργίας ἐγένετο τῆς τοῦ μακαρίου Παύλου, ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων. Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Ἐννοήσατε ὅσους εἶχεν ἐν τῇ  διανοίᾳ,  ὧν  καὶ  μνησθῆναι  ἔργον  ἦν·  ὅσων  ἐμέμνητο  ἐν  ταῖς  εὐχαῖς,  ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ μέγιστα εὐεργετούμενος. ∆ιὰ τοῦτο, φησί· τουτέστι,  διὰ  τὸ  μέλλον,  καὶ  τὰ  ἀποκείμενα  ἀγαθὰ  τοῖς  ὀρθῶς  πιστεύουσι  καὶ βιοῦσιν.



Ἄξιον μὲν οὖν εὐχαριστεῖν τῷ Θεῷ καὶ ὑπὲρ πάντων τῶν ὑπηργμένων παρ' αὐτοῦ τῷ τῶν ἀνθρώπων γένει, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα· ἄξιον δὲ εὐχαριστεῖν αὐτῷ καὶ ὑπὲρ τῆς πίστεως τῶν πιστευόντων.  Ἀκούσας, φησὶ, τὴν πίστιν τὴν καθ' ὑμᾶς  διὰ  τοῦ  Χριστοῦ, καὶ  τὴν  ἀγάπην  τὴν  εἰς  πάντας  τοὺς  ἁγίους.  Πανταχοῦ συνάπτει καὶ συγκολλᾷ τὴν πίστιν καὶ τὴν ἀγάπην, θαυμαστήν τινα ξυνωρίδα. Οὐ  τοὺς ἐπιχωρίους φησὶ μόνον, ἀλλὰ καὶ πάντας. Οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Τί δέῃ, καὶ τί παρακαλεῖς; Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως. ∆ύο ἀξιοῖ αὐτοὺς μαθεῖν, ὡς χρὴ μαθεῖν, ἐπὶ τίσιν ἐκλήθησαν, καὶ πῶς ἀπηλλάγησαν τῶν προτέρων. Φησὶ δὲ αὐτὸς αὐτὰ τρία εἶναι. Πῶς οὖν ἐστι τρία; Περὶ τῶν  μελλόντων  ἂν  μάθωμεν.  Ἀπὸ μὲν  γὰρ τῶν  ἀποκειμένων  ἀγαθῶν  τὸν ἄῤῥητον καὶ ὑπερφυῆ πλοῦτον αὐτοῦ εἰσόμεθα· ἀπὸ δὲ τοῦ μαθεῖν τίνες ὄντες πῶς ἐπιστεύσαμεν, τὴν δύναμιν  αὐτοῦ καὶ τὴν αὐθεντίαν  τῷ τοὺς ἐπὶ τοσούτῳ χρόνῳ ἀλλοτριωθέντας  ἐπιστρέψαι. Τὸ γὰρ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Ἀπὸ γὰρ τῆς αὐτῆς δυνάμεως, ἀφ' ἧς τὸν Χριστὸν ἤγειρε, καὶ ἡμᾶς εἵλκυσε πρὸς ἑαυτόν.  Καὶ οὐ  μέχρι  τῆς  ἀναστάσεως  ἡ  δύναμις,  ἀλλὰ  καὶ  πολλῷ  πλέον.  Καὶ ἐκάθισεν ἐν  δεξιᾷ αὐτοῦ, ὑπεράνω  πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως  καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Μεγάλων ὄντως μυστηρίων καὶ  ἀποῤῥήτων  ἡμᾶς  ἐποίησε  κοινωνούς.  Καὶ ταῦτα  ἄλλως  οὐκ  ἔνι  μαθεῖν,  ἢ Πνεύματος  μετέχοντας  ἁγίου,  καὶ  πολλῆς  ἀπολαύοντας  χάριτος.  ∆ιὰ  τοῦτο  καὶ Παῦλος οὕτως εὔχεται· Ὁ Πατὴρ τῆς δόξης, φησί· τουτέστιν, ὁ μεγάλα ἡμῖν δεδωκὼς ἀγαθά. Ἀπὸ γὰρ τῶν  ὑποκειμένων  ἀεὶ αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ·
«Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως·» καὶ πάλιν ὁ προφήτης, Κύριος ἰσχύς μου, καὶ βοήθειά μου. Ὁ Πατὴρ τῆς δόξης. Οὐκ ἔχει ἐπ' ὀνόματος αὐτὰ παραστῆσαι, καὶ πανταχοῦ δόξαν καλεῖ, ὅπερ πάσης ἐστὶ λαμπρότητος παρ' ἡμῖν ὄνομα καὶ προσηγορία. Ἰδοὺ τῆς δόξης, φησὶ, Πατὴρ, τοῦ δὲ Χριστοῦ Θεός. Τί οὖν; ἐλάττων τῆς δόξης ὁ Υἱός; Ἀλλ' οὐδεὶς, οὐδ' ἂν μαινόμενος, εἴποι τοῦτο. ∆ῴη ὑμῖν, τουτέστιν, ἐπᾶραι τὴν  διάνοιαν  ὑμῶν  καὶ ἀναπτερῶσαι. Οὐ γὰρ ἔστιν ἄλλως  ταῦτα μαθεῖν. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν. Ἄρα πνευματικῆς δεῖ σοφίας, ἵνα τὰ πνευματικὰ νοήσωμεν, ἵνα τὰ κρυπτόμενα ἴδωμεν· αὐτὸ τὰ πάντα ἀποκαλύπτει, μυστήρια μέλλει διηγεῖσθαι Θεοῦ. Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν  τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν· οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐκ ἄλλη τις κτιστὴ δύναμις δῴη, τουτέστι, χάρισμα ὑμῖν παράσχοι. Εἰ δὲ ἀποκαλύψεως τοῦτό ἐστι, περιττὴ λοιπὸν τῶν λογισμῶν ἡ εὕρεσις. Ὁ γὰρ τὸν Θεὸν μαθὼν, καὶ τὸν Θεὸν γνοὺς, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσει· οὐκ ἐρεῖ· Τόδε ἀδύνατον,  καὶ  τόδε  δυνατόν·  καὶ,  Πῶς τόδε  ἐγένετο;  Ἂν  τὸν  Θεὸν μάθωμεν, ὡς εἰδέναι χρὴ, ἂν τὸν Θεὸν μάθωμεν παρ' οὗ μαθεῖν δεῖ, παρ' αὐτοῦ τοῦ Πνεύματος, οὐκέτι περὶ οὐδενὸς ἀμφισβητήσομεν. ∆ιὰ τοῦτό φησιν· Ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ὁ μαθὼν τί ἐστι Θεὸς, οὐχ ὑπὲρ  τῶν  ἐπαγγελιῶν   ἀμφισβητήσει,  οὐχ  ὑπὲρ  τῶν  ἤδη  γενομένων   ἀπιστήσει. Εὔχεται μὲν οὖν δοθῆναι αὐτοῖς πνεῦμα σοφίας καὶ ἀποκαλύψεως· πλὴν καὶ αὐτὸς ἀπὸ λογισμῶν, ὅσα δύναται, κατασκευάζει, καὶ ἀπὸ τῶν ἤδη ὑπαρξάντων.  Ἐπειδὴ γὰρ τὰ μὲν ἤδη γενόμενα ἔμελλε λέγειν, τὰ δὲ οὔπω συμβάντα, ἀπὸ τῶν γενομένων τὰ μὴ γενόμενα πιστοῦται. Οἷόν τι λέγω· Εἰς τὸ εἰδέναι ὑμᾶς, φησὶ, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ. Ἔτι ἄδηλός ἐστι, φησὶν, ἀλλ' οὐ τοῖς πιστοῖς. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ τῆς κληρονομίας ἐν τοῖς ἁγίοις. Ἔτι καὶ τοῦτο ἄδηλον. Τί δὲ δῆλον; Ὅτι ἐπιστεύσαμεν, ἀπὸ τῆς δυνάμεως  τῆς αὐτοῦ ὅτι ἤγειρε τὸν Χριστόν· τοῦ γὰρ ἀναστῆσαι νεκρὸν  πολλῷ  θαυμασιώτερον  τὸ πεῖσαι ψυχάς.  Καὶ πῶς; Ἐγὼ τοῦτο πειράσομαι ποιῆσαι φανερόν·  ἄκουε γάρ· Εἶπεν ὁ Χριστὸς τῷ  τεθνεῶτι,  Λάζαρε, δεῦρο  ἔξω,  καὶ  εὐθέως  ὑπήκουσεν·  εἶπεν  ὁ  Πέτρος Ταβιθᾷ, Ἀνάστηθι,  καὶ  οὐκ ἀντεῖπεν.  Ἐρεῖ αὐτὸς ἐν τῇ τελευταίᾳ  ἡμέρᾳ, καὶ πάντες  ἀναστήσονται, καὶ μετὰ τοσούτου τάχους, ὡς τοὺς ἔτι ζῶντας μὴ φθάσαι τοὺς κοιμηθέντας, ὡς ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ πάντα γενέσθαι καὶ συνδραμεῖν.

βʹ. Ἐπὶ δὲ τοῦ πιστεῦσαι, οὐχ οὕτως· ἀλλὰ πῶς; Ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε! Ὁρᾷς ὅτι τοῦτο δυσκολώτερον; Ὥστε ἀπὸ τούτου τὸ πᾶν     κατασκευάζει.    Πολλῷ γάρ ἐστι λογισμοῖς    ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι. Τὸ δὲ αἴτιον, ἐπειδὴ αὐτὸς οὕτω βούλεται ἑκόντας ἡμᾶς γενέσθαι ἀγαθούς. Οὕτως εἰκότως εἶπε· Τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας. Ὅτε γὰρ προφῆται οὐδὲν ἤνυσαν, ὅτε ἄγγελοι καὶ ἀρχάγγελοι, ὅτε πᾶσα κτίσις ἡ ὁρατὴ, καὶ ἀόρατος, ὁρατὴ μὲν εἰς μέσον προκειμένη,  καὶ  μὴ ἰσχύουσα χειραγωγῆσαι,  ἀόρατος δὲ πολλὴ,  ᾠκονόμησε  τὴν αὐτοῦ  παρουσίαν τότε, δεικνὺς  ὅτι  θείας  ἔχρῃζε τὸ πρᾶγμα δυνάμεως.  Πλοῦτον δόξης. Τουτέστι, ἄφατον  δόξαν. Ποῖος γὰρ λόγος τὴν  δόξαν ἐκείνην  παραστῆσαι δυνήσεται, ἧς οἱ ἅγιοι τότε μεθέξουσιν; Οὐδείς· ἀλλὰ χάριτος ὄντως δεῖ πρὸς τὸ τὴν διάνοιαν μαθεῖν καὶ ὅλως ἀκτῖνα μικρὰν γοῦν τινα δέξασθαι. Τινὰ μὲν γὰρ ᾔδεσαν καὶ πρότερον, ἐβούλετο δὲ νῦν πλέον αὐτοὺς μαθεῖν καὶ σαφέστερον γνῶναι. Ὁρᾷς ὅσα εἰργάσατο; Ἤγειρε τὸν Χριστόν· μικρὸν τοῦτο; Ἀλλ' ὅρα καὶ πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ· ἄρα τίς λόγος τοῦτο παραστῆσαι δυνήσεται; Τὸν ἀπὸ τῆς γῆς, τὸν τῶν ἰχθύων ἀφωνότερον, τὸν παίγνιον τῶν δαιμόνων γενόμενον, εἰς ὕψος εὐθέως ἀνήγαγεν. Ὄντως ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ. Καὶ θέα ποῦ ἀνήγαγεν· Ἐν τοῖς  ἐπουρανίοις  πάσης κτιστῆς φύσεως  ἀνώτερον  ἐποίησεν, ὑπεράνω  πάσης ἀρχῆς  καὶ  ἐξουσίας.  Ὑπεράνω  πάσης  ἀρχῆς,  φησίν.  Ὄντως  πνεύματος  χρεία, διανοίας σοφῆς ἐν τῇ ἐπιγνώσει αὐτοῦ· ὄντως ἀποκαλύψεως χρεία. Ἐννόησον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον· ἀπὸ ταύτης τῆς εὐτελείας εἰς ἐκείνην αὐτὸν ἀνήγαγε τὴν τιμήν· οὐχ ἕνα βαθμὸν ὑπερέβη καὶ δεύτερον καὶ τρίτον. Βαβαί! οὐχ ἁπλῶς εἶπεν, Ἄνω, ἀλλ', Ὑπεράνω. Τῶν γὰρ ἄνω δυνάμεων ἀνώτερός ἐστιν ὁ Θεός. Ὥστε ἐκεῖ αὐτὸν  ἀνήγαγε,  τὸν  ἐξ ἡμῶν,  ἀπὸ τῆς  ἐσχάτης νύσσης εἰς τὴν ἐσχάτην ἤγαγεν ἀρχὴν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα τιμή. Πάσης ἀρχῆς, φησίν· οὐ τῆς μὲν, τῆς δὲ οὒ, ἀλλὰ, Πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς  ὀνόματος  ὀνομαζομένου,  εἴ  τί  ἐστιν  ἐν  τῷ  οὐρανῷ,  πάντων  ἀνώτερος γέγονε. Τοῦτο περὶ τοῦ ἐκ νεκρῶν ἐγερθέντος· ὅπερ ἄξιον θαυμάσαι. Περὶ γὰρ τοῦ Θεοῦ Λόγου οὐδαμῶς. Ὅπερ γάρ εἰσι κώνωπες πρὸς ἀνθρώπους, τοῦτο πᾶσα ἡ κτίσις πρὸς τὸν Θεόν. Καὶ τί λέγω, κώνωπες; εἰ πάντες ἄνθρωποι ὡς σίελος λογισθήσονται, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, θὲς τὰς ἀοράτους δυνάμεις ὡς κώνωπας. Οὐ τοίνυν περὶ τοῦ Θεοῦ Λόγου οὕτως εἶπεν, ἀλλὰ περὶ τοῦ ἐξ ἡμῶν· τοῦτο μέγα ὄντως καὶ θαυμαστόν. Ἀπὸ γὰρ τῶν κατωτάτων  τῆς γῆς αὐτὸν ἀνήγαγεν. Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν,  εἷς  ἄνθρωπος  πόσον  ἄρα  μέρος  τῆς  σταγόνος;  Ἀλλὰ  τοῦτον  πάντων ἀνώτερον  ἐποίησεν, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.  Ἄρα ἐστὶ δυνάμεών τινων ὀνόματα ἡμῖν ἄσημα, καὶ οὐ γνωριζόμενα. Καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐχ ἁπλῶς ἀνώτερον ἐποίησεν, ὡς προτιμᾶσθαι αὐτῶν, οὐδὲ κατὰ σύγκρισιν, ἀλλ' ὡς δούλων προκαθῆσθαι. Βαβαὶ, φρικτὰ ὄντως τὰ πράγματα! ἀνθρώπου  γέγονε  δούλη πᾶσα ἡ κτιστὴ δύναμις  διὰ τὸν  ἐνοικοῦντα  Θεὸν Λόγον. Ἔστι γάρ τινα ἐπάνω εἶναι οὐκ ἔχοντα ὑπακούοντας, ἀλλὰ προτιμώμενον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ οὐχ ἁπλῶς ὑπέταξεν, ἀλλὰ τὴν ἐσχάτην ὑποταγὴν, καὶ μεθ' ἣν ἑτέρα οὐκ ἔστι. ∆ιὰ τοῦτο εἶπεν· Ὑπὸ τοὺς πόδας. Καὶ αὐτὸν ἔδωκε κεφαλὴν  ὑπὲρ πάντα τῇ Ἐκκλησίᾳ. Βαβαὶ, ποῦ πάλιν  καὶ τὴν  Ἐκκλησίαν ἀνήγαγεν! Ὥσπερ διά τινος  ἕλκων  μηχανῆς,  εἰς ὕψος αὐτὴν  ἀνήγαγε  μέγα, καὶ αὐτὴν  ἐκάθισεν  εἰς  ἐκεῖνον  τὸν  θρόνον.  Ἔνθα γὰρ ἡ κεφαλὴ, ἐκεῖ καὶ τὸ σῶμα· οὐδενὶ γὰρ μέσῳ διείργεται ἡ κεφαλὴ, καὶ τὸ σῶμα· εἰ γὰρ διείργετο, οὐκ ἂν εἴη σῶμα, οὐκ ἂν εἴη κεφαλή. Ὑπὲρ πάντα, φησί. Τί ἐστιν, Ὑπὲρ πάντα; Ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ τὰ νοούμενα Χριστόν· ἢ ὑπὲρ πάντα τὰ  ἀγαθὰ  τοῦτο  πεποίηκε,  τὸ  τὸν  Υἱὸν  δοῦναι  κεφαλήν.   Οὐκ  ἄγγελον,   οὐκ ἀρχάγγελον, οὐκ ἄλλον οὐδένα ἀφῆκεν ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον ἡμᾶς ἐτίμησε, τὸ ἐξ ἡμῶν ἀναγαγὼν, ἀλλ' ὅτι καὶ τὸ κοινὸν γένος ἅπαν ἐκείνῳ ἕπεσθαι παρεσκεύασεν, ἐκείνου ἔχεσθαι, ἐκείνῳ ἀκολουθεῖν. Ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας κεφαλὴν, τὴν ἀρχὴν μόνον νομίσῃς, ἀλλὰ καὶ τὴν βεβαιότητα, μηδ' ὡς ἄρχοντα  μόνον, ἀλλ' ὡς σώματος ἴδῃς κεφαλὴν,  Τὸ πλήρωμα, φησὶν, τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Ὡς οὐκ ἀρκοῦντος τούτου δεῖξαι τὴν συγγένειαν καὶ τὴν  ἐγγύτητα,  τί φησι; Τὸ πλήρωμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία. Καὶ γὰρ πλήρωμα κεφαλῆς σῶμα, καὶ πλήρωμα σώματος κεφαλή. Ὅρα πόσῃ τάξει κέχρηται Παῦλος, πῶς οὐδενὸς φείδεται  ῥήματος, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν δόξαν. Πλήρωμα, φησί· τουτέστιν, οἷον κεφαλὴ πληροῦται παρὰ τοῦ σώματος· διὰ γὰρ πάντων μερῶν τὸ  σῶμα  συνέστηκε,  καὶ  ἑνὸς  ἑκάστου  χρῄζει.  Ὅρα πῶς  αὐτὸν  κοινῇ  πάντων χρῄζοντα εἰσάγει. Ἂν γὰρ μὴ ὦμεν πολλοὶ, καὶ ὁ μὲν χεὶρ, ὁ δὲ ποῦς, ὁ δὲ ἄλλο τι μέρος, οὐ πληροῦται ὅλον τὸ σῶμα. ∆ιὰ πάντων οὖν πληροῦται τὸ σῶμα αὐτοῦ. Τότε πληροῦται   ἡ  κεφαλὴ,   τότε   τέλειον   σῶμα  γίνεται,   ὅταν   ὁμοῦ  πάντες   ὦμεν συνημμένοι  καὶ  συγκεκολλημένοι.


 γʹ. Εἶδες πλοῦτον  δόξης  κληρονομίας;  εἶδες ὑπερβάλλον μέγεθος δυνάμεως εἰς τοὺς πιστεύοντας; εἶδες ἐλπίδα κλήσεως; Αἰδεσθῶμεν ἡμῶν τὴν κεφαλὴν, ἐννοήσωμεν τίνος ἐσμὲν σῶμα κεφαλῆς, ᾗ πάντα ὑποτέτακται. Καὶ τῶν ἀγγέλων  κατὰ τοῦτο τὸ ὑπόδειγμα βελτίους ἡμᾶς εἶναι χρὴ, καὶ τῶν  ἀρχαγγέλων  μείζους, ὡς πάντων  αὐτῶν  προτετιμημένους.  Οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεὸς, καθὼς γράφων  Ἑβραίοις φησὶν, ἀλλὰ σπέρματος Ἀβραάμ· οὐκ ἀρχῆς οὐδὲ ἐξουσίας οὐδὲ κυριότητος  οὐδὲ ἄλλης  οὐδεμιᾶς δυνάμεως· ἀλλὰ  τὴν ἡμετέραν φύσιν ἀνέλαβε, καὶ ἐκάθισεν ἄνω. Καὶ τί λέγω, ἐκάθισεν; ἱμάτιον αὐτοῦ ἐποίησεν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ὑπὸ τοὺς πόδας αὐτοῦ πάντα ὑπέταξε. Πόσους βούλει θεῖναι θανάτους; πόσας ψυχάς; μυρίους καὶ πολλαπλασίους; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς. ∆ύο γὰρ τὰ μέγιστα πεποίηκεν,  αὐτός τε εἰς ἔσχατον ταπεινότητος  ἦλθε, καὶ τὸν ἄνθρωπον   εἰς  μέγα  ὑψηλότητος   ἀνήγαγε.   Εἶπεν  ἐκεῖνο   πρῶτον,   ὅτι  ἑαυτὸν ἐταπείνωσε τοσοῦτον· λέγει τὸ τούτου ὑψηλότερον νῦν, τὸ μέγα  ὄντως καὶ τὸ κεφάλαιον.  Καίτοι εἰ καὶ μηδενὸς ἠξιώθημεν,  ἤρκει· ἢ καὶ τούτου εἰ ἠξιώθημεν, χωρὶς τοῦ σφάξαι ἤρκει· ὅταν δὲ τὰ δύο ᾖ, τίνα οὐκ ἂν ὑπερβολὴν λόγου νικήσειε καὶ ὑπερβαίη; Οὐ μέγα ἡ ἀνάστασις, ὅταν ταῦτα λογίσωμαι. Περὶ τούτου φησίν· Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ Θεοῦ Λόγου. Αἰδεσθῶμεν τὴν ἐγγύτητα τῆς συγγενείας, φοβηθῶμεν  μή τις ἀποκοπῇ τοῦ σώματος τούτου, μή τις ἐκπέσῃ, μή τις ἀνάξιος φανῇ. Εἰ διάδημά τις ἡμῶν περιέθηκε τῇ κεφαλῇ, στέφανον χρυσοῦν, ἆρα οὐκ ἂν πάντα ἐπράξαμεν, ὥστε τῶν ἀψύχων λίθων ὀφθῆναι ἄξιοι; Νῦν δὲ οὐ διάδημα ἡμῶν περίκειται τῇ κεφαλῇ, ἀλλὰ κεφαλὴ ἡμῶν γέγονεν ὁ Χριστὸς, ὅπερ ἐστὶ μεῖζον, καὶ οὐδένα λόγον ποιούμεθα. Ἀλλ' ἄγγελοι μὲν αὐτὴν αἰδοῦνται καὶ ἀρχάγγελοι καὶ πᾶσαι ἐκεῖναι αἱ δυνάμεις· ἡμεῖς δὲ, οἱ σῶμα αὐτοῦ ὄντες, οὔτε διὰ τοῦτο, οὔτε δι' ἐκεῖνο αἰδεσθησόμεθα; καὶ τίς ἡμῖν ἔσται σωτηρίας ἐλπίς; Ἐννόει τὸν θρόνον τὸν βασιλικὸν, ἐννόει τῆς τιμῆς τὴν ὑπερβολήν· τοῦτο καὶ γεέννης, εἴ γε βουλοίμεθα, μᾶλλον ἡμᾶς φοβῆσαι δυνήσεται. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τιμηθέντας τοσαύτην τιμὴν, ἀναξίους εὑρεθῆναι καὶ κακοὺς, τίνα οὐκ ἂν ἔχοι κόλασιν, τίνα τιμωρίαν; Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται· τοῦτο μόνον καὶ ἀπόχρη πρὸς πᾶν ὁτιοῦν· τίνος ἐν δεξιᾷ ἵδρυται. Ἀλλ' αὕτη μὲν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως· τὸ δὲ ταύτης σῶμα καὶ ὑπὸ δαιμόνων  πατεῖται; Ἀλλὰ μὴ γένοιτο· εἰ γὰρ γένοιτο, οὐκ ἂν εἴη τὸ τοιοῦτον σῶμα λοιπόν. Τὴν κεφαλήν σου καὶ οἱ εὐδοκιμοῦντες τῶν δούλων πεφρίκασι, καὶ τὸ σῶμα τοῖς προσκεκρουκόσιν ὑποβάλλεις; καὶ πόσης οὐκ ἔσῃ κολάσεως ἄξιος; Εἴ τις τοὺς πόδας τοῦ βασιλέως κλοιοῖς περιβάλοι καὶ πέδαις, ἆρα οὐχὶ τῆς ἐσχάτης δίκης ὑπεύθυνος ἔσται; Σὺ ὅλον τὸ σῶμα θηρίοις παραβάλλεις χαλεποῖς, καὶ οὐ φρίττεις; Ἀλλ' ἐπειδὴ περὶ σώματος Κυριακοῦ ὁ λόγος, φέρε, καὶ περὶ ἐκείνου μνημονεύσωμεν, τοῦ σταυρωθέντος, τοῦ προσηλωθέντος, τοῦ θυομένου. Εἰ σῶμα εἶ τοῦ Χριστοῦ, φέρε τὸν σταυρόν· καὶ γὰρ ἐκεῖνος ἤνεγκε· φέρε ἐμπτύσματα, φέρε ῥαπίσματα, φέρε ἥλους. Τοιοῦτον ἐκεῖνο τὸ σῶμα ἦν. Τὸ σῶμα ἐκεῖνο ἀναμάρτητον ἦν· Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ δόλος  ἐν  τῷ  στόματι  αὐτοῦ  εὑρέθη·  αἱ  χεῖρες  αὐτοῦ  πρὸς  εὐεργεσίαν  ἅπαντα ἔπραττον τῶν δεομένων· οὐδὲν τὸ στόμα ἐξέβαλε τῶν οὐ προσηκόντων· ∆αιμόνιον ἔχεις,  ἤκουσε, καὶ  οὐδὲν  ἀντεῖπεν.  Ἐπεὶ  δὲ  περὶ  σώματος  ἡμῖν  ὁ  λόγος,  ὅσοι μετέχομεν  τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε  ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος  οὐδὲ διεστῶτος μετέχομεν  πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ  ἄνω  καθημένου,  τοῦ  προσκυνουμένου  παρὰ  ἀγγέλων,   τοῦ  τῆς  ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα. Οἴμοι, πόσαι πρὸς σωτηρίαν ἡμῖν ὁδοί! Σῶμα ἡμᾶς  ἑαυτοῦ  ἐποίησε, σῶμα ἡμῖν  τὸ  ἑαυτοῦ  μετέδωκε,  καὶ  οὐδὲν  τούτων  ἡμᾶς ἀποτρέπει  τῶν   κακῶν.  Ὢ  τοῦ  σκότους,  καὶ  τοῦ  βυθοῦ  τοῦ  πολλοῦ!  ὢ  τῆς ἀναλγησίας! Τὰ ἄνω, φησὶ, φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν  ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· καὶ μετὰ ταῦτα χρημάτων  φροντίζουσί  τινες,  ἕτεροι ὑπὸ τῶν  παθῶν ἁλίσκονται.

δʹ. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ, ὅσα μὲν ἂν ᾖ περιττὰ καὶ ἄχρηστα, ἀποτέμνεται, περικόπτεται; καὶ οὐδὲν κέρδος, ὅτι γέγονε τοῦ σώματος, ὅταν  πεπηρωμένον  ᾖ,  ὅταν  νενεκρωμένον,   ὅταν  σεσηπὸς, ὅταν  καὶ  τῷ  λοιπῷ λυμαίνηται; Μὴ τοίνυν θαῤῥῶμεν, ὅτι γεγόναμεν ἅπαξ τοῦ σώματος. Εἰ δὲ τὸ σῶμα τοῦτο φυσικὸν ὂν, ὅμως ἀποτέμνεται, τὰ τῆς προαιρέσεως ἂν μὴ μένῃ, τί οὐ πείσεται δεινόν; Ὅταν μὴ μετέχῃ τῆς τροφῆς ταύτης τὸ σῶμα, ὅταν οἱ πόροι ἐμφραγῶσι, τότε νεκροῦται· ὅταν οἱ ὀχετοὶ, τότε πηροῦται. Οὕτω καὶ ἡμεῖς ὅταν ἀποφράξωμεν τὰς ἀκοὰς, πηροῦται ἡμῶν ἡ ψυχή· ὅταν μὴ μετέχωμεν  τῆς πνευματικῆς τροφῆς, ὅταν πονηρίαι τινὲς  ἀντὶ χυμῶν  διεφθαρμένων  ἡμᾶς λυμαίνωνται,  πάντα ταῦτα τίκτει τὴν νόσον χαλεπὴν, νόσον τηκεδόνα ἐργαζομένην· καὶ δεήσεται τοῦ πυρὸς ἐκείνου λοιπὸν,  δεήσεται  τοῦ  διχοτομηθῆναι  Οὐ γὰρ  ἀνέχεται  μετὰ  τοιούτου  σώματος εἰσελθεῖν εἰς τὸν νυμφῶνα  ὁ Χριστός. Εἰ τὸν ἱμάτια ῥυπαρὰ ἐνδεδυμένον  ἀπήγαγε καὶ ἐξέβαλε, τὸν τῷ σώματι ῥύπον προστιθέντα τί οὐκ ἐργάσεται; τί οὐ διαθήσει; Πολλοὺς  ὁρῶ  τοὺς  σώματος  τοῦ  Χριστοῦ μετέχοντας  ἁπλῶς  καὶ  ὡς  ἔτυχε,  καὶ συνηθείᾳ μᾶλλον καὶ νόμῳ, ἢ λογισμῷ καὶ διανοίᾳ. Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει  τῶν  μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων  ἡμέρα.  Καίτοι καιρὸς  οὐ  τοῦτο  προσόδου· οὐ  γὰρ  Ἐπιφάνια,  οὐδὲ Τεσσαρακοστὴ ποιεῖ ἀξίους τοῦ προσιέναι, ἀλλὰ ψυχῆς εἰλικρίνεια  καὶ καθαρότης. Μετὰ ταύτης ἀεὶ πρόσιθι, χωρὶς ταύτης μηδέποτε. Ὁσάκις γὰρ, φησὶ, τοῦτο ποιεῖτε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε· τουτέστιν, Ὑπόμνησιν ποιεῖτε τῆς σωτηρίας τῆς ὑπὲρ ὑμῶν, τῆς εὐεργεσίας τῆς ἐμῆς. Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ. Τί γὰρ οὐκ ἔπραττον; τί δὲ οὐκ ἐποίουν; Πάντοτε ἐκαθαίροντο· σὺ δὲ θυσίᾳ προσιὼν ἣν καὶ ἄγγελοι φρίττουσι, καιρῶν περιόδοις τὸ πρᾶγμα  ὁρίζεις; καὶ  πῶς  παραστήσῃ τῷ  βήματι  τοῦ  Χριστοῦ, μιαραῖς  χερσὶ καὶ χείλεσι   κατατολμῶν   αὐτοῦ   τοῦ   σώματος;  Καὶ  βασιλέα   μὲν   οὐκ   ἂν   ἕλοιο καταφιλῆσαι,  ὀδωδότος  σου τοῦ  στόματος· τὸν  δὲ  Βασιλέα τοῦ  οὐρανοῦ  ψυχῇ καταφιλεῖς ὀδωδυίᾳ; Ὕβρις τὸ πρᾶγμά ἐστιν. Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν; Οὐκ ἔγωγε οἶμαι· ἀλλ' ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς  χερσίν.  Εἶτα ἐν  τῷ  μικρῷ  οὕτως  ὢν  εὐλαβὴς,  ψυχὴν  ἔχων  ῥυπαρὰν προσέρχῃ, καὶ ἅπτεσθαι τολμᾷς; Καίτοι ὑπὸ μὲν τῶν χειρῶν πρὸς καιρὸν κατέχεται, εἰς δὲ ἐκείνην ὁλόκληρος ἀναλύεται. Τί δέ; οὐχ ὁρᾷς τὰ σκεύη οὕτω περικλυζόμενα; οὕτως ἀπολάμποντα; Τούτων καθαρωτέρας ἡμῖν εἶναι δεῖ τὰς ψυχὰς, τούτων ἁγιωτέρας καὶ λαμπροτέρας. Τί δήποτε; Ὅτι ἐκεῖνα δι' ἡμᾶς τοιαῦτα γίνεται. Ἐκεῖνα οὐ μετέχει τοῦ ἐνόντος, οὐκ αἰσθάνεται· ἡμεῖς δὲ, ναί. Νῦν δὲ ῥυπαρῷ μὲν οὐκ ἂν ἕλοιο  χρήσασθαι  σκεύει,  ῥυπαρᾷ  δὲ  ψυχῇ   προσέρχῃ;  Πολλὴν  ὁρῶ  τοῦ πράγματος τὴν ἀνωμαλίαν. Ἐν μὲν τοῖς ἄλλοις καιροῖς οὐδὲ καθαροὶ πολλάκις ὄντες προσέρχεσθε, ἐν  δὲ  τῷ  Πάσχα, κἂν  ᾖ  τι  τετολμημένον   ὑμῖν,  πρόσιτε.  Ὢ  τῆς συνηθείας! ὢ τῆς προλήψεως! εἰκῆ θυσία καθημερινὴ, εἰκῆ παρεστήκαμεν τῷ θυσιαστηρίῳ, οὐδεὶς ὁ μετέχων.  Ταῦτα οὐχ ἵνα  ἁπλῶς  μετέχητε,  λέγω,  ἀλλ' ἵνα ἀξίους ἑαυτοὺς  κατασκευάζητε. Οὐκ εἶ τῆς  θυσίας ἄξιος, οὐδὲ τῆς  μεταλήψεως; Οὐκοῦν οὐδὲ  τῆς  εὐχῆς.  Ἀκούεις ἑστῶτος  τοῦ  κήρυκος, καὶ  λέγοντος·  Ὅσοι ἐν μετανοίᾳ,  ἀπέλθετε  πάντες.  Ὅσοι μὴ  μετέχουσιν,  ἐν  μετανοίᾳ  εἰσίν.  Εἰ τῶν  ἐν μετανοίᾳ εἶ, μετασχεῖν οὐκ ὀφείλεις· ὁ γὰρ μὴ μετέχων, τῶν ἐν μετανοίᾳ ἐστί. Τίνος οὖν ἕνεκεν λέγει, Ἀπέλθετε, οἱ μὴ δυνάμενοι δεηθῆναι, σὺ δὲ ἕστηκας ἰταμῶς; Ἀλλ' οὐκ εἶ τούτων, ἀλλὰ τῶν δυναμένων  μετέχειν, καὶ οὐδὲν φροντίζεις; οὐδὲν ἡγῇ τὸ πρᾶγμα;

 εʹ. Σκόπει, παρακαλῶ· Τράπεζα πάρεστι βασιλικὴ, ἄγγελοι διακονούμενοι τῇ τραπέζῃ, αὐτὸς πάρεστιν ὁ Βασιλεὺς, καὶ σὺ ἕστηκας χασμώμενος; ῥυπαρά σοι τὰ ἱμάτια, καὶ οὐδείς σοι λόγος; Ἀλλὰ καθαρά ἐστιν; Οὐκοῦν ἀνάπεσον, καὶ μέτεχε. Ἔρχεται καθ' ἑκάστην ἰδεῖν  τοὺς ἀνακειμένους,  πᾶσι διαλέγεται·  καὶ νῦν  ἐν τῷ συνειδότι ἐρεῖ· Ἑταῖροι, πῶς ἑστήκατε ὧδε, μὴ ἔχοντες ἔνδυμα γάμου; Οὐκ εἶπε, ∆ιὰ τί ἀνέπεσες; ἀλλὰ πρὸ τῆς κατακλίσεως καὶ τῆς εἰσόδου ἀνάξιον αὐτὸν εἶναί φησιν· οὐ γὰρ εἶπε, ∆ιὰ τί κατεκλίθης; ἀλλὰ, Τί εἰσῆλθες; Ταῦτα καὶ νῦν πρὸς ἅπαντας ἡμᾶς διαλέγεται  τοὺς  ἀναισχύντως  καὶ  ἰταμῶς  ἑστῶτας.  Πᾶς γὰρ  ὁ μὴ μετέχων  τῶν μυστηρίων, ἀναίσχυντος καὶ ἰταμῶς ἑστηκώς. ∆ιὰ τοῦτο πρότεροι ἐκβάλλονται οἱ ἐν ἁμαρτήμασι. Καθάπερ γὰρ ἐπὶ τραπέζης παραγενομένου  τοῦ δεσπότου οὐ δεῖ τοὺς προσκεκρουκότας τῶν  οἰκετῶν  παρεῖναι,  ἀλλ'  ἐκποδὼν  γίνονται·  οὕτω  δὴ  καὶ ἐνταῦθα, ἐκφερομένης τῆς θυσίας, καὶ τοῦ Χριστοῦ τεθυμένου, καὶ τοῦ προβάτου τοῦ ∆εσποτικοῦ, ὅταν  ἀκούσῃς, ∆εηθῶμεν  πάντες  κοινῇ,  ὅταν  ἴδῃς  ἀνελκόμενα  τὰ ἀμφίθυρα,  τότε  νόμισον  διαστέλλεσθαι  τὸν  οὐρανὸν  ἄνωθεν,  καὶ  κατιέναι  τοὺς ἀγγέλους.  Ὥσπερ τοίνυν  τῶν  ἀμυήτων  οὐδένα  χρὴ  παρεῖναι,  οὕτως  οὐδὲ  τῶν μεμυημένων καὶ ῥυπαρῶν. Εἰπέ μοι, εἴ τις εἰς ἑστίασιν κληθεὶς, τὰς χεῖρας νίψαιτο καὶ  κατακλιθείη,  καὶ  ἕτοιμος  γένοιτο  πρὸς τὴν  τράπεζαν,  εἶτα  μὴ  μετέχοι,  οὐχ ὑβρίζει τὸν καλέσαντα; οὐ βέλτιον τὸν τοιοῦτον μηδὲ παραγενέσθαι; Οὕτω δὴ καὶ σὺ παραγέγονας· τὸν ὕμνον  ᾖσας, μετὰ πάντων  ὡμολόγησας εἶναι τῶν  ἀξίων τῷ μὴ μετὰ τῶν  ἀναξίων  ἀνακεχωρηκέναι·  πῶς ἔμεινας, καὶ οὐ μετέχεις  τῆς τραπέζης; Ἀνάξιός εἰμι, φησίν. Οὐκοῦν καὶ τῆς κοινωνίας  ἐκείνης τῆς ἐν ταῖς εὐχαῖς. Οὐ γὰρ διὰ  προκειμένων μόνον, ἀλλὰ καὶ διὰ τῶν ᾠδῶν ἐκείνων τὸ Πνεῦμα πάντοθεν κάτεισιν. Οὐχ ὁρᾷς τοὺς ἡμετέρους οἰκέτας τῇ σπογγιᾷ τὴν τράπεζαν περιπλύνοντας,καὶ τὸν οἶκον καθαίροντας, καὶ οὕτω τοὺς πίνακας τιθέντας; Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος· ὥσπερ σπογγιᾷ περιπλύνομεν τὴν ἐκκλησίαν, ἵνα ἐν καθαρᾷ τῇ ἐκκλησίᾳ πάντα προτεθῇ, ἵνα μηδεὶς ᾖ σπῖλος, μηδὲ ῥυτίς. Ἀνάξιοι καὶ ὀφθαλμοὶ  τῶν  θεαμάτων  τούτων,  ἀνάξιαι καὶ ἀκοαί. Κἂν θηρίον, φησὶ, θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται.  Οὕτως οὐδὲ  τῆς  ἐπιβάσεως ἄξιοι  ἦσαν· καίτοι  γε  μετὰ ταῦτα καὶ προσῆλθον, καὶ εἶδον ποῦ ἑστήκει ὁ Θεός. Ἔξεστι μετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν· ὅταν μέντοι παρῇ, ἄπιθι· οὐκ ἔξεστί σοι μᾶλλον, ἢ τῷ κατηχουμένῳ. Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστηρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν,  καὶ ἀνάξιον  ἑαυτὸν  καταστῆσαι τοῦ πράγματος. Ἐνῆν καὶ πλείονα λέγειν καὶ φοβερώτερα, ἀλλ' ὥστε μὴ βαρῆσαι τὴν διάνοιαν ὑμῶν, ἀρκεῖ καὶ ταῦτα· οἱ γὰρ μὴ τούτοις σωφρονιζόμενοι, οὐδὲ τοῖς πλείοσιν. Ἵν' οὖν μὴ μεῖζον ὑμῖν τὸ κρῖμα ἐργασώμεθα, παρακαλῶμεν ὑμᾶς, οὐχ ἵνα μὴ παραγίνησθε, ἀλλ' ἵνα καὶ τῆς παρουσίας καὶ τῆς προσόδου ἀξίους ἑαυτοὺς καταστήσητε. Εἰπέ μοι, εἰ βασιλεύς τις ἐπέταξε, καὶ εἶπεν, Εἴ τις τόδε πράττει, τῆς τραπέζης ἀπεχέτω  τῆς ἐμῆς, ἆρα ὑπὲρ  τούτου οὐκ ἂν πάντα ἐπράξατε; Εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἐκάλεσεν, εἰς τὴν τράπεζαν τοῦ βασιλέως τοῦ μεγάλου καὶ θαυμαστοῦ, καὶ ἀναδυόμεθα καὶ μέλλομεν, καὶ οὐ σπεύδομεν οὐδὲ ἐπιτρέχομεν τῷ πράγματι; καὶ τίς ἡμῖν ἐστιν ἐλπὶς σωτηρίας; Οὐκ ἔστιν αἰτιάσασθαι ἀσθένειαν, οὐκ ἔστιν αἰτιάσασθαι φύσιν· ῥᾳθυμία μόνον ἀναξίους ἡμᾶς καθίστησι. Ταῦτα μὲν παρ' ἡμῶν εἴρηται· ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι. Οἱ υἱοί σου γὰρ, φησὶν, ὡς νεόφυτα  ἐλαιῶν  κύκλῳ τῆς τραπέζης σου. Μηδὲν τοίνυν ἔστω παλαιὸν, μηδὲν ἄγριον, μηδὲν ἀνήμερον, μηδὲν ὠμόν. Τοιαῦτα γὰρ τὰ νεόφυτα πρὸς καρπόν ἐστιν ἐπιτήδεια, καρπὸν δὲ τὸν θαυμαστὸν, τὸν  τῆς  ἐλαίας  λέγω,  καὶ ἰσχυρὰ ὥστε πάντας  γενέσθαι  κύκλῳ  τῆς τραπέζης, καὶ μὴ εἰκῆ μηδὲ ὡς ἔτυχεν ἐνταῦθα συνέρχεσθαι, ἀλλὰ μετὰ φόβου καὶ δέους.  Οὕτω γὰρ  καὶ  αὐτὸν  ὄψεσθε ἐκεῖ  τὸν  Χριστὸν μετὰ  παῤῥησίας, καὶ  τῆς οὐρανίου  ἀξιωθήσεσθε βασιλείας· ἧς  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

∆ʹ.Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει θείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.

 αʹ. Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα  μετέχειν  οὔτε  κίνδυνος·  φύσεως  γὰρ, οὐ προαιρέσεως τὸ  πρᾶγμά  ἐστι. Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν  δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως  δὲ καὶ ταχέως  λυθήσεται.  Αὕτη δὲ ἡ νέκρωσις  ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν. Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν  νενεκρωμένην  ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑμᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε μὴ σφόδρα βαρῦναι αὐτοὺς (αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων, κἂν ἀπολλύμενα  ᾖ καὶ κίνδυνον  οὐκ ἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι  τὸ  πᾶν  αὐτῶν  εἶναι,  καὶ  συνεργὸν  ἰσχυρόν.  Τίνα  δὴ  τοῦτον;  Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι,  οὔτε  εἰδωλολάτραι,   καὶ  τὰ  λοιπὰ  ἅπαντα  καταλέξας,  καὶ  ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, τότε  φησί· Καὶ ταῦτά  τινες  ἦτε. Οὐκ εἶπεν ἁπλῶς,  Ἦτε, ἀλλὰ,  Τινὲς  ἦτε· τουτέστιν,  Οὕτω πως  ἦτε. Ἐνταῦθα  σφόδρα ἡμῖν ἐπιφύονται   οἱ  αἱρετικοί·  περὶ  γὰρ  τοῦ  Θεοῦ ταῦτα  εἰρῆσθαι  λέγουσι,  καὶ  τὴν ἀχαλίνωτον  γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρμόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου μόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστομίσομεν; Ἀπ' αὐτῶν τῶν ῥημάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑμεῖς φατε, ταῦτα δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ μιαροῦ τὸ πρᾶγμα· μιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ. ∆ιὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη  φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι. Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ  ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ  τοιοῦτον, ἀλλ' εἰς γέενναν  παραπέμποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ  ἐν  τῷ  αἰῶνι  τούτῳ,  καὶ  πλείους  οὗτος  ἔχει  τοῦ  Θεοῦ, καὶ  μᾶλλον  αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Κατὰ  τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα ἀέρια αἱ ἀσώματοι δυνάμεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι  καὶ  αἰώνιος  αὐτοῦ  ἡ  ἀρχὴ,  τουτέστι,  τῷ  παρόντι  αἰῶνι  συγκαταλυομένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἵνα γὰρ μὴ κοσμοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν καιρὸν τὸν διεστραμμένον, οὐ περὶ τῶν κτισμάτων λέγων. Ἐμοὶ γὰρ δοκεῖ γενόμενος  ἄρχων  ὑπὸ τὸν οὐρανὸν μὴ μεταπεπτωκέναι  τῆς ἀρχῆς, καὶ μετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν,  ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ' ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡμεῖς πάντες  ἀνεστράφημέν  ποτε. Πάντες· οὐκ ἔνι  γὰρ εἰπεῖν  ὅτι  ἐξῆρτό τις.  Ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες.  Ἀλλ'  ἵνα μὴ ταῦτα λέγειν  ὑποπτευθῇ  ἐπὶ διαβολῇ τῆς σαρκὸς, μηδὲ μέγα  νομίσῃ τις  εἶναι  τὸ  πλημμέλημα,  ὅρα πῶς  ἀσφαλίζεται·  Τὰ θελήματα  τῆς σαρκὸς ἡμῶν,  φησὶ, καὶ τῶν  διανοιῶν  ποιοῦντες,  τουτέστι, τὰ τῆς ἡδονῆς  πάθη. Παρωξύναμεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαμεν· τουτέστιν, Ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον, φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς ὀργῆς τέκνα ἦμεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθερος, ἀλλὰ πάντες ἐπράττομεν  ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν  ἐν ἐλέει. Οὐχ ἁπλῶς,  Ἐλεήμων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ πλήθει  τοῦ ἐλέους σου· καὶ πάλιν,  Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου. ∆ιὰ τὴν  πολλὴν  ἀγάπην  αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς. ∆είκνυσι πόθεν ἡμᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ' ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος, καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς.


βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Εἶδες τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως  αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς υἱοὺς ὀργῆς, τούτους ἐζωοποίησεν. Εἶδες τὴν ἐλπίδα τῆς κλήσεως; Συνήγειρε καὶ συνεκάθισεν. Εἶδες τὴν δόξαν τῆς κληρονομίας αὐτοῦ; Ναὶ, φησὶν, ἀλλὰ τὸ μὲν, Συνήγειρε, δῆλον· τὸ δὲ, Συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; Ὡς τὸ, Συνήγειρεν·  οὐδέπω   γὰρ  οὐδείς  ἐστιν  ἐγηγερμένος,   εἰ  μὴ  ὅτι  τῆς   κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν, ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡ γυνὴ  προσεκύνησε τὸν  Ἰωσήφ.  Οὐκοῦν οὕτω  καὶ  συνεκάθισε τῆς  γὰρ  κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκάθηται. ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἐν Χριστῷ Ἰη  σοῦ. Ἢ εἰ μὴ τοῦτο, ἀλλὰ  συνήγειρε διὰ τοῦ λουτροῦ, πῶς  οὖν  συνεκάθισεν; Εἰ γὰρ ὑπομένομεν,  φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν,  καὶ συζήσομεν. Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. Εἶτα,  ἵνα   μὴ  ἀπιστήσῃς,  ὅρα  τί  ἐπάγει·  Ἵνα  ἐνδείξηται   ἐν  τοῖς  αἰῶσι  τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς  (Τί γὰρ, φησὶ, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη); ἔδειξε μὲν οὖν ὅτι καὶ πρὸς ἡμᾶς, εἴ γε οὗτος ἡμῖν ἥνωται· πλὴν ὅτι καὶ τὰ ἡμῶν κατ' ἰδίαν φησίν· Ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνήγειρε καὶ συνεκάθισεν. Ὥστε, ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων ἀπό τε τῆς κεφαλῆς ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα  λαβὼν  τὴν  ἀπόδειξιν.  Πῶς γὰρ ἐνδείξεται,  ἂν τοῦτο μὴ γένηται;  Καὶ ἐνδείξεται  ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. Τί; Ὅτι καὶ μεγάλα τὰ ἀγαθὰ ἦν, καὶ πάντων πιστότερα. Νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες  εἴσονται. Βούλει μαθεῖν  καὶ πῶς συνεκάθισεν; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος  τοῖς  μαθηταῖς·  Καθίσεσθε ἐπὶ  δώδεκα  θρόνους,  κρίνοντες  τὰς  δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ πάλιν, Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων  οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός. Ὥστε ἡτοίμασται. Καὶ καλῶς εἶπεν· Ἐνχρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τὸ γὰρ καθίσαι ἐκ δεξιῶν τιμῆς ἐστι τῆς ὑπὲρ πᾶσαν τιμὴν, καὶ μεθ' ἣν ἑτέρα οὐκ ἔστι. Τοῦτο οὖν λέγει, ὅτι καὶ ἡμεῖς καθεδούμεθα. Ὄντως ὑπερβάλλων  πλοῦτος, ὄντως  ὑπερβάλλον  τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ, μετὰ Χριστοῦ καθίσαι. Κἂν μυρίας ψυχὰς ἔχῃς, οὐκ ἀπολλύεις αὐτὰς  ἕνεκεν  αὐτοῦ;  εἰ  γὰρ  εἰς  πῦρ  ἐμβῆναι  ἔδει,  τοῦτο  οὐκ  ἐχρῆν  ἑτοίμως ὑπομεῖναι; Καὶ αὐτὸς δὲ πάλιν φησί· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οἱ διάκονοι ὦσιν οἱ ἐμοί. Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τούτων  οὐκ ἐχρῆν προθύμως καταδέχεσθαι; Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος. Ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ τίνι συγκάθησαι; Ἐκείνῳ. Τίς ὤν; Νεκρὸς, φύσει τέκνον ὀργῆς. Καὶ τί κατώρθωσας; Οὐδέν. Ὄντως νῦν εὔκαιρον ἀναβοῆσαι· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, φησίν. Ἵνα γὰρ μὴ τὸ μέγεθος τῶν εὐεργεσιῶν ἐπάρῃ σε, ὅρα πῶς σε καταστέλλει· Τῇ χάριτί ἐστε σεσωσμένοι, φησί. ∆ιὰ πίστεως. Εἶτα ἵνα μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὰ ἡμῶν· καὶ πάλιν αὐτὸ ἀνεῖλε, καί φησι· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν. Οὐδὲ ἡ πίστις, φησὶν, ἐξ ἡμῶν·εἰ γὰρ μὴ ἦλθεν,  εἰ γὰρ μὴ ἐκάλεσε, πῶς  ἠδυνάμεθα  πιστεῦσαι; Πῶς γὰρ, φησὶ, πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσιν; Ὥστε οὐδὲ τὸ τῆς πίστεως ἡμέτερον. Θεοῦ, φησὶ, τὸ δῶρον· οὐκ ἐξ ἔργων. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησίν; Ἀλλ' ἵνα μὴ κενοὺς μηδὲ ἀργοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησίν· Εἶπεν, ὅτι ἡ πίστις σώζει, ἀλλὰ διὰ Θεοῦ· ἐπειδὴ γὰρ ὁ Θεὸς ἠθέλησεν, ἡ πίστις ἔσωσεν. Ἐπεὶ πῶς σώζει ἡ πίστις, εἰπέ μοι,  ἄνευ  ἔργων;  Τοῦτο  αὐτὸ  Θεοῦ δῶρόν  ἐστιν,  Ἵνα  μή  τις  καυχήσηται,  ἵνα εὐγνώμονας  περὶ  τὴν  χάριν  ποιήσῃ.  Τί οὖν,  φησὶν,  αὐτὸς  ἐκώλυσεν  ἐξ  ἔργων δικαιωθῆναι;  Οὐδαμῶς· ἀλλ', Οὐδεὶς,  φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ  Θεοῦ  ἡ  χάρις  καὶ  ἡ  φιλανθρωπία.   Οὐχὶ  ἔχοντας   ἔργα  ἀπώσατο,  ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι.γʹ. Εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς μένῃ, ὅρα τί ἐπήγαγεν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅρα αὐτὸν τί φησι· τὴν ἀναγέννησιν  ἐνταῦθα αἰνίττεται.  Ὄντως κτίσις ἑτέρα ἐστίν· ἐκ τοῦ μὴ ὄντος  εἰς τὸ εἶναι  παρήχθημεν.  Ὅπερ ἦμεν  πρότερον, ἀπεθάνομεν,  τουτέστιν,  ὁ παλαιὸς ἄνθρωπος· ὅπερ οὐκ ἦμεν πρότερον, ἐγενόμεθα. Ἄρα κτίσις τὸ πρᾶγμά ἐστι, καὶ τῆς ἑτέρας τιμιωτέρα· ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡμῖν περιγέγονεν.  Ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· οὐχ ἵνα ἀρξώμεθα, ἀλλ',  Ἵνα περιπατήσωμεν· διαρκοῦς γὰρ ἡμῖν χρεία τῆς  ἀρετῆς καὶ ἐκτεταμένης  εἰς τὴν  τελευτὴν  τὴν  ἡμετέραν. Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἂν ἡμᾶς τὸ βαδίσαι· οὕτως οὐδὲ ἡ ἐλπὶς τῆς κλήσεως ὠνήσειεν ἄν τι τοὺς κεκτημένους τὸ πρᾶγμα, ἂν μὴ ἀξίως περιπατήσωμεν   τοῦ  καλέσαντος.  Κληθέντες  οὖν  ἐπ'   ἔργοις  ἀγαθοῖς,  μένωμεν ἅπαντα ἐργαζόμενοι. ∆ιὰ τοῦτο γὰρ ἐκλήθημεν, οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, ἀλλ' ἵνα πάντα. Ὥσπερ γὰρ αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω  καὶ  πάσαις  ταῖς  ἀρεταῖς.  Εἰ δέ  τις  σωφρονοίη  μὲν,  ἀνελεήμων  δὲ  εἴη,  ἢ ἐλεήμων μὲν εἴη, πλεονέκτης δὲ, ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδιδοῖ, πάντα εἰκῆ γίνεται. Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς ἡμῖν δεῖ καὶ ποικίλης  καὶ παντοδαπῆς,  καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος  τοῖς  μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην   ὑμῖν·  καὶ  πάλιν,   Ἂν  λύσῃ  τις  μίαν  τῶν   ἐντολῶν   τούτων   τῶν ἐλαχίστων,  ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν  οὐρανῶν, τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται. Ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλίπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα. Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ αἰώνιον  τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με.  Εἶδες πῶς  οὐδὲν  ἕτερον  ἐγκληθέντες,  διὰ  τοῦτο  μόνον  ἀπώλοντο;  Καὶ αἱ παρθένοι  διὰ  τοῦτο  μόνον  ἐξεβλήθησαν  τοῦ  νυμφῶνος,  καίτοι  γε  σωφροσύνην εἶχον·  ἀλλ' ἐπειδὴ  τῆς  ἀπὸ  ἐλεημοσύνης  ἦσαν ἔρημοι βοηθείας,  τῷ  νυμφίῳ  οὐ συνεισῆλθον.  Εἰρήνην, φησὶ, μετὰ πάντων  διώκετε,  καὶ τὸν  ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν,  ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔνι ἰδεῖν  τὸν  Κύριον·  οὐ πάντως  δὲ μετὰ σωφροσύνης δυνατὸν  ἰδεῖν·  πολλάκις  γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν ἂν πάντα  κατορθώσωμεν, τὸν  δὲ πλη   σίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον; Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων  οἰκετῶν. Ἐκεῖ γὰρ πᾶσα ἡ ἀρετὴ ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο·  ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν,  εἰκότως  ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω  τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει  τῆς βασιλείας τῶν  οὐρανῶν.  Καὶ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν τῶν  παρανόμων  ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν νόμον  ἕνα  τῶν  κειμένων  παραβῇ· κἂν  συκοφαντήσῃ  κατηγορῶν,  ἀπώλεσε  τὴν ἀρχήν·  κἂν  μοιχεύσῃ  καὶ  ἁλῷ,  ἀνάξιος   γέγονε·  κἂν  μυρία  ᾖ  κατωρθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται, καὶ δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι. Εἰ δὲ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς, πόσῳ μᾶλλον οἱ τοῦ Θεοῦ! Ἀλλ' ἀγαθός ἐστι, φησί, Μέχρι τίνος τὸν μωρὸν τοῦτον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ' ὅτι τὴν ἀγαθότητα αὐτοῦ νομίζομεν εἰς ταῦτα  χρησίμην  ἡμῖν  εἶναι,  καίτοι  μυρία πολλάκις  διαλεχθέντων ἡμῶν  περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, ὅτι Ὁ οἰκτιρμὸς αὐτοῦ ὁ πολὺς τὸ πλῆθος τῶν  ἁμαρτιῶν  μου ἐξιλάσεται. Οὐχὶ κωλύει  λέγειν  ἡμᾶς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς· μὴ γένοιτο· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡμᾶς καὶ συνεχῶς τοῦτο λέγειν, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· Μὴ ἐπὶ τούτῳ, φησὶ, θαύμαζε τοῦ Θεοῦ τὴν  φιλανθρωπίαν,  ἐπὶ τῷ ἁμαρτάνειν,  καὶ λέγειν·  Οἰκτιρμὸς αὐτοῦ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. δʹ. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα καὶ ἡμεῖς περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράττωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ τῆς ἡμετέρας ἔσται σωτηρίας, ἀλλ'  ἵνα μὴ ἀπογινώσκωμεν  ἐν τοῖς ἁμαρτήμασιν, ἀλλὰ μετανοῶμεν.  Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν  σε ἄγει,  οὐκ  εἰς  πλείονα  κακίαν.  Εἰ  δὲ  μοχθηρὸς  γένῃ  διὰ  τὴν  χρηστότητα,  σὺ διαβάλλεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις· πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς  μακροθυμίας  τοῦ Θεοῦ. Ὥστε δίκην  δώσεις, οὐκ εἰς δέον  αὐτῇ χρησάμενος. Φιλάνθρωπος   ὁ  Θεός;  ἀλλὰ   καὶ  δίκαιος   κριτής.  Ἁμαρτίας  συγχωρῶν;   ἀλλὰ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὑπερβαίνει ἀδικίας, ἐξαιρεῖ ἀνομίας; ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία  ταῦτα; Οὐκ ἐναντία,  ἂν τοῖς χρόνοις αὐτὰ  διέλωμεν.  Ἐξαιρεῖ ἀνομίας  ἐνταῦθα  καὶ  διὰ  λουτροῦ  καὶ  διὰ  μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν ἐργασάμενος ὦ, φησὶν, ὀλίγα κακὰ, καὶ δι' ἓν αὐτῶν ἐκβάλλωμαι καὶ τῆς βασιλείας ἐκπίπτω,  τίνος  ἕνεκεν  οὐκ ἐργάζομαι πάντα  κακά; Ἀγνώμονος  οἰκέτου ὁ λόγος· πλὴν  ἀλλ' ὅμως  καὶ  τοῦτον  ἐπιλυσόμεθα  τὸν  λόγον.  Μὴ ἐργάζου τὰ  κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς· βασιλείας μὲν γὰρ πάντες ὁμοίως ἐκπεσούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν δίκην πάντες, ἀλλ' ὁ μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀκεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ καὶ ὁ τὰ ὀλίγα ὁμοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχ  ὁμοίως κατεφρονήσατε, ἀλλ' ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν, εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ' εἰς τὸ ἡτοιμασμένον  τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις  αὐτοῦ; τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ὡς τὸ τοὺς φίλους ἀδικεῖν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν  δεῖ, ὁ καὶ τοὺς φιλοῦντας  ἀποστρεφόμενος, καὶ τῶν Ἑλλήνων  κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐνταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ διαβόλου τὸν τοιοῦτον εἰκότως ἐποίησεν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεημοσύνην,  φησὶ, μὴ ἐργαζομένῳ.  Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ μᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκεχώρητο χρημάτων  κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ μᾶλλον, ἔνθα  κελευόμεθα  πάντα  ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν  ἐκεῖνοι;  ∆εκάτας, καὶ πάλιν δεκάτας ἑτέρας παρεῖχον· ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλὰ ἐμοί τις θαυμάζων τινὰ ἔλεγε· ∆εκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς, οὐ μικρὰ παραμυθία. Τί οὖν ἂν εἴποιμεν; Μάλιστα μὲν, οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσεις τιμωρίας· ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία   τῶν   παθῶν   ἔχει  παραμυθίαν,  ὅταν  σύμμετρα  ᾖ  τὰ  δεινά·  ὅταν  δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ καὶ εἰς τὴν πυρὰν ἐμβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ' οὐδὲ αἰσθήσεται τῆς παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπώλοντο  οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; ∆ιὸ καὶ     ἔλεγον· Ἀπολώλαμεν, ἐξολώλαμεν,     παρανηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία;   Μάτην   ἑαυτοὺς   παραμυθούμεθα   ταύταις   ταῖς   ἐλπίσι.   Μία  μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐμπεσόντα δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν τοσαύτῃ θλίψει  καὶ  στενοχωρίᾳ  ὤν; ἐν  σαυτῷ γὰρ ἔσῃ λοιπόν.  Μὴ, δέομαι  καὶ παρακαλῶ,  μὴ ἑαυτοὺς  εἰκῆ  ἀπατῶμεν,  καὶ  τούτοις  τοῖς  λόγοις  παραμυθώμεθα, ἀλλὰ ταῦτα πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ἡμᾶς ἐχρῆν ὑποστῆναι, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω  ταλαίπωροι  καὶ ῥᾴθυμοί ἐσμεν, ὡς καὶ τοσαύτης προκειμένης  τιμῆς  ταῦτα λέγειν; Ὢ πόσα στενάξεις, ὅταν ἀκούσῃ τότε τοὺς κατωρθωκότας καλουμένους ἐπὶ βασιλείαν  καὶ  τιμωμένους!   ὅταν  ἴδῃς  ἀπὸ  δούλων   καὶ  ἀπὸ  δυσγενῶν   ὀλίγα καμόντας ἐνταῦθα, τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντάς τινας, καὶ οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον τοῦτο νομίζεις, καὶ ὑπὸ τούτου μό  νου διαφθείρῃ,  καὶ πενθεῖς  σαυτὸν, καὶ δακρύεις, καὶ μυρίων  εἶναι  θανάτων  κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων  μαθεῖν· Μὴ τοίνυν  εἰκῆ ψυχαγωγῶμεν    ἑαυτοὺς  τοῖς  τοιούτοις ῥήμασιν, ἀλλὰ  προσέχωμεν, καὶ φροντίζωμεν  τῆς  ἑαυτῶν  σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |