ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς

Κυριακή 23 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων  ἔλεγε· ∆ιὸ καὶ δέδεμαι, ἵνα φανερώσω  αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ' αὕτη  μὲν  δοκεῖ  τῆς  πρὸς  Ῥωμαίους  ὑστέρα  εἶναι.  Ἐκείνην  μὲν  γὰρ  οὐδέπω  ἰδὼν Ῥωμαίους  ἔγραφε, ταύτην  δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν.


  ∆ιὸ καὶ θαῤῥούντως  λέγει ἐν ταύτῃ τῇ ἐπιστολῇ· Ἀπὸ τῆς ἐλπίδος  τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν· ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. Ταύτης οὖν ὑστέραν οἶμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ  λοιπόν·  ἐκεῖ γάρ φησιν, Ἐγὼ γὰρ ἤδη σπένδομαι. Τῆς μὲν οὖν πρὸς Φιλιππησίους   ἥδε πρεσβυτέρα· ἐν ἐκείνῃ  γὰρ φαίνεται  ἀρχὴν  ἔχων  τῶν δεσμῶν τῶν ἐν τῇ Ῥώμῃ. Τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς ἐπιστολάς; Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι  γράφων  φησὶν,  Ὃν ἐγέννησα  ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν,  ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ χαίρωμεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ  ἐκεῖ  γράφων  φησὶ,  Καὶ Ἀρχίππῳ  τῷ  συστρατιώτῃ  ἡμῶν·  καὶ  ἐνταῦθα,  Εἴπατε Ἀρχίππῳ. ∆οκεῖ μοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς Ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε  Ῥωμαίους,  οὔτε  Ἑβραίους, ἡνίκα  ἔγραφε  πρὸς  αὐτούς.  Καὶ περὶ  μὲν  ἐκείνων πολλαχοῦ  δηλοῖ,  περὶ δὲ τούτων  ἄκουε αὐτοῦ  λέγοντος,  Καὶ ὅσοι οὐχ  ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ,  καὶ ἀεὶ ἑαυτὸν  καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα,  ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν  γὰρ, φησὶν,  ὡς  ἀπὼν  τῷ  σώματι, παρὼν  δὲ τῷ  πνεύματι,  ἤδη κέκρικα  ὡς παρών·   καὶ   πάλιν,   Ἐλεύσομαι   πρὸς   ὑμᾶς,   καὶ   γνώσομαι   οὐ   τὸν   λόγον   τῶν πεφυσιωμένων,  ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ  μᾶλλον  ἐν τῷ ἀπεῖναί  με.  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος  Θεοῦ. Ἄξιον δὲ καὶ τὴν ὑπόθεσιν εἰπεῖν, ἣν ἐκ τῆς ἐπιστολῆς εὕρομεν. Τίς οὖν  ἐστιν  αὕτη; ∆ι' ἀγγέλων  προσήγοντο  τῷ  Θεῷ, παρατηρήσεις  εἶχον  πολλὰς  καὶ Ἰουδαϊκὰς καὶ Ἑλληνικάς.  Ταῦτ' οὖν διωρθοῦται.  ∆ιὰ τοῦτο καὶ ἀρχόμενός φησι, ∆ιὰ θελήματος Θεοῦ. Ἰδοὺ πάλιν τὸ, ∆ιὰ, τέθεικε. Καὶ Τιμόθεος ὁ ἀδελφὸς, φησίν. Οὐκοῦν καὶ αὐτὸς ἀπόστολος. Εἰκὸς δὲ καὶ τοῦτον αὐτοῖς γνωρίζεσθαι. Τοῖς ἐν Κολοσσαῖς ἁγίοις. Ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι· Καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης τοῦ Χριστοῦ; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; Πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ, οὐδὲ ἐν λόγῳ, οὐδὲ ἐν κατορθώματι  πιστὸς ἐφάνης.  Πόθεν τοσαῦτα ἐπιστεύθης, εἰπέ μοι, μυστήρια; οὐ διὰ Χριστόν; Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.  Πόθεν ἡ χάρις  ὑμῖν; πόθεν  ἡ εἰρήνη; Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡμῶν. Καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. Πρὸς τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ, πόθεν ὁ Θεὸς Πατὴρ τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε;  τίς  πιστόν;  τίς  υἱὸν  τοῦ  Θεοῦ; Ὁ  ποιήσας  σε  ἀξιόπιστον,  αὐτὸς  καὶ  τοῦ πιστευθῆναί  σε ἅπαντα  αἴτιος.  βʹ. Πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν  καλούμεθα  μόνον, ἀλλὰ  καὶ διὰ τὸ πιστευθῆναι  παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ ἄγγελοι  πρὸ ἡμῶν ᾔδεσαν. Ἀλλ' ἀδιάφορον  τῷ Παύλῳ οὕτω  ταῦτα  τιθέναι.  Εὐχαριστοῦμεν τῷ Θεῷ τῷ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον. Πάντοτε περὶ ὑμῶν προσευχόμενοι. Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ  ἑώρα, τούτους  εἶχε  διὰ  παντὸς  ἐν  ἑαυτῷ.  Ἀκούσαντες  τὴν  πίστιν  ὑμῶν  ἐν Χριστῷ Ἰησοῦ. Ἀνωτέρω,  Τοῦ Κυρίου ἡμῶν,  εἰπὼν,  ἐνταῦθα,  Ἰησοῦ Χριστοῦ λέγει. Αὐτός ἐστι  Κύριος, φησίν·  οὐχ,  οἱ  δοῦλοι  Ἰησοῦ  Χριστοῦ. Καὶ ταῦτα  σύμβολα  τῆς εὐεργεσίας· Αὐτὸς γὰρ, φησὶ, σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ἀκούσαντες τὴν πίστιν ὑμῶν  ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην  τὴν εἰς πάντας  τοὺς ἁγίους. Ἤδη οἰκειοῦται αὐτούς. Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. Πέμπει δὲ τὴν ἐπιστολὴν  διὰ Τυχικοῦ, ἐκεῖνον  παρ' ἑαυτῷ κατασχών. Καὶ τὴν ἀγάπην, φησὶ, τὴν εἰς πάντας τοὺς ἁγίους. Οὐκ εἰς τόνδε καὶ τόνδε· οὐκοῦν καὶ εἰς ἡμᾶς. ∆ιὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην   ὑμῖν  ἐν  τοῖς  οὐρανοῖς.  Τὰ μέλλοντα,  φησὶν,  ἀγαθά.  Τοῦτο  πρὸς  τοὺς πειρασμοὺς, ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. Ἵνα γὰρ μή τις εἴπῃ, καὶ τί τὸ κέρδος τῆς  ἀγάπης  τῆς  εἰς  τοὺς  ἁγίους,  κοπτομένων  αὐτῶν;  χαίρομεν,  φησὶν,  ὅτι  μεγάλα ἑαυτοῖς προξενεῖτε ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τὴν ἐλπίδα, φησὶ, τὴν ἀπο  κειμένην. Τὸ ἀσφαλὲς  ἔδειξεν.  Ἣν  προηκούσατε ἐν  τῷ  λόγῳ  τῆς  ἀληθείας.  Ἐνταῦθα  πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. Ἣν προηκούσατε, φησὶν, ἐν τῷ λόγῳ  τῆς ἀληθείας  τοῦ Εὐαγγελίου. Καὶ ἀλήθειαν  μαρτυρεῖ τῷ λόγῳ· εἰκότως· οὐδὲν γὰρ ψεῦδος ἐν αὐτῷ. Τοῦ Εὐαγγελίου. Οὐ λέγει, τοῦ κηρύγματος, ἀλλ' εὐαγγέλιον καλεῖ, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ· καὶ πρῶτον ἐπαινέσας αὐτοὺς, οὕτω  τούτων  ἀναμιμνήσκει.  Τοῦ παρόντος  εἰς ὑμᾶς, καθὼς  καὶ ἐν παντὶ  τῷ κόσμῳ. Ἤδη χαρίζεται αὐτοῖς. Παρόντος δὲ μεταφορικῶς  εἶπεν· οὐ παρεγένετο,  φησὶ, καὶ ἀπέστη, ἀλλ' ἔμεινε καὶ ἔστιν ἐκεῖ. Εἶτα, ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων  στηρίζονται, διὰ τοῦτο ἐπήγαγε, Καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ. Πανταχοῦ, φησὶ, πάρεστι, πανταχοῦ  κρατεῖ, πανταχοῦ  ἕστηκε. Καὶ ἔστι καρποφορούμενον,  καὶ  αὐξανόμενον,  καθὼς  καὶ  ἐν  ὑμῖν.  Καρποφορούμενον  διὰ  τὰ ἔργα, αὐξανόμενον  τῷ πολλοὺς  παραλαμβάνειν,  τῷ μᾶλλον  στηρίζεσθαι. Καὶ γὰρ ἐν τοῖς φυτοῖς τότε πυκνὰ γίνεται, ὅταν στηριχθῇ τὸ φυτόν. Καθὼς καὶ ἐν ὑμῖν. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις,  ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. Ἀφ' ἧς ἡμέρας ἠκούσατε. Τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε, καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε τοὺς καρπούς. Ἀφ' ἧς ἡμέρας ἠκούσατε, καὶ ἐπέγνωτε τὴν χάριντοῦ Θεοῦ ἐν ἀληθείᾳ. Οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ' ἐν αὐτοῖς τοῖς ἔργοις, Τοῦτο  τοίνυν   λέγει,  Καρποφορούμενον·  ἤτοι  τὰ  σημεῖα  καὶ  τὰ  θαύματα  ὅτι  ἅμα ἐδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. Τὸ τοίνυν εὐθέως ἐπιδειξάμενον τὴν οἰκείαν δύναμιν  πῶς  οὐ  χαλεπὸν  νῦν  ἀπιστεῖσθαι;  Καθὼς  καὶ  ἐμάθετε  παρὰ  Ἐπαφρᾶ  τοῦ ἀγαπητοῦ  συνδούλου  ἡμῶν.  Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι·  ἐμάθετε τὸ Εὐαγγέλιον. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς, φησὶ, Τοῦ συνδούλου ἡμῶν. Ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην  ἐν Πνεύματι. Μὴ ἀμφιβάλλετε, φησὶ, περὶ τῆς μελλούσης ἐλπίδος· ὁρᾶτε τὴν οἰκουμένην ἐπιστρέφουσαν. Καὶ τί δεῖ λέγειν τὰ ἐν τοῖς ἄλλοις; τὰ ἐν ὑμῖν αὐτοῖς καὶ χωρὶς τούτων πιστά. Ἐπέγνωτε γὰρ τὴν  χάριν  τοῦ Θεοῦ ἐν  ἀληθείᾳ·  τουτέστιν,  ἐν  τοῖς  ἔργοις. Ὥστε δύο ταῦτα  τὰ μέλλοντα βεβαιοῦται, τό τε πάντας πιστεῦσαι, τό τε καὶ ὑμᾶς· καὶ οὐκ ἄλλα μὲν ἐγένετο, ἄλλα δὲ εἶπεν Ἐπαφρᾶς. Ὅς ἐστι, φησὶ, πιστός· τουτέστιν, ἀληθής. Πῶς δὲ, Ὑπὲρ ὑμῶν διάκονος; Τῷ πρὸς  αὐτὸν  ἀπελθεῖν,  καὶ  δηλῶσαι  ἡμῖν,  φησὶ,  τὴν  ὑμῶν  ἀγάπην  ἐν Πνεύματι· τουτέστι, τὴν πνευματικήν· τὴν εἰς ἡμᾶς. Εἰ δὲ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι' ἀγγέλων  λέγετε προσάγεσθαι; Ὁ καὶ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Αὕτη γὰρ θαυμαστὴ καὶ βεβαία ἡ ἀγάπη· ὡς αἵ γε ἄλλαι ὄνομα ἀγάπης ἔχουσι μόνον. Εἰσὶ δέ τινες οὐ τοιαῦται· ἀλλ' οὐ φιλία  τοῦτο· διὸ καὶ εὐδιάλυτος  γίνεται.

 γʹ. Πολλαὶ προφάσεις εἰσὶν αἱ φιλίας ποιοῦσαι· καὶ  τέως τὰς μὲν αἰσχρὰς παρήσομεν· οὐδεὶς  γὰρ ἡμῖν  ὑπὲρ ἐκείνων  ἀντερεῖ,  ὡς  πονηρῶν  οὐσῶν· ἀλλ',  εἰ βούλεσθε, τὰς φυσικὰς καὶ τὰς βιωτικὰς εἰς μέσον παραγάγωμεν. Βιωτικαὶ μὲν οὖν εἰσιν αὗται· οἷον εὖ ἔπαθέ τις, ἀπὸ προγόνων  ἐκτήσατο φίλον, ἐκοινώνησε τραπέζης ἢ ἀποδημίας, ἢ γείτων ἐστί· καλαὶ καὶ αὗται· ἢ ὁμότεχνος γέγονεν· αὕτη μὲν οὖν οὐκ ἔστιν εἰλικρινής· ἔχει γάρ τινα καὶ ζῆλον καὶ βασκανίαν. Αἱ δὲ φυσικαὶ, οἷον πατρὸς πρὸς υἱὸν, υἱοῦ πρὸς πατέρα, ἀδελφοῦ  πρὸς ἀδελφὸν,  πρὸς ἔγγονον  πάππου,  μητρὸς  πρὸς τέκνα·  εἰ δὲ βούλεσθε, προσθῶμεν καὶ τὴν τῆς γυναικὸς πρὸς ἄνδρα· καὶ γὰρ πᾶσαι αἱ γαμικαί εἰσι βιωτικαὶ καὶ γήϊναι.  Αὗται μὲν οὖν ἐκείνων  εἶναι  δοκοῦσι σφοδρότεραι· δοκοῦσι δὲ, εἶπον, διὰ τὸ πολλάκις  ὑπ'  ἐκείνων   ἡττηθῆναι.   Καὶ γὰρ  φίλοι  ἀλλαχοῦ  γνησιώτερον   ἐφάνησαν ἀδελφῶν  διακείμενοι, καὶ υἱῶν πρὸς πατέρας· καὶ ὁ μὲν γεννηθεὶς  οὐκ ἐβοήθησεν, ὁ δὲ μὴ γνοὺς αὐτὸν, παρέστη καὶ ἐβοήθησεν. Ἡ δὲ πνευματικὴ ἀγάπη πασῶν ἐστιν ἀνωτέρα, καθάπερ τις  βασίλισσα τῶν  ἰδίων  κρατοῦσα, καὶ λαμπρὸν  ἔχει  τὸ σχῆμα· οὐδὲν  γὰρ γήϊον αὐτὴν τίκτει, καθάπερ ἐκείνην, οὐ συνήθεια, οὐκ εὐεργεσία, οὐ φύσις, οὐ χρόνος, ἀλλ' ἄνωθεν κάτεισιν ἐκ τοῦ οὐρανοῦ. Καὶ τί θαυμάζεις, εἰ εὐεργεσίας οὐ δεῖται πρὸς τὸ συνεστάναι, ὅπου γε οὐδὲ τῷ κακῶς παθεῖν  ἀνατρέπεται; Ὅτι δὲ αὕτη μείζων ἐκείνης ἐστὶν, ἄκουσον Παύλου λέγοντος· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου. Τίς ἂν τοῦτο ηὔξατο πατὴρ, ὥστε ἐν κακοῖς εἶναι; Καὶ πάλιν, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ  μᾶλλον  κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι  ἐν τῇ σαρκὶ ἀναγκαιότερον  δι' ὑμᾶς. Ποία μήτηρ ταῦτα ἂν ἕλοιτο εἰπεῖν, ὥστε τὰ αὐτῆς παριδεῖν; Καὶ πάλιν  ἄκουε αὐτοῦ λέγοντος·  Ἀπορφανισθέντες  γὰρ ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ. Καὶ ἐνταῦθα  μὲν ὁ πατὴρ ὑβρισθεὶς ἔλυσε τὴν  φιλίαν,  ἐκεῖ δὲ οὐκέτι, ἀλλὰ πρὸς τοὺς λιθάζοντας ἀπῄει εὐεργετήσων αὐτούς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἰσχυρὸν, ὡς ὁ τοῦ Πνεύματος δεσμός. Ὁ μὲν γὰρ διὰ τὸ παθεῖν εὖ φίλος γενόμενος, ἂν μὴ διηνεκῶς  τοῦτο γίνηται, ἔσται ἐχθρός· ὁ ἀπὸ συνηθείας ἀδιάσπαστος ὢν, πάλιν τῆς συνηθείας διακοπείσης, ἔσβεσε τὴν φιλίαν. Ἡ γυνὴ πάλιν, ἂν μάχη γένηται, ἀφῆκε τὸν ἄνδρα, καὶ τὸν πόθον ἔλυσεν· ὁ υἱὸς, ἂν ἐπιπολὺ ζῶντα τὸν πατέρα ἴδοι, καὶ βαρύνεται. Ἐπὶ δὲ τοῦ πνεύματος τούτων οὐκ ἔστιν οὐδέν· οὐδενὶ γὰρ τούτων λύεται, ἐπεὶ μηδὲ ἐκ
τούτων συνέστη· οὔτε χρόνος, οὔτε μῆκος ὁδοῦ, οὔτε τὸ κακῶς παθεῖν, οὔτε τὸ κακῶς ἀκοῦσαι,  οὐ  θυμὸς,  οὐχ  ὕβρις,  οὐκ  ἄλλο  οὐδὲν  ἐπεισέρχεται,  οὐδὲ  δύναται  αὐτὴν διαλῦσαι.  Καὶ ἵνα  μάθῃς, ἐλιθάζετο  ὁ Μωϋσῆς, καὶ ὑπὲρ αὐτῶν  ἠξίου. Τίς ἂν τοῦτο εἰργάσατο πατὴρ ὑπὲρ τοῦ λιθάσαντος,  ἀλλ' οὐχὶ καὶ αὐτὸν ἂν κατέλευσε; Ταύτας δὴ μεταδιώκωμεν  τὰς φιλίας τὰς ἀπὸ τοῦ πνεύματος· ἰσχυραὶ γάρ εἰσι καὶ δυσδιάλυτοι· μὴ τὰς ἀπὸ τῶν  τραπεζῶν· ἐκεῖ γὰρ καὶ κωλυόμεθα  ταύτας  εἰσάγειν.  Ἄκουσον γὰρ τοῦ Χριστοῦ λέγοντος  ἐν τῷ Εὐαγγελίῳ· Μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς γείτονάς σου, ἐὰν ποιή  σῃς δοχὴν, ἀλλὰ τοὺς χωλοὺς, τοὺς ἀναπήρους· εἰκότως· πολὺς γὰρ ὁ ὑπὲρ τούτων μισθός. Ἀλλ' οὐ δύνασαι, οὐδὲ ἀνέχῃ μετὰ χωλῶν καὶ τυφλῶν  ἑστιᾶσθαι, ἀλλὰ βαρὺ καὶ φορτικὸν ἡγῇ τοῦτο, καὶ παραιτῇ; Μάλιστα μὲν οὖν οὐκ ἔδει, πλὴν ἀλλ' οὐκ ἔστιν ἀνάγκη· κἂν μὴ συγκαθίσῃς αὐτοὺς μετὰ σοῦ, τὰ ἐδέσματα αὐτοῖς ἀπόστειλον τὰ ἀπὸ τῆς  τραπέζης. Καὶ γὰρ ὁ φίλους  καλῶν,  οὐδὲν  μέγα  ἐποίησεν· ἀπέλαβε  γὰρ ἐνταῦθα τὸν μισθόν· ὁ δὲ ἀνάπηρον  καλῶν  καὶ πένητα, ἔχει τὸν Θεὸν ὀφειλέτην.  Μὴ τοίνυν  ἀσχάλλωμεν,  ὅταν μὴ ἐνταῦθα  ἀπολάβωμεν,  ἀλλ' ὅταν ἐνταῦθα  ἀπολάβωμεν· ἐκεῖ γὰρ οὐκέτι ἀποληψόμεθα. Ὁμοίως, ἂν ἄνθρωπος ἀποδῷ, Θεὸς οὐκ ἀποδίδωσιν· ἂν οὗτος μὴ ἀποδῷ, τότε ἀποδώσει Θεός. Μὴ τοίνυν  ἐκείνους  ζητῶμεν  εὐεργετεῖν  τοὺς ἀνταποδοῦναι   ἡμῖν  δυναμένους,   μηδὲ  ἐπὶ  τοιαύταις   αὐτοὺς  ἐλπίσιν  εὐεργετῶμεν· ψυχρὰ αὕτη ἡ διάνοια. Τὸν φίλον ἂν καλέσῃς, μέχρι τῆς ἑσπέρας ἡ χάρις· διὰ τοῦτο τῶν καταβαλλομένων ταχύτερον  ἢ τῶν  καιρῶν  δαπανᾶται  φιλία·  τὸν  μέντοι  πένητα  καὶ ἀνάπηρον  ἂν καλέσῃς, οὐδέποτε  ἀπολεῖται  ἡ χάρις· τὸν  γὰρ πάντοτε  μνημονεύοντα Θεὸν, καὶ οὐδέποτε ἐπιλανθανόμενον, ἔχεις αὐτὸν ὀφειλέτην.  Πόσης δὲ καὶ βλακείας, εἰπέ μοι, τὸ μὴ δύνασθαι πένησι συγκαθέζεσθαι; Τί λέγεις; Ἀκάθαρτός ἐστι, φησὶ, καὶ ῥυπαρός.  Καὶ λοῦσον  αὐτὸν,  καὶ  ἀνάγαγε  ἐπὶ  τράπεζαν  τὴν  σήν. Ἀλλ'  ἱμάτια  ἔχει ἐῤῥυπωμένα; Καὶ ἄμειψον,  καὶ δὸς καθαρὰν  στολήν.  δʹ. Οὐχ ὁρᾷς τὸ κέρδος ὅσον; ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται,  καὶ σὺ ὑπὲρ τούτου μικρολογῇ; τὸν βασιλέα καλῶν ἐπὶ τὴν τράπεζαν, ὑπὲρ τούτων δέδοικας; Ὑποκείσθωσαν τράπεζαι δύο, καὶ ἡ μὲν ἐκ τούτων πεπληρώσθω,  καὶ ἐχέτω  τυφλοὺς,  χωλοὺς,  κυλλοὺς  τὴν  χεῖρα, τὸ σκέλος πεπηρωμένους,   ἀνυποδέτους,  ἕνα  περικειμένους  χιτωνίσκον,   καὶ  τοῦτον ἐκτετριμμένον· ἡ δὲ ἑτέρα ἐχέτω δυνάστας, στρατηγοὺς, τοπάρχας, ἄρχοντας μεγάλους, ἐνδεδυμένους  ἱμάτια πολυτελῆ  καὶ ὀθόνας λεπτὰς, ἐζωσμένους χρυσᾶς ζώνας. Πάλιν ἐνταῦθα  ἐν τῇ τῶν  πενήτων  τραπέζῃ μήτε ἄργυρος ἔστω, μήτε οἶνος  πολὺς,  ἀλλ' ὁ ἀρκῶν καὶ εὐφρᾶναι δυνάμενος· τὰ δὲ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη ἀπὸ ὑέλου κατεσκευάσθω μόνης· ἐκεῖ δὲ ἐν τῇ τῶν πλουσίων τραπέζῃ ἔστω μὲν σκεύη τὰ πάντα ἐξ ἀργύρου καὶ χρυσοῦ, καὶ μηδὲ εἷς φερέτω τὸ ἡμικύκλιον,  ἀλλὰ δύο νεανίαι μόλις αὐτὸ κινείτωσαν·  ἔστω  δὲ  καὶ  φιάλη  ὑπόχρυσος  σταθμὸν  ἡμιτάλαντον ἕλκουσα, ὡς  δύο νεανίας  μόλις  αὐτὴν  κινεῖν,  καὶ οἱ ἀμφορεῖς  κείσθωσαν ἐφεξῆς  πολλῷ  ἄμεινον  τοῦ ἀργύρου ἀπολάμποντες τῷ χρυσῷ· ἔστω δὲ καὶ τὸ ἡμικύκλιον ἁπαλῇ στρωμνῇ πάντοθεν ἐστορεσμένον. Πάλιν  ἐνταῦθα  μὲν  ἔστωσαν διάκονοι  πολλοὶ,  τῶν  ἀνακειμένων οὐχ ἧττον κεκοσμημένοι τοῖς ἱματίοις, καὶ ἐνδεδυμένοι  λαμπρῶς, καὶ ἀναξυρίδας ἔχοντες, καλοὶ μὲν ἰδεῖν, αὐτὸ ἄγοντες  τῆς ἡλικίας  τὸ ἄνθος, σφριγῶντες  καὶ εὐσωματοῦντες· ἐκεῖ δὲ δύο μόνοι ἔστωσαν διάκονοι, πάντα τὸν τῦφον  τοῦτον πεπατηκότες·  καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμὸν, καὶ εὐφροσύνης ἐμπλῆ     σαι.  Ἆρα  εἶπον   ἀρκούντως;  καὶ   μετὰ   ἀκριβείας   κατεσκευασμέναι ἀμφότεραί εἰσιν αἱ τράπεζαι; μή τι ἐνδεῖ; Ἐγὼ μὲν οὐκ οἶμαι· καὶ γὰρ τοὺς κεκλημένους ἐπῆλθον, καὶ τὴν πολυτέλειαν  καὶ τῶν σκευῶν καὶ τῶν στρωμάτων καὶ τῶν ἐδεσμάτων.

Πλὴν ἀλλὰ,  καὶ εἴ τι  παρελίπομεν,  ἐπεξαγαγόντες  τὸν  λόγον  εὑρήσομεν. Φέρε οὖν, ἐπειδὴ τὸ πρόσφορον καλῶς  ἡμῖν ἀπέλαβε σχῆμα ἑκάστη τράπεζα, ἴδωμεν  ποῦ ὑμεῖς κατακλιθήσεσθε. Ἐγὼ μὲν γὰρ ἐπ' ἐκείνην  ἄπειμι τὴν τῶν  τυφλῶν,  τὴν τῶν  χωλῶν· ὑμῶν  δὲ τάχα  οἱ πλείους  ταύτην  αἱρήσονται, τὴν  τῶν  στρατηγῶν,  τὴν  φαιδρὰν  καὶ λαμπράν. Ἴδωμεν οὖν ποία πλείονος γέμει τῆς ἡδονῆς· μήπω γὰρ τὰ μέλλοντα ἐξετάσωμεν·  ἐν  ἐκείνοις  μὲν  γὰρ αὕτη κρατεῖ  ἡ ἐμή. ∆ιὰ τί; Ὅτι αὕτη μὲν  ἔχει  τὸν Χριστὸν ἀνακείμενον,  ἐκείνη δὲ ἀνθρώπους· αὕτη τὸν ∆εσπότην, ἐκείνη τοὺς δούλους. Ἀλλὰ μήπω ταῦτα, ἀλλ' ἴδωμεν ποία πλείονα  ἔχει τὴν ἡδονὴν τὴν ἐν τῷ παρόντι. Καὶ κατὰ τοῦτο μὲν οὖν πλείων  αὕτη ἡ ἡδονή· τὸ γὰρ μετὰ βασιλέως ἀναπεσεῖν, πλείονα φέρει τὴν ἡδονὴν τοῦ μετὰ τῶν οἰκετῶν. Ἀλλὰ καὶ τοῦτο ὑπεξέλωμεν, αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐξετάσωμεν. Οὐκοῦν ἐγὼ, καὶ οἱ σὺν ἐμοὶ ταύτην  ἑλόμενοι  τὴν τράπεζαν, μετὰ πολλῆς  τῆς ἐλευθερίας  καὶ τῆς θυμηδίας  καὶ ἐροῦμεν ἅπαντα, καὶ ἀκουσόμεθα· ὑμεῖς δὲ τρέμοντες  καὶ δεδοικότες,  καὶ τοὺς ἀνακειμένους  αἰδούμενοι,  οὐδὲ ἐκτεῖναι χεῖρα τολμήσετε, καθάπερ εἰς παιδαγωγεῖον,  ἀλλ' οὐκ εἰς ἄριστον εἰσελθόντες, καθάπερ δεσπότας δεινοὺς τρέμοντες. Ἀλλ' οὐκ ἐκεῖνοι οὕτως. Ἀλλὰ τὰ τῆς τιμῆς, φησὶ, μεγάλα. Καὶ μὴν ἐγὼ ἐν πλείονί  εἰμι τιμῇ· ὑμῶν μὲν γὰρ ἡ εὐτέλεια μείζων φαίνεται,  ὅταν καὶ τῆς αὐτῆς  τραπέζης  κοινωνοῦντες, δούλων  προβάλλησθε  ῥήματα. Καὶ γὰρ ὁ δοῦλος τότε μάλιστα φαίνεται, ὅταν μετὰ τοῦ δεσπότου κατακείμενος ᾖ. Ἐκεῖνος μὲν γὰρ, ἔνθα μὴ προσῆκεν αὐτῷ, γίνεται,  οὐ τοσαύτην ἀπὸ τῆς οἰκειώσεως  ἔχων  σεμνότητα, ὅσην τὴν ταπείνωσιν· σφόδρα γὰρ τότε ταπεινοῦται. Καὶ τὸν δοῦλον ἴδοι τις ἂν λαμπρὸν ὄντα καθ' ἑαυτὸν, καὶ τὸν πένητα λαμπρὸν ὄντα καθ' ἑαυτὸν, μὴ ὅταν μετὰ πλουσίου βαδίζῃ· τὸ γὰρ ταπεινὸν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινὸν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν   ταπεινότερον   δείκνυσιν,  οὐχ  ὑψηλότερον.  Οὕτω  καὶ  ὑμᾶς  εὐτελεστέρους δείκνυσι   τὸ   μετ'   ἐκείνων    ἀνακεῖσθαι,   ἀλλ'   οὐχ   ἡμᾶς.   ∆ύο   μὲν   οὖν   τούτοις πλεονεκτοῦμεν,  τῇ τε ἐλευθερίᾳ, καὶ τῇ τιμῇ, ὧν  οὐδὲν  ἴσον εἰς ἡδονῆς  λόγον  ἐστί. Βουλήσομαι γὰρ ἂν ἔγωγε ἄρτου μεταλαβεῖν μετ' ἐλευθερίας, ἢ μυρίων ἐδεσμάτων μετὰ δουλείας.  Κρεῖσσον γὰρ, φησὶ, ξενισμὸς λαχάνων  πρὸς φιλίαν  καὶ χάριν, ἢ βοῦς ἀπὸ φάτνης  μετ' ἔχθρας.  Ὃ γὰρ ἂν  εἴπωσιν  ἐκεῖνοι,  ἀνάγκη  τοὺς  παρόντας  ἐπαινεῖν,  ἢ προσκρούειν, παρασίτων τάξιν ἀναδεδεγμένους, μᾶλλον δὲ ἐκείνων χείρους ὄντας. Τοῖς μὲν γὰρ εἰ καὶ μετ' αἰσχύνης καὶ τοῦ ὑβρίζεσθαι, ὅμως μέτεστι παῤῥησίας· ὑμῖν δὲ οὐδὲ τούτου. Ἀλλ' ἡ μὲν εὐτέλεια τοσαύτη· δεδοίκατε γὰρ καὶ κατεπτήχατε· ἡ δὲ τιμὴ οὐκέτι. Οὐκοῦν  πάσης  μὲν  ἡδονῆς  ἀπεστέρηται  ἡ  τράπεζα  ἐκείνη,  πάσης  δὲ  αὕτη  γέμει θυμηδίας.

 εʹ. Ἀλλὰ καὶ αὐτῶν τῶν ἐδεσμάτων τὴν φύσιν ἐξετάσωμεν. Ἐκεῖ μὲν γὰρ ἀνάγκη καὶ μὴ βουλομένῳ διαῤῥήγνυσθαι τῷ πολλῷ οἴνῳ, ἐνταῦθα δὲ οὐκ ἔνι μὴ βουλόμενον ἐσθίειν καὶ πίνειν. Ὥστε ἐκεῖ μὲν τὴν ἐκ τῆς τῶν σιτίων ποιότητος ἡδονὴν ἥ τε προλαβοῦσα ἀτιμία ἀφαιρεῖται, καὶ ἡ ἐκ τῆς πλησμονῆς ἀηδία. Οὐ γὰρ ἧττον λιμοῦ τὰ σώματα ἡμῖν ἡ πλησμονὴ διαφθείρει  καὶ ὀδυνᾷ, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον· καὶ ὃν  ἂν  θέλῃς  μοι δοῦναι,  εὐκολώτερον  αὐτὸν  διαῤῥηγνύω  τῇ πλησμονῇ,  τοῦ  λιμοῦ. Ὄντως  γὰρ  τοῦτο  ἐκείνου  φορητότερον·  ὅτι  λιμὸν  μὲν  ἄν  τις  καὶ  εἴκοσιν  ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μόνας· καὶ τούτῳ μὲν προσπαλαίοντες διηνεκῶς οἱ ἐν τοῖς ἀγροῖς, ἐν ὑγείᾳ εἰσὶ καὶ οὐ δέονται ἰατρῶν· ταύτην δὲ, τὴν πλησμονὴν λέγω, οὐκ ἂν ἐνέγκοιεν  μὴ συνεχῶς  καλοῦντες  ἰατρούς· μᾶλλον  δὲ καὶ τὴν  ἐκείνων  βοήθειαν ἤλεγξε πολλάκις ἡ ταύτης τυραννίς. Καὶ ἡδονῆς μὲν οὖν ἕνεκεν αὕτη τὰ πρῶτα ἔχει. Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων,  καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι  τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν  καὶ δεδοικέναι,  καὶ τὸ τῶν  ἀρκούντων  ἀπολαύειν  τοῦ πέρα τοῦ μέτρου εἰς τὸ τῆς τρυφῆς  καταποντίζεσθαι  κλυδώνιον,  βελτίων  ἄρα ἐκείνης  αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν. Καὶ τὰ τῆς δαπάνης δὲ ἐνταῦθα βελτίονα· ἐκείνη μὲν γὰρ δαπανηρὰ, αὕτη δὲ οὐκέτι. Ἀλλὰ τί; ἆρα τοῖς ἀνακειμένοις  μόνον ἡδίων αὕτη ἡ τράπεζα, ἢ καὶ τῷ καλοῦντι  πλείονα αὕτη φέρει τὴν ἡδονὴν ἐκείνης; Τοῦτο γάρ ἐστι τὸ μᾶλλον ζητούμενον  ἡμῖν.  Οὐκοῦν ὁ μὲν  ἐκείνους  καλῶν,  πρὸ  πλειόνων   ἡμερῶν παρασκευάζεται, καὶ πράγματα ἔχειν ἀναγκάζεται καὶ φροντίδας καὶ μερίμνας, οὔτε τὰς νύκτας  καθεύδων,  οὔτε  τὰς  ἡμέρας ἡσυχάζων·  ἀλλὰ  ἀναπλάττων ἐν  ἑαυτῷ  πολλὰ, μαγείροις  διαλεγόμενος,  ὀψοποιοῖς,  τραπεζοποιοῖς.  Εἶτα αὐτῆς  τῆς ἡμέρας ἐπιστάσης ἴδοι τις ἂν αὐτὸν μᾶλλον  δεδοικότα, ἢ τοὺς μέλλοντας  πυκτεύειν,  μή τις παρὰ λόγον γένηται,  μὴ βασκανίᾳ βληθῇ, μὴ κατηγόρους  ἐκεῖθεν  λάβῃ πολλούς.  Οὗτος δὲ πάσης ταύτης ἀπήλλακται  τῆς φροντίδος  καὶ τῶν πραγμάτων,  αὐτοσχεδιάζων  τὴν τράπεζαν, καὶ οὐ πρὸ πολλῶν  ἡμερῶν μεριμνῶν. Καὶ μετὰ δὴ ταῦτα οὗτος μὲν εὐθέως τὴν χάριν ἀπώλεσεν· ἐκεῖνος δὲ ἔχει τὸν Θεὸν ὀφειλέτην,  καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ' ἑκάστην ἡμέραν εὐωχούμενος  ἀπ' ἐκείνης τῆς τραπέζης. Τὰ μὲν γὰρ σιτία ἀναλίσκεται, ἡ δὲ χάρις οὐκ ἀναλίσκεται,  ἀλλὰ  καθ' ἑκάστην ἡμέραν μᾶλλον  χαίρει καὶ γάννυται ἐκείνων  τῶν τὸν πολὺν οἶνον ἐμφορηθέντων.  Οὐδὲν γὰρ οὕτω τρέφει τὴν ψυχὴν, ὡς ἐλπὶς ἀγαθὴ καὶ τὸ χρηστὰ προσδοκᾷν. Ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἴδωμεν. Ἐκεῖ μὲν αὐλοὶ καὶ κιθάραι καὶ σύριγγες, ἐνταῦθα δὲ οὐδὲν ἀπηχὲς μέλος· ἀλλὰ τί; ὕμνοι, ψαλμῳδίαι. Ἐκεῖ μὲν οἱ δαίμονες ἀνυμνοῦνται,  ἐνταῦθα δὲ ὁ πάντων  ∆εσπότης Θεός. Ὁρᾷς πόσης μὲν αὕτη χάριτος, πόσης δὲ ἀγνωμοσύνης ἐκείνη καὶ ἀναισθησίας γέμει; Εἰπὲ γάρ μοι· ὁ Θεός σε ἔθρεψεν ἐκ τῶν ἀγαθῶν  αὐτοῦ, καὶ δέον αὐτῷ εὐχαριστεῖν μετὰ τὸ τραφῆναι, σὺ δὲ τοὺς δαίμονας  ἐπεισάγεις; τὰ γὰρ διὰ τῶν  πηκτίδων  οὐδὲν  ἄλλο, ἢ δαιμόνων ᾄσματα. ∆έον εἰπεῖν, Εὐλο  γητὸς εἶ, Κύριε, ὅτι ἔθρεψάς με ἐκ τῶν ἀγαθῶν σου, σὺ δὲ, καθάπερ τις κύων ἄτιμος, οὐδὲ μέμνησαι, ἀλλὰ τοὺς δαίμονας ἐπεισάγεις; Μᾶλλον δὲ οἱ μὲν κύνες λαβόντες καὶ μὴ λαβόντες σαίνουσι τοὺς οἰκείους, σὺ δὲ οὐδὲ τοῦτο. Ὁ κύων  καὶ μὴ λαμβάνων  σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν  ὑλακτεῖς  κατ' αὐτοῦ. Πάλιν ὁ κύων καὶ εὐεργετούμενος παρὰ τοῦ ἀλλοτρίου, οὐδὲ οὕτω καταλύει τὴν ἔχθραν τὴν πρὸς αὐτὸν, οὐδὲ ἐπισπᾶται πρὸς φιλίαν·  σὺ δὲ καὶ μυρία πάσχων κακὰ παρὰ τῶν δαιμόνων,  ἐπ' ἄριστα αὐτοὺς  εἰσάγεις·  ὥστε  διπλῇ  τοῦ  κυνὸς  εἶ  χείρων.  Καλῶς δὲ ἀνεμνήσθην νῦν τῶν κυνῶν πρὸς τοὺς τότε μόνον εὐχαριστοῦντας, ὅταν εὖ πάσχωσιν. Αἰδέσθητε, παρακαλῶ, τοὺς κύνας, οἳ καὶ λιμώττοντες σαίνουσι τοὺς δεσπότας· σὺ δὲ ἂν ἀκούσῃς, ὅτι ὁ δαίμων τινὰ ἐθεράπευσεν, ἀφίης εὐθέως τὸν ∆εσπότην, ὦ κυνῶν ἀλογώτερε. Ἀλλ' αἱ πόρναι, φησὶν, ἡδονὴν ἔχουσιν ὁρώμεναι. Ποίαν ἡδονήν; ποίαν δὲ οὐκ ἀτιμίαν; Πορνεῖον γέγονέ  σου ἡ οἰκία, μανία καὶ οἶστρος· καὶ οὐκ αἰσχύνῃ ταῦτα ἡδονὴν  καλῶν; Ἂν  μὲν οὖν ἐξῇ χρήσασθαι πάσῃ ἡδονῇ, μείζων  ἡ αἰσχύνη  καὶ ἡ ἐκ ταύτης ἀηδία. Πῶς δαί; Οὐ χαλεπὸν τὸ τὴν οἰκίαν πορνεῖον ποιεῖν, καὶ ἥδεσθαι καθάπερ χοίρους  ἐγκαλινδουμένους  βορβόρῳ; Ἂν  δὲ  μέχρι  τοῦ  φανῆναι  μόνον,  ἰδοὺ  πάλιν ὀδύνη μείζων· ἡ γὰρ ὄψις οὐχ ἡδονὴ, ὅταν ἡ χρῆσις μὴ ᾖ, ἀλλὰ καὶ μείζων ἡ ἐπιθυμία, καὶ σφοδροτέρα ἡ φλόξ. Ἀλλὰ τὸ τέλος βούλει μαθεῖν; Οἱ μὲν τοῖς μαινομένοις  καὶ τοῖς παραπλῆξιν ἐοίκασιν ἀπὸ τῆς τραπέζης ἀνιστάμενοι, θρασεῖς, ὀργίλοι, καταγέλαστοι καὶ τοῖς ἀνδραπόδοις· καὶ οἱ μὲν οἰκέται ἀναχωροῦσι νήφοντες,  οὗτοι δὲ μεθύοντες. Ὢ τῆς αἰσχύνης!  Ἐκεῖ δὲ  τοιοῦτον  οὐδὲν,  ἀλλ'  εὐχαριστίᾳ  τὴν  τράπεζαν  κατακλείσαντες, οὕτως   ἀναχωροῦσιν   οἴκαδε,  ἡδόμενοι   καθεύδοντες,   ἡδόμενοι   ἐγειρόμενοι,   πάσης αἰσχύνης  ἀπηλλαγμένοι  καὶ κατηγορίας.    ʹ.  Εἰ βούλει  καὶ αὐτοὺς  τοὺς  κεκλημένους ἰδεῖν, ὄψει τούτους μὲν τοιούτους ὄντας· ἔνδον, ὅπερ οὗτοι ἔξω, τυφλοὺς, ἀναπήρους,
χωλούς· καὶ οἷα τούτων  τὰ σώματα, τοιαῦται  ἐκείνων  αἱ ψυχαὶ, ὑδέρῳ καὶ φλεγμονῇ κατεχόμεναι. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· μετὰ γὰρ τὴν τρυφὴν πήρωσις γίνεται· τοιοῦτον γὰρ  ἡ  πλησμονὴ  καὶ  ἡ  μέθη,  χωλοὺς  καὶ  κυλλοὺς  ποιοῦσα.  Καὶ ὄψει  καὶ  τούτους τοιαύτας  ἔχοντας  ψυχὰς,  οἷα  οὗτοι  τὰ  σώματα,  λαμπρὰς,  κεκοσμημένας.  Οἱ γὰρ  ἐν εὐχαριστίᾳ  ζῶντες,  οἱ τῆς  αὐταρκείας  μηδὲν  πλέον  ἐπιζητοῦντες,  οἱ φιλοσοφοῦντες οὕτως εἰσὶν ἐν πάσῃ φαιδρότητι.  Ἴδωμεν  δὲ καὶ ἐνταῦθα  καὶ ἐκεῖ τὸ τέλος. Ἐκεῖ μὲν ἡδονὴ ἀκόλαστος, γέλως  κεχυμένος, μέθη, εὐτραπελία, αἰσχρολογία· ἐπειδὴ γὰρ αὐτοὶ αἰδοῦνται    αἰσχρὰ   φθέγγεσθαι,    διὰ   τῶν    πορνῶν    τοῦτο   γίνεται.    Ἐνταῦθα   δὲ φιλανθρωπία,   ἡμερότης.   Τῷ   μὲν   οὖν   ἐκείνους   καλοῦντι   παρέστηκε   κενοδοξία ὁπλίζουσα  αὐτόν·  τῷ  δὲ ἐνταῦθα  φιλανθρωπία καὶ ἡμερότης.  Ἐκείνην  μὲν  γὰρ τὴν τράπεζαν  φιλανθρωπία συνίστησι, ταύτην  δὲ κενοδοξία  καὶ  ὠμότης  ἐξ ἀδικίας  καὶ πλεονεξίας.  Κἀκείνη μὲν καταλήγει  εἰς  ἅπερ εἶπον, εἰς ἀπόνοιαν,  εἰς ἔκστασιν, εἰς μανίαν· τοιαύτη γὰρ ἡ τῆς κενοδοξίας  βλάστη· αὕτη δὲ εἰς εὐχαριστίαν  καὶ δόξαν Θεοῦ.  Καὶ  ὁ  ἔπαινος   δὲ  ὁ  παρὰ  ἀνθρώπων   ταύτῃ  πλείων·  ἐκείνῳ   μὲν  γὰρ  καὶ βασκαίνουσι, τοῦτον  δὲ ὡς κοινὸν  πατέρα πάντες  ἔχουσι καὶ οἱ μὴ παθόντες  εὖ. Καὶ καθάπερ ἐπὶ τῶν ἠδικημένων  καὶ οἱ μηδὲν ἠδικημένοι συναλγοῦσι, καὶ κοινῇ γίνονται πάντες  ἐχθροί· οὕτω  καὶ ἐπὶ τῶν  πασχόντων  εὖ καὶ οἱ μὴ παθόντες  εὖ, καθάπερ οἱ παθόντες,  ἐπαινοῦσι  καὶ  θαυμάζουσι  τὸν  πεποιηκότα.  Κἀκεῖ μὲν  πολὺς  ὁ  φθόνος, ἐνταῦθα  δὲ πολλὴ  ἡ κηδεμονία,  πολλαὶ  παρὰ πάντων  εὐχαί. Καὶ ἐνταῦθα  μὲν ταῦτα· ἐκεῖ δὲ, ὅταν ὁ Χριστὸς παραγένηται,  οὗτος μὲν στήσεται μετὰ πολλῆς τῆς παῤῥησίας, καὶ ἀκούσεται ἐπὶ πάσης τῆς οἰκουμένης, Πεινῶντά με εἶδες, καὶ ἔθρεψας· γυμνὸν, καὶ ἐνέδυσας· ξένον,  καὶ συνήγαγες,  καὶ ὅσα τοιαῦτα·  ἐκεῖνος  δὲ τὰ ἐναντία  ἀκούσεται, Πονηρὲ δοῦλε  καὶ ὀκνηρέ· καὶ πάλιν,  Οὐαὶ οἱ κατασπαταλῶντες ἐπὶ ταῖς  στρωμναῖς αὐτῶν,  καὶ  οἱ  καθεύδοντες  ἐπὶ  κλινῶν   ἐλεφαντίνων, οἱ  πίνοντες  τὸν  διυλισμένον οἶνον,  καὶ τὰ πρῶτα  μύρα χριόμενοι,  ὡς  ἑστῶτα  ἐλογίσαντο,  καὶ οὐχ ὡς φεύγοντα. Ταῦτα ἡμῖν  οὐχ ἁπλῶς  εἴρηται, ἀλλ'  ὥστε μεταθεῖναι  ὑμῶν  τὴν  γνώμην,  καὶ μηδὲν ὑμᾶς ἀκερδὲς ποιεῖν. Τί οὖν, φησὶ, κἂν ταῦτα κἀκεῖνα ποιῶ; Πολὺς οὗτος ὁ λόγος παρὰ πᾶσι. Καὶ ποία ἀνάγκη, εἰπέ μοι, ἐξὸν πάντα χρησίμως ποιεῖν, διαιρεῖν, καὶ τὰ μὲν μὴ μόνον εἰς οὐδὲν δέον, ἀλλὰ καὶ εἰκῆ ἀναλίσκειν, τὰ δὲ χρησίμως; Εἰπέ μοι, εἰ σπείρων τὰ μὲν εἰς πέτραν ἔῤῥιπτες, τὰ δὲ εἰς γῆν ἀρίστην, ἆρα ἂν ἀπέχρησέ σοι τοῦτο, καὶ εἶπες ἄν· Τί γὰρ βλάπτει, ἂν τὰ μὲν εἰκῆ, τὰ δὲ εἰς ἀρίστην γῆν ῥίψωμεν; ∆ιὰ τί γὰρ μὴ πάντα εἰς ἀρίστην; διὰ τί τὸ κέρδος ἐλαττοῖς; Κἂν μὲν συνάγειν  δέοι χρήματα, οὐκ ἐρεῖς τοῦτο, ἀλλὰ πάντοθεν συνάγεις, ἐκεῖ δὲ οὐκέτι· κἂν δανείζειν δέοι, οὐκ ἐρεῖ· ∆ιὰ τί τὰ μὲν τοῖς ἀπόροις, τὰ δὲ τοῖς εὐπόροις δώσομεν, ἀλλὰ πάντα ἐκείνοις· ἐνταῦθα δὲ, ἔνθα τοσοῦτον κέρδος,  διὰ  τί  οὐ  λογίζῃ  τοῦτο,  καὶ  παύσῃ  ποτὲ  τοῦ  εἰκῇ  δαπανᾶσθαι  καὶ  μάτην ἀναλίσκειν; Ἀλλ' ἔχει καὶ τοῦτο κέρδος, φησί. Ποῖον, εἰπέ μοι, Τὰς φιλίας αὔξει. Οὐδὲν ἀνθρώπων    ψυχρότερον   ἀπὸ   τούτων   φίλων    γινομένων,    ἀπὸ   τῆς   τραπέζης   καὶ πλησμονῆς  τῶν  παρασίτων·  οὐδὲν  φιλίας  ἀηδέστερον  ἐντεῦθεν  τὴν  ἀρχὴν λαμβανούσης. Μὴ ὑβρίσῃς πρᾶγμα οὕτω θαυμαστὸν, τὴν ἀγάπην, μηδὲ ταύτην  αὐτῆς εἶναι ῥίζαν φῄς. Ὥσπερ ἂν εἴ τις δένδρου χρυσὸν καὶ λίθους τιμίους φέροντος τὴν ῥίζαν οὐχὶ τοιαύτην ἔλεγεν εἶναι, ἀλλ' ἀπὸ σηπεδόνος τίκτεσθαι· τοῦτο καὶ σὺ ποιεῖς· κἂν γὰρ τεχθῇ  φιλία  ἐντεῦθεν,  οὐδὲν αὐτῆς ψυχρότερον  γένοιτ' ἄν. Ἀλλ' ἐκεῖναι  αἱ τράπεζαι φιλίαν  ποιοῦσιν, οὐχὶ πρὸς ἀνθρώπους,  ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ ἐπιτεταμένην,  ὅταν ἐπιτεταμέναι γίνωνται.  Ὁ μὲν γὰρ τὰ μὲν ἐνταῦθα, τὰ δὲ ἐκεῖ καταναλίσκων,  κἂν πολλὰ δῷ, οὐδὲν μέγα πεποίηκεν· ὁ δὲ πάντα ἐνταῦθα ἀναλίσκων,  κἂν ὀλίγα δεδωκὼς ᾖ, τὸ
πᾶν  εἰργάσατο.  Τὸ γὰρ  ζητούμενον  οὐχὶ  πολλὰ  δοῦναι,  ἢ  ὀλίγα,  ἀλλὰ  τῆς  οἰκείας δυνάμεως  μὴ  ἔλαττον.  Ἐννοῶμεν  τὸν  τὰ   πέντε  τάλαντα,  καὶ  τὸν  τὰ  δύο· ἐννοῶμεν τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν· ἐννοῶμεν τὴν χήραν τὴν ἐπὶ τοῦ Ἠλία. Οὐκ εἶπεν  ἐκείνη  ἡ τοὺς δύο ὀβολοὺς καταβαλοῦσα· Τί γὰρ βλάπτει,  ἂν τὸν μὲν ἕνα ὀβολὸν ἐμαυτῇ κατάσχω, τὸν δὲ ἕνα δῶ; ἀλλ' ὅλον ἔδωκε τὸν βίον. Σὺ δὲ ἐν τοσαύτῃ ἀφθονίᾳ ὢν, ἐκείνης φειδωλότερος  εἶ. Μὴ τοίνυν ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ' ἐπιθώμεθα  τῇ  ἐλεημοσύνῃ.  Οὐδὲν γὰρ   ταύτης  βέλτιον·  καὶ  δείξει  ὁ μέλλων χρόνος· τέως δὲ καὶ ὁ παρὼν ἔδειξεν. Εἰς δόξαν τοίνυν τοῦ Θεοῦ ζήσωμεν, καὶ τὰ αὐτῷ δοκοῦντα  πράττωμεν,  ἵνα  καταξιωθῶμεν   τῶν  ἐπηγγελμένων  ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |