ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε

Κυριακή 23 Οκτωβρίου 2016

ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμε νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

αʹ.  Πάλιν   αὐτοὺς   τῇ  οἰκείᾳ   προκαταλαμβάνει   μαρτυρίᾳ,   λέγων,   Ὡς  οὖν παρελάβετε.   Οὐδὲν   ξένον,   φησὶν,   ἐπεισάγομεν·   οὐκοῦν   μηδὲ   ὑμεῖς.   Ἐν   αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην,  ἀλλ' ἐῤῥιζωμένοι·  τὸ δὲ ἐῤῥιζωμένον  οὐκ ἄν  ποτε  μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι,  φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες  αὐτὸν, καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι.   ∆είκνυσιν  αὐτοὺς  καταπεσόντας·  τὸ  γὰρ,  Οἰκοδομούμενοι,  τοῦτο δηλοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως  ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου  ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ' ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύεται· ἄν τε ἐπ' ἀσφαλείας,  καὶ  μὴ  ἑστήκῃ,  οὐκέτι  ἵσταται.  Καθὼς  ἐδιδάχθητε. 


 Πάλιν  τὸ,  Καθὼς, δηλωτικόν   ἐστι  τοῦ  μηδὲν  καινόν   τι  λέγειν.   Περισσεύοντες,  φησὶν,  ἐν  αὐτῇ  ἐν εὐχαριστίᾳ. Τοῦτο γὰρ εὐγνωμόνων·  οὐ λέγω ἁπλῶς εὐχαριστεῖν, ἀλλὰ μετὰ πολλῆς τῆς παρουσίας, πλέον  ἢ ἐμάθετε, εἰ οἷόν τε, μετὰ πολλῆς  τῆς φιλοτιμίας.  Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν.  Ὁρᾷς πῶς ἔδειξε κλέπτην  ὄντα, καὶ ἀλλότριον,  καὶ ἡρέμα ἐπεισιόντα;  ἤδη γὰρ  παρέστησεν αὐτὸν εἰσιόντα. Καὶ καλῶς  εἶπε, Συλαγωγῶν. Ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ἐκεῖνος ποιεῖ. Βλέπετε οὖν· τοῦτο γὰρ ἔργον ἐκείνῳ τὸ μηδὲ αἴσθησιν παρέχειν. ∆ιὰ τῆς φιλοσοφίας.  Εἶτα, ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ τῆς φιλοσοφίας,  προσέθηκε, Καὶ κενῆς ἀπάτης. Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοὶ, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν· περὶ ἧς φησιν  ὁ Ἱερεμίας· Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην.  Τὸ γὰρ τοιοῦτον  οὐδὲ ἀπάτην  δεῖ  καλεῖν·  ἐπεὶ  καὶ  τὸν  πατέρα  ἠπάτησεν  ὁ Ἰακὼβ,  ἀλλ' οὐκ  ἀπάτη,  ἀλλ' οἰκονομία  ἦν. ∆ιὰ τῆς φιλοσοφίας,  φησὶ, καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,  κατὰ  τὰ  στοιχεῖα  τοῦ  κόσμου, καὶ  οὐ κατὰ  Χριστόν. Τέως τοῦ  ἐλέγχου ἅπτεται  τῆς τῶν  ἡμερῶν  παρατηρήσεως, στοιχεῖα κόσμου ἥλιον  καὶ σελήνην  λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα;  Καὶ οὐκ  εἶπεν,  Ἡμερῶν  παρατηρήσεις,  ἀλλὰ  ∆ι'  ὅλου  τοῦ  κόσμου  τοῦ παρόντος, ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος οὐδὲν, πολλῷ μᾶλλον [καὶ] τὰ στοιχεῖα.
∆είξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργεσίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρ  ηνώχλησά σοι; καὶ ὁ ∆αυῒδ, ὡς ὅταν λέγῃ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ  καταιγίδος·  καὶ πάλιν,  Ἄνοιξον  τὸ στόμα σου, καὶ πληρώσω  αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα μὲν οὖν οὐδὲ εἴ τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χριστὸν, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότερον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς  παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς  ἀναιρεῖ.  Καὶ γὰρ Ἕλληνες καὶ Ἰουδαῖοι παρετήρουν πολλὰ, ἀλλ' οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. Πρότερον τοίνυν  πρόσεισι τούτοις, ἔνθα μείζων  ἡ κατηγορία. Πῶς, Οὐ κατὰ Χριστόν; Ὅτι ἐν  αὐτῷ  κατοικεῖ  πᾶν  τὸ πλήρωμα  τῆς θεότητος  σωματικῶς,  καὶ ἐστὲ ἐν  αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.

βʹ. Ὅρα πῶς  ἐν  τῇ τούτων  κατηγορίᾳ  ἐκεῖνο  διορύττει,  πρότερον  τιθεὶς  τὴν λύσιν, καὶ τότε τὴν ἀντίθεσιν.  Ἀνύποπτος γὰρ ἡ τοιαύτη λύσις, καὶ μᾶλλον  δέχεται ὁ ἀκροατὴς, ὡς οὐ τοῦτο σπουδάζοντος  τοῦ λέγοντος.  Ἐκεῖ μὲν γὰρ καὶ φιλονεικεῖ  μὴ ἡττηθῆναι,  ἐνταῦθα δὲ οὔ. Ὅτι ἐν αὐτῷ κατοικεῖ. Τουτέστιν, ὅτι ὁ Θεὸς ἐν αὐτῷ οἰκεῖ. Ἀλλ' ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι, ὡς ἐν σώματι, φησί· Πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι.  Ἄλλοι φασὶν ὅτι τὴν Ἐκκλησίαν λέγει πεπληρωμένην ὑπὸ τῆς θεότητος αὐτοῦ, καθὼς ἀλλαχοῦ φησι· Τοῦ πάντα ἐν πᾶσι πληρουμένου· τὸ δὲ, σωματικῶς, ἐνταῦθα, ὡς ἐν κεφαλῇ σῶμα. Πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις  ἐστὶν ἡ Ἐκκλησία; Ἔνιοι δὲ περὶ τοῦ Πατρός φασι λέγειν,  ὅτι τῆς θεότητος  τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ· ἀλλὰ κακῶς. Πρῶτον μὲν, ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ· δεύτερον, ὅτι τὸ πλήρωμα  οὐ τὸ δεχόμενόν  ἐστι· Τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς· καὶ πάλιν ὁ Ἀπόστολος, Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Τὸ ὅλον λέγεται πλήρωμα. Ἔπειτα τὸ, Σωματικῶς, τί βούλεται δηλοῦν; Ὡς ἐν κεφαλῇ. Τί δὲ πάλιν  τὸ αὐτὸ  λέγει,  Καὶ ἐστὲ ἐν  αὐτῷ  πεπληρωμένοι; Τί οὖν  ἐστιν; Ὅτι οὐδὲν ἔλαττον  ἔχετε  αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ  ᾤκησεν, οὕτω  καὶ ἐν ὑμῖν.  Βιάζεται γὰρ ἀεὶ Παῦλος ἐγγὺς  ἡμᾶς ἀγαγεῖν  τοῦ Χριστοῦ, ὡς ὅταν  λέγῃ· Συνήγειρε  καὶ συνεκάθισεν ἡμᾶς· καὶ, Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· καὶ, Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; καὶ συγκληρονόμους καλεῖ. Εἶτα περὶ τοῦ ἀξιώματος· Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ὁ πάντων ἀνώτερος, ἡ αἰτία, οὐχὶ ὁμοούσιος; Εἶτα τὸ τῆς  εὐεργεσίας  θαυμαστῶς  πως  ἐπήγαγε,  καὶ  πολλῷ  τῆς  πρὸς  Ῥωμαίους θαυμαστότερον.  Ἐκεῖ  μὲν  γάρ  φησι,  Περιτομὴ  καρδίας  ἐν  πνεύματι,  οὐ  γράμματι· ἐνταῦθα  δὲ  Ἐν τῷ  Χριστῷ. Ἐν  ᾧ  καὶ  περιετμήθητε  περιτομῇ  ἀχειροποιήτῳ,  ἐν  τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν  τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Ὅρα πῶς  ἐγγὺς  γίνεται  τοῦ πράγματος. Ἐν τῇ ἀπεκδύσει, φησίν.  Οὐκ εἶπεν,  ἐκδύσει. Τοῦ σώματος τῶν ἁμαρτιῶν. Τὸν παλαιόν φησι βίον. Συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως, ὥσπερ καὶ ἄνω   ἔλεγεν·  Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ ἀποκατήλλαξεν   ἀπηλλοτριωμένους  εἰς  τὸ  εἶναι  ἡμᾶς  ἁγίους  καὶ  ἀμώμους.  Οὐκέτι, φησὶν, ἐν μαχαίρᾳ ἡ περιτομὴ, ἀλλ' ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθὼς ἐκεῖ, τὴν  περιτομὴν  ταύτην,  ἀλλὰ  τὸ πνεῦμα,  οὐ μέρος, ἀλλ' ὅλον  ἄνθρωπον  περιτέμνει. Σῶμα καὶ τοῦτο, σῶμα κἀκεῖνο· ἀλλὰ τὸ μὲν σαρκὶ, τὸ δὲ πνευματικῶς  περιτέμνεται·ἀλλ' οὐχ ὡς Ἰουδαῖοι· οὐ γὰρ σάρκα, ἀλλὰ ἁμαρτήματα ἀπεξεδύσασθε. Πότε, καὶ ποῦ; Ἐν τῷ  βαπτίσματι.  Καὶ ὃ καλεῖ  περιτομὴν,  πάλιν  τάφον  καλεῖ.  Ὅρα πῶς  πάλιν  ἐπὶ  τὰ δικαιώματα  διαβαίνει.  Τῶν ἁμαρτιῶν,  φησὶ, τῶν  τῆς  σαρκός· τουτέστιν,  ἅπερ ἐν  τῇ σαρκὶ ἔπραξαν. Μεῖζον τῆς περιτομῆς λέγει· οὐ γὰρ ἔῤῥιψαν τὸ περιτμηθὲν, ἀλλ' ἀπώλεσαν, ἀλλ' ἔφθειραν. Συνταφέντες αὐτῷ, φησὶν, ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' οὐ τάφος μόνον ἐστίν· ὅρα γὰρ τί φησιν· Ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Καλῶς εἶπε· πίστεως γὰρ ὅλον ἐστίν.  Ἐπιστεύσατε  ὅτι  δύναται  ὁ  Θεὸς ἐγεῖραι,  καὶ  οὕτως  ἠγέρθητε.  Εἶτα  καὶ  τὸ ἀξιόπιστον, Τοῦ ἐγείραντος αὐτὸν, φησὶν, ἐκ νεκρῶν. Ἤδη δείκνυσι τὴν ἀνάστασιν· Καὶ ὑμᾶς  ποτε  ὄντας  νεκροὺς  τοῖς  παραπτώμασι  καὶ  τῇ  ἀκροβυστίᾳ  τῆς  σαρκὸς ὑμῶν, συνεζωοποίησε σὺν αὐτῷ. Ὑπὸ γὰρ τὴν δίκην ἔκεισθε ἀποθανεῖν.  Εἰ δὲ καὶ ἀπεθάνετε, ἀλλ' οὐχ ἁπλῶς, ἀλλὰ θάνατον χρήσιμον. Ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι' ὧν  ἐπήγαγε·  Χαρισάμενος ἡμῖν  πάντα  τὰ  παραπτώματα.  Ἐξαλείψας  τὸ  καθ'  ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον  ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Χαρισάμενος ἡμῖν, φησὶ, πάντα τὰ παραπτώματα. Ποῖα; Ἃ τὴν νεκρότητα ἐποίει. Καὶ τί; ἆρα ἀφῆκε μεῖναι; Οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν· οὐκ ἐχάραξε μόνον,  ἀλλ' ἐξήλειψεν,  ὥστε μηδὲ φαίνεσθαι.  Τοῖς δόγμασι, φησί. Ποίοις δόγμασι; Τῇ πίστει. Οὐκοῦν ἀρκεῖ πιστεῦσαι. Οὐχὶ ἔργοις ἔργα, ἀλλὰ πίστει ἔργα παρέθηκε. Καὶ τί μετὰ ταῦτα; Ἐπίτασις τοῦ ἀφιέναι  τὸ ἐξαλεῖψαι πάλιν. Καὶ αὐτὸ ἦρκε,  φησὶν,  ἐκ  τοῦ  μέσου. Καὶ οὐδὲ  οὕτως  ἐφύλαξεν,  ἀλλὰ  καὶ  διέῤῥηξεν  αὐτὸ, Προσηλώσας τῷ σταυρῷ. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν  ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Οὐδαμοῦ οὕτω μεγαλοφώνως ἐφθέγξατο.

γʹ. Ὁρᾷς σπουδὴν  τοῦ  ἀφανισθῆναι   τὸ  χειρόγραφον   ὅσην  ἐποιήσατο;  Οἷον, πάντες  ἦμεν ὑφ' ἁμαρτίαν καὶ κόλασιν· αὐτὸς κολασθεὶς ἔλυσε καὶ τὴν ἁμαρτίαν καὶ τὴν κόλασιν· ἐκολάσθη δὲ ἐν τῷ σταυρῷ. Ἐκεῖ οὖν αὐτὸ προσέπειρεν· εἶτα ὡς ἐξουσίαν ἔχων, λοιπὸν διέῤῥηξε. Ποῖον χειρόγραφον; Ἢ τοῦτό φησιν, ὃ ἔλεγον πρὸς τὸν Μωϋσέα, ὅτι Πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν, καὶ ἀκουσόμεθα· ἢ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἢ εἰ μὴ τοῦτο, ὅτι κατεῖχεν  ὁ διάβολος τὸ χειρόγραφον  ὃ ἐποίησε πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, εἰπών· Ἧ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.  Κατεῖχεν οὖν τὸ χειρόγραφον τοῦτο ὁ διάβολος. Καὶ οὐκ ἔδωκεν ἡμῖν αὐτὸ ὁ Χριστὸς, ἀλλ' αὐτὸς αὐτὸ ἔσχισεν, ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος  ἐστίν. Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας. Τὰς διαβολικὰς δυνάμεις λέγει· ἢ ἐπεὶ αὐτὰς ἡ ἀνθρωπίνη  φύσις ἐνδέδυτο, ἢ ἐπειδὴ αὐτὰς ὥσπερ λαβὴν  εἶχον, ἄνθρωπος  γενόμενος  ἀπεδύσατο τὴν λαβήν. Τοῦτό ἐστιν, Ἐδειγμάτισε. Καὶ καλῶς εἶπε τοῦτο· οὐδέποτε γὰρ οὕτως ὁ διάβολος ἠσχημόνησε. Προσδοκῶν γὰρ αὐτὸν  ἔχειν,  καὶ ὅσους εἶχεν  ἀπώλεσε, καὶ τοῦ σώματος προσηλουμένου,  οἱ  νεκροὶ  ἀνίσταντο.   Ἐκεῖ  τὴν  πληγὴν   ἔλαβεν  ὁ  διάβολος,  ὑπὸ σώματος  νεκροῦ  τὴν  καιρίαν  λαβών.  Καὶ καθάπερ  ἀθλητὴς  νομίζων  τὸν  ἀντίπαλον βεβληκέναι, καιρίαν αὐτὸς ὑπ' αὐτοῦ λαμβάνει  πληγήν· οὕτω δὴ καὶ οὗτος δείκνυσιν, ὅτι  τὸ  μετὰ  παῤῥησίας  ἀποθανεῖν,  ἀσχημοσύνη  ἐστὶ  τοῦ  διαβόλου.  Πάντα  γὰρ  ἂν ἐποίησεν  ἐκεῖνος,  εἴ  γε  ἠδύνατο,  ὥστε  πεῖσαι  τοὺς  ἀνθρώπους,  ὅτι  οὐκ  ἀπέθανεν. Ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν, τοῦ δὲ θανάτου, εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἂν ἐγένετο  ἕτερος καιρὸς, διὰ τοῦτο ἀπέθανε μὲν δημοσίᾳ πάντων  ὁρώντων, οὐκ ἀνέστη δὲ δημοσίᾳ, εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντατῇ ἀληθείᾳ. Τὸ γὰρ τοῦ κόσμου ὁρῶντος ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτό ἐστι τὸ θαυμαστόν. Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος, ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; Ἄκουε τοῦ Πιλάτου λέγοντος·  Ἄρατε αὐτὸν ὑμεῖς, καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν αἰτίαν ἐν αὐτῷ εὑρίσκω. Καὶ πάλιν Ἰουδαῖοι ἔλεγον αὐτῷ, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβε, καὶ οὐ κατέβη, διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι, ἀλλ' ἵνα πιστευθῇ τὸ πρᾶγμα. Καίτοι ἐν μὲν ταῖς ἰδιωτικαῖς τελευταῖς ἔνεστιν ὀλιγοψυχίαν  αἰτιάσασθαι· ἐνταῦθα δὲ οὐδὲ τοῦτο. Καὶ γὰρ καὶ  οἱ στρατιῶται  οὐ κατέαξαν  αὐτοῦ  τὰ  σκέλη, καθάπερ  τῶν  ἄλλων,  ἵνα φανερωθῇ  ὅτι τέθνηκε.  Καὶ φανεροί  εἰσιν οἱ τὸ σῶμα θάψαντες·  διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται  οἱ Ἰουδαῖοι  τὸν  λίθον  μετὰ τῶν  στρατιωτῶν.  Τὸ γὰρ μάλιστα πάντων σπουδαζόμενον τοῦτο ἦν, τὸ μὴ συσκιασθῆναι. Καὶ οἱ μάρτυρες, παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν  Ἰουδαίων.  Ἄκουε αὐτῶν  λεγόντων  τῷ Πιλάτῳ· Εἶπεν ὁ πλάνος  ἐκεῖνος  ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Κέλευσον οὖν  παρὰ τῶν  στρατιωτῶν  φυλαχθῆναι τὸν τάφον. Κἀκείνων σφραγιζομένων τοῦτο ἐγένετο. Ἄκουε δὲ αὐτῶν τοῦτο καὶ μετὰ ταῦτα λεγόντων  τοῖς  ἀποστόλοις·  Βούλεσθε  ἐπαγαγεῖν   ἐφ'  ἡμᾶς  τὸ  αἷμα  τοῦ  ἀνθρώπου τούτου. Τὸν τρόπον αὐτοῦ τοῦ σταυροῦ οὐκ ἀφῆκεν αἰσχύνεσθαι. Ἐπειδὴ γὰρ οἱ ἄγγελοι οὐδὲν τοιοῦτον πεπόνθασι, διὰ τοῦτο ὑπὲρ τούτου πάντα ποιεῖ, δεικνὺς ὅτι μέγα κατώρθωσεν  ὁ  θάνατος·  ὥσπερ  γὰρ  μονομαχεῖον   γέγονεν.  Ἔπληξε  τὸν  Χριστὸν ὁ θάνατος,  ἀλλ' ὁ Χριστὸς πληγεὶς,  ὕστερον αὐτὸν  ἀνεῖλε·  νεκρῷ  σώματι κατελύετο  ὁ δοκῶν  ἀθάνατος  εἶναι·  καὶ  τοῦτο  ἡ  οἰκουμένη  ἑώρα.  Καὶ τὸ  δὴ  θαυμαστὸν,  οὐκ ἐπέτρεψεν ἑτέρῳ τοῦτο· ἀλλὰ γέγονεν ἕτερον χειρόγραφον  πάλιν, οὐ τοιοῦτον, οἷον τὸ πρότερον.


δʹ. Ὁρᾶτε οὖν μὴ τούτῳ  ἁλῶμεν  μετὰ τὸ εἰπεῖν· Ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ συντάσσομαι σοὶ, Χριστέ. Μᾶλλον δὲ οὐκ ἂν κληθῇ τοῦτο χειρόγραφον, ἀλλὰ συνθήκη. Χειρόγραφον γάρ ἐστιν, ὅταν τις ὀφλημάτων  ὑπεύθυνος  κατέχηται· τοῦτο δὲ συνθήκη ἐστίν· οὐκ ἔχει  τιμωρίαν,  οὐδὲ λέγει·  Ἐὰν τόδε, ἢ μὴ τόδε. Ὁ τὸ αἷμα τῆς διαθήκης ῥαντίζων  Μωϋσῆς εἶπεν  οὕτω,  καὶ ὁ Θεὸς ζωὴν  αἰώνιον  ἐπηγγείλατο.  Ταῦτα πάντα συνθήκη  ἐστίν. Ἐκεῖ δοῦλος  πρὸς δεσπότην,  ἐνταῦθα  φίλος  πρὸς φίλον· ἐκεῖ, Ἧ  ἂν ἡμέρᾳ φάγῃ,  φησὶν,  ἀποθανῇ·  εὐθέως  ἀπειλή·  ἐνταῦθα  δὲ οὐδὲν  τοιοῦτον.  Ἐνταῦθα γυμνότης,   κἀκεῖ  γυμνότης·   ἀλλ'  ἐκεῖ  μὲν  ἁμαρτήσας  ἐγυμνώθη,   ἐπειδὴ  ἥμαρτεν· ἐνταῦθα  δὲ, ἵνα ἀπαλλαγῇ,  γυμνοῦται.  Ἀπεδύσατο τότε τὴν  δόξαν, ἣν εἶχεν  ἐκεῖνος· ἀποδύεται  νῦν  τὸν  παλαιὸν  ἄνθρωπον  οὗτος,  καὶ  πρὶν  ἢ ἐπιβῆναι,  οὕτως  εὐκόλως ἀποδύεται,  ὥσπερ τὰ ἱμάτια.  Ἀλείφεται,  ὥσπερ οἱ ἀθληταὶ  εἰς στάδιον  ἐμβησόμενοι. Ἅμα γὰρ τίκτεται,  καὶ οὐ καθάπερ ἐκεῖνος  ὁ πρῶτος  κατὰ μικρὸν, ἀλλ' εὐθέως· οὐ καθάπερ οἱ ἱερεῖς τὸ παλαιὸν  τὴν κεφαλὴν  μόνον, μᾶλλον  δὲ μειζόνως. Ἐκεῖνος μὲν γὰρ τὴν κεφαλὴν,  τὸ οὖς τὸ δεξιὸν, τὴν χεῖρα, ἵνα καὶ πρὸς ὑπακοὴν καὶ ἔργα ἀγαθὰ αὐτὸν  διεγείρῃ·  οὗτος  δὲ τὸ πᾶν.  Οὐ γὰρ διδαχθησόμενος  ἔρχεται  μόνον,  ἀλλὰ  καὶ ἀθλήσων καὶ γυμνασθησόμενος εἰς ἑτέραν ἀνάγεται κτίσιν. Ὅταν γὰρ ὁμολογῇ εἰς ζωὴν αἰώνιον,   ὡμολόγησεν   ἑτέραν  κτίσιν.  Ἔλαβε  χοῦν   ἀπὸ  τῆς  γῆς,  καὶ  ἔπλασε  τὸν ἄνθρωπον·  λοιπὸν  δὲ  οὐκέτι  χοῦν,  ἀλλὰ  Πνεῦμα  ἅγιον·  τούτῳ  πλάττεται,   τούτῳ ῥυθμίζεται, καθάπερ καὶ αὐτὸς ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Οὐκ εἶπεν, ἐν παραδείσῳ, ἀλλ', ἐν οὐρανῷ. Μὴ γὰρ, ἐπειδὴ γῆ ὑπόκειται, νομίσῃς εἶναι ἐν γῇ· μετέστη ἐκεῖ πρὸς τὸν οὐρανόν· ἐκεῖ ταῦτα γίνεται μεταξὺ ἀγγέλων· ἄνω σου λαμβάνει τὴν ψυχὴν ὁ Θεὸς, ἄνω  μεταῤῥυθμίζει, παρὰ τὸν θρόνον  ἱστᾷ σε τὸν βασιλικόν. Πλάττεται ἐν τῷ ὕδατι, λαμβάνει δὲ ἀντίψυχον  πνεῦμα. Μετὰ δὲ τὸ πλασθῆναι οὐκ ἄγει πρὸς αὐτὸν θηρία, ἀλλὰ
δαίμονας καὶ τὸν ἀρχηγὸν  αὐτῶν,  καὶ λέγει, Πατεῖτε ἐπάνω ὄφεων  καὶ σκορπίων. Οὐ λέγει, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἀλλὰ τί; ∆ίδωσιν αὐτοῖς υἱοῖς Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ, φησὶν, ἐγεννήθησαν. Εἶτα ἵνα μὴ τοῦ ὄφεως ἀκούσῃς, εὐθέως διδάσκῃ λέγειν· Ἀποτάσσομαί σοι· ἀντὶ τοῦ, Ὅπερ ἂν εἴπῃς, οὐκ ἀκούσομαί σου. Εἶτα ἵνα μὴ δι' ἑτέρων σε ἕλῃ, φησὶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ  σου καὶ τοῖς ἀγγέλοις  σου. Ἔθετο αὐτὸν  οὐκέτι  φυλάσσειν  τὸν  παράδεισον, ἀλλὰ  πολιτεύεσθαι  ἐν  οὐρανῷ.  Εὐθέως γὰρ  ἀνελθὼν,  ταῦτα  φθέγγεται  τὰ  ῥήματα· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, γενηθήτω  τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Οὐκ ἐπ' ὄψιν  πίπτει  τὸ παιδίον,  οὐ ξύλον  ὁρᾷς οὐδὲ πηγὴν,  ἀλλ' αὐτὸν  εὐθέως περιλαμβάνεις  τὸν ∆εσπότην, ἀνακεράννυσαι  τῷ σώματι, ἀναφύρῃ τῷ σώματι τῷ ἄνω κειμένῳ,  ἔνθα προσελθεῖν  οὐκ ἔνι τῷ διαβόλῳ. Οὐκ ἔστι γυνὴ, ἵνα προσέλθῃ, καὶ ὡς ἀσθενεστέραν ἀπατήσῃ· Οὐκ ἔστι γὰρ, φησὶ, θῆλυ, οὐδὲ ἄρσεν. Ἂν μὴ σὺ κατέλθῃς πρὸς αὐτὸν, οὐ δυνήσεται ἐπιβῆναι  ἔνθα εἶ· ἐν γὰρ τῷ οὐρανῷ εἶ, ὁ δὲ οὐρανὸς ἄβατος τῷ διαβόλῳ. Οὐκ ἔχει ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, ἀλλὰ τὸ ξύλον τῆς ζωῆς μόνον. Οὐκέτι ἀπὸ τῆς πλευρᾶς σου γυνὴ, ἀλλὰ πάντες ἕν ἐσμεν ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Εἰ γὰρ οἱ ἠλειμμένοι ὑπὸ ἀνθρώπων, οὐδὲν πάσχουσιν ὑπὸ ὄφεων, οὐδὲ σὺ  πείσῃ τι, ἕως ἂν ᾖς ἠλειμμένος, ἵνα δυνηθῇς κατέχειν τὸν ὄφιν καὶ ἀποπνίγειν,  πατεῖν ἐπάνω ὄφεων  καὶ σκορπίων. Ἀλλ' ὥσπερ μεγάλα τὰ δῶρα, οὕτω μεγάλη ἡμῖν καὶ ἡ τιμωρία· οὐκ ἔνι ἐκπεσόντα τοῦ παραδείσου ἀπέναντι  οἰκῆσαι τοῦ παραδείσου, οὐδὲ ἐπανελθεῖν ὅθεν  ἐξεπέσομεν.  Ἀλλὰ  τί  μετὰ  ταῦτα;  Γέεννα, καὶ  σκώληξ  ἀτελεύτητος.  Ἀλλὰ  μὴ γένοιτό τινα ἡμῶν ὑπεύθυνον γενέσθαι ταύτῃ τῇ τιμωρίᾳ·  ἀλλ' ἐναρέτως ζῶντες, σπουδάσωμεν   τὰ   αὐτῷ   δοκοῦντα   διαπράττεσθαι·   εὐαρεστήσωμεν   τῷ   Θεῷ,  ἵνα δυνηθῶμεν καὶ τῆς κολάσεως ἀπαλλαγῆναι,  καὶ τῶν αἰωνίων  ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |