ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν

Κυριακή 23 Οκτωβρίου 2016

Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν



Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.

αʹ. Οἶδα πολλοὺς  ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης  διαλέξει· ἀλλὰ  τί πάθω; ἠκούσατε  τί  ἐπέταξεν  ὁ ∆εσπότης. Μὴ γὰρ  ἐγὼ  αἴτιος;  τί  ποιήσω;  Οὐχ ὁρᾶτε  τοὺς ἀπαιτοῦντας,   ὅταν   ἀγνωμονῶσιν  οἱ  ὑπεύθυνοι,   πῶς  κλοιὰ  τούτοις   περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.  Τί τῆς τοιαύτης  πλεονεξίας  χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ μανία   καὶ  ἡ  βλακεία   ἡ  περὶ  ἄργυρον.   Καὶ  τὴν   πλεονεξίαν,   φησὶν,   ἥτις   ἐστὶν εἰδωλολατρεία·  ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν  οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ' ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας  ἐστὶν οὐδὲ ἀξιώματος, ἀλλ' ὀδύνης καὶ ἀλγηδόνος.

 
  Σύγγνωτέ    μοι,   σύγγνωτε·   οὐ   θέλω    ἀσχημονεῖν    ὑπὲρ    τοιούτων διαλεγόμενος, ἀλλ' ἀναγκάζομαι. Οὐχ ὑπὲρ τῆς τῶν πενήτων  ὀδύνης ταῦτα λέγω, ἀλλ' ὑπὲρ  τῆς  ὑμετέρας  σωτηρίας·  ἀπολοῦνται   γὰρ,  ἀπολοῦνται   οἱ  μὴ  θρέψαντες   τὸν Χριστόν. Τί γὰρ, εἰ τρέφεις πένητα; ἀλλ' ἕως ἂν οὕτω σπαταλᾷς καὶ οὕτω τρυφᾷς, πάντα περιττά. Οὐ γὰρ τὸ δοῦναι ζητεῖται πολλὰ, ἀλλὰ τὸ μὴ ἔλαττον τῆς οἰκείας οὐσίας· τοῦτο γὰρ παίζοντός ἐστι. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν, φησὶν, τὰ ἐπὶ τῆς γῆς. Τί λέγεις; οὐ σὺ εἶπας, ὅτι Ἐτάφητε; ὅτι Συνετάφητε; ὅτι Περιετμήθητε; ὅτι Ἀπεξεδυσάμεθα τὸ σῶμα τῶν  ἁμαρτιῶν  τῆς σαρκός; πῶς οὖν πάλιν  λέγεις,  Νεκρώσατε; Μὴ παίζῃς· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ; Οὐκ ἔστιν ἐναντιολογία·  ἀλλ' ὥσπερ εἴ τις ἐῤῥυπωμένον ἀνδριάντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δείξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο, παραινοῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολογεῖ·  οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν  λέγει, οὐδὲ τὰς πορνείας  ἐκείνας, ἀλλὰ τὰς  ἐπιγινομένας  ὕστερον.  Ἀλλ'  ἰδοὺ,  φασὶν  αἱρετικοὶ,  τὴν  δημιουργίαν   Παῦλος διαβάλλει·  εἶπε γὰρ ἔμπροσθεν, Τὰ ἄνω φρο  νεῖτε, μὴ τὰ ἐπὶ γῆς·  πάλιν  φησὶ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Ἀλλὰ τὸ, ἐπὶ γῆς, ἐνταῦθα δηλωτικόν  ἐστιν ἁμαρτίας, οὐ δημιουργίας διαβολή. Οὕτω γὰρ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ τὰ ἁμαρτήματα, ἢ τῷ ἀπὸ γεώδους λογισμοῦ καὶ ἐπὶ γῆς ἐνεργεῖσθαι, ἢ τῷ γηΐνους δεικνύναι τοὺς ἁμαρτάνοντας. Πορνείαν, ἀκαθαρσίαν, φησί. Παρῆκε τὰ πράγματα, ἃ οὐδὲ εἰπεῖν καλὸν, καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνε. Πάθος, φησὶν, ἐπιθυμίαν κακήν. Ἰδοὺ γενικῶς τὸ πᾶν  εἶπε· πάντα  γὰρ ἐπιθυμία  κακὴ, βασκανία,  ὀργὴ, λύπη.  Καὶ τὴν  πλεονεξίαν, φησὶν, ἥτις ἐστὶν εἰδωλολατρεία. ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ∆ιὰ πολλῶν  ἀπήγαγεν αὐτούς· διὰ τῶν εὐεργεσιῶν τῶν ὑπαρξασῶν, διὰ τῶν  μελλόντων ἐξ ὧν  ἀπηλλάγημεν κακῶν,  τίνες  ὄντες, καὶ διὰ τί, καὶ ὅλα ἐκεῖνα,οἷον, τίνες ἦμεν καὶ ἐν τίσιν, καὶ ὅτι ἀπηλλάγημεν  αὐτῶν, πῶς καὶ τίνι τρόπῳ καὶ ἐπὶ τίσι. Ταῦτα ἱκανὰ ἀποστρέψαι· ἀλλὰ πάντων  σφοδρότερον τοῦτο, ἀηδὲς μὲν εἰπεῖν, οὐ μὴν ἀνωφελὲς, ἀλλὰ καὶ ὠφέλιμον· ∆ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Οὐκ εἶπεν, Ἐφ' ὑμᾶς, ἀλλ', Ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Ἐντρεπτικῶς, Ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς, καὶ μετ' ἐγκωμίου, ὡς νῦν οὐ ζώντων· τότε ἐξῆν. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα. Καὶ καθολικῶς ἀεὶ λέγει, καὶ ἰδικῶς· τοῦτο δέ ἐστι διαθέσεως. Ὀργὴν, θυμὸν, κακίαν βλασφημίαν, αἰσχρολογίαν  ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους. Αἰσχρολογίαν,   φησὶν,   ἐκ   τοῦ   στόματος   ὑμῶν,   ἐμφαντικῶς,    ὅτι   αὐτὸ   ῥυποῖ. Ἀπεκδυσάμενοι τὸν παλαιὸν  ἄνθρωπον  σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον  τὸν  ἀνακαινούμενον  εἰς  ἐπίγνωσιν   κατ'  εἰκόνα  τοῦ  κτίσαντος  αὐτόν.  Ἄξιον ἐνταῦθα ζητῆσαι, τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα καλεῖ τὸν διεφθαρμένον  βίον, καὶ τὸν ἐνάρετον  πάλιν  τὸ αὐτό. Καὶ εἰ ὁ ἄνθρωπός  εἰσιν αἱ ἁμαρτίαι, πῶς φησι, Σὺν ταῖς  πράξεσιν  αὐτοῦ; Ἅπαξ  γὰρ εἶπε  παλαιὸν  ἄνθρωπον,  δείξας  ὅτι  οὐ τοῦτό  ἐστιν ἄνθρωπος,  ἀλλ' ἐκεῖνο,  Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα,  καὶ τοῦτο  μᾶλλον ἄνθρωπος,  ἢ ἐκεῖνο. Οὐ γὰρ  ἡ οὐσία ἐμβάλλει  εἰς γέενναν,  οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ' αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦμεν, οὔτε μισοῦμεν ᾗ ἄνθρωπος, ἀλλ' ᾗ τοιόσδε ἄνθρωπος. Εἰ τοίνυν ἡ μὲν οὐσία τὸ σῶμά ἐστιν, αὕτη δὲ ἀνυπεύθυνος  ἐν ἑκατέροις, πῶς αὐτὸ κακὸν εἶναί φησι;


βʹ. Τί δέ φησι, Σὺν ταῖς πράξεσι; Τὴν προαίρεσιν μετὰ τῶν ἔργων. Παλαιὸν δὲ αὐτὸν καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ τὸ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον,  ἀντὶ  τοῦ,  Μὴ  προσδοκήσητε,  φησὶν,  ὅτι  καὶ  οὗτος  τὸ  αὐτὸ  πείσεται,  ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προΐῃ, οὐ πρὸς γῆρας ἐπείγεται, ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας. Ὅταν γὰρ πλείονα  λάβῃ τὴν  γνῶσιν,  καὶ μειζόνων  ἀξιοῦται,  καὶ μᾶλλον ἀκμάζει, καὶ μᾶλλον  ἰσχύει, οὐκ ἀπὸ τῆς νεότητος  μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὅ ἐστιν. Ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται. Κατ' εἰκόνα Χριστοῦ· τοῦτο γάρ ἐστι, Κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν, ἀλλ' οὕτως ἦν  καλὸς,  ὡς  μηδὲ  εἶναι  εἰπεῖν.  Ὅπου οὐκ ἔνι  Ἕλλην  καὶ  Ἰουδαῖος,  περιτομὴ  καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἰδοὺ τρίτον  ἐγκώμιον  τοῦ ἀνδρὸς  τούτου,  ὅταν  μήτε ἔθνους,  μήτε ἀξιώματος,  μήτε προγόνων  διαφορὰ  ἐπεισέρχηται,  ὅταν  ἔχῃ τῶν  ἔξωθεν  μηδὲν, μηδὲ δέηται  τούτων· τοιαῦτα  γὰρ πάντα  τὰ ἔξωθεν. Περιτομὴ καὶ ἀκροβυστία· δοῦλος, ἐλεύθερος, Ἕλλην, τουτέστι, προσήλυτος· καὶ Ἰουδαῖος, τουτέστιν, ἐκ προγόνων.  Ἂν τοῦτον  ἔχῃς μόνον, τῶν  αὐτῶν  ἐπιτεύξῃ  τοῖς  ἄλλοις,  τοῖς  ἔχουσιν.  Ἀλλὰ τὰ πάντα,  καὶ ἐν  πᾶσι, φησὶν, Χριστός· τουτέστι, Πάντα ὑμῖν ὁ Χριστὸς ἔσται, καὶ ἀξίωμα καὶ γένος, καὶ ἐν πᾶσιν ὑμῖν αὐτός.  Ἢ  ἕτερόν  τί  φησιν,  ὅτι  Πάντες  Χριστὸς εἷς  ἐγένεσθε,  σῶμα  αὐτοῦ  ὄντες. Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς  αὐτὴν  ἔχειν, καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. Καὶ μετ' ἐγκωμίου  ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει. Ἐγένοντο  γὰρ ἅγιοι, ἀλλ' οὐκ ἐκλεκτοί· νυνὶ  δὲ καὶ ἐκλεκτοὶ  καὶ ἅγιοι  καὶ ἠγαπημένοι.  Σπλάγχνα  οἰκτιρμοῦ.  Οὐκ εἶπεν ἔλεον, ἀλλ' ἐμφαντικώτερον διὰ τῶν δύο. Καὶ οὐκ εἶπεν, ὅτι ὡς ἀδελφοῖς  οὕτω διατίθεσθαι  δεῖ, ἀλλ' ὡς παισὶ πατέρες. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἥμαρτε· διὰ τοῦτο εἶπε σπλάγχνα.  Καὶ οὐκ  εἶπεν,  οἰκτιρμὸν,  ἵνα  μὴ  ἐκείνους  ἐξευτελίσῃ,  ἀλλὰ,  Σπλάγχνα οἰκτιρμοῦ. Χρηστότητα, ταπεινοφροσύνην,  πραότητα, μακροθυμίαν·  ἀνεχόμενοι ἀλλήλων,  καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς  ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς. Πάλιν κατ' εἶδος λέγει· ἀπὸ χρηστότητος γὰρ ταπεινοφροσύνη,  καὶ ἀπὸ ταύτης μακροθυμία. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων,  τουτέστι, παραπεμπόμενοι. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξε, μομφὴν καλέσας. Εἶτα ἐπάγει· Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο  ὑμῖν.  Μέγα τὸ ὑπόδειγμα·  ὅπερ ἀεὶ ποιεῖ,  ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς. Μομφὴν, φησί. Ἐκεῖ μὲν μικρὸν αὐτὸ ἔδειξεν· ὅτε δὲ τὸ ὑπόδειγμα παρήγαγεν,  ἔπεισεν ὅτι κἂν μεγάλα ἔχωμεν  ἐγκα  λεῖν, δεῖ χαρίζεσθαι. Τὸ γὰρ, Καθὼς ὁ Χριστὸς, τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἐξ ὅλης καρδίας· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ φιλεῖν  δεῖ. Ὁ γὰρ Χριστὸς εἰσαχθεὶς εἰς τὸ μέσον πάντα εἰσάγει ταῦτα· καὶ ὅτι κἂν μεγάλα ᾗ, κἂν μὴ προηδικηκότες  τύχωμεν,  κἂν ἡμεῖς μὲν μεγάλοι, ἐκεῖνοι  δὲ μικροὶ, κἂν μέλλωσιν  ὑβρίζειν ἡμᾶς καὶ μετὰ ταῦτα, καὶ ὅτι τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι· τὸ γὰρ, Καθὼς, ταῦτα ἀπαιτεῖ· καὶ ὅτι οὐδὲ μέχρι θανάτου μόνον  στῆναι δεῖ, ἀλλ',  εἰ δυνατὸν,  καὶ μετὰ ταῦτα. Ἐπὶ πᾶσι δὲ τούτοις  τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὁρᾷς ὅτι τοῦτο λέγει. Ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, Ναὶ, φησὶ, καὶ φιλεῖν, καὶ ὁδὸν δείκνυσι, δι' ἧς δυνατὸν χαρίζεσθαι. Ἔστι γὰρ καὶ χρηστὸν εἶναί τινα καὶ πρᾶον καὶ ταπεινόφρονα  καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν. ∆ιὸ ἀρχόμενος εἶπε, Σπλάγχνα  οἰκτιρμοῦ, καὶ ἀγάπην, καὶ ἔλεον. Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ὃ δὲ θέλει εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Οὐδὲν ἐκείνων ὄφελος· διαλύεται γὰρ πάντα ἐκεῖνα, ἂν μὴ μετὰ ἀγάπης γίνηται. Πάντα ἐκεῖνα αὕτη συσφίγγει· ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστιν, ἀλλὰ διαῤῥεῖ. Καὶ ὃν τρόπον ἐπὶ πλοίου, κἂν μεγάλα ᾖ τὰ σκεύη, τὰ δὲ ὑποζώματα μὴ ᾖ, οὐδὲν ὄφελος· καὶ ἐπὶ οἰκίας ἐὰν μὴ ὦσιν αἱ ἱμαντώσεις· καὶ ἐπὶ σώματος κἂν μεγάλα ᾖ τὰ ὀστᾶ, οἱ δὲ σύνδεσμοι μὴ ὦσιν, οὐδὲν ὄφελος. Οἷα γὰρ ἐάν τις ἔχῃ κατορθώματα,  πάντα φροῦδα, ἀγάπης μὴ οὔσης. Οὐκ εἶπεν, ὅτι κορυφή ἐστιν, ἀλλ' ὃ μεῖζόν ἐστι, σύνδεσμος· ἀναγκαιότερον  τοῦτο, ἢ ἐκεῖνο. Κορυφὴ μὲν γὰρ ἐπίτασις τελειότητος,  σύνδεσμος δὲ συγκράτησις τῶν  τὴν  τελειότητα  ποιούντων,  ὡσανεὶ  ἡ ῥίζα. Καὶ ἡ εἰρήνη  τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε  ἐν σώματι ἑνί· καὶ εὐχάριστοι γίνεσθε. γʹ. Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ πεπηγυῖα καὶ βεβαία αὕτη ἐστίν. Ἂν μὲν δι' ἄνθρωπον ἔχῃς εἰρήνην, ταχέως διαλύεται· ἐὰν δὲ διὰ τὸν Θεὸν, οὐκέτι. Καίτοι τὸ καθολικὸν εἶπε τὴν ἀγάπην, ἀλλὰ πάλιν ἐπὶ τὸ ἰδικὸν ἔρχεται. Ἔστι γὰρ καὶ ἄμετρος ἀγάπη, οἶον, ὅταν ἀπὸ πολλῆς  τις ἀγάπης ἐγκαλῇ εἰκῆ, καὶ μάχας ἔχῃ καὶ ἀποστρέφηται. Οὒ, φησὶν, οὐ τοῦτο βούλομαι, ἀλλ' ὡς ἐποίησεν εἰρήνην  πρὸς ὑμᾶς ὁ Θεὸς, οὕτω καὶ ὑμεῖς ποιεῖτε. Πῶς δὲ ἐποίησεν; Αὐτὸς θελήσας, οὐ παρ' ἡμῶν τι λαβών. Τί ἐστιν; Ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν; Ἐὰν μάχωνται  λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν, μὴ στήσῃς τὴν  ἐπήρειαν  κατέχουσαν  τὸ βραβεῖον, ἀλλὰ  τὴν  εἰρήνην·  οἷον, ἔστω τις ὑβρισθεὶς ἀδίκως· ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν λογισμοὶ δύο, ὁ μὲν κελεύων ἀμύνασθαι, ὁ δὲ ἐνεγκεῖν, καὶ παλαίουσιν ἀλλήλοις. Ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκῃ βραβεύουσα, τῷ κελεύοντι  φέρειν  δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει  ἐκεῖνον.  Πῶς; Πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη  ἐστὶν, ὅτι εἰρήνευσεν  ἡμῖν.  Οὐχ ἁπλῶς  δείκνυσι  πολὺν  τὸν  ἀγῶνα  τοῦ πράγματος. Μὴ θυμὸς, φησὶ, βραβευέτω, μὴ φιλονεικία,  μὴ ἀνθρωπίνη  εἰρήνη·  ἡ γὰρ ἀνθρωπίνη  εἰρήνη ἐκ τοῦ ἀμύνασθαι γίνεται, ἐκ τοῦ μηδὲν πάσχειν δεινόν. Ἀλλ' οὐ ταύτην  βούλομαι,  φησὶν,  ἀλλ' ἐκείνην,  ἣν  ὁ Χριστὸς ἀφῆκεν  αὐτός. Στάδιον  ἔνδον ἐποίησεν  ἐν  τοῖς  λογισμοῖς,  καὶ  ἀγῶνα   καὶ  ἄθλησιν  καὶ  βραβευτήν.  Εἶτα  πάλιν προτροπή· Εἰς ἣν ἐκλήθητε, φησί· τουτέστιν, ἐφ' ᾗ ἐκλήθητε. Ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία  ἡ  εἰρήνη.  ∆ιὰ  ταύτην   σε  ἐκάλεσεν,  ἐπὶ  ταύτῃ  ἐκάλεσεν,  ὥστε  ἀξιόπιστον
ἀναδέξασθαι τὸ βραβεῖον. ∆ιὰ τί γὰρ ἓν σῶμα ἐποίησεν; οὐχ ἵνα αὕτη κρατῇ; οὐχ ἵνα ἀφορμὴν ἔχωμεν τοῦ εἰρηνεύειν; ∆ιὰ τί πάντες ἓν σῶμά ἐσμεν; πῶς δὲ ἓν σῶμά ἐσμεν; ∆ιὰ τὴν εἰρήνην σῶμα ἕν ἐσμεν, καὶ διὰ τὸ σῶμα ἓν εἶναι, εἰρηνεύομεν.  ∆ιὰ τί δὲ οὐκ εἶπεν, Ἡ εἰρήνη  τοῦ Θεοῦ νικάτω,  ἀλλὰ, Βραβευέτω; Ἀξιοπιστοτέραν  αὐτὴν  ἐποίησε. Τὸν πονηρὸν λογισμὸν οὐκ ἀφῆκεν αὐτῇ προσπαλαίειν, ἀλλὰ κατώτερον  ἑστάναι. Καὶ τὸ τοῦ βραβείου ὄνομα ἐπῆρε τὸν ἀκροατήν. Ἂν γὰρ δῷ βραβεῖον τῷ ἀγαθῷ λογισμῷ, ὅσα ἂν ἀναισχυντῇ  ἐκεῖνος, οὐδὲν ὄφελος λοιπόν. Ἄλλως δὲ ἐκεῖνος εἰδὼς ἦν, ὅτι ὅσα ἂν ἐργάσηται, οὐ λήψεται  τὸ βραβεῖον· ὅσα ἂν πνεύσῃ καὶ ἐπιχειρήσῃ  σφοδρότερον προσβαλεῖν,  ἅτε ἀνόητα  πονῶν  ἀποστήσεται. Καὶ καλῶς  προσέθηκε, Καὶ εὐχάριστοι γίνεσθε.  Τοῦτο  γάρ  ἐστιν  εὐχάριστον  εἶναι,  καὶ  σφόδρα  ἐντρεπτικῶς,   τὸ  ὁμοίως κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεὸς, τὸ εἴκειν τῷ δεσπότῃ, τὸ πείθεσθαι, τὸ ὑπὲρ πάντων  χάριν ὁμολογεῖν,  κἂν ὑβρίσῃ τις, κἂν πλήξῃ. Οὐ γὰρ δὴ ὁ τῷ Θεῷ χάριν ὁμολογῶν, ὑπὲρ ὧν ἔπαθε, τὸν ποιήσαντα ἀμυνεῖται· ὡς ὅγε ἀμυνόμενος οὐχ ὁμολογεῖ χάριν.  Ἀλλὰ μὴ κατ' ἐκεῖνον  τὸν  τὰ ἑκατὸν  δηνάρια  γενώμεθα,  ἵνα  μὴ ἀκούσωμεν, Πονηρὲ δοῦλε· οὐδὲν γὰρ τῆς ἀχαριστίας ταύτης χεῖρον. Ὥστε ἀχάριστοι οἱ ἀμυνόμενοι. ∆ιὰ τί δὲ ἐπὶ τὴν πορνείαν πρώτην ἦλθεν; εἰπὼν γὰρ, Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, εὐθύς φησι, Πορνείαν, καὶ τοῦτο σχεδὸν πανταχοῦ  ποιεῖ. Ὅτι μάλιστα τοῦτο κρατεῖ τὸ πάθος· καὶ γὰρ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς γράφων,  τοῦτο ἐποίησε. Καὶ τί θαυμαστόν;  ὅπου  γε  καὶ  Τιμοθέῳ  φησὶ,  Σεαυτὸν  ἁγνὸν  τήρει·  καὶ  πάλιν  ἀλλαχοῦ, Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. – Νεκρώσατε,  φησὶ,  τὰ  μέλη  ὑμῶν.  Τὸ  νεκρὸν  ἴστε  οἷόν  ἐστι,  μισητὸν,  βδελυκτὸν, διαῤῥέον. Ἂν νεκρώσῃς, οὐ μένει νεκρὸν, ἀλλὰ φθείρεται  εὐθέως, καθάπερ τὸ σῶμα. Σβέσον  οὖν   τὴν   θερμότητα,   καὶ   οὐδὲν   νεκρὸν   μένει.   ∆είκνυσιν   αὐτὸν   τοῦτο ἐργαζόμενον,  ὅπερ ὁ Χριστὸς ἐπὶ  τοῦ  λουτροῦ·  διὰ  τοῦτο  καὶ  μέλη  καλεῖ·  καθάπερ ἀριστέα τινὰ εἰσάγων, καὶ εἰς μείζονα ἄγων ἔμφασιν. Καὶ καλῶς εἶπε, Τὰ ἐπὶ τῆς γῆς· ἐνταῦθα  γὰρ μένει, καὶ ἐνταῦθα  φθείρεται,  πολλῷ  μᾶλλον  τῶν  μελῶν  τούτων.  Ὥστε οὐχ  οὕτω  τὸ  σῶμά ἐστιν  ἀπὸ  γῆς,  ὡς  ἡ  ἁμαρτία  γηΐνη·  τοῦτο  μὲν  γὰρ  καὶ  καλὸν φαίνεταί ποτε, ἐκεῖνα δὲ οὐδέποτε. Καὶ πάντων τῶν ἐπὶ γῆς ἐπιθυμεῖ ταῦτα τὰ μέλη. Ἂν ὀφθαλμὸς ᾖ τοιοῦτος, οὐχ ὁρᾷ τὰ ἐν  οὐρανοῖς· ἂν ἀκοὴ, ἂν χεὶρ, ἂν ὁτιοῦν εἴπῃς μέλος.  Ὀφθαλμὸς  σώματα  ὁρᾷ καὶ  κάλλη  καὶ  χρήματα·  ταῦτα  τὰ  ἀπὸ  γῆς,  τούτοις τέρπεται· ἡ ἀκοὴ μέλε. μαλθακῷ,  κιθάρᾳ καὶ σύριγγι καὶ αἰσχρολογίᾳ·  ταῦτα δὲ περὶ γῆν. Ἐπειδὴ οὖν ἔστησεν αὐτοὺς ἄνω παρὰ τὸν θρόνον, τότε φησὶ, Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς. Οὐ γὰρ ἔνι στῆναι ἄνω μετὰ τούτων τῶν μελῶν· οὐκ ἔνι γὰρ ἐκεῖ, εἰς ὃ ἐνεργεῖν δεῖ. Καὶ οὗτος ὁ πηλὸς χείρων ἐκείνου· ἐκεῖνος μὲν γὰρ ὁ πηλὸς γίνεται χρυσός· ∆εῖ γὰρ, φησὶ, τὸ φθαρτὸν  τοῦτο  ἐνδύσασθαι ἀφθαρσίαν·  οὗτος  δὲ ὁ πηλὸς οὐκέτι ἀναχωνευθῆναι δύναται. Ὥστε ταῦτα μᾶλλον  ἐπὶ τῆς γῆς, ἢ ἐκεῖνα. ∆ιὰ τοῦτο οὐκ εἶπεν Ἀπὸ γῆς, ἀλλὰ, Τὰ ἐπὶ τῆς γῆς· ἔνι γὰρ ταῦτα μὴ εἶναι ἀπὸ γῆς. Ταῦτα μὲν γὰρ ἀνάγκη  ἐπὶ  γῆς  εἶναι,  ἐκεῖνα  δὲ οὐκέτι  ἀνάγκη.  Ὅταν  γὰρ ἀκοὴ  μηδὲν  ἀκούῃ  τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἐν οὐρανοῖς λαλουμένων,  ὅταν ὀφθαλμὸς μηδὲν ὁρᾷ τῶν ἐνταῦθα, ἀλλὰ τῶν ἄνω, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν τὸ στόμα μηδὲν φθέγγηται  τῶν ἐνταῦθα, οὐκ ἐπὶ γῆς ἐστιν· ὅταν ἡ χεὶρ μηδὲν πράττῃ τῶν πονηρῶν, οὐκ ἔστι τῶν ἐπὶ γῆς, ἀλλὰ τῶν ἐν τοῖς οὐρανοῖς.


δʹ. Τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐὰν ὁ ὀφθαλμός  σου ὁ δεξιὸς σκανδαλίζῃ  σε, τουτέστιν, Ἐὰν ἀκολάστως ὁρᾷς, ἔκκοψον αὐτόν· τουτέστι, τὸν λογισμὸν τὸν πονηρόν. Ἐμοὶ δὲ δοκεῖ πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, ταυτὸ λέγειν, τὴν πορνείαν, διὰ πάντων τούτων ἀπάγων ἡμᾶς τοῦ πράγματος. Πάθος γὰρ ὄντως τοῦτό ἐστι· καὶ καθάπερ τὸ σῶμα πάσχει, ἢ πυρέττει ἢ τραυματίζεται, οὕτω καὶ τοῦτο. Καὶ οὐκ εἶπεν, Ἐπίσχετε, ἀλλὰ, Νεκρώσατε, ὥστε μηδὲ ἀναστῆναι λοιπόν· καὶ ἀπόθεσθε. Τὸ νεκρούμενον ἀποτιθέμεθα· οἷον, τύλοι ἂν ὦσιν ἐν τῷ σώματι, τὸ σῶμα νεκρόν ἐστι, καὶ ἀποτιθέμεθα αὐτό. Ἀλλὰ ἐὰν μὲν ζῶν κόψῃς, ἀλγηδόνα παρέχει· ἂν δὲ νενεκρωμένον,  οὐδὲ αἰσθανόμεθα. Οὕτω δὴ καὶ ἐπὶ τῶν παθῶν· ἀκάθαρτον ποιεῖ τὴν ψυχὴν, παθητὴν ποιεῖ τὴν   ψυχὴν   τὴν   ἀθάνατον.   Πῶς  εἰδωλολατρεία    εἴρηται   ἡ   πλεονεξία,   πολλάκις εἰρήκαμεν.   Τὰ  τυραννοῦντα   γὰρ  μάλιστα  τὸ  τῶν   ἀνθρώπων   γένος,   ταῦτά  ἐστι, πλεονεξία  καὶ ἀκολασία καὶ ἐπιθυμία κακή. ∆ι' ἃ ἔρχεται, φησὶν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς  τῆς ἀπειθείας.  Υἱοὺς ἀπειθείας  λέγει,  ἀποστερῶν  αὐτοὺς  συγγνώμης,  καὶ δεικνὺς   ὅτι   παρὰ  τὸ  μὴ  πεισθῆναι   ἐν   τούτοις   εἰσίν.  Ἐν  οἷς  καὶ  ὑμεῖς,   φησὶ, περιεπατήσατέ  ποτε,  καὶ ἐπείσθητε.  ∆είκνυσιν  αὐτοὺς  ἔτι  ἐν  αὐτοῖς,  καὶ  ἐγκωμιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑμεῖς ἀπόθεσθε τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν. βλασφημίαν, αἰσχρολογίαν. Οὐκ ἐπ' αὐτοὺς, ἀλλ' ἐφ' ἑτέρους προάγει τὸν λόγον, ὥστε μὴ πλῆξαι. Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν  καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς,  ὅτι Ἀλλήλων  ἐσμὲν μέλη. Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων,  τὸν  μὲν  ῥιπτούντων,  τὸν  δὲ δεχομένων.  Εἶπεν ἐκεῖ, Τὰ μέλη,  ἐνταῦθα, Πάντα,  φησὶ,  τὴν  καρδίαν,  τὸν  θυμὸν,  τὸ  στόμα,  τὴν    βλασφημίαν,   τοὺς ὀφθαλμοὺς,  τὴν  πορνείαν,  τὴν  πλεονεξίαν,  χεῖρας  καὶ πόδας, ψεῦδος,  τὴν  διάνοιαν αὐτὴν,  καὶ  τὸν  νοῦν  τὸν  παλαιόν.  Μίαν  ἔχει  μορφὴν  βασιλικὴν  τὴν  τοῦ  Χριστοῦ.
∆οκοῦσί μοι ἐξ ἐθνῶν  εἶναι μᾶλλον  οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται,  δεικνὺς ὅτι μίαν ἔχει μορφὴν βασιλικὴν τὰ μέλη, κἂν ὁ μὲν μείζων ᾗ, ὁ δὲ ἐλάττων.  Καθάπερ γὰρ ἡ γῆ ψάμμος  οὖσα τὴν  οἰκείαν  ἀπολλῦσα  πρότερον  μορφὴν,  ὕστερον  χρυσῆ γίνεται·  καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόμενοι,  φησὶν,  ἀλλήλων.  Ἔδειξε τὸ  δίκαιον· ἀνέχου  σὺ ἐκείνου,  καὶ ἐκεῖνός  σου·  ὅπερ  ἐν  τῇ  πρὸς  Γαλάτας  φησὶν,  Ἀλλήλων   τὰ  βάρη  βαστάζετε.  Καὶ εὐχάριστοι,  φησὶ,  γίνεσθε.  Μάλιστα  μὲν  πανταχοῦ  τοῦτο  ζητεῖ·  τὸ  κεφάλαιον   τῶν ἀγαθῶν γὰρ τοῦτό ἐστιν.

εʹ. Εὐχαριστῶμεν τοίνυν  ἐν πᾶσιν, ὅπερ ἂν γένηται·  τοῦτο γὰρ εὐχαριστία. Τὸ μὲν γὰρ ἐν τῇ εὐπραγίᾳ τοῦτο ποιεῖν, οὐ μέγα· αὐτὴ γὰρ τῶν πραγμάτων  ἡ φύσις ἐπὶ τοῦτο ὠθεῖ· ὅταν δὲ ἐν τοῖς ἐσχάτοις ὄντες εὐχαριστῶμεν, τότε ἐστὶ θαυμαστόν. Ὅταν γὰρ ἐφ' οἷς ἕτεροι βλασφημοῦσι καὶ ἀποδυσπετοῦσιν, ἡμεῖς εὐχαριστῶμεν, ὅρα πόση ἡ φιλοσοφία. Πρῶτον, τὸν Θεὸν ηὔφρανας· δεύτερον, τὸν διάβολον κατῄσχυνας· τρίτον, καὶ τὸ γενόμενον  οὐδὲν ἀπέφηνας· ὁμοῦ γὰρ σύ τε εὐχαριστεῖς, καὶ ὁ Θεὸς τὴν ὀδύνην ὑποτέμνεται,  καὶ ὁ διάβολος ἀφίσταται. Ἂν μὲν γὰρ ἀποδυσπετήσῃς, ἅτε ἀνύσας ὅπερ ἤθελεν,  ἐφέστηκε, καὶ ὁ Θεὸς ἅτε βλασφημηθεὶς,  ἐγκαταλιμπάνει,  καὶ ἐπιτείνεται  τὸ δεινόν· ἐὰν δὲ εὐχαριστήσῃς, ἅτε μηδὲν ὠφελῶν,  ἀφίσταται, καὶ ὁ Θεὸς ἅτε τιμηθεὶς, ἀντιτιμᾷ  μειζόνως· καὶ οὐκ ἔστιν ἄνθρωπον  εὐχαριστοῦντα  ἐπὶ τοῖς κακοῖς αἰσθέσθαι τῶν  κακῶν.  Χαίρει γὰρ ἡ ψυχὴ  ἅτε κατορθοῦσα, εὐθέως  φαιδρὸν  ἔχει  τὸ συνειδὸς, γάννυται  τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς· τὴν δὲ φαιδρὰν οὐκ ἔνι σκυθρωπὴν εἶναι. Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον· ἐνταῦθα δὲ στεφανοῖ καὶ ἀνακηρύττει.  Οὐδὲν τῆς γλώττης  ἐκείνης ἁγιώτερον  τῆς ἐν τοῖς κακοῖς εὐχαριστούσης τῷ   Θεῷ·  ὄντως   τῆς   τῶν   μαρτύρων   οὐδὲν   ἀποδεῖ·  ὁμοίως   καὶ  αὕτη,   κἀκεῖνος στεφανοῦται. Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήμιος ἀναγκάζων  ἀρνήσασθαι τὸν Θεὸν διὰ τῆς  βλασφημίας,   ἐφέστηκεν   ὁ  διάβολος  δημίοις  λογισμοῖς   καταξαίνων,   ἀθυμίαις σκοτῶν. Ἂν τοίνυν  ἐνέγκῃ τὰς ἀλγηδόνας  τις, καὶ εὐχαριστήσῃ, μαρτυρίου στέφανον ἔλαχεν.  Οἷον, τὸ παιδίον  νοσεῖ, καὶ εὐχαριστεῖ τῷ Θεῷ· τοῦτο αὐτῇ στέφανος.  Πόσης βασάνου οὐ χείρων ἡ ἀθυμία; ἀλλ' οὐκ ἀναγκάζει ῥῆμα ἐκβαλεῖν πικρόν. Ἀποθνήσκει· πάλιν  ηὐχαρίστησε; Γέγονε θυγάτηρ τοῦ Ἀβραάμ. Εἰ γὰρ μὴ τῇ ἰδίᾳ ἔσφαξε χειρὶ, ἀλλ' ἐπὶ  τῇ θυσίᾳ ἥσθη, ὅπερ ἴσον ἐστίν· οὐ γὰρ ἠγανάκτησε  λαμβανομένου  τοῦ  δώρου. Πάλιν ἐνόσησεν· οὐκ ἐποίησε περίαπτα; Μαρτύριον αὐτῇ λογίζεται· κατέθυσε γὰρ τὸν υἱὸν τῇ γνώμῃ. Τί γὰρ, εἰ καὶ μηδὲν ὠφελεῖ  ἐκεῖνα, ἀλλ' ἀπάτης ἐστὶ καὶ χλεύης; ἀλλ' ὅμως  ἦσαν οἱ πείθοντες  ὅτι  ὠφελεῖ·  καὶ  εἵλετο  μᾶλλον  νεκρὸν  τὸ παιδίον  ἰδεῖν,  ἢ εἰδωλολατρείας  ἀνασχέσθαι. Ὥσπερ οὖν αὕτη μάρτυς, ἄν τε ἐφ' ἑαυτῆς, ἄν τε ἐπὶ τοῦ παιδὸς ἐργά  ζηται τοῦτο, ἄν τε ἐπὶ τοῦ ἀνδρὸς, ἢ ἑτέρου τινὸς  τῶν φιλτάτων· οὕτως  ἡ ἑτέρα εἰδωλολάτρις.  ∆ῆλον  γὰρ ὅτι ἔθυσεν ἂν, εἰ ἦν θῦσαι· μᾶλλον  δὲ ἤδη ἐποίησε τὸ τῆς θυσίας. Τὰ γὰρ περίαπτα, κἂν μυρία φιλοσοφῶσιν  οἱ ἐκ τούτων χρηματιζόμενοι,  λέγοντες  ὅτι τὸν Θεὸν καλοῦμεν, καὶ οὐδὲν πλέον ποιοῦμεν, καὶ ὅσα τοιαῦτα, καὶ Χριστιανή ἐστιν ἡ γραῦς καὶ πιστὴ, εἰδωλολατρεία τὸ πρᾶγμά ἐστι. Πιστὴ εἶ; σφράγισον, εἰπέ. Τοῦτο ἔχω τὸ ὅπλον μόνον, τοῦτο τὸ φάρμακον· ἄλλο δὲ οὐκ οἶδα. Εἰπέ μοι, ἐὰν προσελθὼν ἰατρὸς, καὶ τὰ τῆς ἰατρικῆς φάρμακα ἀφεὶς, ἐπᾴδῃ, τοῦτον ἰατρὸν ἐροῦμεν; Οὐδαμῶς· τὰ γὰρ τῆς ἰατρικῆς οὐχ ὁρῶμεν φάρμακα. Οὕτως οὐδὲ ἐνταῦθα τὰ τοῦ Χριστιανισμοῦ. Ἕτεραι δὲ πάλιν ποταμῶν ὀνόματα περιάπτουσι, καὶ μυρία τοιαῦτα τολμῶσιν. Ἰδοὺ λέγω, καὶ προλέγω πᾶσιν ὑμῖν, ὅτι ἐάν τις ἁλῷ, οὐ φείσομαι πάλιν, ἄν τε  περίαπτον,  ἄν  τε  ἐπῳδὴν,  ἄν  τε  ἄλλο  τι  τῆς  τέχνης  τῆς  τοιαύτης  ποιῇ.  Τί οὖν, ἀποθάνῃ, φησὶ, τὸ παιδίον; Ἂν οὕτω ζήσῃ, τότε ἀπέθανεν· ἂν δὲ ἄνευ ἐκείνων ἀποθάνῃ, τότε ἔζησε. Νῦν δὲ ἂν μὲν πόρναις ἴδῃς προσέχοντα, εὔχῃ κατορυγῆναι,  καὶ λέγεις. Τί γὰρ ὄφελος τοῦ ζῇν; ὑπὲρ δὲ σωτηρίας ὁρῶσα κινδυνεύοντα,  βούλει ζῶντα ὁρᾷν; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ, εὑρήσει αὐτήν· ὁ δὲ εὑρὼν, ἀπολέσει αὐτήν; πιστεύεις τοῖς εἰρημένοις, ἢ μῦθοί σοι δοκοῦσιν εἶναι; Εἰπὲ δή μοι, ἐὰν εἴπῃ τις, ὅτι Ἀπάγαγε εἰς εἰδωλεῖον,  καὶ ζήσεται, ἀνέξῃ; Οὒ, φησί. ∆ιὰ τίς Ὅτι εἰδωλολατρεῖν ἀναγκάζει·  ἐνταῦθα  δὲ οὐκ ἔστιν εἰδωλολατρεία,  ἀλλ' ἁπλῶς  ἐπῳδὴ, φησίν. Αὕτη γὰρ ἡ σατανικὴ ἔννοια, αὕτη ἡ μεθοδεία ἡ διαβολικὴ, συγκαλύπτειν  τὴν πλάνην,  καὶ ἐν μέλιτι  τὸ δηλητήριον  διδόναι  φάρμακον.  Ἐπειδὴ οἶδεν ἐκεῖθέν  σε οὐ πείθων,  ταύτην  ἐβάδισε τὴν  ὁδὸν  εἰς  περιάμματα  καὶ  γραώδεις  μύθους·  καὶ  ὁ μὲν σταυρὸς ἠτίμωται,  τὰ δὲ γράμματα προτετίμηται·  ὁ Χριστὸς ἐκβέβληται, καὶ εἰσάγεται μεθύουσα γραῦς καὶ ληροῦσα· τὸ μυστήριον πεπάτηται τὸ ἡμέτερον, καὶ πλάνη χορεύει τοῦ διαβόλου. Τίνος οὖν ἕνεκεν  οὐκ ἐλέγχει,  φησὶν, ὁ Θεός; Τὴν ἀπὸ τῶν  τοιούτων βοήθειαν πολλαχοῦ ἤλεγξε, καὶ οὐκ ἔπεισέ σε· λοιπὸν ἀφίησι τῇ πλάνῃ· Παρέδωκε γὰρ αὐτοὺς,  φησὶν,  ὁ  Θεὸς εἰς  ἀδόκιμον  νοῦν.  Ταῦτα  δὲ  οὐδ'  ἂν  Ἕλλην  νοῦν  ἔχων ἀνάσχοιτο. Λέγεταί τις δημαγωγός ποτε ἐν Ἀθήναις ταῦτα περιτεθῆναι· εἶτα φιλόσοφός τις  ἐκείνου  διδάσκαλος  ἰδὼν,  ἐπετίμησεν,  ἐμέμψατο,  ἔδακεν,  ἐκωμῴδησεν·  ἡμεῖς  δὲ οὕτως  ἀθλίως   διακείμεθα,  ὡς  καὶ  τούτοις  πιστεύειν.  Καὶ  διὰ  τί  μή  εἰσι  νῦν   οἱ ἀνιστῶντες,  φησὶ, νεκροὺς καὶ ἰάσεις ἐπιτελοῦντες; ∆ιὰ τί, τέως οὐ λέγω· διὰ τί δὲ μή εἰσι νῦν οἱ τῆς παρούσης καταφρονοῦντες  ζωῆς; διὰ τί ἐπὶ μισθῷ δουλεύομεν τῷ Θεῷ; Ὅτε ἀσθενέστερον διέκειτο ἡ φύσις ἡ ἀνθρωπίνη, ὅτε φυτευθῆναι  τὴν πίστιν ἔδει, ἦσαν καὶ τοιοῦτοι  πολλοί·  νῦν  δὲ οὐ βούλεται  ἡμᾶς τούτων  ἠρτῆσθαι τῶν  σημείων,  ἀλλ' ἑτοίμους  εἶναι  πρὸς θάνατον.  Τί τοίνυν  τῆς παρούσης ἔχῃ ζωῆς; τί τὰ μέλλοντα  οὐχ ὁρᾷς; καὶ ὑπὲρ μὲν ταύτης  καὶ εἰδωλολατρεῖν ἀνέχῃ,  ὑπὲρ δὲ ἐκείνης  οὐδὲ ἀθυμίας κατασχεῖν; ∆ιὰ ταῦτα οὐκ εἰσὶ νῦν τοιοῦτοι, ὅτι ἄτιμος ἡμῖν ἐφάνη ἐκείνη ἡ ζωὴ, εἴ γε ὑπὲρ  μὲν  ἐκείνης   οὐδὲν  πράττομεν,   ὑπὲρ  δὲ   ταύτης   οὐδὲν  παραιτούμεθα ὑπομένειν. Τί δὲ καὶ ὁ ἄλλος γέλως, σποδὸς καὶ ἀσβόλη καὶ ἅλες; καὶ πάλιν τὸ γραΐδιον εἰς τὸ μέσον. Γέλως ὄντως, καὶ αἰσχύνη. Καὶ ὀφθαλμὸς, φησὶν, ἥρπασε τὸ παιδίον. Μέχρι τίνος  ταῦτα  τὰ  σατανικά;  πῶς  οὐ γελάσονται  Ἕλληνες;  πῶς  οὐ χλευάσουσιν,  ὅταν αὐτοῖς λέγωμεν, Μεγάλη ἡ δύναμις τοῦ σταυροῦ; πῶς πεισθήσονται, ὅταν ὁρῶσι τούτων δεομένους, ὧν αὐτοὶ καταγελῶσι; διὰ ταῦτα ὁ Θεὸς ἰατροὺς ἔδωκε καὶ φάρμακα; Τί οὖν, ἂν μὴ θεραπεύωσιν ἐκεῖνοι, ἀλλὰ ἀπέρχηται τὸ παιδίον; Ποῦ ἄπεισιν, εἰπέ μοι, ἄθλιε καὶ ταλαίπωρε; πρὸς  τοὺς  δαίμονας  ἄπεισι; πρός τινα  τύραννον  ἄπεισιν; οὐχὶ  πρὸς τὸν οὐρανὸν ἄπεισιν; οὐχὶ πρὸς τὸν οἰκεῖον ∆εσπότην; τί οὖν ἀλγεῖς; τί κλαίεις; τί πενθεῖς; τί τοῦ ∆εσπότου σου πλέον τὸ παιδίον  φιλεῖς; οὐχὶ δι' ἐκείνου ἔχεις καὶ τοῦτο; διὰ τί ἀχάριστος εἶ, τὸ δῶρον τοῦ δωρησαμένου πλέον ἀγαπῶν; Ἀλλ' ἀσθενής εἰμι, φησὶ, καὶ οὐ φέρω τοῦ Θεοῦ τὸν φόβον. Εἰ γὰρ ἐν τοῖς σωματικοῖς κακοῖς τὸ μεῖζον τὸ ἔλαττον κρύπτει, πολλῷ μᾶλλον ἐν τῇ ψυχῇ φόβος εἰ προσῆν, φόβος φόβον ἂν ἔλυσε, καὶ λύπη λύπην.  Καλὸν  ἦν  τὸ  παιδίον;  Ἀλλ'  οἷον  ἂν  ᾖ,  οὐκ  ἔστιν  ὡραιότερον  τοῦ  Ἰσαάκ· μονογενὴς ἦν κἀκεῖνος. Ἐν γήρᾳ σοι γέγονε; Κἀκεῖνος. Ἀλλ' ἀστεῖόν ἐστιν; Ἀλλ' οἷον ἂν ᾖ, οὐκ  ἔστιν  ὡραιότερον  τοῦ  Μωϋσέως, ὃς  καὶ  βαρβαρικὴν  ὄψιν  ἐπεσπάσατο πρὸς πόθον, καὶ ταῦτα ἐν ἐκείνῳ τῆς ἡλικίας τῷ καιρῷ, ἔνθα οὐδέπω φαίνεται  ἡ ὥρα· ἀλλ' ὅμως τὸ φιληθὲν  τοῦτο ἔῤῥιπτον εἰς ποταμὸν οἱ γονεῖς. Σὺ μὲν καὶ ὁρᾷς κείμενον, καὶ ταφῇ παραδίδως, καὶ εἰς τὸ σῆμα ἄπει· ἐκεῖνοι δὲ οὐδὲ ᾔδεσαν πότερον ἰχθύσιν  ἔσται βορὰ, πότερον  κυσὶ, πότερον  ἑτέρῳ θηρίῳ τῶν  κατὰ τὴν  θάλατταν  βοσκομένων· καὶ ταῦτα ἐποίουν, οὐδέπω περὶ βασιλείας οὐδὲν εἰδότες, οὐδὲ περὶ ἀναστάσεως. Ἀλλ' οὐκ ἔστι μονογενὲς, ἀλλὰ μετὰ πολλοὺς καὶ αὐτὸ ἀπῆλθεν; Ἀλλ' οὐχ οὕτως ὡς ἐπὶ τοῦ Ἰὼβ ἀθρόα  ἡ  συμφορὰ,  καὶ  σκυθρωποτέρα·  οὐ  στέγης  κατενεχθείσης,   οὐκ  ἀριστώντων μεταξὺ, οὐ τῶν συμφορῶν προαγγελθεισῶν. Ἀλλ' ἐφιλεῖτο παρὰ σοῦ; Ἀλλ' οὐχὶ μᾶλλον τοῦ Ἰωσὴφ τοῦ θηριοβρώτου γενομένου· ἀλλ' ὅμως ἔνεγκε τὴν συμφορὰν, καὶ τὴν μετ' ἐκείνην, καὶ τὴν μετὰ ταύτην. Ὁ πατὴρ ἔκλαυσεν, ἀλλ' οὐκ ἠσέβησεν· ἐπένθησεν, ἀλλ' οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ μέχρι τούτων  ἔστη τῶν ῥημάτων, λέγων·  Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶμ λήψεσθε; ἐπ' ἐμὲ ἐγένετο ταῦτα πάντα. Ὁρᾷς πῶς ἐκεῖνον λιμοῦ τυραννὶς ἔπεισε καταφρονῆσαι τῶν παίδων· παρὰ δὲ σοὶ οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος ὅσον ὁ λιμός; Κλαῦσον, οὐ κωλύω, ἀλλὰ μηδὲν βλάσφημον μήτε εἴπῃς, μήτε πράξῃς. Οἷος ἐὰν ᾖ ὁ παῖς, οὐκ ἔστι κατὰ τὸν Ἄβελ· ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀδάμ.  Καίτοι  χαλεπὴ   ἐκείνη  ἡ  συμφορά·  τί  γὰρ  χαλεπώτερον   τοῦ  τὸν  ἀδελφὸν ἀνῃρηκέναι;  Ἀλλὰ  γὰρ  καὶ  ἀδελφοκτόνων εὐκαίρως  ἄλλων  ἀνεμνήσθην·  οἷον  ὅτε Ἀβεσσαλὼμ  τὸν  Ἀμνὼν  ἀνεῖλε  τὸν  πρωτότοκον·  καὶ  ∆αυῒδ  ὁ  βασιλεὺς  ἠγάπα  τὸ παιδίον, καὶ ἐν σάκκῳ μὲν ἐκάθητο καὶ σποδῷ. Οὔτε δὲ μάντεις ἤγαγεν, οὔτε ἐπῳδοὺς, καίτοι ἦσαν τότε· καὶ δηλοῖ ὁ Σαούλ· ἀλλὰ τὸν Θεὸν ἱκέτευε. Τοῦτο καὶ σὺ ποίει· ὅπερ ὁ δίκαιος ἐποίησε, ποίησον καὶ σύ· τὰ αὐτὰ εἰπὲ ῥήματα, ὅταν ἀποθάνῃ τὸ παιδίον· Ἐγὼ μὲν ἀπελεύσομαι πρὸς αὐτὸ, αὐτὸ δὲ οὐχ ἥξει πρός με. Τοῦτο φιλοσοφίας, τοῦτο φιλοστοργίας.  Ὡς ἂν  φιλῇς  τὸ  παιδίον,  οὐ φιλεῖς  τοσοῦτον  ὅσον ἐκεῖνος  τότε· τῷ μακαρίῳ ἐκείνῳ ἤκμαζεν ὁ περὶ τὴν μητέρα πόθος, εἰ καὶ ἐκ μοιχειῶν  ἦν. Ἴστε δὲ ὅτι κοινωνεῖ  τὰ τικτόμενα  τοῦ φίλτρου  τῶν  τικτόντων.  Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν· ἀλλ' ὅμως ηὐχαρίστησε τῷ Θεῷ. Τί οἴει πάσχειν τὴν Ῥεβέκκαν, ὅτε ἀδελφὸς  ἠπείλησε τῷ Ἰακώβ; οὐκ ἐλύπησε τὸν ἄνδρα, ἀλλ' ἐκέλευσεν ἀποπέμψαι. Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν· καὶ λογίζου, τί δὲ, εἰ ἐν πολέμῳ  τεθνήκοι;  τί δὲ, εἰ ἐν πυρί; Καὶ ὧν ἐὰν πάθωμεν,  τὰ  δεινότερα  ἐννοῶμεν,  καὶ  ἕξομεν  ἀρκοῦσαν  παραμυθίαν·  καὶ  τοὺς  τὰ δεινότερα πεπονθότας  ἀεὶ περισκοπῶμεν, καὶ εἰ αὐτοὶ βαρύτερα ἐπάθομέν ποτε. Οὕτω καὶ Παῦλος προτρέπει, ὡς ὅταν  λέγῃ· Οὔπω μέχρις  αἵματος  ἀντικατέστητε  πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ πάλιν, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Ὧν οὖν  ἂν  πάθωμεν,  τὰ  χείρω  περισκοπῶμεν·  εὑρήσομεν  γὰρ,  καὶ  οὕτως  ἐσόμεθα εὐχάριστοι.  Πρὸ δὲ  πάντων  εὐχαριστῶμεν  ἐπὶ  πᾶσι  διηνεκῶς· οὕτω  γὰρ  καὶ  ταῦτα παύσεται, καὶ ἡμεῖς εἰς δόξαν Θεοῦ ζήσομεν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/













Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |