ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως

Κυριακή 23 Οκτωβρίου 2016

Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.

αʹ. Τήμερον  ἀποδοῦναι  ἀναγκαῖον  τὸ  ὄφλημα,  ὅπερ χθὲς  ἀνεβαλόμην,  ὥστε ἀκμαζούσαις ὑμῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγόμενος  ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαμεν· Ὅς ἐστιν εἰκὼν  τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν  εἰκόνα εἶναι; Εἰ μὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον  δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου,  εἰπὲ, καὶ ὡς μαινομένου  λοιπὸν  ἀποστήσομαι. ∆ιὰ τί δὲ μηδαμοῦ μήτε εἰκὼν, μήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ' ἄνθρωπος ἀμφότερα; ∆ιὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως  ἀνηρμένον  ταχέως  ἂν τοὺς πολλοὺς  εἰς ταύτην  τὴν  ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα  δὲ τὸ εὐτελὲς  καὶ ταπεινὸν  ἐγγυᾶται  τὴν ἀσφάλειαν,  καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον  κάτω. ∆ιὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ  ταπεινότης,  θαῤῥούντως  ἡ Γραφὴ τίθησι τὴν  τιμήν·  ἔνθα δὲ μείζων  ἡ φύσις, οὐκέτι.


 Ἀλλ', Εἰκὼν τοῦ ἀοράτου, φησίν. Οὐκοῦν εἰ ἐκεῖνος ἀόρατος, καὶ αὕτη ὁμοίως ἀόρατος, ἐπεὶ οὐδ' ἂν εἰκὼν  εἴη. Τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν,  καὶ παρ' ἡμῖν ἀπαράλλακτον  δεῖ εἶναι, οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως. Ἀλλ' ἐνταῦθα μὲν  οὐδαμῶς  τοῦτο  δυνατόν·  τέχνη  γάρ ἐστιν  ἀνθρωπίνη  ἡ πολλαχοῦ  διαπίπτουσα, μᾶλλον δὲ πανταχοῦ, ἐὰν τὰ τῆς ἀκριβείας ζητῇς· ἔνθα δὲ ὁ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὐδὲ διάπτωσίς  τις  γίνεται.  Εἰ δὲ κτίσμα, πῶς  εἰκὼν  τοῦ κτίσαντος; οὐδὲ γὰρ ἵππος ἀνθρώπου  εἰκών.  Εἰ μὴ τὸ ἀπαράλλακτον  τοῦ ἀοράτου δηλοῖ ἡ εἰκὼν, τί κωλύει  καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ αὐτοὶ ἀόρατοι, ἀλλ' οὐχ ἑαυτοῖς· καὶ ψυχὴ ἀόρατος·
ἀλλ' ἐπειδὴ ἀόρατος, ἁπλῶς διὰ τοῦτο εἰκὼν, εἰ καὶ μὴ οὕτως ὥσπερ αὐτός. Πρωτότοκος πάσης κτίσεως.

 βʹ.  Τί  οὖν,   φησίν;   ἰδοὺ   ἔκτισται;  Πόθεν,  εἰπέ   μοι;  Ἐπειδὴ, Πρωτότοκος, εἶπε. Καὶ μὴν οὐ, πρωτόκτιστος, εἶπεν, ἀλλὰ, Πρωτότοκος. Ἔπειτα εἰ διὰ τὸ
 πρωτότοκον   λέγεσθαι,  ἐκτίσθαι  αὐτὸν  φὴς,  τί  εἴπῃς,  ὅταν  ἀδελφὸν   αὐτὸν ἀκούσητε  λεγόμενον;   Καὶ  γὰρ  ἀδελφὸν   αὐτὸν  καλεῖ  ἡ  Γραφὴ  κατὰ  πάντα  ἡμῖν ὁμοιωθέντα.  Ἆρα οὖν διὰ τοῦτο καὶ τὸ εἶναι αὐτὸν δημιουργὸν ἀφαιρήσομεν, καὶ οὔτε ἀξιώματι,  οὔτε  ἄλλῳ  τινὶ  προέχειν  ἡμῶν  ἀξιώσομεν;  καὶ  τίς  ἂν  τοῦτο  τῶν  νοῦν ἐχόντων  εἴποι; Τὸ γὰρ Πρωτότοκος, οὐχὶ  ἀξίας  καὶ  τιμῆς,  ἀλλὰ  χρόνου  μόνον  ἐστὶ σημαντικόν. Ἂν τοίνυν  πλέον ἡμῶν οὐδὲν ἔχῃ, τάχα κατὰ τοῦτον τὸν λόγον πάντων ἐστὶ πρωτότοκος,  καὶ ὁμοούσιος ἔσται ὁ Θεὸς Λόγος καὶ λίθων  καὶ ξύλων  καὶ τῶν λοιπῶν·  Πρωτότοκος  γὰρ,  φησὶ,  πάσης  κτίσεως.  Ἀλλὰ  πρωτότοκος  εἴρηται,  φησίν· οὐκοῦν  ἔκτισται.  Καλῶς, ἐὰν  τοῦτο  ᾖ, καὶ  μὴ ἀδελφά  τινα  ἔχῃ  καὶ  ἄλλα,  οἷον  τὸ, Πρωτότοκος  ἐκ νεκρῶν,  πρωτότοκος  ἐν  πολλοῖς  ἀδελφοῖς.  Τὸ, πρωτότοκος  ἐκ τῶν νεκρῶν, τίνος ἐστὶ δηλωτικὸν,  εἰπέ μοι; Οὐ γὰρ τοῦ, ὅτι πρῶτος ἀνέστη, ἐρεῖς· οὐ γὰρ εἶπεν ἁπλῶς νεκρῶν, ἀλλὰ πρωτότοκος ἐκ τῶν νεκρῶν· οὐδὲ ὅτι ἀπέθανε πρῶτος, ἀλλ' ὅτι πρωτότοκος  ἐκ τῶν  νεκρῶν  ἀνέστη. Ὥστε οὐδὲν  ἕτερον  δηλοῖ,  ἢ τοῦτο, ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό.  Ἵνα  γὰρ  μὴ  νομίσωσι  νεώτερον  αὐτὸν  εἶναι,  διὰ  τὸ  πάλαι  μὲν  δι' ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι' αὐτοῦ, δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι· οὐ γὰρ ἂν ἀπὸ σκότους οὗτος ἤγαγε· δεύτερον, ὅτι καὶ πρὸ αὐτῶν  ἐστι. Καὶ σημεῖον ποιεῖται τοῦ πρὸ αὐτῶν εἶναι, τὸ δι' αὐτοῦ αὐτοὺς ἐκτίσθαι· Ὅτι ἐν αὐτῷ, φησὶν, ἐκτίσθη τὰ πάντα. Τί λέγουσιν ἐνταῦθα οἱ τὰ Παύλου τοῦ Σαμοσατέως φρονοῦντες; Ὅτι τὰ πάντα ἐν αὐτῷ γέγονεν.  Ἰδοὺ γὰρ εἴρηται, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς εἶπεν. Ὅπερ ἀμφισβητούμενον  ἦν, πρῶτον τέθεικεν. Εἶτα ἐπάγει, Τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀόρατα τὴν ψυχὴν λέγων, ὁρατὰ πάντας ἀνθρώπους. Καὶ τὸ μὲν ὁμολογούμενον  ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. Εἶτά φησιν, Εἴτε θρόνοι, εἴτε κυριότητες,  εἴτε  ἀρχαὶ, εἴτε  ἐξουσίαι. Τὸ, Εἴτε, τοῦ παντὸς  περιληπτικόν  ἐστι. Τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν  ἐξουσιῶν ἀριθμοῦντος,  ἀλλὰ ἀπὸ τῶν  μειζόνων  καὶ τὰ ἐλάττω δεικνύντος ἐστί. Τὰ πάντα, φησὶ, δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Ἰδοὺ τὸ, Ἐν αὐτῷ, δι' αὐτοῦ  ἐστιν.  Εἰπὼν  γὰρ,  Ἐν  αὐτῷ,  ἐπήγαγε,  ∆ι'  αὐτοῦ.  Τὸ δὲ,  Εἰς αὐτὸν,  τί  ἐστι; Τουτέστιν, εἰς αὐτὸν κρέμαται ἡ πάντων  ὑπόστασις. Οὐ μόνον  αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἂν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται. Ἀλλ' οὐκ εἶπε, διακρατεῖ, ὅπερ ἦν παχύτερον,  ἀλλὰ  τὸ λεπτότερον,  ὅτι εἰς αὐτὸν  κρέμαται. Μόνον γὰρ τὸ πρὸς αὐτὸν νεύειν,  ἱκανὸν  διακρατῆσαι  καὶ  συσφίγξαι.  Οὕτω καὶ  τὸ, Πρωτότοκος,  ὡς  θεμέλιος λέγεται. Τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι' αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ  δηλοῖ. Οὕτω καὶ ἀλλαχοῦ  ὅταν λέγῃ, Θεμέλιον τέθεικα, οὐ περὶ τῆς οὐσίας φησὶν, ἀλλὰ τῆς ἐνεργείας. Ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην  εἶναι  αὐτὸν, φησὶν, αὐτὸν αὐτὰ δια  κρατεῖν, ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαί ἐστι. Καίτοι ἐφ' ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη  εἰσάγει, τοῦτο δὲ οὐκέτι· οὐδὲ γὰρ φθειρόμενον  κατέχει.  Καὶ αὐτός ἐστι πρὸ πάντων,  φησί. Τοῦτο Θεῷ ἁρμόζον. Ποῦ Παῦλος ὁ Σαμοσατεύς; Καὶ τὰ πάντα  ἐν αὐτῷ  συνέστηκε· τουτέστιν,  εἰς αὐτὸν  ἔκτισται. Συνεχῶς  αὐτὰ στρέφει, τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισι πληγαῖς πρόῤῥιζον ἀνασπῶν τὸ δόγμα τὸ ὀλέθριον.  Εἰ γὰρ  καὶ  τοσαῦτα  εἴρηται,  καὶ  μετὰ  τοσοῦτον  χρόνον  ἀνέφυ  Παῦλος ὁ Σαμοσατεὺς, πόσῳ  μᾶλλον,  εἰ  μὴ  ταῦτα  προείρητο;  Καὶ τὰ  πάντα,  φησὶν,  ἐν  αὐτῷ
συνέστηκε. Πῶς συνέστηκεν ἐν τῷ οὐκ ὄντι; Ὥστε καὶ τὰ δι' ἀγγέλων  αὐτοῦ ἐστι. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας. Εἰπὼν περὶ τῆς ἀξίας, λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας. Αὐτός ἐστι, φησὶν, ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας. Οὐκ εἶπε, τοῦ πληρώματος, αὐτὸ μὲν τοῦτο καὶ οὕτω δηλῶν, θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι  αὐτὸν,  ὅτι  ὁ  οὕτως  ἄνω  καὶ  πάντων   ἀνώτερος,  τοῖς  κάτω  ἑαυτὸν  συνῆψε. Πανταχοῦ γάρ ἐστι πρῶτος· ἄνω πρῶτος, ἐν τῇ Ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. Τοῦτο γάρ ἐστιν, Ἵνα γένηται αὐτὸς πρωτεύων.


γʹ. Ὥστε καὶ ἐν γενέσει πρῶτος. Καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον τῷ Παύλῳ δεῖξαι. Ἂν γὰρ τοῦτο κατασκευασθῇ, ὅτι πρὸ πάντων  ἦν τῶν ἀγγέλων, κἀκεῖνο συνεισάγεται,  ὅτι  τὰ  ἐκείνων  αὐτὸς  ἐποίει  ἐπιτάττων.  Καὶ τὸ  δὴ θαυμαστὸν,  ἐν  τῇ ὑστέρᾳ γενέσει ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι. Καίτοι γε ἀλλαχοῦ πρῶτόν φησι τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν· ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους. Τῆς γὰρ Ἐκκλησίας πρῶτός ἐστι, καὶ τῶν μὲν ἀνθρώπων,  καθάπερ τῆς κτίσεως, πρῶτος κατὰ σάρκα· καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πρωτότοκον  τίθησι. Τί ἐστιν ἐνταῦθα ὁ πρωτότοκος; Ὁ πρῶτος κτισθεὶς, ἢ πρὸ πάντων  ἀναστὰς, ὥσπερ καὶ ἐκεῖ, ὁ πρὸ πάντων ὤν. Καὶ ἐνταῦθα  μὲν ἀπαρχὴν  τέθεικεν  εἰπών· Ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος  ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως. Καὶ ἐκεῖ μὲν, Εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε τὸ, Πρωτότοκος. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι  τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὅσα τοῦ Πατρὸς, φησὶ, ταῦτα καὶ τοῦ Υἱοῦ, καὶ μετὰ πλείονος σπουδῆς, ὅτι καὶ νεκρὸς γέγονε, καὶ ἥνωσεν ἑαυτὸν ἡμῖν. Ἀπαρχὴν δὲ εἶπε,  καθάπερ  ἐπὶ  καρποῦ  τινος.  Οὐκ εἶπεν,  ἀνάστασις,  ἀλλὰ,  ἀπαρχὴ,  δεικνὺς  ὅτι πάντας  ἡμᾶς ἡγίασε, καὶ ὥσπερ θυσίαν προσήνεγκε.  Τὸ πλήρωμα  περὶ τῆς θεότητος εἴρηκε, καθάπερ ὁ Ἰωάννης  ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Τουτέστιν, εἴτε ἦν ὁ Υἱὸς, εἴτε ὁ Λόγος, ἐκεῖ ᾤκησεν οὐχὶ ἐνέργειά τις, ἀλλ' οὐσία. Οὐκ ἔχει αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν, ὅτι Ἐν αὐτῷ ηὐδόκησε, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι  τὰ  πάντα εἰς αὐτόν. Ἵνα μὴ νομίσῃς, ὅτι ὑπηρέτου  τάξιν  ἀνέλαβεν,  εἰς  ἑαυτὸν,  φησί.  Καὶ μὴν  ἀλλαχοῦ  φησιν,  ὅτι  τῷ  Θεῷ καταλλάττει,  καθάπερ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγε. Καὶ καλῶς εἶπε,
∆ι' αὐτοῦ ἀποκαταλλάξαι.  Ἤδη γὰρ ἦσαν κατηλλαγμένοι,  ἀλλὰ τελείως ἔδει, καὶ ὥστε μηκέτι  ἐχθραίνειν   αὐτῷ.  Πῶς  δὲ  γίνεται   τοῦτο,  διασαφεῖ  λοιπὸν,  οὐ  μόνον  τὴν καταλλαγὴν, ἀλλὰ καὶ τὸν τρόπον τῆς καταλλαγῆς ἀναγγέλλων· Εἰρηνοποιήσας διὰ τοῦ αἵματος  τοῦ σταυροῦ αὐτοῦ. Τὸ μὲν  τὴν  ἔχθραν  δείκνυσι  τὸ καταλλάξαι·  τὸ δὲ τὸν πόλεμον, τὸ Εἰρηνοποιήσας. ∆ιὰ τοῦ αἵματος, φησὶ, τοῦ σταυροῦ αὐτοῦ δι' αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Μέγα μὲν τὸ καταλλάξαι,  τὸ δὲ καὶ δι' αὐτοῦ, μεῖζον· καὶ τὸ τούτου μεῖζον, τὸ διὰ τοῦ αἵματος αὐτοῦ· καὶ οὐχ ἁπλῶς αἵματος, ἀλλὰ τὸ τούτου μεῖζον, διὰ τοῦ σταυροῦ. Ὥστε πέντε ἐστὶ τὰ θαυμαστὰ, τῷ Θεῷ κατήλλαξε, δι' αὐτοῦ, διὰ θανάτου,  διὰ σταυροῦ. Βαβαὶ, πῶς ἀνέμιξε  πάλιν; Ἵνα γὰρ μὴ νομίσῃς ἓν εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ' ἑαυτὸ, λέγει, ∆ι' ἑαυτοῦ. Πῶς οἶδε μέγα τοῦτο ὄν; Ὅτι  οὐ  ῥήματα  εἰπὼν,  ἀλλ'  ἑαυτὸν  ἐκδοὺς  ὑπὲρ  τῆς  καταλλαγῆς,   οὕτως  ἅπαντα εἰργάσατο. Τί δέ ἐστι, Τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο,  καὶ εἰς πολλὰ  διῄρητο· καὶ πρὸς ἑαυτὸν  ἕκαστος ἡμῶν  διεστασίαζε, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησε; καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς  γῆς;  τί  οὖν  ἔστιν  εἰπεῖν;  Ἀπέσχιστο  ἡ  γῆ  τοῦ  οὐρανοῦ,  ἐκπεπολεμωμένοι   ἦσαν  οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους, τὸν ∆εσπότην ὁρῶντες τὸν αὐτῶν ὑβριζόμενον. Ἀνακεφαλαιώσασθαί  φησι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Πῶς; Τὰ μὲν ἐν τοῖς  οὐρανοῖς  οὕτω· μετέστησεν ἐκεῖ τὸν  ἄνθρωπον,  ἀνήγαγεν αὐτοῖς τὸν ἐχθρὸν, τὸν μισούμενον. Οὐ μόνον τὰ ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν, ἀλλ' ἀνήγαγεν  αὐτὸν πρὸς αὐτοὺς, τὸν ἐχθρὸν καὶ πολέμιον. Τοῦτο εἰρήνη βαθεῖα. Ἄγγελοι πάλιν ἐπὶ γῆς ἐφαίνοντο  λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐρανῷ ἐφάνη. ∆οκεῖ δέ μοι καὶ ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου τε ἕνεκεν  γεγενῆσθαι,  καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη.  Ἐν μὲν γὰρ τῇ γῇ διπλῆ  ἡ εἰρήνη, καὶ πρὸς τὰ ἐπουράνια,  καὶ πρὸς ἑαυτά· ἐν δὲ τοῖς οὐρανοῖς ἁπλῆ. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ  μετανοοῦντι  χαίρουσιν οἱ ἄγγελοι, πολλῷ  μᾶλλον  ἐπὶ τοσούτοις. Ταῦτα πάντα ἡ τοῦ Θεοῦ ἰσχὺς κατώρθωσε. Τί οὖν ἀγγέλοις θαῤῥεῖτε, φησί; Τοσοῦτον γὰρ ἀπέχουσιν ἐκεῖνοι προσάγειν ὑμᾶς, ὅτι καὶ ἐκπεπολεμωμένοι  ἦσαν ποτὲ, καὶ, εἰ μὴ ὁ Θεὸς αὐτὸς ὑμᾶς ἐκείνοις κατήλλαξεν, οὐκ ἂν εἰρηνεύσατε. Τί τοίνυν ἐκείνοις προστρέχετε; Βούλει μαθεῖν τῶν ἀγγέλων τὸ μῖσος ὅσον εἶχον   πρὸς  ἡμᾶς,  καὶ  πῶς   ἀπεστρέφοντο   ἀεί;  Εἰς  τιμωρίαν   ἐπέμποντο   ἐπὶ  τῶν Ἰσραηλιτῶν, ἐπὶ τοῦ ∆αυῒδ, ἐπὶ τῶν Σοδομιτῶν, ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. Ἀλλ' οὐ νῦν· ἀλλ' ἐξ ἐναντίας,  ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτοὺς, καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ.            δʹ.  Καὶ   θέα   μοι   τὸ   παράδοξον. Τούτους  πρώτους  κατήγαγεν   ὧδε,  καὶ  τότε  τὸν  ἄνθρωπον   ἀνήγαγε  πρὸς  αὐτούς· οὐρανὸς ἡ γῆ γέγονεν, ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι. ∆ιὰ τοῦτο εὐχαριστοῦντες  λέγομεν,  ∆όξα ἐν  ὑψίστοις  Θεῷ, καὶ  ἐπὶ  γῆς  εἰρήνη,  ἐν  ἀνθρώποις εὐδοκία. Ἰδοὺ, φησὶ, καὶ  ἄνθρωποι  ἐφάνησαν  εὐαρεστοῦντες  λοιπόν.  Τί ἐστιν, Εὐδοκία; Καταλλαγή· οὐκέτι  μεσότοιχόν  ἐστιν  ὁ οὐρανός.  Τὸ πρῶτον  κατὰ  ἀριθμὸν ἐθνῶν  ἦσαν οἱ ἄγγελοι· νῦν  δὲ οὐ κατὰ ἀριθμὸν ἐθνῶν,  ἀλλὰ κατὰ ἀριθμὸν  πιστῶν. Πόθεν δῆλον; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον  ἔχει, ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων  ἄγγελον  εἶχε·  καθώς  φησιν  ὁ  Ἰακώβ,  Ὁ  ἄγγελος  ὁ  τρέφων  με,  καὶ  ὁ ῥυόμενός   με  ἐκ  νεότητός   μου.  Εἰ  τοίνυν   ἀγγέλους   ἔχομεν,   νήφωμεν,   καθάπερ παιδαγωγῶν τινων  ἡμῖν παρόντων·  πάρεστι γὰρ καὶ δαίμων. ∆ιὰ τοῦτο εὐχόμεθα, καὶ λέγομεν  αἰτοῦντες  τὸν ἄγγελον  τῆς εἰρήνης, καὶ πανταχοῦ  εἰρήνην  αἰτοῦμεν.  Οὐδὲν γὰρ ταύτης  ἴσον· ἐν ταῖς  ἐκκλησίαις  εἰρήνην,  ἐν ταῖς  εὐχαῖς,  ἐν ταῖς  λιταῖς,  ἐν ταῖς προσρήσεσι· καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις  αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἐπιλέγων.  ∆ιὰ τί; Ὅτι αὕτη μήτηρ πάντων  τῶν ἀγαθῶν  ἐστιν, αὕτη  τῆς  χαρᾶς  ὑπόθεσις.  ∆ιὰ  τοῦτο  καὶ  ὁ  Χριστὸς εἰσιοῦσιν  εἰς  τὰς  οἰκίας  τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ τι σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας, λέγετε,  Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγεν, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι  ὑμῖν.  Αὕτη τῇ ἀγάπῃ  προοδοποιεῖ.  Καὶ οὐ λέγει  ὁ τῆς  Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν  ἁπλῶς,  ἀλλ',  Εἰρήνη πᾶσι. Τί γὰρ ὄφελος,  ἂν  μετὰ  τοῦδε  μὲν  εἰρήνην ἔχωμεν, μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων  εὐταξίας καὶ συμφωνίας  καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἐὰν μὴ πάντες ἡσυχάζωσιν οἱ λογισμοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡςυἱοὺς Θεοῦ καλεῖσθαι τοὺς αὐτῆς ποιητὰς καὶ δημιουργούς· εἰκότως· ἐπεὶ καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐπὶ τούτῳ ἦλθεν εἰς τὴν γῆν, εἰρηνοποιήσων τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ οἱ εἰρηνοποιοὶ υἱοὶ τοῦ Θεοῦ, οἱ νεωτεροποιοὶ  υἱοὶ διαβόλου. Τί λέγεις; ἔρεις καὶ μάχας  ἐμβάλλεις;  Καὶ τίς  οὕτως  ἄθλιος,  φησίν;  Εἰσὶ γὰρ πολλοὶ  χαίροντες  ἐπὶ  τοῖς κακοῖς,  καὶ  τὸ  σῶμα  τοῦ  Χριστοῦ διασπῶντες  μᾶλλον,  ἢ  οἱ  στρατιῶται  τῇ  λόγχῃ διέτεμνον, ἢ οἱ Ἰουδαῖοι τοῖς ἥλοις διέκοψαν. Ἐκεῖνο τούτου ἔλαττον τὸ κακόν· ἐκεῖνα διατμηθέντα  τὰ μέλη πάλιν συνήφθη· ταῦτα δὲ ἀποσπασθέντα, ἂν ἐνθάδε μὴ συναφθῇ, οὐκέτι συναφθήσεται, ἀλλὰ μένει τοῦ πληρώματος ἔξω. Ὅταν βούλῃ τῷ ἀδελφῷ πολεμῆσαι, ἐννόησον ὅτι τοῖς μέλεσι τοῦ Χριστοῦ πολεμεῖς, καὶ παῦσαι τῆς μανίας. Τί γὰρ, εἰ ἀπεῤῥιμμένος  ἐστὶν, εἰ εὐτελής;  τί  γὰρ, εἰ εὐκαταφρόνητος;  Οὕτως οὐκ ἔστι θέλημα, φησὶν, ἔμπροσθεν τοῦ Πατρός μου, ἵνα ἀπόληται  εἷς τῶν μικρῶν τούτων· καὶ πάλιν· Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁ Θεὸς δι' αὐτὸν καὶ δοῦλος ἐγένετο, καὶ ἐσφάγη· σὺ δὲ οὐδὲν αὐτὸν εἶναι νομίζεις;  Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο  τῷ  Θεῷ, τὰς ἐναντίας  αὐτῷ  φέρων  ψήφους. Ὅταν  εἰσέλθῃ  ὁ τῆς  Ἐκκλησίας προεστὼς, εὐθέως   λέγει·  Εἰρήνη πᾶσιν· ὅταν ὁμιλῇ,  Εἰρήνη πᾶσιν· ὅταν  εὐλογῇ,  Εἰρήνη πᾶσιν· ὅταν  ἀσπάζεσθαι κελεύῃ,  Εἰρήνη πᾶσιν· ὅταν ἡ θυσία τελεσθῇ, Εἰρήνη πᾶσι. Καὶ μεταξὺ πάλιν,  Χάρις ὑμῖν καὶ εἰρήνη. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοσαυτάκις ἀκούοντες  εἰρήνην  ἔχειν,  ἐκπεπολεμώμεθα  πρὸς ἀλλήλους,  καὶ λαμβάνοντες,  καὶ ἀντιδιδόντες,  τῷ  διδόντι  τὴν  εἰρήνην  πολεμοῦμεν; Λέγεις, Καὶ τῷ  πνεύματί  σου, καὶ  διαβάλλεις  αὐτὸν  ἔξω;  Οἴμοι, ὅτι  τὰ  σεμνὰ  τῆς Ἐκκλησίας, σχήματα γέγονε πραγμάτων  μόνον, ἀλλ' οὐκ ἀλήθειά τις· οἴμοι, ὅτι μέχρι ῥημάτων τὰ σύμβολα μένει τοῦ στρατοπέδου τούτου. Ὅθεν καὶ ἀγνοεῖτε διὰ τί λέγεται, Εἰρήνη πᾶσιν. Ἀλλ' ἀκούετε τῶν ἑξῆς, τί φησιν ὁ Χριστός· εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, Εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἀποστραφήτω. ∆ιὰ τοῦτο οὐκ ἴσμεν, ὅτι τύπον ῥημάτων νομίζομεν ταῦτα εἶναι, καὶ οὐ συντιθέμεθα τῷ νῷ. Μὴ γὰρ ἐγὼ δίδωμι τὴν εἰρήνην; Ὁ Χριστὸς δι' ἡμῶν φθέγγεσθαι καταξιῶν.  Εἰ καὶ τὸν ἄλλον  ἅπαντα  χρόνον  κενοὶ τῆς χάριτός ἐσμεν, ἀλλ' οὐ νῦν δι' ὑμᾶς. Εἰ γὰρ εἰς ὄνον ἐνήργησε καὶ εἰς μάντιν ἡ τοῦ Θεοῦ χάρις, δι' οἰκονομίαν  καὶ τὴν τῶν  Ἰσραηλιτῶν  ὠφέλειαν,  εὔδηλον  ὅτι  οὐδὲ εἰς  ἡμᾶς  παραιτήσεται  ἐνεργεῖν,  ἀλλ' ἀνέξεται καὶ τοῦτο δι' ἡμᾶς. εʹ. Μηδεὶς τοίνυν  εἴποι, ὅτι εὐτελὴς ἐγὼ καὶ ταπεινὸς καὶ οὐδενὸς ἄξιος λόγου, καὶ οὕτω μοι προσεχέτω. Εἰμὶ γὰρ τοιοῦτος· ἀλλ' ἀεὶ ἔθος τῷ Θεῷ διὰ τοὺς πολλοὺς  καὶ τοῖς τοιούτοις  ἐφίστασθαι. Καὶ ἵνα μάθητε, τῷ Κάϊν κατηξίωσε λαλῆσαι  διὰ  τὸν  Ἄβελ,  τῷ  διαβόλῳ  διὰ  τὸν  Ἰὼβ,  τῷ  Φαραὼ διὰ  τὸν  Ἰωσὴφ,  τῷ Ναβουχοδονόσορ   διὰ   τὸν   ∆ανιὴλ,   τῷ   Βαλτάσαρ  διὰ   τὸν   αὐτόν.   Καὶ  μάγοι   δὲ ἀποκαλύψεως  ἔτυχον, καὶ Καϊάφας προεφήτευσε χριστοκτόνος ὢν καὶ ἀνάξιος, διὰ τὸ τῆς ἱερωσύνης ἀξίωμα. Λέγεται καὶ Ἀαρὼν διὰ τοῦτο μὴ λεπρωθῆναι.  ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἀμφοτέρων  καταλαλησάντων, ἐκείνη μόνη τὴν δίκην ἔδωκε; Μὴ θαυμάσῃς· εἰ γὰρ ἐν  τοῖς  ἔξωθεν  ἀξιώμασι, κἂν  μυρία τις  κατηγορῆται,  οὐ πρότερον  εἰς  δικαστήριον ἄγεται, ἕως ἂν ἀπόθηται  τὴν ἀρχὴν, ἵνα μὴ καὶ ἐκείνη  μετ' αὐτοῦ ὑβρίζηται· πολλῷ μᾶλλον ἐπὶ τῆς ἀρχῆς τῆς πνευματικῆς  κἂν ὁστισοῦν ᾖ, ἐνεργεῖ ἡ τοῦ Θεοῦ χάρις· ἐπεὶ πάντα ἂν ἀπόλωλεν· ὅταν δὲ αὐτὴν ἀπόθηται, εἴτε ἀπελθὼν, εἴτε καὶ ἐνταῦθα, τότε δὴ, τότε χαλεπωτέραν  δώσει τὴν δίκην. Μὴ δὴ νομίζετε παρ' ἡμῶν ταῦτα λέγεσθαι· ἡ τοῦ Θεοῦ χάρις ἐστὶν ἡ καὶ εἰς ἀνάξιον ἐνεργοῦσα, οὐ δι' ἡμᾶς, ἀλλὰ δι' ὑμᾶς. Ἀκούσατε οὖν τί φησιν ὁ Χριστός· Ἐὰν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ  εἰρήνη ὑμῶν ἐπ' αὐτήν. Πῶς δὲἀξία γίνεται; Ἐὰν δέξωνται ὑμᾶς, φησίν. Ἐὰν δὲ μὴ δέξωνται ὑμᾶς, μηδὲ ἀκούσωσι τὸν λόγον ὑμῶν, ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον  ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Τί οὖν ὄφελος, ὅτι δέχεσθε ἡμᾶς, καὶ οὐκ ἀκούετε τῶν παρ' ἡμῶν λεγομένων;  τί τὸ κέρδος, ὅτι θεραπεύετε, καὶ οὐ προσέχετε τοῖς λεγομένοις  ὑμῖν; Ἐκείνη ἐστὶ τιμὴ ἡμῖν, ἐκείνη θεραπεία θαυμαστὴ, ἡ καὶ ὑμᾶς ὠφελοῦσα καὶ ἡμᾶς, ἐὰν ἡμῶν ἀκούητε. Ἀκούετε καὶ τοῦ Παύλου λέγοντος,  Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἀρχιερεύς ἐστιν. Ἄκουε καὶ τοῦ Χριστοῦ λέγοντος, Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε.  Οὐκ ἐμοῦ  καταφρονεῖς,  ἀλλὰ  τῆς  ἱερωσύνης· ἂν  ἴδῃς  ταύτης  γυμνὸν,  τότε καταφρόνει,  τότε οὐδὲ ἐγὼ  ἀνέχομαι  ἐπιτάττειν.  Ἕως δ' ἂν  ἐπὶ τοῦ θρόνου  τούτου καθήμεθα, ἕως ἂν τὴν προεδρίαν ἔχωμεν,  ἔχομεν καὶ τὴν ἀξίαν καὶ τὴν ἰσχὺν, εἰ καὶ ἀνάξιοί  ἐσμεν. Εἰ ὁ Μωϋσέως θρόνος οὕτως  ἦν αἰδέσιμος, ὡς δι' ἐκεῖνον  ἀκούεσθαι, πολλῷ  μᾶλλον  ὁ τοῦ Χριστοῦ θρόνος. Ἐκεῖνον ἡμεῖς διεδεξάμεθα· ἀπὸ τούτου φθεγγόμεθα,  ἀφ' οὗ καὶ ὁ Χριστὸς ἔθετο ἐν ἡμῖν  τὴν  διακονίαν  τῆς καταλλαγῆς.  Οἱ πρέσβεις, οἷοίπερ ἂν ὦσι, διὰ τὸ τῆς πρεσβείας ἀξίωμα πολλῆς  ἀπολαύουσι τῆς τιμῆς. Ὅρα γάρ· εἰς μέσην βαρβάρων ἔρχονται τὴν γῆν μόνοι, μεταξὺ τοσούτων πολεμίων· καὶ ἐπειδὴ μεγάλα ὁ τῆς πρεσβείας ἰσχύει νόμος, πάντες αὐτοὺς τιμῶσι, πάντες εἰς αὐτοὺς ἀποβλέπουσι, πάντες  μετὰ ἀσφαλείας ἐκπέμπουσι. Καὶ ἡμεῖς τοίνυν  πρεσβείας ἀνεδεξάμεθα  λόγον,  καὶ  ἥκομεν  παρὰ  τοῦ  Θεοῦ· τοῦτο  γάρ  ἐστι  τὸ  τῆς  ἐπισκοπῆς ἀξίωμα.  Ἥκομεν  πρὸς  ὑμᾶς  πρεσβεύοντες,  ἀξιοῦντες  καταλῦσαι  τὸν  πόλεμον,  καὶ λέγομεν ἐπὶ τίσιν· οὐ πόλεις ἐπαγγελλόμενοι δώσειν, οὐδὲ σίτου μέτρα τόσα καὶ τόσα, οὐδὲ ἀνδράποδα, οὐδὲ χρυσίον, ἀλλὰ βασιλείαν οὐρανῶν, ζωὴν αἰώνιον, συνουσίαν τὴν μετὰ Χριστοῦ, τὰ ἄλλα ἀγαθὰ, ἃ μήτε εἰπεῖν δυνατὸν ἡμῖν, μήτε ὑμῖν ἀκοῦσαι, ἕως ἂν ἐν τῇ  σαρκὶ  ταύτῃ   ὦμεν   καὶ  τῷ  παρόντι   βίῳ.  Πρεσβεύομεν  τοίνυν·   ἀπολαύειν   δὲ βουλόμεθα τιμῆς· οὐ δι' ἡμᾶς, μὴ γένοιτο· ἴσμεν γὰρ αὐτῆς τὸ εὐτελές· ἀλλὰ δι' ὑμᾶς, ἵνα  ὑμεῖς  μετὰ  σπουδῆς  τὰ  παρ' ἡμῶν  ἀκούητε,  ἵνα  ὑμεῖς  ὠφελῆσθε,  ἵνα  μὴ  μετὰ ῥᾳθυμίας ἢ ἀπροσεξίας προσέχητε τοῖς λεγομένοις. Οὐχ ὁρᾶτε τοὺς πρέσβεις πῶς πάντες αὐτοὺς περιέπουσιν; Ἡμεῖς Θεοῦ πρέσβεις ἐσμὲν πρὸς ἀνθρώπους. Εἰ δὲ πρόσαντες ὑμῖν τοῦτο, οὐχ ἡμεῖς, ἀλλ' αὕτη ἡ ἐπισκοπή· οὐχὶ ὁ δεῖνα, ἀλλ' ὁ ἐπίσκοπος. Μηδεὶς ἐμοῦ ἀκουέτω, ἀλλὰ τοῦ ἀξιώματος. Πάντα τοίνυν ποιῶμεν κατὰ τὸ τῷ Θεῷ δοκοῦν, ἵνα εἰς δόξαν Θεοῦ ζήσωμεν, καὶ καταξιωθῶμεν  τῶν  ἐπηγγελμένων ἀγαθῶν  τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |