ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος

Κυριακή 23 Οκτωβρίου 2016

ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος




Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ  ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα πόλει.

αʹ. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιά  ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι  καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται  ἐπὶ τῷ  ἀνδρὶ,  ἅτε  τοιούτους  φέροντες  ἄνδρας.  Καὶ πάντοτε,  φησὶν,  ἀγωνιζόμενος  ὑπὲρ ὑμῶν  ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς  εἶπεν, Εὐχόμενος, ἀλλ',  Ἀγωνιζόμενος,  τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται  τῷ περὶ ὑμᾶς φίλτρῳ.  Καὶ τῶν  ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν  ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι;


 Εἰκὸς μὲν οὖν αὐτοὺς ἀκοῦσαι· πλὴν καὶ τῆς Ἐπιστολῆς ἀναγινωσκομένης,  ἐμάνθανον.  Ποιήσατε γὰρ, φησὶν, ἵνα  καὶ ἐν  τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ.  –Ἵνα στῆτε,φησὶ, τέλειοι.  Ἅμα καὶ κατηγορεῖ αὐτῶν, καὶ ἀνεπαχθῶς  παραινεῖ καὶ συμβουλεύει. Ἔνι γὰρ καὶ τέλειον εἶναι, καὶ μὴ ἑστάναι, ὡς ἐάν τις πάντα μὲν εἰδῇ, σαλεύηται δὲ ἔτι· ἔνι καὶ μὴ τέλειον  εἶναι, καὶ ἑστάναι, ὡς ἐάν τις μέρος μὲν εἰδῇ, ἕστηκε δὲ οὐ βεβαίως. Ἀλλ' οὗτος ἀμφότερα εὔχεται,  Ἵνα  στῆτε, φησὶ,  τέλειοι.  Ὅρα ποῦ  πάλιν  αὐτοὺς  ὑπέμνησε  τοῦ  περὶ  τῶν ἀγγέλων  λόγου, καὶ περὶ τοῦ βίου. Καὶ πεπληρωμένοι,  φησὶν, ἐν παντὶ  θελήματι  τοῦ Θεοῦ. Οὐ γὰρ  ἁπλῶς  ἀρκεῖ  τὸ  θέλημα  ποιεῖν.  Ὁ πεπληρωμένος  οὐκ  ἀφίησιν  ἄλλο θέλημα εἶναι  ἐν αὐτῷ, ἐπεὶ οὐ πεπληροφόρηται.  Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον  πολύν.  Καὶ ζῆλον,  καὶ  πολύν·  ἀμφότερα  ἐπιτάσεως·  ὥσπερ  καὶ  αὐτός  φησι Κορινθίοις γράφων·  Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ.  Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς  ὁ ἀγαπητός. Οὗτός ἐστιν ὁ εὐαγγελιστής.  Οὐ τοῦτον δὲ ταπεινῶν,  ὕστερον τίθησιν, ἀλλ' ἐκεῖνον ἐπαίρει τὸν Ἐπαφρᾶν. Εἰκὸς εἶναι καὶ ἄλλους καλουμένους  τῷ ὀνόματι τούτῳ. Καὶ ∆ημᾶς.  Εἰπὼν  δὲ,  Ἀσπάζεται ὑμᾶς  Λουκᾶς ὁ  ἰατρὸς,  προσέθηκεν,  Ὁ ἀγαπητός. Ἐγκώμιον  καὶ τοῦτο  οὐ μικρὸν, ἀλλὰ  καὶ σφόδρα μέγα, τὸ Παύλου εἶναι  ἀγαπητόν. Ἀσπάσασθε τοὺς  ἐν  Λαοδικείᾳ  ἀδελφοὺς,  καὶ  Νυμφᾶν,  καὶ  τὴν  κατ'  οἶκον  αὐτοῦ Ἐκκλησίαν. Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτοὺς, οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἀντιδοῦναι.  Εἶτα πάλιν χαρίζεται, κατ' ἰδίαν αὐτὸν προσαγορεύων. Ποιεῖ δὲ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων
ζῆλον.  Οὐδὲ γὰρ μικρόν ἐστιν, ὅταν  μὴ μετὰ τῶν  λοιπῶν  ἀριθμῆται.  Ὅρα γοῦν  πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴ γε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν. Καὶ ὅταν ἀναγνωσθῇ  παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ.  Ἐμοὶ δοκεῖ εἶναί τινα τῶν γραφέντων  ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι. Καὶ τούτοις μείζων ἦν ἡ ὠφέλεια, ὅταν ἑτέ  ρων ἐγκαλουμένων,  τὰ οἰκεῖα ἁμαρτήματα ἐπιγινώσκωσι. Καὶ τὴν ἐκ Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.  Τινὲς λέγουσιν, ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλμένην, ἀλλὰ τὴν παρ' αὐτῶν Παύλῳ· οὐ γὰρ εἶπε, τὴν πρὸς Λαοδικέας, ἀλλὰ, Τὴν ἐκ Λαοδικείας, φησὶ, γραφεῖσαν. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν; Ἴσως οὐκ ἐδεῖτο, ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως, ὥστε σπουδαιότερος εἶναι. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Τοῦτο γνησιότητος  καὶ φιλίας  τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾷν, καὶ πάσχειν  τι πρὸς ταῦτα. Μνημονεύετέ  μου τῶν  δεσμῶν. Βαβαὶ, πόση παράκλησις! Τοῦτο γὰρ ἱκανὸν  εἰς πάντα  αὐτοὺς προτρέψαι καὶ γενναιοτέρους  ποιῆσαι πρὸς τοὺς ἀγῶνας· οὐ μόνον δὲ γενναιοτέρους, ἀλλὰ καὶ οἰκειοτέρους αὐτοὺς ἐποίει. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν.βʹ. Μέγα ἐγκώμιον, καὶ μεῖζον τῶν ἄλλων ἁπάντων  τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ. Καὶ διάκονον  αὐτὸν ὑπὲρ αὐτῶν φησιν, ὥσπερ καὶ ἑαυτὸν τῆς Ἐκκλησίας λέγει διάκονον, ὡς ὅταν λέγῃ· Ἧς ἐγενόμην  ἐγὼ Παῦλος διάκονος. Εἰς τὸ  αὐτὸ  ἀξίωμα  ἀναφέρει  τὸν  ἄνδρα,  καὶ  σύνδουλον  ἀνωτέρω  καλεῖ,  καὶ  ἐνταῦθα δοῦλον. Ὁ ἐξ ὑμῶν, φησίν· ὡς πρὸς μητέρα διαλεγόμενος, καὶ λέγων· Ὁ ἐκ τῆς γαστρὸς τῆς σῆς. Ἀλλὰ τοῦτο φθόνον  ἂν ἔτεκε τὸ ἐγκώμιον. ∆ιὰ τοῦτο οὐκ ἀπὸ τούτων  αὐτὸν συνίστησι μόνον,  ἀλλὰ  καὶ ἐκ τῶν  πρὸς αὐτούς· καὶ ἐκεῖ φθόνον  λύει, καὶ ἐνταῦθα. Πάντοτε, φησὶν, ἀγωνιζόμενος  ὑπὲρ ὑμῶν· οὐ νῦν μόνον παρ' ἡμῖν, ὥστε ἐπιδείξασθαι, οὐδὲ παρ' ὑμῖν μόνον, ὥστε ὑμῖν ἐπιδείξασθαι. Μεγάλην προθυμίαν  ἔδειξε τῷ εἰπεῖν. Ἀγωνιζόμενος.  Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν  αὐτοὺς, ἐπήγαγεν,  ὅτι Ζῆλον ἔχει πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει. Καὶ τὸ, Ἵνα στῆτε τέλειοι, καὶ τοῦτο οὐ κολακείας, ἀλλ' αἰδεσίμου διδασκάλου Καὶ πεπληρωμένοι,  φησὶ, καὶ τέλειοι. Τὸ μὲν ἔδωκε, τὸ δὲ εἶπεν ὑστερεῖν. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ σαλεύησθε, ἀλλ', Ἵνα στῆτε. Τὸ μέντοι  παρὰ  πολλῶν  ἀσπάζεσθαι αὐτοὺς,  ἀνακτᾶται  αὐτοὺς,  ὅταν  μὴ  μόνον  οἱ οἰκεῖοι ἐξ αὐτῶν, ἀλλὰ καὶ ἕτεροι αὐτῶν μνημονεύωσι. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν,  ἣν παρέλαβες ἐν Κυρίῳ. Μάλιστα αὐτοὺς αὐτῷ  ὑποτάττει.  Οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοὺς, ὅταν αὐτοὶ ὦσιν ἀναδεδεγμένοι  τὸ πᾶν· ἐπεὶ οὐκ ἔχει λόγον  τοῖς μαθηταῖς  περὶ τοῦ διδασκάλου λέγειν.  Ἀλλ' ἐπιστομίζων  αὐτοὺς, ταῦτα γράφει. Εἴπατε, φησὶν, Ἀρχίππῳ Βλέπε. Φοβοῦντός ἐστι τοῦτο τὸ ῥῆμα πανταχοῦ, ὡς ὅταν λέγῃ· Βλέπετε τοὺς κύνας· Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν· Βλέπετε μή πως  ἡ ἐξουσία ὑμῶν  αὕτη  πρόσκομμα γένηται  τοῖς  ἀσθενοῦσι. Καὶ πανταχοῦ  οὕτω φησὶν  ὅταν  φοβῇ.  Βλέπε, φησὶ,  τὴν  διακονίαν,  ἣν  παρέλαβες  ἐν  Κυρίῳ, ἵνα  αὐτὴν πληροῖς. Οὐδὲ ἀφίησιν  αὐτὸν κύριον εἶναι, καθάπερ αὐτὸς ἔλεγεν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἵνα αὐτὴν πληροῖς· διηνεκῶς κεχρημένος σπουδῇ. Ἣν παρέλαβες ἐν Κυρίῳ. Πά  λιν τὸ, Ἐν, διὰ Κυρίου, ἐστίν· Αὐτός σοι ἔδωκεν,  οὐχ  ἡμεῖς.  Κἀκείνους ὑποτάττει  αὐτῷ,  τῷ  δεικνύειν  παρὰ Θεοῦ αὐτοὺς ἐγκεχειρισμένον· Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν. Τὸν φόβον ἔλυσεν. Εἰ γὰρ καὶ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ' ἡ χάρις αὐτὸν λύει. Καὶ τοῦτο τῆς  χάριτος   τὸ  συγχωρεῖν   αὐτὸν   δεθῆναι·  ἄκουε  γὰρ  τοῦ  Λουκᾶ  λέγοντος,   ὅτι Ὑπέστρεφον οἱ ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες  ὅτι κατηξιώθησανὑπὲρ  τοῦ   ὀνόματος   αὐτοῦ   ἀτιμασθῆναι.   Καταξιωθῆναι   γὰρ  ὄντως   ἐστὶ,  καὶ   τὸ ἀτιμασθῆναι καὶ τὸ δεθῆναι. Εἰ γὰρ ἐρώμενόν τις ἔχων, κέρδος ἡγεῖται τὸ δι' ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον τὸ διὰ τὸν Χριστόν. Μὴ τοίνυν ἀσχάλλωμεν περὶ τὰς θλίψεις διὰ Χριστὸν, ἀλλὰ  μνημονεύωμεν τῶν  δεσμῶν  Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο  ἔστω ἡμῶν προτροπή· οἷον,  παραινεῖς  τισι, πένησι  δοῦναι  διὰ  Χριστόν; ἀνάμνησον  αὐτοὺς  τῶν Παύλου δεσμῶν, καὶ σαυτὸν κἀκείνους ταλάνισον, εἰ ἐκεῖνος μὲν καὶ τὸ σῶμα ἐξέδωκε δεσμοῖς   δι'  αὐτὸν,   σὺ  δὲ   οὐδὲ   τροφῆς   μεταδίδως.   Ἐπήρθης   ἐπὶ   κατορθώμασι; μνημόνευσον   τῶν   Παύλου  δεσμῶν,  καὶ  ὅτι  οὐδὲν   τοιοῦτον   ἔπαθες,  καὶ  οὐκέτι ἐπαρθήσῃ. Ἐπεθύμησας τῶν τοῦ πλησίον; μνημόνευσον τῶν Παύλου δεσμῶν, καὶ ὄψει πῶς ἄτοπον ἐκεῖνον  μὲν ἐν κινδύνοις  εἶναι, σὲ δὲ τρυφᾷν. Ἐπεθύμησας πάλιν τρυφῆς; ἐν νῷ λάβε τὸ δεσμωτήριον  Παύλου· ἐκείνου μαθητὴς εἶ, ἐκείνου συστρατιώτης. Πῶς ἔχει λόγον, τὸν μὲν συστρατιώτην ἐν δεσμοῖς εἶναι, σὲ δὲ ἐν τρυφῇ; Ἐν θλίψει γέγονας, ἐνόμισας ἐγκαταλελεῖφθαι; ἄκουε τῶν Παύλου λόγων,  καὶ ὄψει ὅτι τὸ ἐν θλίψει  εἶναι οὐκ  ἐγκαταλείψεώς   ἐστι  τεκμήριον.  Θέλεις  σηρικὰ  φορεῖν  ἱμάτια;  μνημόνευε  τῶν Παύλου δεσμῶν, καὶ ταῦτά σοι φανεῖται  τῶν ῥακίων ἀτιμότερα τῶν βεβορβορωμένων. Θέλεις χρυσία περιθέσθαι; ἐν νῷ λάβε τὰ Παύλου δεσμὰ, καὶ σχοίνου  παλαιᾶς  οὐδὲν ἄμεινόν  σοι δόξει ταῦτα διακεῖσθαι. Θέλεις διαθεῖναι  τὰς τρίχας, καὶ καλὴ φαίνεσθαι; ἐννόησον τὸν αὐχμὸν τοῦ Παύλου τὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἐκκαήσῃ πρὸς ἐκεῖνο τὸ κάλλος,   καὶ  τοῦτο  ἐσχάτην   ἡγήσῃ  δυσείδειαν,  καὶ  στενάξεις  πικρῶς  ἐπιθυμοῦσα ἐκείνων  τῶν  δεσμῶν.  Θέλεις ἐπιτρίμματα  καὶ ὑπογραφὰς  ἑαυτῇ  περιθεῖναι,  καὶ ὅσα τοιαῦτα;  ἐννόησον   τὰ  ἐκείνου  δάκρυα·  τριετίαν,   νύκτα  καὶ  ἡμέραν  οὐκ  ἐπαύετο δακρύων. Τούτῳ τῷ κόσμῳ καλλώπιζε  τὴν παρειάν· ταῦτα τὰ δάκρυα λαμπρὰν αὐτὴν ἐργάζεται. Οὐ λέγω ἵνα ὑπὲρ τῶν ἄλλων  δακρύῃς (βούλομαι μὲν γὰρ καὶ τοῦτο, ἀλλ' ἀνώτερόν  σού ἐστι τοῦτο), ἀλλ' ὑπὲρ τῶν  σῶν ἁμαρτημάτων  τοῦτο παραινῶ  ποιεῖν. Ἐκέλευσας δεσμευθῆναι παῖδα, καὶ ὠργίσθης καὶ παρωξύνθης; μνημόνευε τῶν Παύλου δεσμῶν, καὶ εὐθέως παύσεις τὴν ὀργήν· ἀναμνήσθητι ὅτι τῶν δεδεμένων ἡμεῖς, ἀλλ' οὐ τῶν δεόντων, τῶν συντετριμμένων  τὴν καρδίαν, ἀλλ' οὐ τῶν συντριβόντων.  ∆ιεχύθης καὶ ἀνεκάγχασας  μέγα; ἔννοιαν  λάβε τῶν  ἐκείνου ὀδυρμῶν, καὶ στενάξεις· πολλῷ  σε λαμπροτέραν τὰ δάκρυα ταῦτα δείκνυσιν. Εἶδες τρυφῶντας  καὶ ὀρχουμένους; μνημόνευσον   αὐτοῦ  τῶν  δακρύων.  Ποία  πηγὴ  τοσαῦτα  ἀνέβλυσε  νάματα,  ὡς  οἱ ὀφθαλμοὶ  ἐκεῖνοι τὰ δάκρυα; Μνημονεύετέ μου, φησὶ, τῶν δακρύων, ὥσπερ τῶν δεσμῶν  ἐνταῦθα.  Καὶ εἰκότως  ἐκείνοις  ταῦτα  εἶπεν,  ἡνίκα  ἀπὸ τῆς  Ἐφέσου αὐτοὺς μετεστείλατο  εἰς  τὴν  Μίλητον.  ∆ιδασκάλοις  γὰρ  ἔλεγεν· ὥστε  ἐκείνους  μὲν  καὶ  τὸ συνάγειν ἀπαιτεῖ, τούτους δὲ τὸ κινδυνεύειν μόνον.
γʹ. Ποίαν βούλει παραβαλεῖν πηγὴν τοῖς δάκρυσι τούτοις; τὴν ἐν τῷ παραδείσῳ, τὴν ποτίζουσαν τὴν γῆν ἅπασαν; Ἀλλ' οὐδὲν ἴσον ἐρεῖς· αὕτη γὰρ ἡ τῶν δακρύων πηγὴ ψυχὰς ἐπότιζεν, οὐ γῆν. Εἴ τις ἡμῖν δεδακρυμένον  ἔδειξε Παῦλον καὶ στενάζοντα, οὐ πολλῷ  ἦν βέλτιον  ἰδεῖν,  ἢ χοροὺς μυρίους φαιδρῶς  ἐστεφανωμένους; Οὐ λέγω  περὶ ὑμῶν·  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ  τῶν  ἀκολάστων ἐκκαιόμενον  καὶ βακχευόμενον  τῷ τῶν  σωμάτων  ἔρωτι, ἐδείκνυ  κόρην παρθένον  ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν  ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον  ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν  μειδιῶντα,  καὶ πολλῇ  μὲν περιεσταλμένον  τῇ αἰδοῖ, πολλῇ  δὲ  τῇ  χάριτι,  βλεφαρίσι  κυαναῖς  κάτωθεν  καὶ  ἄνωθεν  ἐστεφανωμένην,  τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν  πάλιν  τὴν παρειὰνεἰς ἀκριβῆ ἐρυθρότητα  ἀφικνουμένην, μαρμάρου δίκην  λείαν  ὑποκειμένην,  ὁμαλήν· εἶτά μοι ἔδειξε Παῦλον δακρύοντα, ταύτην ἂν ἀφεὶς ἐπεπήδησα τῇ τούτου θέᾳ· κάλλος γὰρ  ἀπέλαμπεν   ἀπὸ  τούτων   τῶν  ὀφθαλμῶν   πνευματικόν.   Ἐκεῖνο  μὲν  γὰρ  ποιεῖ ἐξίστασθαι νέων ψυχὰς, ἐκκαίει καὶ φλέγει· τοῦτο δὲ τοὐναντίον καταστέλλει. Τούτου τοὺς ὀφθαλμοὺς ὁ ὁρῶν ὡραιότερον τὸν τῆς ψυχῆς ἐργάζεται, κατασπᾷ γαστέρα, φιλοσοφίας  ἐμπίπλησι, συμπαθείας πολλῆς, καὶ ἀδαμαντίνην μαλάξαι δύναται ψυχήν. Τούτοις ἄρδεται ἡ Ἐκκλησία, τούτοις ψυχαὶ φυτεύονται  τοῖς δάκρυσι· κἂν πῦρ ᾖ, ταῦτα τὰ δάκρυα σβέσαι δύναται, καὶ αἰσθητὸν καὶ σωματικόν· ταῦτα τὰ δάκρυα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα  σβέννυσι. Μνημονεύωμεν  τοίνυν  τῶν  δακρύων  αὐτοῦ, καὶ πάντων   καταγελασόμεθα  τῶν  παρόντων.   Ταῦτα  ἐμακάριζεν  ὁ  Χριστὸς τὰ  δάκρυα, λέγων·  Μακάριοι  οἱ  πενθοῦντες,  καὶ  μακάριοι  οἱ  κλαίοντες,  ὅτι  αὐτοὶ  γελάσονται. Τοιαῦτα καὶ Ἡσαΐας, καὶ Ἱερεμίας ἠφίει δάκρυα· καὶ ὁ μὲν ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· ὁ δὲ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς  μου πηγὰς δακρύων; ὡς οὐκ ἀρκούσης τῆς φυσικῆς. Οὐδὲν τῶν  δακρύων  τούτων  ἥδιον· παντὸς γέλωτος ταῦτα ἡδύτερα. Ἴσασιν οἱ πενθοῦντες,  πόσην ἔχει τὸ πρᾶγμα παραμυθίαν. Μὴ ἀπευκτὸν   αὐτὸ   εἶναι   νομίζωμεν,   ἀλλὰ   καὶ   σφόδρα  εὐκτόν.   Οὐχ  ὥστε  ἑτέρους ἁμαρτάνειν,  ἀλλ'  ὥστε  ἁμαρτανόντων   αὐτῶν  ἡμᾶς  κατακλᾶσθαι,  τούτων μνημονεύωμεν  τῶν  δακρύων, τούτων  τῶν  δεσμῶν. Ἄρα καὶ ἐπὶ τῶν  δεσμῶν δάκρυα κατέβαινεν· οὐκ ἠφίει δὲ αὐτὸν τῆς ἀπὸ τῶν δεσμῶν ἡδονῆς αἰσθάνεσθαι τῶν ἀπολλυμένων ὁ θάνατος, τῶν δεσμούντων. Καὶ γὰρ ὑπὲρ ἐκείνων  ἤλγει· μαθητὴς γὰρ ἦν ἐκείνου τοῦ δακρύοντος τοὺς  ἱερέας τῶν Ἰουδαίων,  οὐχ ὅτι αὐτὸν ἔμελλον σταυροῦν, ἀλλ' ὅτι αὐτοὶ ἀπώλλυντο.  Καὶ οὐκ αὐτὸς μόνος αὐτὸ ποιεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους οὕτω παρακαλεῖ, λέγων· Μὴ κλαίετε ἐπ' ἐμὲ, θυγατέρες Ἱερουσαλήμ. Εἶδον τὸν παράδεισον οὗτοι οἱ ὀφθαλμοὶ, εἶδον τὸν τρίτον οὐρανόν· ἀλλ' οὐ μακαρίζω αὐτοὺς τῆς θέας  ταύτης  ἕνεκεν  οὕτως,  ὡς  τῶν  δακρύων  ἐκείνων,  δι' ὧν  εἶδον  τὸν  Χριστόν. Μακάριον μὲν ὄντως τοῦτο· καὶ γὰρ καὶ αὐτὸς ἐπ' αὐτῷ σεμνύνεται λέγων· Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν  ἑώρακα; ἀλλὰ  μακαριώτερον  τὸ δακρῦσαι οὕτως. Ἐκείνου πολλοὶ κεκοινωνήκασι τοῦ θεάματος, καὶ τοὺς μὴ κοινωνήσαντας μακαρίζει πάλιν Χριστὸς, λέγων·  Μακάριοι  οἱ  μὴ  ἰδόντες,  καὶ  πιστεύσαντες·  τούτου  δὲ  οὐ  πολλοὶ ἐπέτυχον.   Εἰ  γὰρ   τὸ   μένειν   διὰ   Χριστὸν  ἐνταῦθα   τοῦ   ἀναλῦσαι   πρὸς   αὐτὸν ἀναγκαιότερον  διὰ τὴν σωτηρίαν τῶν  ἄλλων,  ἄρα καὶ τοῦ ἰδεῖν  αὐτὸν τὸ δι' αὐτοὺς στενάξαι  ἀναγκαιότερον.  Εἰ γὰρ τοῦ σὺν αὐτῷ  εἶναι  τὸ δι' αὐτὸν  εἰς γέενναν  εἶναι ποθεινότερον,  καὶ  τοῦ  συνεῖναι  αὐτῷ  τὸ  χωρίζεσθαι  αὐτοῦ  δι' αὐτὸν  ποθεινότερον (τοῦτο γάρ ἐστιν ὅπερ ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ Χριστοῦ)· πολλῷ μᾶλλον καὶ τὸ δακρύειν δι' αὐτόν. Οὐκ ἐπαυσάμην, φησὶ, μετὰ δακρύων νουθετῶν  ἕνα ἕκαστον. ∆ιὰ τί; Οὐχὶ τοὺς κινδύνους δεδοικώς· ἀλλ' ὥσπερ ἄν τις ἀσθενοῦντι παρακαθήμενος,  καὶ μὴ εἰδὼς  τὸ τέλος, δακρύοι διὰ πόθον, δεδοικὼς  μὴ ἐκπέσῃ τῆς ζωῆς· οὕτω  καὶ αὐτὸς, ὅταν  εἶδεν  ἀσθενοῦντα,  καὶ ἐπιπλῆξαι  οὐκ ἴσχυσεν, ἐδάκρυε λοιπόν. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίησεν, ἵνα κἂν τὰ δάκρυα αἰδεσθῶσιν· οἷον, ἡμάρτανέ τις; ἐπετίμα· κατέπτυεν  αὐτοῦ ὁ ἐπιτιμώμενος,  καὶ ἀπεπήδα; ἐδάκρυεν, ἵνα κἂν οὕτως ἐπισπάσηται.
δʹ. Τούτων μνημονεύωμεν  τῶν δακρύων· οὕτω τὰς θυγατέρας ἀνατρέφωμεν  τὰςἑαυτῶν,  οὕτω  τοὺς παῖδας, δακρύοντες  ὅταν  ἴδωμεν  ἐν κακοῖς  ὄντας.  Ὅσαι ἐρᾶσθαι βούλονται,  μνημονευέτωσαν  τῶν  δακρύων  Παύλου, καὶ στεναζέτωσαν·  ὅσαι μακαρίζεσθε, ὅσαι ἐν  θαλάμοις  ἐστὲ, ὅσαι ἐν  ἡδονῇ,  τούτων  μνημονεύετε·  ὅσοι ἐνπένθει,  ἀλλάττεσθε  δάκρυα δακρύων.  Οὐ τοὺς τεθνεῶτας  ἐκεῖνος  ἐπένθει,  ἀλλὰ τοὺς ἀπολλυμένους  καὶ ζῶντας. Εἴπω καὶ ἕτερα δάκρυα; Καὶ Τιμόθεος ἔκλαιε· μαθητὴς γὰρ ἦν  τούτου· διὸ  καὶ γράφων  αὐτῷ  ἔλεγε·  Μεμνημένος  σου τῶν  δακρύων,  ἵνα  χαρᾶς πληρωθῶ.  Πολλοὶ  καὶ  ἐξ ἡδονῆς  ὀδύρονται.  Οὕτω καὶ  ἡδονῆς  ἐστι τὸ  πρᾶγμα,  καὶ ἡδονῆς  μάλιστα ἐπιτεταμένης· οὕτως  οὐ φορτικὰ  τὰ δάκρυα τὰ ἐξ ὀδύνης  τοιαύτης, ἀλλὰ  καὶ ἐκείνων  πολλῷ  βελτίονα  τῶν  δι' ἡδονὴν  κοσμικήν. Ἄκουε τοῦ Προφήτου λέγοντος·  Ἤκουσε Κύριος τῆς  φωνῆς  τοῦ  κλαυθμοῦ  μου. Ποῦ γὰρ οὐ χρήσιμον  τὸ δάκρυον; ἐν εὐχαῖς, ἐν παραινέσεσιν; Ἡμεῖς δὲ αὐτὰ διαβάλλομεν,  οὐκ εἰς ἃ δέδοται κεχρημένοι.  Ὅταν ἀδελφὸν  παρακαλῶμεν  ἁμαρτάνοντα,  κλαίειν  δεῖ κοπτόμενον  καὶ στενάζοντα·  ὅταν  παραινῶμέν  τινι,  ὁ δὲ μὴ προσέχῃ, ἀλλ' ἀπολλύηται,  κλαίειν  δεῖ. Ταῦτα φιλοσοφίας τὰ δάκρυα· ὅταν μέντοι πένης τις γένηται, ὅταν ἐν νόσῳ ᾖ σωματικῇ, ὅταν  ἀποθάνῃ,  οὐκέτι·  ταῦτα  γὰρ  οὐ  δακρύων  ἄξια.  Ὥσπερ οὖν  καὶ  τὸν  γέλωτα διαβάλλομεν, ἀκαίρως αὐτῷ κεχρημένοι· οὕτω καὶ τὰ δάκρυα, ἀκαίρως αὐτὰ μεταχειρίζοντες.  Ἡ γὰρ  ἑκάστου ἀρετὴ τότε φαίνεται,  ὅταν πρὸς τὸ ἐπιτήδειον ἔργον  ἄγηται·  ὅταν  δὲ πρὸς  τὸ  ἀλλότριον,  οὐκέτι.  Οἷον, ὁ οἶνος  πρὸς  εὐφροσύνην δέδοται, ἀλλ' οὐ πρὸς μέθην· ὁ ἄρτος πρὸς τροφὴν, ἡ μίξις πρὸς παιδοποιίαν. Ὥσπερ οὖν ταῦτα  διαβέβληται  παραχρώμενα,  οὕτω  καὶ τὰ δάκρυα. Ἐπικείσθω νόμος,  ἐν  εὐχαῖς μόναις καὶ παραινέσεσι κεχρῆσθαι τούτοις· καὶ ὅρα πῶς καὶ ποθεινὸν  ἔσται τὸ πρᾶγμα. Οὐδὲν οὕτως ἀποσμήχει τὰ ἁμαρτήματα, ὡς δάκρυα. Καὶ ταύτην  τὴν σωματικὴν ὄψιν ὡραίαν δείκνυσι τὰ δάκρυα· πρὸς ἔλεον γὰρ ἐπισπᾶται τὸν ὁρῶντα, σεμνὴν ποιεῖ ἡμῖν αὐτήν. Οὐδὲν ἥδιον ὀφθαλμῶν  δεδακρυμένων.  Τὸ γὰρ εὐγενέστερον ἐν ἡμῖν μέλος καὶ ὡραιότερον καὶ τῆς ψυχῆς τοῦτό ἐστιν. Ἅτε οὖν ὡς αὐτὴν τὴν ψυχὴν ὁρῶντες ἀποδυρομένην,  οὕτω καμπτόμεθα. Ταῦτα ὑμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε ὑμᾶς μὴ γάμοις, μὴ ὀρχήμασι, μὴ χοροῖς παραγίνεσθαι σατανικοῖς. Ὅρα γὰρ τί εὗρεν ὁ διάβολος· Ἐπειδὴ τῆς σκηνῆς καὶ τῶν ἀσέμνων τῶν ἐκεῖ ἡ φύσις αὐτὴ τὰς γυναῖκας ἀπήγαγεν, εἰς τὴν  γυναικωνῖτιν εἰσήγαγε τὰ τοῦ θεάτρου, μαλακοὺς λέγω  καὶ πόρνας. Ταύτην τὴν λύμην ὁ τῶν γάμων ἐπεισήγαγε νόμος· μᾶλλον  δὲ οὐχ ὁ τοῦ γάμου, μὴ γένοιτο, ἀλλὰ τῆς  ἡμετέρας  βλακείας.  Τί ποιεῖς,  ἄνθρωπε;  οὐκ οἶδας  τί πράττεις.  Γυναῖκα ἄγῃ  ἐπὶ σωφροσύνῃ  καὶ  παιδοποιίᾳ·  τί  οὖν  αἱ  πόρναι  βούλονται;  Ἵνα  ἡ  εὐφροσύνη,  φησὶ, γένηται  μείζων.  Καὶ μὴν  ταῦτα  οὐκ  ἀφροσύνης;  ὑβρίζεις  τὴν  νύμφην,  ὑβρίζεις  τὰς κεκλημένας. Εἰ γὰρ τοιούτοις τέρπονται, ὕβρις τὸ πρᾶγμα. Εἰ τὸ γυναῖκας πόρνας ὁρᾷν ἀσχημονούσας φέρει τινὰ  φιλοτιμίαν,  διὰ τί μὴ καὶ τὴν  νύμφην  ἕλκεις, ἵνα κἀκείνη θεωρῇ; Πάντως ἄσχημον καὶ αἰσχρὸν, μαλακοὺς  ἄνδρας καὶ ὀρχουμένους,  καὶ πᾶσαν τὴν πομπὴν τὴν σατανικὴν ἐπεισάγειν τῇ οἰκίᾳ. Μνημονεύετέ μου, φησὶ, τῶν δεσμῶν.
∆εσμός ἐστιν  ὁ  γάμος,  δεσμὸς  ὡρισμένος  παρὰ  Θεοῦ·  λύσις  ἡ  πόρνη  καὶ  διάλυσις. Ἔξεστιν ἑτέροις φαιδρύνειν  τὸν  γάμον,  οἷον  τραπέζαις  πληθούσαις,  καὶ ἱματίοις·  οὐ περικόπτω   ταῦτα,  ἵνα  μὴ  δόξω  σφόδρα  εἶναι  ἄγριος·  καίτοι  ἤρκεσε  τῇ  Ῥεβέκκᾳ θέριστρον μόνον· ἀλλ' οὐ περικόπτω. Ἔξεστιν ἱματίοις φαιδρύνεσθαι, ἔξεστι παρουσίαις αἰδεσίμων  ἀνδρῶν,  αἰδεσίμων  γυναικῶν.   Τί  τὰ  ἐπιχάρματα   ἐκεῖνα,  τί  τὰ  τέρατα ἐπεισάγεις; Εἰπὲ ἃ ἀκούεις παρ' αὐτῶν.  Ἀλλ' ἐρυθριᾷς εἰπεῖν; Σὺ ἐρυθριᾷς, κἀκείνους ἀναγκάζεις  ποιεῖν; Εἰ καλὸν, διὰ τί μὴ καὶ αὐτὸς ποιεῖς; εἰ δὲ αἰσχρὸν, διὰ τί ἕτερον ἀναγκάζεις;  Πάντα σωφροσύνης  ἐμπεπλῆσθαι  δεῖ, πάντα  σεμνότητος,  πάντα κοσμιότητος· νῦν  δὲ τοὐναντίον ὁρῶ, σκιρτῶντας  ὡς αἱ κάμηλοι,  ὡς αἱ ἡμίονοι.  Τῇ παρθένῳ  θάλαμος ἐπιτήδειον  μόνον. Ἀλλὰ πενιχρά  ἐστι, φησίν. Ἐπειδὴ πενιχρά  ἐστι, καὶ κόσμιος ὀφείλει εἶναι· ἐχέτω τὸν τρόπον ἀντὶ πλούτου. Οὐκ ἔχει προῖκα ἐπιδοῦναι;τί αὐτὴν καὶ ἑτέρως εὐκαταφρόνητον ποιεῖς ἀπὸ τῆς ἀναστροφῆς; Ἐπαινῶ ὅτι παρθένοι παραγίνονται    τὴν   ὁμήλικα   τιμῶσαι,   ὅτι   παραγίνονται    γυναῖκες   τὴν   εἰς   αὐτὰς καταχθεῖσαν   τιμῶσαι·  καλῶς   τοῦτο  ὥρισται.  ∆ύο  γάρ  εἰσιν  οὗτοι  χοροὶ,  ὁ  τῶν παρθένων,  καὶ ὁ τῶν  γεγαμημένων·  αὗται παραδιδόασιν, ἐκεῖναι  δέχονται.  Ἡ νύμφη μεταξὺ τούτων  ἐστὶν, οὔτε παρθένος, οὔτε γυνή· ἐκεῖθεν μὲν γὰρ ἐξέρχεται. ταύτης δὲ ἐπιβαίνει  τῆς συμμορίας.  Αἱ δὲ πόρναι, διὰ τί; ∆έον αὐτὰς ἐγκαλύπτεσθαι  ὅταν γάμος ᾖ, δέον αὐτὰς κατορύττεσθαι (φθορὰ γὰρ γάμου πορνεία), ἡμεῖς δὲ ἄγομεν αὐτὰς εἰς γάμους. Καὶ ὅταν μέν τι ποιῆτε, καὶ μέχρι ῥήματος οἰωνίζεσθε τὰ ἐναντία· οἷον, ὅταν σπείρῃς, ὅταν  ἀπαντλῇς  τῶν  ὑποληνίων τὸν  οἶνον,  τὰ  ὀξίνην  σημαίνοντα  οὐδ' ἂν ἀποκρίνοιο· ἐνταῦθα  δὲ σωφροσύνης  γινομένης,  ἐπεισάγετε τὴν  ὀξίνην; τοῦτο γὰρ ἡ πόρνη. Ὅταν μύρον κατασκευάζητε, οὐδὲν δυσῶδες ἀφίετε πλησιάζειν. Μύρον ἐστὶν ὁ γάμος· τί τοίνυν  τὴν τοῦ βορβόρου δυσωδίαν  ἐπεισάγεις τῇ τοῦ μύρου κατασκευῇ; Τί λέγεις; ὀρχεῖται ἡ παρθένος, καὶ οὐκ αἰσχύνεται  τὴν ὁμήλικα; Ταύτης γὰρ σεμνοτέραν αὐτὴν  εἶναι  δεῖ· ἐξ ἀγκάλης  γε, οὐκ ἐκ παλαίστρας  ἐξῆλθε.  Φαίνεσθαι γὰρ ὅλως  ἐν γάμοις τὴν παρθένον οὐ δεῖ. εʹ. Οὐχ ὁρᾷς ἐν τοῖς βασιλείοις, ὅτι οἱ μὲν τετιμημένοι  ἔνδον περὶ τὸν βασιλέα εἰσὶν, οἱ δὲ ἄτιμοι ἔξω; Καὶ σὺ ἔνδον ἔσο περὶ τὴν νύμφην.  Ἀλλὰ ἁγνὸς μένε ἐπὶ τῆς οἰκίας· μὴ ἐκπόμπευε τὴν παρθενίαν. Παρέστηκεν ἑκάτερος ὁ χορὸς, ὁ μὲν οἵαν διδόασι δεικνὺς, ὁ δὲ ἵνα ταύτην φυλάττωσι· τί καταισχύνεις τὴν παρθενίαν; Εἰ γὰρ σὺ τοιαύτη, τοιαῦτα καὶ περὶ ἐκείνης ὁ νυμφίος ὑποπτεύσει· εἰ σὺ ἐρᾶσθαι θέλεις, παντοπώλιδος καὶ λαχανοπώλιδος  καὶ  δημιουργοῦ  ταῦτα.  Οὐκ ἔστι  ταῦτα  αἰσχύνη;  Αἰσχύνη  ἐστὶ  τὸ ἀσχημονεῖν, κἂν βασιλέως θυγάτηρ ᾖ. Μὴ γὰρ ἡ πενία κωλύει; μὴ γὰρ τὸ ἐπιτήδευμα; Κἂν δούλη τις ᾖ παρθένος, ἐν σωφροσύνῃ μενέτω· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος. Μὴ γὰρ θέατρόν  ἐστιν ὁ γάμος; Μυστήριόν ἐστι, καὶ τύπος μεγάλου πράγματος· κἂν αὐτὸ μὴ αἰδῇ, αἰδέσθητι οὗ τύπος ἐστί. Τὸ μυστήριον τοῦτο, φησὶ, μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Τῆς Ἐκκλησίας τύπος ἐστὶ καὶ τοῦ  Χριστοῦ, καὶ  πόρνας  εἰσάγεις; Ἂν  τοίνυν,  φησὶ, μήτε  παρθένοι  ὀρχῶνται,  μήτε γεγαμημέναι, τίς ὀρχήσεται; Μηδείς· ποία γὰρ ὀρχήσεως ἀνάγκη; Ἐν τοῖς τῶν Ἑλλήνων μυστηρίοις αἱ ὀρχήσεις, ἐν δὲ τοῖς ἡμετέροις σιγὴ καὶ εὐκοσμία, αἰδὼς καὶ καταστολή. Μυστήριον τελεῖται μέγα· ἔξω αἱ πόρναι, ἔξω οἱ βέβηλοι. Πῶς μυστήριόν ἐστι; Συνέρχονται, καὶ ποιοῦσιν οἱ δύο ἕνα. ∆ιὰ τί, ὅτε μὲν εἰσῄει, οὐκ ὄρχησις, οὐ κύμβαλα, ἀλλὰ πολλὴ  σιγὴ, πολλὴ  ἡσυχία· ὅταν δὲ συνίωσιν, οὐκ εἰκόνα ἄψυχον,  οὐδὲ εἰκόνα τινὸς τῶν ἐπὶ γῆς, ἀλλ' αὐτοῦ ποιοῦντες  τοῦ Θεοῦ, τοσοῦτον ἐπεισάγεις θόρυβον, καὶ ταράττεις τοὺς ὄντας, καὶ αἰσχύνεις τὴν ψυχὴν, καὶ θορυβεῖς; Ἔρχονται ἓν σῶμα γενησόμενοι. Ἰδοὺ πάλιν ἀγάπης μυστήριον. Ἂν οἱ δύο μὴ γένωνται  ἓν, οὐκ ἐργάζονται πολλοὺς,  ἕως  ἂν  δύο  μένωσιν·  ὅταν  δὲ  εἰς  ἑνότητα  ἔλθωσι,  τότε  ἐργάζονται.  Τί μανθάνομεν  ἀπὸ τούτου; Ὅτι πολλὴ τῆς ἑνώσεως ἡ ἰσχύς. Τὸ εὐμήχανον  τοῦ Θεοῦ τὸν ἕνα εἰς δύο διεῖλε  παρὰ τὴν ἀρχὴν, καὶ θέλων  δεῖξαι ὅτι μετὰ τὸ διαιρεθῆναι  καὶ εἷς μένει, οὐκ ἀφῆκεν  ἕνα ἀρκεῖν πρὸς τὴν γέννησιν.  Οὐ γάρ ἐστιν εἷς [ὁ] οὐδέπω, ἀλλ' ἥμισυ τοῦ ἑνός· καὶ δῆλον, ὅτι οὐ παιδοποιεῖ, καθάπερ καὶ πρότερον. Εἶδες τοῦ γάμου τὸ μυστήριον; Ἐποίησεν ἐξ ἑνὸς ἕνα, καὶ πάλιν τοὺς δύο τούτους ἕνα ποιήσας οὕτω ποιεῖ ἕνα· ὥστε καὶ νῦν  ἐξ ἑνὸς  τίκτεται  ἄνθρωπος.  Γυνὴ γὰρ καὶ  ἀνὴρ  οὐκ εἰσὶν ἄνθρωποι  δύο, ἀλλ' ἄνθρωπος  εἷς· καὶ παρὸν καὶ πολλαχόθεν  αὐτὸ πιστώσασθαι, οἷον ἀπὸ τοῦ Ἰακώβου, ἀπὸ τῆς Μαρίας τῆς μητρὸς τοῦ Χριστοῦ, ἀπὸ τοῦ λέγειν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Εἰ ὁ μὲν κεφαλὴ, ἡ δὲ σῶμα, πῶς δύο; ∆ιὰ τοῦτο ἡ μὲν μαθητοῦ,ὁ δὲ διδασκάλου τάξιν ἐπέχει· ὁ μὲν ἄρχοντος, ἡ δὲ ἀρχομένης. Καὶ ἀπ' αὐτῆς δὲ τῆς τοῦ σώματος διαπλάσεως ἴδοι τις ἂν, ὅτι ἕν εἰσιν ἀπὸ γὰρ τῆς πλευρᾶς γέγονε, καὶ ὥσπερ ἡμίτομα δύο εἰσί. ∆ιὰ τοῦτο καὶ βοηθὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἕν εἰσι· διὰ τοῦτο καὶ πατρὸς καὶ μητρὸς προτιμᾷ τὴν συνοίκησιν, ἵνα δείξῃ ὅτι ἕν εἰσι. Καὶ ὁ πατὴρ ὁμοίως χαίρει καὶ θυγατρὸς  καὶ υἱοῦ γαμούντων,  ὡς πρὸς οἰκεῖον  μέλος ἐπειγομένου  τοῦ σώματος· καὶ τοσαύτη  δαπάνη  γίνεται  καὶ  χρημάτων  ἐλάττωσις,  καὶ  ὅμως  οὐκ  ἀνέχεται  ἄγαμον περιορᾷν.  Ὥσπερ  γὰρ  ἀπεσχισμένης   αὐτῇ  τῆς  σαρκὸς,  ἀτελὴς   πρὸς  παιδοποιίαν ἑκάτερος,  ἀτελής  ἐστι πρὸς βίου σύστασιν τοῦ  παρόντος  ἑκάτερος.  ∆ιὰ τοῦτο  καὶ  ὁ προφήτης  φησίν·  Ὑπόλειμμα  πνεύματός  σου. Πῶς δὲ  καὶ  γίνονται   εἰς  σάρκα μίαν; Καθάπερ χρυσοῦ τὸ καθαρώτατον  ἂν ἀφέλῃς  καὶ ἑτέρῳ ἀναμίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χωνευούσης ἡ γυνὴ δεχομένη τρέφει καὶ θάλπει, καὶ τὰ παρ' ἑαυτῆς  συνεισενεγκαμένη  ἄνδρα ἀποδίδωσι.  Καὶ γέφυρά  τίς ἐστι τὸ παιδίον. Ὥστε οἱ  τρεῖς  σὰρξ γίνονται   μία,  τοῦ  παιδὸς  ἑκατέρωθεν  ἑκατέρους  συνάπτοντος. Ὥσπερ γὰρ εἰ δύο πόλεων  οὐσῶν, καὶ ποταμοῦ διόλου διαιροῦντος, μία γίνεται  πόλις, γεφύρας ἑκατέρωθεν ἁπτομένης· οὕτως ἐστὶν ἐνταῦθα, καὶ πλέον· αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας. Καὶ τῷ λόγῳ τούτῳ ἕν εἰσιν, ὡς τὸ σῶμα καὶ κεφαλὴ ἓν σῶμα· τῷ γὰρ τραχήλῳ  διαιρεῖται·  ἀλλ' οὐ διαιροῦνται  μᾶλλον,  ἢ συνάπτονται·  μέσος γὰρ ὢν ἑκατέρους  συνάγει·  καὶ  ταυτὸν  γίνεται,  ὥσπερ ἂν  εἰ χορὸς  διεσπασμένος  τὸ μὲν  ἓν αὐτοῦ μέρος ἐντεῦθεν  λαβὼν,  τὸ δὲ ἕτερον ἐκ τῆς δεξιᾶς, ἕνα ποιήσειεν· ἢ ὥσπερ οἱ συνεσταλμένοι οὗτοι καὶ τὰς χεῖρας ἐκτείνοντες  ἓν γίνονται· αἱ γὰρ χεῖρες ἐκταθεῖσαι, οὐκ ἀφιᾶσιν εἶναι δύο. ∆ιὰ τοῦτο γοῦν καὶ ἀκριβῶς εἶπεν, οὐκ, Ἔσονται μία σὰρξ, ἀλλ', Εἰς σάρκα μίαν, τὴν τοῦ παιδὸς συναπτόμενοι δηλονότι. Τί οὖν, ὅταν παιδίον μὴ ᾖ, οὐκ ἔσονται δύο καὶ τότε; Εὔδηλον· ἡ μίξις γὰρ τοῦτο ἐργάζεται, ἀναχέασα καὶ ἀναμίξασα ἀμφοτέρων τὰ σώματα. Καὶ ὥσπερ εἰς ἔλαιον μύρον ἐμβαλὼν, τὸ πᾶν ἐποίησεν ἓν, οὕτω δὴ καὶ ἐνταῦθα. Οἶδα ὅτι πολλοὶ  αἰσχύνονται  τοῖς λεγομένοις· καὶ τούτου αἴτιον  ἡ ἀσέλγεια καὶ  ἡ  ἀκολασία.  Τὸ  οὕτω  τοὺς  γάμους  γίνεσθαι,  τὸ  παραφθείρεσθαι,  τὸ  πρᾶγμα διέβαλεν· ἐπεὶ Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Τί αἰσχύνῃ τῷ τιμίῳ; τί ἐρυθριᾷς ἐπὶ τῷ ἀμιάντῳ; Ταῦτα αἱρετικῶν ἐστι, ταῦτα τῶν τὰς πόρνας ἐπεισαγόντων.  ∆ιὰ τοῦτο αὐτὸν ἐκκαθαίρεσθαι βούλομαι, ὥστε ἐπὶ τὴν οἰκείαν εὐγένειαν  ἀναγαγεῖν,  ὥστε τῶν αἱρετικῶν  ἐμφράξαι  τὰ στόματα. Ὕβρισται τὸ τοῦ Θεοῦ δῶρον, ἡ ῥίζα τῆς ἡμετέρας γενέσεως·  πολλὴ  γὰρ περὶ  τὴν  ῥίζαν  ἡ κόπρος  καὶ  ὁ βόρβορος. Τοῦτον  οὖν ἐκκαθάρωμεν   τῷ  λόγῳ.  Ἀνέχεσθε  τοίνυν   μικρὸν  ἐπεὶ  καὶ  ὁ  βόρβορον  κατέχων δυσωδίας ἀνέχεται. Βούλομαι δεῖξαι ὅτι οὐ χρὴ ἐπὶ τούτοις αἰσχύνεσθαι, ἀλλὰ τούτοις οἷς ποιεῖτε· σὺ δὲ ἐπ' ἐκείνοις  αἰσχύνεσθαι  ἀφεὶς, τούτοις  αἰσχύνῃ· οὐκοῦν τοῦ Θεοῦ καταγινώσκεις  τοῦ οὕτω θεσπίσαντος. Εἴπω πῶς καὶ μυστήριον τῆς Ἐκκλησίας ἐστίν· Ὁ Χριστὸς ἦλθε πρὸς τὴν Ἐκκλησίαν, καὶ ἐξ αὐτῆς γέγονε, καὶ αὐτῇ συνεισῆλθε συνουσίᾳ πνευματικῇ.  Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Ὅτι δὲ ἐξ αὐτοῦ ἐσμεν, ἄκουε πῶς φησιν· Ἐκ τῶν μελῶν αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ πάντες ἡμεῖς. Ταῦτα δὴ πάντα ἐννοοῦντες,  μὴ αἰσχύνωμεν  τὸ τηλικοῦτον  μυστήριον. Τύπος τῆς τοῦ Χριστοῦ παρουσίας ἐστὶν ὁ γάμος, σὺ δὲ μεθύεις; Εἰπέ μοι, εἰ εἰκόνα εἶδες τοῦ βασιλέως, ἆρα ἂν αὐτὴν  ᾔσχυνες; Οὐδαμῶς. ∆οκεῖ μὲν οὖν  ἀδιάφορα  εἶναι  τὰ περὶ τὸν  γάμον γινόμενα, ἔστι δὲ μεγάλων  αἴτια κακῶν. Πάντα παρανομίας γέμει. Αἰσχρότης καὶ μωρολογία  καὶ εὐτραπελία  μὴ ἐκπορευέσθω, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν. Πάντα δὲ ἐκεῖνα,  αἰσχρότης καὶ μωρολογία  καὶ εὐτραπελία,  οὐχ ἁπλῶς,  ἀλλὰ  μετὰ ἐπιτάσεως·τέχνη  γὰρ τὸ πρᾶγμά ἐστι, καὶ ἐγκώμια  μεγάλα  τοῖς αὐτὴν  μετιοῦσι· τὰ ἁμαρτήματα τέχνη γέγονεν. Οὐχ ἁπλῶς αὐτὰ μετερχόμεθα, ἀλλὰ μετὰ σπουδῆς, μετὰ ἐπιστήμης· καὶ στρατηγεῖ λοιπὸν  ὁ διάβολος  τῶν  αὑτοῦ ταγμάτων.  Ὅπου γὰρ μέθη, ἀκολασία· ὅπου αἰσχρολογία,  ὁ διάβολος πάρεστι τὰ παρ'  ἑαυτοῦ εἰσφέρων.  Τούτοις ἑστιώμενος,  εἰπέ μοι,  μυστήριον  Χριστοῦ τελεῖς,  καὶ  τὸν  διάβολον  καλεῖς;  Τάχα  με  φορτικὸν  εἶναι νομίζετε. Καὶ γὰρ καὶ τοῦτο τῆς διαστροφῆς τῆς πολλῆς,  ὅτι καὶ ὁ ἐπιτιμῶν,  γέλωτα ὀφλισκάνει  ὡς  αὐστηρός. Οὐκ ἀκούετε  Παύλου λέγοντος,  Πᾶν ὅ τι  ἂν  ποιῆτε,  εἴτε ἐσθίετε,  εἴτε  πίνετε,  εἴτε  τι  ποιεῖτε,  πάντα  εἰς  δόξαν  Θεοῦ ποιεῖτε;  Ὑμεῖς  δὲ  εἰς δυσφημίαν καὶ ἀδοξίαν. Οὐκ ἀκούετε τοῦ Προφήτου λέγοντος, ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ,  καὶ  ἀγαλλιᾶσθε  αὐτῷ  ἐν  τρόμῳ;  Ὑμεῖς  δὲ  διαχεῖσθε.  Μὴ γὰρ  οὐκ  ἔστι  καὶ ἥδεσθαι, καὶ μετὰ ἀσφαλείας; Βούλει μελῶν  ἀκοῦσαι καλῶν;  Μάλιστα μὲν οὐδὲ ἔδει· πλὴν  συγκαταβαίνω,  εἰ βούλει· μὴ τῶν  σατανικῶν  ἀκούσῃς, ἀλλὰ τῶν  πνευματικῶν. Βούλει χορεύοντας ἰδεῖν; ὅρα τῶν ἀγγέλων  τὸν χορόν. Καὶ πῶς δυνατὸν, φησὶν, ἰδεῖν; Ἐὰν ταῦτα ἀπελάσῃς, ἐλεύσεται καὶ ὁ Χριστὸς εἰς τούτους τοὺς γάμους· τοῦ δὲ Χριστοῦ παρόντος, καὶ ὁ τῶν  ἀγγέλων  πάρεστι χορός. Ἂν θέλῃς, καὶ νῦν  θαύματα ἐργάσεται, καθάπερ  καὶ  τότε· ποιήσει  καὶ  νῦν  τὸ ὕδωρ  οἶνον·  καὶ  πολλῷ  θαυμασιώτερον,  τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυμίαν,  καὶ ἐπὶ τὴν πνευματικὴν μεταστήσει. Τοῦτό ἐστιν ἐξ ὕδατος οἶνον  ποιῆσαι. Ἔνθα αὐληταὶ, οὐδαμοῦ ὁ Χριστός· ἀλλὰ  κἂν  εἰσέλθῃ,  τὸ  πρῶτον  ἐκβάλλει  τούτους,  καὶ  τότε  θαυματουργεῖ.  Τί  τῆς σατανικῆς πομπῆς ἀηδέστερον, ἔνθα ἄναρθρα πάντα, ἔνθα πάντα ἄσημα; ἂν δέ τι καὶ ἔναρθρον, πάλιν πάντα αἰσχρὰ, πάντα ἀηδῆ.
ζʹ. Οὐδὲν τῆς ἀρετῆς ἥδιον, οὐδὲν κοσμιότητος γλυκύτερον,  οὐδὲν σεμνότητος ποθεινότερον.  Ποιείτω  τις  γάμους,  οἵους  ἐγὼ  λέγω,  καὶ  ὄψεται  τὴν  ἡδονήν·  ποίους δὲ γάμους, προσέχετε. Πρῶτον μὲν ἄνδρα ζήτει τῇ παρθένῳ  ὄντως  ἄνδρα καὶ προστάτην, ὡς σώματι μέλλων ἐπιθήσειν κεφαλὴν, ὡς οὐκ ἀνδράποδον, ἀλλὰ θυγατέρα αὐτῷ  μέλλων  παραδώσειν· μὴ χρήματα  ζήτει,  μὴ  γένους  λαμπρότητα,  μὴ  πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν,  τὴν ἀληθῆ σύνεσιν, τοῦ  Θεοῦ τὸν  φόβον,  εἰ  βούλει  μεθ' ἡδονῆς  τὸ  θυγάτριον  ζῇν.  Πλουσιώτερον  γὰρ ζητοῦσα, οὐ μόνον  αὐτὴν  οὐκ ὠφελήσεις,  ἀλλὰ  καὶ βλάψεις, δούλην  ἀντ' ἐλευθέρας ποιοῦσα. Οὐ τοσαύτην  γὰρ ἀπὸ τῶν  χρυσίων  καρπώσεται τὴν  ἡδονὴν,  ὅσην ἀπὸ τοῦ δουλεύειν  τὴν  ἀηδίαν.  Ἀλλὰ  μὴ ζήτει  ταῦτα,  ἀλλὰ  μάλιστα  μὲν  ὁμότιμον· εἰ δὲ μὴ δυνατὸν,  πενέστερον  μᾶλλον,  ἢ  εὐπορώτερον,  εἴ  γε  μὴ  ἀποδόσθαι  δεσπότῃ,  ἀλλ' ἐκδοῦναι ἀνδρὶ βούλει τὴν θυγατέρα. Ὅταν ἀκριβῶς ἐξετάσῃς τἀνδρὸς τὴν ἀρετὴν, καὶ μέλλῃς  ἐκδιδόναι,  παρακάλεσον τὸν Χριστὸν παραγενέσθαι· οὐ γὰρ ἐπαισχυνθήσεται· μυστήριόν  ἐστι  τῆς  αὐτοῦ  παρουσίας.  Μάλιστα μὲν  οὖν  καὶ  τότε  παρακάλει,  ὥστε μνηστῆρα τοιοῦτον  δοῦναι. Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰμ χείρων, ὃς εἰς τοσαύτην ἀποδημίαν  πεμπόμενος,  ᾔδει ἔνθα  χρὴ καταφυγεῖν·  διὸ καὶ πάντων  ἐπέτυχεν.  Ὅταν περιεργάζῃ καὶ ζητῇς τὸν ἄνδρα, εὔχου· εἰπὲ τῷ Θεῷ· Ὃν ἂν θέλῃς σὺ οἰκονόμησον· ἐγχείρισον αὐτῷ τὸ πρᾶγμα, καὶ τιμηθεὶς ταύτῃ παρὰ σοῦ τῇ τιμῇ ἀμείψεταί σε. ∆ύο δὴ ποιεῖν χρὴ, αὐτῷ τε ἐγχειρίζειν, καὶ τοιοῦτον ζητεῖν, οἷον ἂν αὐτὸς βούληται, κόσμιον, σώφρονα.  Ὅταν  οὖν  τοὺς  γάμους  ποιῇς,  μὴ περιέλθῃς  οἰκίας,  κάτοπτρα  καὶ  ἱμάτια χρωμένη·  οὐ  γὰρ  πρὸς  ἐπίδειξιν   τὸ  πρᾶγμά  ἐστιν,  οὐδὲ  εἰς  πομπὴν   εἰσάγεις  τὸ θυγάτριον· ἀλλὰ φαιδρύνουσα  τὴν οἰκίαν τοῖς ἐνοῦσι, κάλει γείτονας  καὶ φίλους  καὶ συγγενεῖς.  Ὅσους  ἂν  οἶδας  ἐπιεικεῖς,  τούτους  κάλει,  καὶ  τοῖς  οὖσιν  ἐπαρκεῖσθαι παραίνει.  Μηδεὶς  τῶν  ἀπὸ  τῆς  ὀρχήστρας  παρέστω·  ἐκεῖ  γὰρ  δαπάνη  περιττὴ  καὶἄσχημος·  κάλεσον  τὸν  Χριστὸν πρὸ  τῶν  ἄλλων   ἁπάντων.   Οἶδας  διὰ  τίνος  αὐτὸν καλέσεις; Ὃς ἂν ποιήσῃ, φησὶν, ἑνὶ τούτων  τῶν ἐλαχίστων,  ἐμοὶ ἐποίησε. Μὴ νομίσῃς τὸ πρᾶγμα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν· δυσάρεστον τὸ πόρνας καλεῖν. Τὸ γὰρ πένητας  καλεῖν, τοῦτο ἀφορμὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς. Κόσμει τὴν νύμφην  μὴ τούτοις τοῖς κοσμίοις τοῖς ἀπὸ τοῦ χρυσοῦ, ἀλλ' ἐπιεικείᾳ καὶ αἰδοῖ καὶ τοῖς συνήθεσιν ἱματίοις, ἀντὶ παντὸς κόσμου χρυσοῦ καὶ ἐμπλεγμάτων,  τὸ ἐρυθριᾷν, τὸ αἰσχύνεσθαι περιθεῖσα, καὶ τὸ μὴ ζητεῖν ἐκεῖνα. Μηδεὶς ἔστω θόρυβος, μηδεμία ταραχή· καλείσθω ὁ νυμφίος,  δεχέσθω τὴν παρθένον. Τὰ ἄριστα καὶ τὰ δεῖπνα μὴ μέθης ἔστω πλήρη, ἀλλὰ πνευματικῆς  ἡδονῆς. Μυρία γὰρ ἐκ τοῦ τοιούτου γάμου ἔσται τὰ καλὰ, καὶ τὰ τοῦ βίου ἐν ἀσφαλείᾳ· ἐκ δὲ τῶν  νῦν  γινομένων  γάμων  (εἴ γε γάμους, ἀλλὰ  μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά. ∆ιελύθησαν αἱ παστάδες, καὶ εὐθέως μέριμνα καὶ  φόβος,  μή  τι  παραπέσῃ  τῶν  κεχρημένων,   καὶ  διαδέχεται  τὴν  ἡδονὴν  ἀθυμία ἀφόρητος. Ἀλλ' αὕτη μὲν τῆς κηδεστρίας ἡ ἀγωνία· μᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλ  λακται  ἡ νύμφη·  τὰ γοῦν  μετὰ ταῦτα αὐτῆς τῆς νύμφης  ἐστὶν ἅπαντα.  Τὸ γὰρ ὁρᾷν καταλυόμενα   ἅπαντα,  ἀθυμίας  ὑπόθεσις,  τὸ  ὁρᾷν  ἔρημον  τὴν  οἰκίαν,  κατηφείας ἀφορμή.  Ἐκεῖ ὁ  Χριστὸς, ἐνταῦθα  ὁ Σατανᾶς· ἐκεῖ  θυμηδία,  ἐνταῦθα  φροντίς·  ἐκεῖ ἡδονὴ, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχημοσύνη, ἐνταῦθα εὐκοσμία· ἐκεῖ φθόνος,  ἐνταῦθα  ἀφθονία· ἐκεῖ μέθη, ἐνταῦθα  νῆψις,  ἐν  ταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες,  στήσωμεν τὸ κακὸν μέχρι τούτου, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ τῶν  ἐπηγγελμένων ἀγαθῶν  τοῖς ἀγαπῶσιν  αὐτὸν ἐπιτυχεῖν  καταξιωθῶμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |