Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62
Θʹ.Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.
αʹ. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθημεν πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν, καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας ἀναλογίζεσθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω, φησὶν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοὶ, καὶ γυναικὸς καὶ παίδων προΐστασθε, πῶς καὶ ὑμῖν ἐπιτρέπει μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν· καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς.
Ὥσπερ γὰρ ὁ πλούσιος ἐν χρήμασι ζημίαν καὶ καταδίκην ἐνεγκεῖν δύναται, οὕτως ὁ πλουτῶν ἐν δόγμασι φιλοσοφίας, οὐχὶ πενίαν μόνον, ἀλλὰ καὶ πάσας τὰς συμφορὰς εὐκόλως οἴσει, καὶ ἐκείνου εὐκολώτερον. Ἐκεῖ μὲν γὰρ ἐν τῇ διαλύσει τῆς ζημίας ἀνάγκη τὸν ὄντα πλούσιον ἐλαττοῦσθαι καὶ ἐλέγχεσθαι· κἂν πολλάκις τοῦτο πάθῃ, οὐκέτι δυνήσεται ἐνεγκεῖν· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐδὲ γὰρ δαπανῶμεν τοὺς ὑγιεῖς λογισμοὺς, ὅταν ἐνεγκεῖν τι δέῃ τῶν ἀβουλήτων, ἀλλὰ μένουσι διαπαντός. Καὶ ὅρα τὴν σύνεσιν τοῦ μακαρίου τούτου· Οὐκ εἶπεν· Ὁ λόγος τοῦ Χριστοῦ ἐν ὑμῖν ἔστω, ἁπλῶς, ἀλλὰ τί; Ἐνοικείτω, καὶ, Πλουσίως. Ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς. Τὴν ἀρετήν φησι σοφίαν· εἰκότως· καὶ ἡ ταπεινοφροσύνη γὰρ, καὶ ἡ ἐλεημοσύνη, καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν· ὥσπερ οὖν τἀναντία, ἄνοια· καὶ γὰρ ὠμότης ἐξ ἀνοίας. Ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν, Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τοῦ ἑαυτὸν μὲν ἱμάτια περιβάλλοντος, τοὺς δὲ ἀδελφοὺς τοὺς αὑτοῦ γυμνοὺς παραβλέποντος; τοῦ κύνας μὲν τρέφοντος, τὴν δὲ εἰκόνα τοῦ Θεοῦ περιορῶντος ἐν λιμῷ; τοῦ πεπεισμένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, καὶ ὥσπερ ἀθανάτοις αὐτοῖς προστετηκότος; Ὥσπερ οὖν οὐδὲν τοῦ τοιούτου ἀνοητότερον, οὕτως οὐδὲν σοφώτερον τοῦ τὴν ἀρετὴν κατορθοῦντος. Ὅρα γὰρ, πῶς σοφός ἐστι, φησί· μεταδίδωσι τῶν ὄντων, ἐλεήμων ἐστὶ, φιλάνθρωπος· ἐπέγνω τὴν φύσιν ὅτι κοινή· ἐπέγνω τὴν τῶν χρημάτων χρῆσιν, ὅτι οὐδενὸς ἀξία λόγου· ὅτι τῶν σωμάτων τῶν οἰκείων δεῖ φείδεσθαι μᾶλλον, ἢ τῶν χρημάτων. ∆ιὸ δόξης καταφρονῶν καὶ φιλόσοφός ἐστιν· οἶδε γὰρ τὰ ἀνθρώπινα πράγματα. Τῶν θείων καὶ ἀνθρωπίνων πραγμάτων γνῶσις ἡ φιλοσοφία. Οὐκοῦν οἶδε μὲν ποῖα θεῖα, ποῖα δὲ ἀνθρώπινα, καὶ τῶν μὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζεται· οἶδε, καὶ εὐχαριστεῖ τῷ Θεῷ ἐν πᾶσιν· οὐδὲν εἶναι νομίζει τὸν παρόντα βίον· διὰ τοῦτο οὐδὲ ἥδεται τοῖς χρηστοῖς, οὔτε λυπεῖται τοῖς ἐναντίοις. Μηδὲ περιμείνῃς ἕτερον διδάσκαλον· ἔχεις τὰ λόγια τοῦ Θεοῦ· οὐδείς σε διδάσκει ὡς ἐκεῖνα. Οὗτος μὲν γὰρ πολλὰ καὶ διὰ κενοδοξίαν καὶ διὰ βασκανίαν ἐπικρύπτει πολλάκις. Ἀκούσατε, παρακαλῶ, πάντες οἱ βιωτικοὶ, καὶ κτᾶσθε βιβλία φάρμακα τῆς ψυχῆς. Εἰ μηδὲν ἕτερον βούλεσθε, τὴν γοῦν Καινὴν κτήσασθε, τῶν ἀποστόλων τὰς Πράξεις, τὰ Εὐαγγέλια, διδασκάλους διηνεκεῖς. Ἂν λύπη συμβῇ, ὥσπερ εἰς ἀποθήκην φαρμάκων ἔγκυψον· λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων· μᾶλλον δὲ μὴ ἔγκυπτε, ἀλλὰ ἀνάλαβε πάντα, ἔχε ἐπὶ τῆς διανοίας. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ εἰδέναι τὰς Γραφάς. Χωρὶς ὅπλων εἰς πόλεμον βαδίζομεν· καὶ πῶς ἔδει σωθῆναι; Ἀγαπητὸν μετὰ τούτων σωθῆναι, μήτι γε χωρὶς τούτων. Μὴ τὰ πάντα ἐφ' ἡμᾶς ῥίπτετε· πρόβατά ἐστε, ἀλλ' οὐκ ἄλογα, ἀλλὰ λογικά· πολλὰ καὶ ὑμῖν ὁ Παῦλος ἐπιτρέπει. Οἱ διδασκόμενοι οὐ διαπαντὸς ἐπὶ τὸ μαθεῖν διατρίβουσιν, ἐπεὶ οὐ διδάσκονται· ἂν ἀεὶ μανθάνῃς, οὐδέποτε μαθήσῃ. Μὴ οὕτως ἔρχου, ὡς ἀεὶ μαθησόμενος· ἐπεὶ οὐδέποτε εἴσῃ, ἀλλ' ὡς καὶ ἀπομαθησόμενος, καὶ διδάξων ἕτερον. Εἰπὲ δέ μοι, οὐχὶ ὡρισμένους καιροὺς παραμένουσιν ἅπαντες ἐν τοῖς μαθήμασι, καὶ ἐν πάσαις ἁπλῶς ταῖς τέχναις; Οὕτως ἅπαντες ὁρίζομεν φανερὸν καιρόν· ἂν δὲ ἀεὶ μανθάνῃ, τεκμήριόν ἐστι τοῦ μηδὲν μαθεῖν.
βʹ. Τοῦτο τὸ ὄνειδος τοῖς Ἰουδαίοις ὁ Θεὸς εἶπεν· Αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως. Εἰ μὴ ἀεὶ τοῦτο προσεδοκᾶτε, οὐκ ἂν οὕτως εἰς τοὐπίσω πάντα ἀπῄει. Εἰ ἐνῆν τοὺς μὲν εἶναι μεμαθηκότας, τοὺς δὲ μέλλοντας, προέκοψεν ἂν τὸ ἔργον ἡμῖν· παρεχωρήσατε ἂν ἑτέροις, καὶ συναντελάβεσθε καὶ ἡμῖν. Εἰπέ μοι, εἰ πρὸς γραμματιστήν τινες ἀπίοιεν, εἶτα μένοιεν ἀεὶ τὰ στοιχεῖα μανθάνοντες, οὐ πολὺν τῷ διδασκάλῳ πόνον παρέξουσι; Μέχρι τίνος ὑμῖν περὶ βίου διαλεγόμεθα; Ἐπὶ τῶν ἀποστόλων οὕτως οὐκ ἦν, ἀλλὰ συνεχῶς μετεπήδων, τοὺς πρότερον μανθάνοντας διδασκάλους καθιστῶντες ἑτέρων τινῶν μαθητευομένων. Οὕτως ἠδυνήθησαν τὴν οἰκουμένην περιελθεῖν, τῷ μὴ προσδεσμεῖσθαι τόπῳ ἑνί. Πόσης οἴεσθε διδασκαλίας δεῖσθαι τοὺς ὑμετέρους ἀδελφοὺς τοὺς ἐπὶ τῶν ἀγρῶν, καὶ τοὺς ἐκείνων διδασκάλους; Ἀλλ' ὑμεῖς με κατέχετε προσηλώσαντες. Πρὶν ἢ γὰρ τὴν κεφαλὴν καλῶς διατεθῆναι, περιττὸν ἐπὶ τὸ λοιπὸν σῶμα ἱέναι. Πάντα ἡμῖν ἐπιῤῥίπτετε. Ὑμᾶς ἐχρῆν παρ' ἡμῶν μανθάνειν μόνον· τὰς δὲ γυναῖκας παρ' ὑμῶν, τὰ παιδία παρ' ὑμῶν· ἀλλὰ πάντα ἡμῖν καταλιμπάνετε. ∆ιὰ τοῦτο πολὺς ὁ κόπος. ∆ιδάσκοντες, φησὶ, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ὅρα καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Ἐπειδὴ ἡ ἀνάγνωσις ἔχει πόνον, καὶ πολὺ τὸ φορτικὸν, οὐκ ἐφ' ἱστορίας ἤγαγεν, ἀλλ' ἐπὶ ψαλμοὺς, ἵνα ὁμοῦ καὶ τέρπῃς τὴν ψυχὴν ᾄδων, καὶ ὑποκλέπτῃς τὸν πόνον. Ὕμνοις, φησὶ, καὶ ᾠδαῖς πνευματικαῖς. Νῦν δὲ σατανικὰς μὲν ᾠδὰς καὶ ὀρχήσεις αἱροῦσιν οἱ παῖδες οἱ ὑμέτεροι, καθάπερ οἱ μάγειροι καὶ οἱ ὀψῶναι καὶ οἱ χορευταί· ψαλμὸν δὲ οὐδεὶς οὐδένα οἶδεν, ἀλλὰ καὶ αἰσχύνη τὸ πρᾶγμα δοκεῖ εἶναι καὶ χλευασία καὶ γέλως. Ἐκεῖθεν ἅπαντα τὰ κακὰ σώζεται. Ἐν οἵᾳ γὰρ ἂν ἑστήκῃ γῇ τὸ φυτὸν, τοιοῦτον φέρει τὸν καρπόν· ἂν ἐν ἀμμώδει καὶ ἁλμυρᾷ, τοιοῦτον· ἂν ἐν γλυκείᾳ καὶ λιπαρᾷ, πάλιν ὅμοιον. Οὕτω πηγή τίς ἐστι τὰ διδάγματα. ∆ίδαξον αὐτὸν ᾄδειν ψαλμοὺς ἐκείνους τοὺς φιλοσοφίας γέμοντας, οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, εὐθέως ἀπ' αὐτῆς τῆς ἀρχῆς τοῦ βιβλίου (διὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ Προφήτης, λέγων· Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Καὶ πάλιν, Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Καὶ πάλιν· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει)· περὶ τοῦ συνεῖναι ἀγαθοῖς (καὶ ταῦτα εὑρήσεις ἐκεῖ· καὶ ἄλλα πολλά)· περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ τοῦ μὴ πλεονεκτεῖν· ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ ἡ δόξα, καὶ ὅσα τοιαῦτα. Ὅταν τούτοις ἐκ παιδὸς ἐνάξῃς αὐτὸν, κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἄξεις. Οἱ ψαλμοὶ πάντα ἔχουσιν, οἱ δὲ ὕμνοι πάλιν οὐδὲν ἀνθρώπινον· ὅταν ἐν τοῖς ψαλμοῖς μάθῃ, τότε καὶ ὕμνους εἴσεται, ἅτε θειότερον πρᾶγμα. Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ· καὶ πάλιν, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ· καὶ πάλιν, Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· καὶ πάλιν, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Ὥστε μὴ μόνον φίλοις, ἀλλὰ μηδὲ οἰκέταις ἀναμιγνύναι ἑαυτοὺς ἀσφαλίζεσθε. Τὰ γὰρ μυρία κακὰ τοῖς ἐλευθέροις, ὅταν δούλους αὐτοῖς ἐπιστήσωμεν διεφθαρμένους. Εἰ γὰρ πατρὸς ἀπολαύοντες καὶ φιλοστοργίας καὶ φιλοσοφίας τοσαύτης, μόλις διασώζονται· ὅταν αὐτοὺς ἐκδῶμεν τῇ ἀφειδείᾳ τῶν οἰκετῶν, τίνες ἔσονται; Καθάπερ ἐχθροῖς αὐτοῖς κέχρηνται, νομίζοντες αὐτοῖς τὴν δεσποτείαν εἶναι ἡμερωτέραν, ἂν μωροὺς αὐτοὺς ἀπεργάσωνται καὶ φαύλους καὶ οὐδενὸς λόγου ἀξίους. Πρὸ τῶν ἄλλων οὖν ἁπάντων ταῦτα σπουδάζωμεν. Ἠγάπησα, φησὶ, τοὺς ἀγαπῶντας τὸν νόμον σου. Τοῦτον οὖν καὶ ἡμεῖς ζηλώσωμεν, καὶ τούτους ἀγαπῶμεν. Ἵνα δὲ πάλιν σωφρονῶσιν οἱ παῖδες, ἀκουέτωσαν τοῦ Προφήτου λέγοντος, ὅτι Αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξολοθρεύσεις πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Καὶ ὅτι δεῖ κατέχειν γαστρὸς, ἀκουέτωσαν πάλιν· Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων κρατεῖν, ἐντεῦθεν μαθήσονται· Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ, προστίθεσθε καρδίαν· καὶ ὅτι δόξης κρατεῖν, καὶ τοῦτο εὑρήσουσιν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ὀπίσω αὐτοῦ ἡ δόξα αὐτοῦ· τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζήλου ἐν πονηρευομένοις· τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς βοηθὸς αὐτοῦ· ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις· ὅτι Σὺ ἀποδώσεις, φησὶν, ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὰ τί δὲ οὐ καθ' ἡμέραν ἀποδίδωσιν; Ὁ Θεὸς κριτὴς, φησὶν, δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, φησὶν, οὐχ ὑψώθη ἡ καρδία μου· ὅτι ὑπερηφανία κακόν· ∆ιὰ τοῦτο, φησὶν, ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· καὶ πάλιν, Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων, καὶ κιχρῶν. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐκεῖ ἐμφιλόσοφα δόγματα· οἷον ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα, φησὶ, λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τίς ὁ ὕμνος τῶν ἄνω, τί λέγει τὰ Χερουβὶμ, ἴσασιν οἱ πιστοί. Τί ἔλεγον οἱ ἄγγελοι κάτω; ∆όξα ἐν ὑψίστοις Θεῷ. ∆ιὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε τελειότερόν τι πρᾶ γμα· Ψαλμοῖς, φησὶν, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεὸς, ἢ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς, ἢ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἢ ὅτι ἐν χάριτι εἶχον ταῦτα τὰ χαρίσματα, ἢ ἐπεξήγησίς ἐστιν. Ἀπὸ τῆς χάριτος τοῦ Πνεύματος, φησίν. Ἄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ. Μὴ ἁπλῶς, φησὶ, τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν, ἐκεῖνο δὲ τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Μὴ πρὸς ἐπίδειξιν, φησίν. Κἂν ἐν ἀγορᾷ ᾖς, δύνασαι συστρέψαι σαυτὸν καὶ ᾄδειν τῷ Θεῷ, μηδενὸς ἀκούοντος. Ἐπεὶ καὶ Μωϋσῆς οὕτως ηὔχετο, καὶ ἠκούσθη· φησὶ γάρ· Τί βοᾷς πρός με; Καίτοι γε οὐδὲν εἶπεν ἀλλ' ἐβόα κατὰ διάνοιαν μετὰ καρδίας συντετριμμένης· διὸ καὶ ὁ Θεὸς ἤκουσε μόνος. Οὐ κεκώλυται γὰρ καὶ περιπατοῦντα εὔχεσθαι κατὰ καρδίαν, καὶ ἄνω εἶναι. Καὶ πᾶν ὅ τι ἂν ποιῆτε, φησὶν, ἐν λόγῳ, ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Ἐὰν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν, οὐδὲν ἀκάθαρτον, ἔνθα ἂν ὁ Χριστὸς καλῆται. Ἐὰν ἐσθίῃς, ἐὰν πίνῃς, ἐὰν γαμῇς, ἐὰν ἀποδημῇς, πάντα ἐν ὀνόματι τοῦ Θεοῦ πρᾶττε· τουτέστιν, αὐτὸν καλῶν βοηθόν· ἐπὶ πάντων πρότερον αὐτῷ εὐχόμενος, ἅπτου τῶν πραγμάτων. Βούλει τι φθέγξασθαι; τοῦτο πρότασσε. ∆ιὰ τοῦτο καὶ ἡμεῖς τῶν ἐπιστολῶν προτάσσομεν τὸ ὄνομα Κυρίου. Ἔνθα ἂν ᾖ τὸ ὄνομα Κυρίου, πάντα αἴσια. Εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα. Ἢ τοῦτό φησι· Κατὰ Θεὸν πάντα καὶ λέγετε, καὶ πράττετε· μὴ τοὺς ἀγγέλους ἐπεισάγετε. Ἐσθίεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Καθεύδεις; εὐχαρίστησον τῷ Θεῷ, καὶ μέλλων, καὶ μετὰ ταῦτα. Εἰς ἀγορὰν ἐμβάλλεις; ταυτὸν ποίει· μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Πάντα ἐν ὀνόματι Κυρίου ποίει, καὶ πάντα σοι εὐοδωθήσεται. Ὅπου ἂν ἐπιτεθῇ τὸ ὄνομα τοῦ Θεοῦ, πάντα αἴσια. Εἰ δαίμονας ἐκβάλλει, εἰ νόσους ἀπελαύνει, πολλῷ μᾶλλον εὐκολίαν πραγμάτων ποιήσει. Καὶ τί ἐστι ποιῆσαι ἐν λόγῳ, ἢ ἐν ἔργῳ; Ἢ ἀξιοῦντα, ἢ ὁτιοῦν ποιοῦντα. Ἄκουσον πῶς ὁ Ἀβραὰμ ἐν ὀνόματι Θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ ∆αυῒδ ἐν ὀνόματι Θεοῦ τὸν Γολιὰθ καθεῖλε. Θαυμαστὸν τὸ ὄνομα αὐτοῦ καὶ μέγα. Πάλιν ὁ Ἰακὼβ τοὺς υἱοὺς πέμπων, φησίν· Ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐνώπιον τοῦ ἀνθρώπου. Ὁ γὰρ τοῦτο ποιῶν, ἔχει σύμμαχον τὸν Θεὸν, οὗ χωρὶς οὐδὲν ἐτόλμησε ποιῆσαι. Ἅτε οὖν τιμηθεὶς τῷ κληθῆναι, ἀντιτιμήσει τῷ ἐξευμαρίσαι τὰ πράγματα. Κάλει τὸν Υἱὸν, εὐχαρίστει τῷ Πατρί. Καὶ γὰρ τοῦ Υἱοῦ καλουμένου ὁ Πατὴρ καλεῖται, καὶ αὐτοῦ εὐχαριστουμένου ὁ Υἱὸς εὐχαριστεῖται. Ταῦτα μανθάνωμεν μὴ μέχρι ῥημάτων, ἀλλὰ καὶ διὰ τῶν ἔργων πληροῦν. Οὐδὲν τοῦ ὀνόματος τούτου ἴσον· τοῦτο πανταχοῦ θαυμάσιον· Μύρον, φησὶν, ἐκκενωθὲν ὄνομά σου. Ὁ τοῦτο εἰπὼν εὐθέως εὐωδίας ἐνεπλήσθη. Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, φησὶν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Τοῦτο τὸ ὄνομα τοσαῦτα ἐργάζεται. Ἐὰν εἴπῃς· Ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, μετὰ πίστεως, πάντα ἤνυσας. Ὅρα πόσα ἐποίησας· ἐδημιούργησας ἄνθρωπον, καὶ τἄλλα πάντα ἀπὸ τοῦ βαπτίσματος εἰργάσω. Οὕτω ταῖς νόσοις ἐπιτασσόμενον φοβερὸν τὸ ὄνομα. ∆ιὰ ταῦτα ὁ διάβολος τὰ τῶν ἀγγέλων ἐπεισήγαγε, βασκαίνων ἡμῖν τῆς τιμῆς. Τῶν δαιμόνων τοιαῦται αἱ ἐπῳδαί. Κἂν ἄγγελος ᾖ, κἂν ἀρχάγγελος, κἂν τὰ Χερουβὶμ, μὴ ἀνέχου· ἐπεὶ οὐδὲ αὗται αἱ δυνάμεις καταδέξονται, ἀλλὰ καὶ ἀποσείσονται, ὅταν ἴδωσι τὸν ∆εσπότην ἀτιμαζόμενον. Ἐγώ σε ἐτίμησα, φησὶ, καὶ εἶπον· Ἐμὲ κάλει· καὶ σὺ ἀτιμάζεις αὐτόν; Ἂν ταύτην ᾄδῃς τὴν ἐπῳδὴν μετὰ πίστεως, καὶ νόσους καὶ δαίμονας ἀπελάσεις· κἂν μὴ ἀπελάσῃς τὴν νόσον, οὐ παρὰ ἀσθένειαν, ἀλλὰ παρὰ τὸ συμφέρον. Κατὰ τὴν μεγαλωσύνην σου, φησὶν, οὕτω καὶ ἡ αἴνεσίς σου. ∆ιὰ τοῦ ὀνόματος τούτου ἡ οἰκουμένη ἐπεστράφη, ἡ τυραννὶςἐλύθη, ὁ διάβολος ἐπατήθη, οἱ οὐρανοὶ ἀνεῴγησαν. Καὶ τί λέγω, οἱ οὐρανοί; ἡμεῖς ἀνεγεννήθημεν διὰ τοῦ ὀνόματος τούτου. Ἐὰν τοῦτο ἔχωμεν, λάμπομεν. Τοῦτο καὶ μάρτυρας ποιεῖ, καὶ ὁμολογητάς· τοῦτο κατέχωμεν ἀντὶ μεγάλου δώρου, ἵνα ἐν δόξῃ ζήσωμεν, καὶ εὐαρεστήσωμεν τῷ Θεῷ, καὶ καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου