Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62
Βʹ ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέ σει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.
αʹ. ∆ιὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους μάλιστα παρακαλεῖ τοὺς τὸ πλέον κατωρθωκότας. Ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, φησὶν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῦντος ἦν. Καὶ ὅρα μοι τὴν σύνεσιν τοῦ μακαρίου τούτου· οὐδαμοῦ τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν αὐτοὺς πανταχοῦ· τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ.
Καὶ πάλιν, Εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ· καὶ πάλιν, Ἐν πάσῃ δυνάμει δυναμούμενοι· καὶ πάλιν, Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Τὸ γὰρ, Πᾶσαν, μαρτυροῦντός ἐστι καί τι τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν. Καὶ Ἵνα πληρωθῆτε, φησὶν, οὐχ ἵνα λάβητε· ἔλαβον γάρ· ἀλλὰ τὸ λεῖπον ἵνα πληρωθῆτε. Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόμενον. Τί δέ ἐστιν, Ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ; Τουτέστι, διὰ τοῦ Υἱοῦ προσάγεσθαι ὑμᾶς αὐτῷ χρὴ, οὐκέτι δι' ἀγγέλων. Ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν ἔτι τοῦτο μαθεῖν καὶ διὰ τί τὸν Υἱὸν ἔπεμψεν. Εἰ γὰρ δι' ἀγγέλων ἔδει σώζεσθαι, οὐκ ἂν τὸν Υἱὸν ἔπεμψεν, οὐκ ἂν ἐξέδωκεν. Ἐν πάσῃ σοφίᾳ, φησὶ, καὶ συνέσει πνευματικῇ. Ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτων, βούλομαι ὑμᾶς ἐν πνευματικῇ, φησὶ, σοφίᾳ εἶναι, μὴ κατὰ τὴν σοφίαν τῶν ἀνθρώπων. Εἰ δὲ ὥστε τὸ θέλημα Θεοῦ μαθεῖν πνευματικῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διηνεκῶν. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται, καὶ οὐδέπω ἤνυσε, καὶ οὐκ ἀπέστη· τὸ γὰρ, Ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, τοῦτο δηλοῖ. Κατάγνωσιν δὲ αὐτοῖς πολλὴν φέρει, εἰ ἐξ ἐκείνου καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς. Καὶ αἰτούμενοι, φησὶ, τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· τοῦτο γὰρ δείκνυσι τὸ, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέσκειαν. Πῶς δὲ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· μεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ μείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν Θεὸν εἰδὼς, καὶ τοῦ Θεοῦ δοῦλος εἶναι καταξιωθεὶς, μᾶλλον δὲ καὶ υἱὸς, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάμει δυναμούμενοι. Ἐνταῦθα περὶ τῶν πειρασμῶν καὶ τῶν διωγμῶν φησιν, Εὐχόμεθα ἵνα πληρωθῆτε δυναμούμενοι, ὥστε μὴ ἀκηδιᾶσαι, μηδὲ ἀπογνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησὶ, τοιαύτην ἀναλάβητε προθυμίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συντόμως εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναμωθέντας. ∆ιὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογμάτων, ἀλλ' ἐν τῷ βίῳ στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέσας ἐφ' οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ μέλλῃ τισὶ γράφειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήματα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς μυρία ὡς ἀγαπῶντας αὐτὸν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγορίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· μᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω· ὥστε καὶ τοῦτο ἐγκώμιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ' ἐπὶ τοῖς παρελθοῦσι, λέγων, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. βʹ. Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων ∆υναμούμενοι· περὶ πειρασμῶν τοῦτο. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι, ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. ∆ιὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ μακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν μὲν, μετὰ ταῦτα δὲ μηκέτι. Ἐν πάσῃ, φησὶ, σοφίᾳ καὶ συνέσει πνευματικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέλημα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέλημα αὐτοῦ ἔχειν, ἀλλ' οὐ πνευματικὴ ἦν ἡ σοφία. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καταμαθών· καταμανθάνει δὲ, ἂν ἴδῃ τὸν Υἱὸν ἐκδεδομένον· μείζονα ἕξει προθυμίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ' οὐχ ὁ κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περιπατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου, καὶ, Ἐν
παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ, ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ἦν. ∆ιὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραμυθία. Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι. ∆ιὰ τοῦ κράτους, φησὶ, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρεμυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ Υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτὸν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησὶ, δυναμοῦσθε, ἀλλ' ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ ∆εσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ἅμα καὶ παράπτεται τῶν τῆς γνώσεως λόγων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ μὴ εἰδέναι, ὡς δεῖ, τὸν Θεόν. Ἢ ὥστε ἐπιδοῦναι, φησὶν, ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Εἰ γὰρ ὁ τὸν Υἱὸν οὐκ εἰδὼς, οὐδὲ τὸν Πατέρα ἐπίσταται, εἰκότως δεῖ τῆς ἐπιγνώσεως· οὐδὲν γὰρ ὄφελος βίου ταύτης ἄνευ. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, φησὶ, μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ Θεῷ. Εἶτα μέλλων αὐτοὺς παρακαλεῖν, οὐ μέμνηται τῶν μελλόντων αὐτοῖς ἀποκεῖσθαι, ἀλλὰ τοῦτο μὲν ᾐνίξατο ἐν τῇ ἀρχῇ εἰπὼν, ∆ιὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς· ἐνταῦθα δὲ τῶν ἤδη ὑπαρξάντων μέμνηται· ταῦτα γὰρ ἐκείνων αἴτια. Καὶ πολλαχοῦ τοῦτο ποιεῖ. Τὰ γὰρ ἤδη γεγονότα πλέον πιστοῦται, καὶ μᾶλλον αἱρεῖ τὸν ἀκροατήν. Μετὰ χαρᾶς, φησὶν, εὐχαριστοῦντες τῷ Θεῷ. Ἡ ἀκολουθία αὕτη ἐστίν· Οὐ παυόμεθα εὐχόμενοι ὑπὲρ ὑμῶν, καὶ εὐχαριστοῦντες ἐπὶ τοῖς προτέροις. Ὁρᾷς πῶς ἑαυτὸν ἐμβιβάζει εἰς τὸν περὶ τοῦ Υἱοῦ λόγον; Εἰ γὰρ εὐχαρισ τοῦμεν μετὰ χαρᾶς πολλῆς, μεγάλα τὰ λεγόμενα. Ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον, ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα, οἷον ὁ Ἰὼβ ηὐχαρίστει μὲν, ὀδυνώμενος δέ· διὸ καὶ ἔλεγεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γενόμενα, οὐδὲ ἀθυμίᾳ περιέβαλλε. Μηδὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου. Ὅταν δὲ τοιαῦτα ᾖ, οὐ διὰ τὸν φόβον, οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ καὶ δι' αὐτὴν τὴν τῶν πραγμάτων φύσιν, Εὐχαριστοῦμεν τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. Μέγα ἐφθέγξατο. Τοιαῦτά ἐστι τὰ δεδομένα, φησὶν, ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. Τῷ οὖν εἰπεῖν Τῷ ἱκανώσαντι, πολὺ τὸ βάρος ἔδειξεν. Οἷον ἐάν τις εὐτελὴς καὶ βασιλεὺς γένηται, δυνατὸν αὐτῷ ἐπαρκότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, τὸ ἀξίωμα δοῦναι, ἀλλ' οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχήν (πολλάκις δὲ τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ)· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμά ἐστι. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον ἡμῖν ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησε. γʹ. ∆ιπλῆ γὰρ αὕτη τιμὴ τὸ καὶ δοῦναι, καὶ ἐπιτηδείους κατασκευάσαι τῆς δωρεᾶς. Οὐκ εἶπε, ∆όντι, ἁπλῶς, ἀλλ', Ἱκανώσαντι εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι τῷ κατατάξαντι ἡμᾶς μετὰ τῶν ἁγίων. Ἀλλ' οὐχ ἁπλῶς εἶπε, κατατάξαντι, ἀλλὰ, καὶ τῶν αὐτῶν ἀπολαῦσαι παρεσχηκότι. Ἡ γὰρ μερὶς ἐκεῖνό ἐστιν ὅπερ ἕκαστος λαμβάνει. Ἔστι γὰρ καὶ ἐν τῇ αὐτῇ εἶναι πόλει, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν· τὴν δὲ αὐτὴν μερίδα ἔχειν, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν, οὐκ ἔστιν. Ἔστιν ἐν τῷ αὐτῷ κλήρῳ εἶναι, καὶ μὴ τὴν αὐτὴν ἔχειν μερίδα· οἷον ἐν τῷ κλήρῳ πάντες ἐσμὲν, ἀλλ' οὐ τὴν αὐτὴν ἔχομεν πάντες μερίδα. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν, ἀλλὰ καὶ τὴν μερίδα μετὰ τοῦ κλήρου. ∆ιὰ τί δὲ κλῆρον καλεῖ; ∆εικνὺς ὅτι οὐδεὶς ἀπὸ κατορθωμάτων οἰκείων βασιλείας τυγχάνει· ἀλλ' ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλόν ἐστιν, οὕτω δὴ καὶ ἐνταῦθα. Οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν. ∆ιὰ τοῦτό
φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· τουτέστι, τῇ γνώσει. ∆οκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων, καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν. Εἶτα δείκνυσιν ὧν ἠξιώθημεν. Οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι βασιλείας ἀξιούμεθα, ἀλλὰ καὶ τίνες ὄντες, δεῖ προσθεῖναι· οὐ γάρ ἐστιν ἴσον. Ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Μόλις γὰρ ὑπὲρ τοῦ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. Ὃς ἐῤῥύσατο ἡμᾶς, φησὶν, ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους. Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν κατόρθωμα. Ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους, φησί· τουτέστι, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος. Οὐκ εἶπεν ἁπλῶς, σκότους, ἀλλ', Ἐξουσίας· πολλὴν γὰρ ἡμῶν εἶχε τὴν ἐξουσίαν, καὶ ἐκράτει ἡμῶν. Χαλεπὸν μὲν γὰρ καὶ τὸ ἁπλῶς εἶναι ὑπὸ τῷ διαβόλῳ· τὸ δὲ καὶ μετ' ἐξουσίας, τοῦτο χαλεπώτερον. Καὶ μετέστησε, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐκ ἄρα εἰς τὴν ἀπαλλαγὴν τοῦ σκότους μόνον ἔδειξεν αὐτοῦ τὴν φιλανθρωπίαν. Μέγα μὲν οὖν καὶ τὸ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς βασιλείαν εἰσαγαγεῖν, πολλῷ μεῖζον. Ὅρα οὖν πῶς πολύπλοκον γίνεται τὸ δῶρον, ὅτι ἐν τῷ πυθμένι κειμένους ἀπήλλαξεν ἡμᾶς, ὅτι οὐκ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ μετέθηκεν εἰς βασιλείαν. Ὃς ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, ἐξέβαλεν, ἀλλ', Ἐῤῤύσατο, τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν, καὶ ἐκείνων τὴν αἰχμαλωσίαν. Εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως· Καὶ μετέστησε, φησίν· ὥσπερ ἂν εἴ τις στρατιώτην ἀπὸ τόπου εἰς τόπον μεταγάγοι. Καὶ οὐκ εἶπε, μετήγαγεν, οὐδὲ μετέθηκε· τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος· ἀλλὰ, Μετέστησεν, εἶπεν, ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτο γενέσθαι. Εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ. Οὐχ ἁπλῶς εἶπε, βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, Βασιλείαν Υἱοῦ εἰπών· τούτου γὰρ οὐδὲν μεῖζον ἐγκώμιον· ὃ καὶ ἀλλαχοῦ φησιν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς, φησὶ, τῷ Υἱῷ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ. Τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους, ἀθρόον που αὐτοὺς μετέστησεν, ἔνθα ὁ Υἱὸς, εἰς τὴν αὐτὴν ἐκείνῳ τιμήν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνῳ, ἀλλ' ἵνα δείξῃ μέγα τὸ δῶρον, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, βασιλείαν, ἀλλὰ καὶ τοῦ Υἱοῦ προσέθηκε· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τοῦ ἀγαπητοῦ· καὶ οὐδὲ τούτῳ, ἀλλὰ καὶ τὸ τῆς φύσεως ἔντιμον. Τί γάρ φησιν; Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ἀλλ' οὐκ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ἀλλὰ παρενέβαλε τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃς τὸν Υἱὸν ἐκτὸς εἶναι, δίδωσι τὸ πᾶν καὶ τῷ Υἱῷ, δίδωσι καὶ τῷ Πατρί. Ἐκεῖνος μὲν γὰρ μετέθηκεν, ἀλλ' οὗτος τὴν αἰτίαν παρέσχε. Τί γάρ φησιν; Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Ταὐτὸν δὲ ἐστὶ τῷ, Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων, οὐκ ἂν μετέστημεν. Ἰδοὺ πάλιν ἐνταῦθα τὸ, Ἐν ᾧ. Καὶ οὐκ εἶπε λύτρωσιν, ἀλλ' Ἀπολύτρωσιν, ὥστε μηδὲ πεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Εἰς ζήτημα ἐμπίπτομεν αἱρετικόν· διὸ σήμερον ἀναβαλλομένους αὔριον τοῦτο προσθεῖναι δεῖ, ἀκμαζούσαις ὑμῶν ταῖς ἀκοαῖς προσβάλλοντας. Εἰ δὲ δεῖ τι πλέον εἰπεῖν, μεῖζον τοῦ Υἱοῦ ἔργον. Πῶς; Ἐκεῖνο μὲν γὰρ ἀδύνατον γίνεται, τὸ ἐν τοῖς ἁμαρτήμασι μένουσι δοῦναι βασιλείαν, τοῦτο δὲ εὐκολώτερον· ὥστε τῇ δωρεᾷ ὡδοποίησε. Τί λέγεις; Τῶν ἁμαρτημάτων σε αὐτὸς ἀφῆκεν, οὐκοῦν καὶ αὐτὸς προσήγαγεν. Ἤδη προκατεβάλετο τοῦ δόγματος τὴν ῥίζαν.
δʹ. Τέως δὲ ἐκεῖνο εἰπόντας καταπαῦσαι τὸν λόγον ἀνάγκη. Ποῖον δὴ τοῦτο; Ὅτι τοσαύτης ἀπολαύσαντες εὐεργεσίας ἀεὶ ταύτης μεμνῆσθαι ὀφείλομεν, καὶ στρέφειν διαπαντὸς ἐν ἑαυτοῖς τὴν τοῦ Θεοῦ δωρεὰν, καὶ τίνων ἀπηλλάγημεν, καὶ τίνων ἐτύχομεν ἐννοεῖν· καὶ οὕτως ἐσόμεθα εὐχάριστοι, οὕτω τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἐπιτενοῦμεν. Τί λέγεις, ἄνθρωπε; εἰς βασιλείαν κέκλησαι, εἰς βασιλείαν Υἱοῦ τοῦ Θεοῦ, καὶ χάσμης πληροῦσαι, καὶ κνᾶσαι, καὶ ναρκᾷς; Εἰ γὰρ εἰς μυρίους θανάτους πηδῆσαι ἑκάστης τῆς ἡμέρας ἔδει, οὐ πάντα ἐχρῆν ὑπομεῖναι; Ἀλλ' ὑπὲρ μὲν ἀρχῆς πᾶν ὁτιοῦν ποιεῖς, τῆς δὲ βασιλείας μέλλων κοινωνεῖν τῆς τοῦ Μονογενοῦς, οὐ καθάλλῃ κατὰ μυρίων ξιφῶν, οὐκ ἐμπηδᾷς εἰς πῦρ; Καὶ οὔπω τοῦτο δεινὸν, ἀλλ' ὅτι καὶ μέλλων ἀπιέναι θρηνεῖς, καὶ ἐμφιλοχωρεῖς τοῖς ἐνταῦθα φιλοσώματος ὤν. Τί δὴ τοῦτο; καὶ τὸν θάνατον φρικτὸν πρᾶγμα εἶναι νομίζεις; Ἡ τρυφὴ τούτων αἰτία, ἡ ἄνεσις· ἐπεὶ ὅγε κατάπικρον βίον ζῶν, καὶ πτερωθῆναι ἕλοιτο ἂν καὶ ἀπαλλαγῆναι ἐντεῦθεν. Νῦν δὲ ταὐτὸ
ν πάσχομεν, οἷον οἱ νεοττοὶ μαλακισθέντες, διαπαντὸς ἐπὶ τῆς καλιᾶς μένειν ἐθέλοντες. Ἀλλ' ὅσῳπερ ἂν μένωμεν, τοσούτῳ ἐσόμεθα ἀσθενέστεροι. Καλιὰ γὰρ ὁ παρὼν βίος ἐστὶν, ἀπὸ καρφῶν καὶ πηλοῦ συγκεκολλημένος. Κἂν τὰς μεγάλας μοι δείξῃς οἰκίας, κἂν αὐτὰ τὰ βασίλεια λάμποντα πολλῷ τῷ χρυσῷ καὶ τοῖς λίθοις, οὐδὲν οἰήσομαι διαφέρειν καλιᾶς χελιδόνων· τοῦ γὰρ χειμῶνος ἐπιστάντος, αὐτόματα πάντα πεσεῖται· χειμῶνα δὲ τὴν ἡμέραν ἐκείνην λέγω, οὐχὶ πᾶσι χειμῶνα. Ἐπεὶ καὶ ὁ Θεὸς νύκτα τε ὁμοῦ καὶ ἡμέραν τὸν καιρὸν ἐκεῖνον καλεῖ, τὸ μὲν πρὸς τοὺς ἁμαρτωλοὺς, τὸ δὲ πρὸς τοὺς δικαίους. Οὕτω καὶ ἐγὼ νῦν χειμῶνα αὐτὴν καλῶ. Ἂν ἐν τῷ θέρει μὴ ἐκτραφῶμεν καλῶς, ὥστε δύνασθαι ἵπτασθαι τοῦ χειμῶνος ἐπιστάντος, οὐ λήψονται ἡμᾶς αἱ μητέρες, ἀλλ' ἐάσουσι τῷ λιμῷ διαφθαρῆναι, ἢ τῆς καλιᾶς πεσούσης ἀπολέσθαι. Καθάπερ γὰρ καλιὰν, μᾶλλον δὲ καὶ εὐκολώτερον ταύτης, ἅπαντα καθαιρεῖ τότε ὁ Θεὸς, ἀνασκευάζων καὶ μεταῤῥυθμίζων ἅπαντα. Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ μὴ δυνάμενοι εἰς τὸν ἀέρα, ἀλλ' οὕτω βαναύσως τραφέντες, ὡς μὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειμένους παθεῖν. Ἡ μὲν οὖν τῶν χελιδόνων νεοττιὰ, ὅταν καταπέσῃ, ταχέως ἀπόλλυται· ἡμεῖς δὲ οὐκ ἀπολούμεθα, ἀλλὰ κολαζόμεθα διηνεκῶς. Χειμὼν ἔσται ὁ τότε καιρὸς, μᾶλλον δὲ χειμῶνος χαλεπώτερος. Οὐ γὰρ χείμαῤῥοι κατασύρονται ὕδατος, ἀλλὰ ποταμοὶ πυρός· οὐ σκότος ἀπὸ νεφῶν γίνεται, ἀλλὰ σκότος ἄλυτον καὶ ἀφεγγὲς, ὥστε μήτε τὸν οὐρανὸν ἰδεῖν, μήτε τὸν ἀέρα, ἀλλὰ τῶν εἰς τὴν γῆν κατωρυγμένων μᾶλλον στενοχωρεῖσθαι. Πολλάκις ταῦτα λέγομεν, ἀλλ' οὐ πείθομέν τινας. Καὶ οὐδὲν θαυμαστὸν, εἴ γε ἡμεῖς ἄνθρωποι εὐτελεῖς ταῦτα πάσχομεν ὑπὲρ τοιούτων διαλεγόμενοι, ὅπου γε καὶ οἱ προφῆται ἔπασχον ταῦτα, οὐχ ὑπὲρ τοιούτων μόνον πραγμάτων διαλεγόμενοι. ἀλλὰ καὶ ὑπὲρ πολέμου καὶ αἰχμαλωσίας. Καὶ ὁ Σεδεκίας ὑπὸ τοῦ Ἱερεμίου ἠλέγχετο, καὶ οὐκ ᾐσχύνετο. ∆ιὰ τοῦτο ἔλεγον οἱ προφῆται· Οὐαὶ οἱ λέγοντες, ἐγγισάτω τὸ τάχος ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν,
καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Μὴ θαυμάζωμεν τοῦτο· Οὐδὲ γὰρ οἱ ἐπὶ τῆς κιβωτοῦ ἐπίστευον, ἀλλ' ἐπίστευσαν ὅτε τῆς πίστεως κέρδος ἦν οὐδέν· οὐδὲ οἱ ἐν Σοδόμοις προσεδόκησαν, ἀλλ' ἐπίστευσαν καὶ αὐτοὶ, ὅτε οὐδὲν πλέον αὐτοῖς γέγονε. Καὶ τί λέγω τὰ μέλλοντα; τίς ἂν ταῦτα προσεδόκησε τὰ νῦν γινόμενα κατὰ διαφόρους τόπους, τοὺς σεισμοὺς, τῶν πόλεων τὰς ἀναιρέσεις; Καίτοι γε ταῦτα ἐκείνων πιστότερα, τῆς κιβωτοῦ λέγω. Πόθεν δῆλον; Ὅτι ἐκεῖνοι μὲν οὐκ εἶχον εἰς ἄλλο παράδειγμα ἰδεῖν, οὐδὲ τῶν Γραφῶν ἤκουσαν· ἐνταῦθα δὲ μυρία ὅσα γέγονε, καὶ ἐπὶ τῶν ἐτῶν τῶν ἡμετέρων, καὶ ἐπὶ τῶν προτέρων. Ἀλλὰ πόθεν ἡ ἀπιστία τῶν τοιούτων; Ἀπὸ μαλακῆς ψυχῆς· ἔπινον καὶ ἤσθιον, καὶ διὰ τοῦτο οὐκ ἐπίστευον. Ἃ γὰρ βούλεταί τις, ταῦτα καὶ οἴεται, ταῦτα καὶ προσδοκᾷ· οἱ ἀντιλέγοντες λῆρός εἰσιν. εʹ. Ἀλλὰ μὴ πάθωμεν ταὐτόν· οὐ γὰρ κατακλυσμὸς ἔσται λοιπὸν, οὐδὲ μέχρι τελευτῆς ἡ κόλασις,
ἀλλ' ἀρχὴ τιμωριῶν ὁ θάνατος ἀπιστούντων ὅτι ἐστὶ κρίσις. Καὶ τίς ἐκεῖθεν ἦλθε, φησὶ, καὶ ταῦτα ἐφθέγξατο; Εἰ μὲν παίζων ταῦτα λέγεις, οὐδὲ οὕτω καλῶς· οὐ γὰρ δεῖ ἐν τοῖς τοιούτοις παίζειν· οὐ γὰρ ἐν παικτοῖς, ἀλλ' ἐπικινδύνως παίζομεν· εἰ δὲ ὄντως οὕτως ἔχων, καὶ οὐκ οἴει εἶναί τι μετὰ ταῦτα, πῶς εἶναι φὴς Χριστιανός; οὐδεὶς γάρ μοι τῶν ἔξω λόγος. ∆ιὰ τί λουτρὸν λαμβάνεις; διὰ τί τῆς ἐκκλησίας ἐπιβαίνεις; μὴ γὰρ ἀρχὰς ὑπισχνούμεθα; πᾶσα ἡμῶν ἐλπὶς ἐν τοῖς μέλλουσι. Τί τοίνυν προσέρχῃ, εἰ οὐ πιστεύεις ταῖς Γραφαῖς, εἰ μὴ πιστεύεις τῷ Χριστῷ; Οὐκ ἂν εἴποιμι τὸν τοιοῦτον Χριστιανὸν, μὴ γένοιτο, ἀλλὰ καὶ Ἑλλήνων χείρω. Κατὰ τί; Κατὰ τοῦτο, ὅτι τὸν Χριστὸν νομίζων εἶναι Θεὸν, οὐ πιστεύεις ὡς Θεῷ. Ἐκείνη μὲν γὰρ ἀκολουθίας ἔχεται ἡ ἀσέβεια· τὸν γὰρ μὴ νομίζοντα εἶναι Θεὸν τὸν Χριστὸν, ἀνάγκη μηδὲ πιστεύειν· αὕτη δὲ ἡ ἀσέβεια οὐδὲ ἀκολουθίαν ἔχει, Θεὸν ὁμολογεῖν, καὶ μὴ νομίζειν ἀξιόπιστον εἶναι ὑπὲρ ὧν ἔφη. Τῆς μέθης ταῦτα τὰ ῥήματα, τῆς τρυφῆς, τῆς σπατάλης· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Οὐκ αὔριον, ἀλλ' ὅταν ταῦτα λέγητε, ἤδη τεθνήκατε. Οὐδὲν οὖν τῶν χοίρων διοίσομεν οὐδὲ τῶν ὄνων, εἰπέ μοι; Εἰ γὰρ μήτε κρίσις ἐστὶ, μήτε ἀντίδοσις, μήτε δικαστήριον, τίνος ἕνεκεν τοιούτῳ τετιμήμεθα δώρῳ, τῷ λόγῳ, καὶ πάντα ἔχομεν ὑποτεταγμένα; διὰ τί ἡμεῖς μὲν ἄρχομεν, ἐκεῖνα δὲ ἄρχονται; Ὅρα πῶς πάντοθεν ὁ διάβολος ἐπείγεται ἡμᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ. Τοὺς δούλους ἀναμίγνυσι τοῖς δεσπόταις· καθάπερ τις ἀνδραποδιστὴς καὶ οἰκέτης ἀγνώμων, τὸν ἐλεύθερον εἰς τὴν αὐτὴν βιάζεται τῷ προσκεκρουκότι καταγαγεῖν εὐτέλειαν. Καὶ δοκεῖ μὲν τὴν κρίσιν ἀναιρεῖν, ἀναιρεῖ δὲ τὸ εἶναι Θεόν. Τοιοῦτος γὰρ ἀεὶ ὁ διάβολος, μεθοδείᾳ πάντα, καὶ οὐκ ἐξ εὐθείας προβάλλει, ἵνα φυλαττώμεθα. Εἰ κρίσις οὐκ ἔστιν, οὐκ ἔστι δίκαιος ὁ Θεός· κατὰ ἄνθρωπον λέγω· εἰ δίκαιος οὐκ ἔστιν ὁ Θεὸς, οὐδὲ Θεὸς ἔστιν· εἰ Θεὸς οὐκ ἔστιν, ἁπλῶς ἅπαντα φέρεται, οὐδὲν ἀρετὴ, οὐδὲν κακία. Ἀλλ' οὐδὲν τούτων λέγει φανερῶς. Εἶδες τοῦ σατανικοῦ ἐνθυμήματος τὴν διάνοιαν; πῶς ἐξ ἀνθρώπων ἄλογα βούλεται ποιῆσαι, μᾶλλον δὲ θηρία, μᾶλλον δὲ δαίμονας; Μὴ τοίνυν πειθώμεθα. Ἔστι γὰρ κρίσις, ἄθλιε καὶ ταλαίπωρε. Οἶδα πόθεν ἔρχῃ ἐπὶ τούτους τοὺς λόγους· πολλά σοι ἡμάρτηται, προσκέκρουκας, παῤῥησίαν οὐκ ἔχεις, οἴει τοῖς σοῖς λόγοις ἀκολουθεῖν καὶ τὴν τῶν πραγμάτων φύσιν. Τέως μὴ ὀδυνήσω, φησὶ, τὴν ψυχὴν τῇ προσδοκίᾳ τῆς γεέννης· κἂν ᾖ γέεννα, πείσω αὐτὴν ὅτι οὐκ ἔστι· τέως ἐνταῦθα τρυφήσω. ∆ιὰ τί προστιθεῖς ἁμαρτήματα ἁμαρτήμασιν; Ἂν ἁμαρτήσας πιστεύσῃς εἶναι γέενναν, ἀπελεύσῃ τῶν ἁμαρτημάτων μόνον τίνων δίκην· ἂν δὲ καὶ τοῦτο προσθῇς τὸ ἀσέβημα, καὶ τῆς ἀσεβείας καὶ τοῦ λογισμοῦ τούτου δώσεις τὴν ἐσχάτην κόλασιν· καὶ ἡ ἐν βραχεῖ γενομένη σοι παραμυθία ψυχρὰ ἔσται σοι διηνεκοῦς κολάσεως ὑπόθεσις. Ἔστω, ἥμαρτες· τί καὶ τοὺς ἄλλους ἁμαρτάνειν προτρέπεις, λέγων μὴ εἶναι γέενναν; τί ἀπατᾷς τοὺς ἀφελεστέρους; τί τὰς χεῖρας ἐξέλυες τοῦ λαοῦ; Τὸ σὸν μέρος, ἅπαντα ἀνατέτραπται· οὔτε οἱ σπουδαῖοι σπουδαιότεροι ἔσονται, ἀλλὰ ῥᾴθυμοι· οὔτε οἱ κακοὶ ἀποστήσονται τῆς κακίας. Μὴ γὰρ, ἂν ἑτέρους διαφθείρωμεν, συγγνώμην ἔχομεν τῶν ἁμαρτημάτων; Οὐχ ὁρᾷς τὸν διάβολον πῶς ἐπεχείρησε κατενεγκεῖν τὸν Ἀδάμ; ἆρα τούτῳ συγγνώμη γέγονε; Μείζονος μὲν οὖν κολάσεως ἀφορμή. Ἵνα γὰρ μὴ ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων κολαζώμεθα, πάντα μηχανᾶται. Μὴ νομίζωμεν τοίνυν τὸ ἑτέρους καταφέρειν εἰς τὴν αὐτὴν ἡμῖν ἀπώλειαν, ἡμερώτερον ἡμῖν τὸ δικαστήριον ἐργάζεσθαι· τοῦτο μὲν οὖν χαλεπώτερον αὐτὸ ποιήσει. Τί ὠθοῦμεν ἑαυτοὺς, καὶ ἀπόλλυμεν; Σατανικὸν τοῦτο ὅλον ἐστίν. Ἄνθρωπε, ἥμαρτες; Φιλάνθρωπον ἔχεις τὸν ∆εσπότην· παρακάλει, ἱκέτευε, δάκρυε, στέναζε, καὶ τοὺς ἄλλους φόβει, καὶ ἀξίου μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Εἴ τις ἐν οἰκίᾳ δοῦλος ὢν τῶν
προσκεκρουκότων λέγει πρὸς τὸν ἑαυτοῦ παῖδα· Τέκνον, ἐγὼ προσέκρουσα τῷ ∆εσπότῃ, σὺ σπούδασον ἀρέσαι, ἵνα μὴ τὰ αὐτὰ πάθῃς· οὐχ ἕξει τινὰ συγγνώμην, εἰπέ μοι; οὐκ ἐπικλάσει καὶ κατακάμψει τὸν δεσπότην; Ἂν δὲ ταῦτα ἀφεὶς τὰ ῥήματα, λέγῃ ἐκεῖνα, οἷον, ὅτι τὸ κατ' ἀξίαν ἑκάστῳ οὐκ ἀποδώσει, ὅτι ἁπλῶς πάντα ἀναμέμικται, καὶ τὰ καλὰ καὶ τὰ κακὰ, ὅτι οὐκ ἔστιν εὐχαριστία ἐν τῷ οἴκῳ τούτῳ, τίνα νομίζεις τὸν δεσπότην νοῦν ἔχειν περὶ αὐτοῦ; ἆρα οὐχὶ τῶν οἰκείων ἁμαρτημάτων μείζονα δώσει δίκην; Εἰκότως· ἐκεῖ μὲν γὰρ τὸ πάθος ἀπολογήσεται, εἰ καὶ ἀσθενῶς, ἐνταῦθα δὲ οὐδέν. Εἰ μηδένα τοίνυν ἕτερον, τὸν γοῦν πλούσιον μίμησαι τὸν ἐν τῇ γεέννῃ, τὸν λέγοντα, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον ἐπὶ τοὺς συγγενεῖς μου, ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον, ἐπειδὴ αὐτὸς ἀπελθεῖν οὐκ ἠδύνατο, ὥστε μὴ τοῖς αὐτοῖς ἐκείνους περιπεσεῖν. Ἀποστῶμεν τῶν ῥημάτων τούτων τῶν σατανικῶν.
Τί οὖν, ὅταν Ἕλληνες ἡμᾶς ἐρωτῶσι, φησὶν, οὐκ ἐκείνους βούλει θεραπεῦσαι; Ἀλλ' εἰς ἀπορίαν ἐμβαλὼν τὸν Χριστιανὸν προσχήματι τοῦ τὸν Ἕλληνα θεραπεύειν, κυρῶσαι βούλει τὸ δόγμα τὸ σατανικόν. Ἐπειδὴ γὰρ αὐτὸς μόνῃ τῇ ψυχῇ διαλεγόμενος ὑπὲρ τούτων οὐ πείθεις, ἑτέρους θέλεις παράγειν μάρτυρας. Εἰ δὲ Ἕλληνι χρὴ διαλέγεσθαι, οὐκ ἐντεῦθεν ἡ ἀρχὴ τῆς διαλέξεως, ἀλλ' εἰ Θεὸς ὁ Χριστὸς, καὶ Θεοῦ Παῖς, εἰ δαίμονες οἱ παρ' ἐκείνοις θεοί. Ἐὰν ταῦτα κατασκευασθῇ, πάντα τὰ ἄλλα ἕπεται· πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, μάταιον περὶ τῆς τελευτῆς διαλέγεσθαι· πρὶν ἢ τὰ πρῶτα στοιχεῖα μαθεῖν, περιττὸν καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι. Ἀπιστεῖ ὁ Ἕλλην τῇ κρίσει, καὶ αὐτὸς τὸ αὐτό σοι πάσχει· ἐπεὶ ἔχει καὶ αὐτὸς πολλοὺς ὑπὲρ τούτων φιλοσοφήσαντας, εἰ καὶ τὸ σῶμα ἀποσχίσαντες τῆς ψυχῆς τοῦτο εἶπον· ἀλλ' ὅμως δικαστήριον ἐκάθισαν. Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως. Ὥστε κἀκεῖνος τοῖς οἰκείοις οὐκ ἀπιστεῖ, οὔτε Ἰουδαῖος ἀμφισβητεῖ περὶ τούτων, οὔτε τις ἁπλῶς ἄνθρωπος. Τί τοίνυν ἀπατῶμεν ἑαυτούς; Ἰδοὺ ταῦτα λέγεις πρὸς ἐμέ· τί πρὸς τὸν Θεὸν ἐρεῖς τὸν πλάσαντα καταμόνας τὰς καρδίας ἡμῶν; τὸν εἰδότα τὰ ἐν τῇ διανοίᾳ πάντα; τὸν ζῶντα καὶ ἐνεργοῦντα καὶ τομώτατον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον; Εἰπὲ γάρ μοι μετὰ ἀληθείας· σὺ οὐ καταγινώσκεις σαυτοῦ ἁμαρτάνοντος; ἔστι δέ τις τῶν ἐν ἀνθρώποις, ὃς ἑαυτῷ οὐ μέμφεται ῥᾳθυμοῦντι; Καὶ πῶς ἂν ἀπὸ ταὐτομάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν ἁμαρτάνοντα καταγινώσκειν ἑαυτοῦ; τοῦτο γὰρ μεγάλης σοφίας ἐστί. Σὺ σαυτοῦ καταγινώσκεις· ὁ δὲ τὴν τοιαύτην σοι διδοὺς διάνοιαν πάντα ἁπλῶς ἀφήσει φέρεσθαι; Κανὼν οὖν οὗτος ἔσται καθολικὸς, καὶ ὅρος· οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός· οὐδεὶς τῶν ἐν κακίᾳ ἀναστρεφομένων πολλῇ, πλὴν ὀλίγων, παραδέχεται τὸν τῆς ἀναστάσεως λόγον. Καὶ τοῦτό φησιν ὁ Ψαλμῳδός· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. ∆ιὰ τί; Ὅτι βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· Φάγωμεν γὰρ, φησὶν, καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ὁρᾷς ὅτι ταπεινῶν ἐστι ταῦτα λέγειν; Ἀπὸ τοῦ τρώγειν καὶ πίνειν ταῦτα τὰ ῥήματά ἐστι τὰ ἀνατρεπτικὰ τῆς ἀναστάσεως. Οὐ φέρει γὰρ, οὐ φέρει τὸ ἀπὸ τοῦ συνειδότος κριτήριον ἡ ψυχή· καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώσεται, οὕτω φονεύει· ἐπεὶ, τοῦ συνειδότος αὐτὸν κρί νοντος, οὐκ ἂν ταχέως ἦλθεν ἐπὶ τὸ τόλμημα. Καὶ οἶδεν οὖν, καὶ ἀγνοεῖν προσποιεῖται, ἵνα μὴ βασανίζηται τῷ συνειδότι καὶ τῷ φόβῳ· ἦ γὰρ ἂν, ἀσθενέστερος γέγονε πρὸς τὸν φόνον. Οὕτω δὴ καὶ οἱ ἁμαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁμαρτάνειν κακὸν, καὶ καθ' ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούμενοι, οὐ θέλουσιν εἰδέναι, καίτοι τοῦ συνειδότος αὐτῶν
ἐπιλαμβανομένου. Ἀλλὰ μὴ ἐκείνοις προσέχωμεν· ἔσται γὰρ, ἔσται πάντως κρίσις καὶ ἀνάστασις, καὶ οὐκ ἀφήσει εἰκῆ τοσαῦτα ἔργα ὁ Θεός. ∆ιὸ, παρακαλῶ, τῆς κακίας ἀποσχόμενοι, τῆς ἀρετῆς ἐχώμεθα, ἵνα τὸν ἀληθῆ λόγον παραδεξώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καίτοι τί εὐκολώτερον, τὸν περὶ ἀναστάσεως δέξασθαι λόγον, ἢ τὸν περὶ [τῆς] εἱμαρμένης; Ἐκεῖνος ἀδικίας γέμει, ἐκεῖνος ἀλογίας, ἐκεῖνος ὠμότητος, ἐκεῖνος ἀπανθρωπίας· οὗτος δικαιοσύνης, τοῦ κατ' ἀξίαν ἀπονεμητικός· καὶ ὅμως αὐτὸν οὐ παραδέχονται. Τὸ δὲ αἴτιον ἡ ἀργία· ἐπεὶ οὐδεὶς νοῦν ἔχων, ἐκεῖνον δέχεται. Καὶ γὰρ καὶ ἐν Ἕλλησιν οἳ τὴν ἡδονὴν ὁριζόμενοι, τέλος εἶναί φασιν, ἐκεῖνοι αὐτὸν ἐδέξαντο· οἱ δὲ τὴν ἀρετὴν ἀγαπήσαντες, οὐκέτι, ἀλλ' ἐξέβαλον ὡς ἄλογον. Εἰ δὲ ἐν Ἕλλησι τοῦτο, πολλῷ μᾶλλον καὶ ἐν τῷ περὶ τῆς ἀναστάσεως λόγῳ οὕτω. Θέα δέ μοι πῶς δύο ἐναντία κατεσκεύασεν ὁ διάβολος· ἵνα γὰρ ἀμελῶμεν ἀρετῆς, καὶ ἵνα θεραπεύωμεν δαίμονας, τὴν ἀνάγκην εἰσήγαγεν, καὶ δι' ἑκατέρων ἀμφότερα ἔπεισε. Τίνα οὖν δυνήσεται λόγον δοῦναι ὁ διαπιστῶν πράγματι οὕτω θαυμαστῷ, καὶ τοῖς ἐκεῖνα ληροῦσι πειθόμενος; Μὴ τοίνυν μηδὲ αὕτη σε ἡ παραμυθία τρεφέτω, ὡς τεύξῃ συγγνώμης· ἀλλὰ συστρέψαντες ἑαυτοὺς, διεγείρωμεν πρὸς ἀρετὴν, καὶ ζήσωμεν ἀληθῶς τῷ Θεῷ, ἐν Χριστῷ, καὶ τὰ ἑξῆς.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου