ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας

Κυριακή 23 Οκτωβρίου 2016

Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας



Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξη σιν τοῦ Θεοῦ.

αʹ. Πρῶτον αἰνιγματωδῶς εἰπὼν, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν  κατὰ τὴν  παράδοσιν τῶν  ἀνθρώπων,  καὶ πάλιν  ἀνωτέρω,  Τοῦτο δὲ λέγω,  ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως  τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον  ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω  ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει  ἑορτῆς  ἣ  νεομηνίας   ἢ  σαββάτων.  Ὁρᾷς  πῶς   αὐτὰ  καθαιρεῖ;  Εἰ  τοιούτων τετυχήκατε,  φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους  ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει  λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον  τὰ πρότερα. Ἢ νουμηνίας  ἢ σαββάτων. Οὐκ  εἶπε,  Μὴ  τοίνυν   φυλάττετε,   ἀλλὰ,   Μή  τις  ὑμᾶς  κρινέτω.   Ἔδειξεν  αὐτοὺςπαραβαίνοντας  καὶ  λύοντας,  ἐφ' ἑτέρους  δὲ τὸ  ἔγκλημα  ἤνεγκε.


 Μὴ ἀνέχεσθε  τῶν κρινόντων,  φησίν. Ἀλλ' οὐδὲ τοῦτο· ἀλλ' ἐκείνοις διαλέγεται  μόνον, οὐχὶ ἐπιστομίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε  ἀνακρίνειν.  Ἀλλ' οὐκ ἂν τούτων  καθήψατο.  Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν,  Ἐν σκηνοπηγίαις  καὶ ἀζύμοις καὶ πεντηκοστῇ· ἀλλ', Ἐν μέρει ἑορτῆς· οὐ γὰρ ἐτόλμων  τὸ πᾶν φυλάττειν·  καὶ εἰ ἐφύλαττον,  οὐχ ὥστε ἑορτάζειν. Ἐν μέρει, φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ' οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν  μελλόντων· τῆς Καινῆς, φησὶ, ∆ιαθήκης. Τὸ δὲ σῶμα Χριστοῦ. Οἱ μὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶμα, Χριστοῦ· ἡ δὲ ἀλήθεια  ἐπὶ Χριστοῦ γέγονεν· οἱ δὲ, Τὸ σῶμα Χριστοῦ μηδεὶς ὑμᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ' ἑτέρῳ μὲν ἡ νίκη ᾖ, παρ' ἑτέρῳ δὲ τὸ βραβεῖον, ὅταν  ἐπηρεάζῃ  νικήσας.  Ἄνωθεν  ἕστηκας τοῦ  διαβόλου  καὶ  τῆς  ἁμαρτίας·  τί  πάλιν ὑπάγεις σαυτὸν . τῇ ἁμαρτίᾳ; ∆ιὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης  ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων  ἔλεγεν.  Ὅτε τοίνυν  αὐτοὺς ἐνέπλησε θυμοῦ διὰ τοῦ εἰπεῖν,  Καταβραβευέτω, τότε  ἄρχεται· Θέλων,  φησὶν,  ἐν  ταπεινοφροσύνῃ  καὶ  θρησκείᾳ τῶν  ἀγγέλων,  ἃ μὴ ἑώρακεν  ἐμβατεύων,  εἰκῆ  φυσιούμενος  ὑπὸ  τοῦ  νοὸς  τῆς  σαρκὸς αὑτοῦ.  Πῶς, Ἐν ταπεινοφροσύνῃ; ἢ πῶς, Φυσιούμενος; ∆είκνυσι κενοδοξίας ὂν τὸ πᾶν. Τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; Ἦσάν τινες οἱ λέγοντες· Οὐ δεῖ ἡμᾶς διὰ τοῦ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων· ἐκεῖνο γὰρ μεῖζόν ἐστιν, ἢ καθ' ἡμᾶς. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ   ὑπὲρ   τοῦ   Χριστοῦ  λεχθέντα    αὐτῷ,   ∆ιὰ   τοῦ   αἵματος   τοῦ   σταυροῦ   αὐτοῦ κατηλλάγημεν, Ὅτι ὑπὲρ ἡμῶν  ἔπαθεν,  Ὅτι ἠγάπησεν  ἡμᾶς. Καὶ ἐν  αὐτῷ  δὲ τούτῳ ἐπείροντο πάλιν. Καὶ οὐκ εἶπε προσαγωγὴν, ἀλλὰ θρησκείαν. Ἃ μὴ ἑώρακεν ἐμβατεύων. Οὐ γὰρ εἶδεν ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών. ∆ιὰ τοῦτό φησι, Φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ εἰκῆ. Οὐδὲ γὰρ ἐπί τινι  ἀληθεῖ  πράγματι, ἐπὶ τῷ δόγματι πεφύσηται. Καὶ προβάλλεται  ταπεινοφροσύνης  σχῆμα· ὡσεὶ ἔλεγε· Σαρκικῆς διανοίας, οὐ πνευματικῆς, ἀνθρώπινος  ὁ λογισμός. Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, φησὶν, ἐξ οὗ πᾶν τὸ σῶμα. Τουτέστιν, ἐκεῖθεν ἔχει τὸ εἶναι, καὶ τὸ καλῶς εἶναι. Τί τοίνυν  τὴν κεφαλὴν ἀφεὶς, ἔχῃ τῶν μελῶν; ἐὰν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας. Ἐξ οὗ πᾶν τὸ σῶμα. Ὅστις ἂν ᾖ, φησὶν, οὐ τὸ ζῇν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. Πᾶσα ἡ Ἐκκλησία, ἕως ἂν ἔχῃ τὴν κεφαλὴν, αὔξει· ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ  εὕρεμα.  Ἰδοὺ  τὸ,  Ἐξ οὗ,  ἐπὶ  τοῦ  Υἱοῦ. ∆ιὰ  τῶν  ἁφῶν  καὶ  συνδέσμων,  φησὶν, ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον,  αὔξει τὴν  αὔξησιν τοῦ Θεοῦ· τὴν  κατὰ Θεὸν, φησὶ, τὴν ἀπὸ τῆς πολιτείας  τῆς ἀρίστης. Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ. Μέσον ἐκεῖνο τίθησι, καὶ τὸ σφοδρότερον ἑκατέρωθεν. Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν τοῦ κόσμου στοιχείων,  φησὶ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν. Πῶς ὡς ζῶντες  ὑπόκεισθε τοῖς στοιχείοις· Ἀλλὰ τοῦτο ἀφεὶς, τί φησι; Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς· ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα  καὶ διδασκαλίας τῶν ἀνθρώπων.  βʹ. Οὐκ ἔστε ἐν τῷ κόσμῳ, φησί· καὶ πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσι; Καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ, Μὴ θίγῃς, μὴ ἅψῃ, μὴ γεύσῃ, ὡς μεγάλων  τινῶν  ἀπεχομένους.  Ἅ ἐστι πάντα  εἰς φθορὰν  τῇ ἀποχρήσει. Καθεῖλε τῶν πολλῶν   τὴν   φυσίωσιν,   καὶ  ἐπήγαγε·   Κατὰ  τὰ  ἐντάλματα   καὶ  διδασκαλίας   τῶν ἀνθρώπων.  Τί λέγεις; κἂν τὸν νόμον  εἴπῃς, λοιπὸν  διδασκαλία ἐστὶν ἀνθρώπου  μετὰ τὸν καιρόν. Ἢ ὅτι παρεποίουν αὐτὸν οὕτως εἶπεν, ἢ τὰ τῶν Ἑλλήνων αἰνίττεται. Ὅλον ἀνθρώπινον  τὸ   δόγμα   ἐστὶ,   φησίν.   Ἅτινά   ἐστι   λόγον   μὲν   ἔχοντα   σοφίας   ἐν ἐθελοθρησκείᾳ  καὶ  ταπεινοφροσύνῃ   καὶ  ἀφειδίᾳ  σώματος,  οὐκ  ἐν  τιμῇ  τινι  πρὸς πλησμονὴν τῆς σαρκός. Λόγον, φησὶν, οὐ δύναμιν· ἄρα οὐκ ἀλήθειαν. Ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. ∆οκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος καταφρονεῖν·  οὐκ ἔστι δέ. Οὐκ ἐν τιμῇ τινι  πρὸς πλησμονὴν  τῆς σαρκός. Ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται. Οὕτως, ὅταν δόγμα ᾖ, οἶδεν αὐτὸ τιμὴν καλεῖν. Ἀτιμάζουσι τὴν σάρκα, φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενοι,  οὐχ ἑκόντος κρατεῖν συγχωροῦντες· ὁ Θεὸς τὴν σάρκα ἐτίμησεν. Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ. Συνάγει αὐτοὺς λοιπὸν  ἄνω κατασκευάσας ὅτι ἀπέθανε. ∆ιὰ τοῦτό   φησιν,  Εἰ  οὖν  συνηγέρθητε   τῷ  Χριστῷ,  τὰ  ἄνω   ζητεῖτε.  Οὐκ  ἔστιν  ἐκεῖ παρατήρησις. Τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Βαβαί! ποῦ τὸν νοῦν ἀνήγαγε τὸν ἡμέτερον; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσε μεγάλου; Οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ, οὗ ὁ Χριστός ἐστιν, ἀλλὰ προστίθησιν, Ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Ἐκεῖθεν λοιπὸν οὐ τὴν γῆν ὁρᾷν παρεσκεύαζε. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκ ἔστιν  αὕτη,  φησὶν,  ἡ  ζωὴ  ὑμῶν·  ἡ  ὑμετέρα  ζωὴ  ἑτέρα  τίς  ἐστιν.  Ἤδη  βιάζεται μεταστῆσαι  αὐτοὺς,  καὶ  φιλονεικεῖ   δεῖξαι  καθημένους  ἄνω,  καὶ  νεκροὺς  ὄντας,  ἐξ ἑκατέρων  κατασκευάζων  μὴ ζητεῖν  τὰ ἐνταῦθα.  Εἴτε γὰρ νεκροί  ἐστε, οὐκ ὀφείλετε ζητεῖν· εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν. Μὴ φαίνεται  ὁ Χριστός; οὐκοῦν οὐδὲ ἡ ζωὴ ὑμῶν. Ἐν τῷ Θεῷ ἄνω ἐστί. Τί οὖν; πότε ζησόμεθα; Ὅταν ὁ Χριστὸς φανερωθῇ,  ἡ ζωὴ ὑμῶν,  τότε τὴν  δόξαν ζητεῖτε,  τότε τὴν  ζωὴν,  τότε τὴν  τρυφήν.  Ταῦτα προκατασκευαστικὰ τοῦ τῆς τρυφῆς αὐτοὺς ἀπαγαγεῖν  καὶ τῆς ἀνέσεως. Τοιοῦτον ἔθος αὐτῷ  ἄλλα  κατασκευάζοντι  εἰς  ἄλλα  μεταπηδᾷν·  οἷον,  ὥσπερ  περὶ  τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν. Μέγα γὰρ ἔχει ἔλεγχος, ὅταν ἀνυπόπτως  γένηται. Κέκρυπται, φησὶν, ἀφ' ὑμῶν.  Τότε καὶ  ὑμεῖς  σὺν αὐτῷ  φανερωθήσεσθε.  Ὥστε νῦν  οὐ φαίνεσθε.  Ὅρα πῶς αὐτοὺς εἰς αὐτὸν  τὸν οὐρανὸν  μετέστησεν. Ὅπερ γὰρ ἔφην,  ἀεὶ φιλονεικεῖ  δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός·  καὶ διὰ πασῶν αὐτοῦ τῶν ἐπιστολῶν  οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτῷ δεῖξαι. ∆ιὰ τοῦτο καὶ κεφαλὴν, καὶ σῶμα λέγει, καὶ πάντα  ποιεῖ,  ἵνα  τοῦτο  παραστήσῃ. Εἰ τοίνυν  τότε  φανερούμεθα,  μὴ ἀλγῶμεν,  ὅταν τιμῆς  μὴ ἀπολαύωμεν· εἰ μή ἐστιν αὕτη ἡ ζωὴ ζωὴ, ἀλλὰ  κέκρυπται,  ὡς νεκροὶ ζῇν ὀφείλομεν ταύτην τὴν ζωήν. Τότε καὶ ὑμεῖς, φησὶ, σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. – Ἐν δόξῃ, εἶπεν, οὐχ ἁπλῶς· ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἂν ᾖ ἐν τῷ ὀστρέῳ. Ἄν τε οὖν ὑβριζώμεθα, μὴ ἀλγῶμεν,  ἄν τε ὁτιοῦν πάσχωμεν· οὐ γάρ ἐστιν ἡμῶν ζωὴ αὕτη ἡ ζωή· ξένοι γὰρ καὶ παρεπίδημοί  ἐσμεν. Ἀπεθάνετε  γὰρ, φησί. Τίς ἐστιν οὕτως ἀνόητος, ὡς τῷ νεκρῷ σώματι τῷ ταφέντι  ἢ οἰκέτας ἀγοράζειν, ἢ οἰκίας οἰκοδομεῖν, ἢ ἱμάτια κατασκευάζειν πολυτελῆ;  Οὐδείς. Μὴ τοίνυν  μηδὲ ἡμεῖς· ἀλλ' ὥσπερ ἓν μόνον ζητοῦμεν, ὥστε μὴ γεγυμνῶσθαι, οὕτω καὶ ἐνταῦθα ἓν μόνον ζητῶμεν. Ἐτάφη ἡμῶν ὁ πρῶτος ἄνθρωπος· ἐτάφη οὐκ ἐν γῇ, ἀλλ' ἐν ὕδατι, οὐ τοῦ θανάτου αὐτὸν καταλύοντος, ἀλλὰ τοῦ τὸν θάνατον  καταλύσαντος  θάψαντος  αὐτὸν οὐ φύσεως νόμῳ, ἀλλὰ τῷ τῆς φύσεως ἰσχυροτέρῳ προστάγματι τῆς δεσποτείας. Τὰ μὲν γὰρ ὑπὸ φύσεως γενόμενα κἂν ἀναλύσειέ τις, τὰ δὲ ὑπὸ τοῦ προστάγματος αὐτοῦ, οὐκέτι. Οὐδὲν ταύτης μακαριώτερον τῆς  ταφῆς,  ἐφ' ᾗ  πάντες  χαίρουσι,  καὶ  ἄγγελοι  καὶ  ἄνθρωποι  καὶ  ὁ  τῶν  ἀγγέλων
∆εσπότης· ταύτῃ τῇ ταφῇ οὐχ ἱματίων, οὐ λάρνακος, οὐκ ἄλλου τῶν τοιούτων  οὐδενὸς χρεία.  Βούλει τὸ σύμβολον  ἰδεῖν;  ∆είξω  σοι κολυμβήθραν,  ἐν  ᾗ ὁ μὲν  ἐτάφη,  ὁ δὲ  ἀνέστη· ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κατεποντίσθησαν Αἰγύπτιοι, ἀνῆλθον δὲ Ἰσραηλῖται· καὶ τὸ αὐτὸ πρᾶγμα τὸν μὲν θάπτει, τὸν δὲ γεννᾷ.γʹ. Μὴ θαυμάσῃς, εἰ γένεσις καὶ φθορὰ γίνεται  ἐν τῷ βαπτίσματι· ἐπεὶ, εἰπέ μοι, τὸ λύειν τῷ συγκολλᾷν οὐκ ἐναντίον;  Παντί που δῆλον. Τοῦτο τὸ πῦρ ποιεῖ· κηρὸν μὲν γὰρ διαλύει καὶ ἀπόλλυσι, γῆν δὲ μεταλλικὴν  συγκολλᾷ καὶ χρυσὸν ἐργάζεται. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸν κήρινον  ἀνδριάντα  ἀφανίσασα ἡ τοῦ πυρὸς δύναμις, ἔδειξε χρυσοῦν ἀντ' ἐκείνου· πήλινοι  γὰρ ὄντως  ἦμεν πρὸ τοῦ λουτροῦ, χρυσοῖ δὲ μετὰ τοῦτο. Πόθεν δῆλον;  Ἄκουσον  αὐτοῦ  λέγοντος·  Ὁ πρῶτος  ἄνθρωπος  ἐκ  γῆς  χοϊκὸς,  ὁ  δεύτερος ἄνθρωπος  οὐράνιος ἐξ οὐρανοῦ. Ἐγὼ μὲν ὅσον πηλίνου  πρὸς χρυσὸν τὸ μέσον εἶπον, εὗρον δὲ μείζονα διαφορὰν οὐρανίου καὶ γηΐνου· οὐ τοσοῦτον δὲ πηλίνου καὶ χρυσοῦ τὸ μέσον, ὅσον τῶν γηίνων  καὶ τῶν οὐρανίων.  Κήρινοι ἦμεν, καὶ πήλινοι·  καὶ γὰρ ἡ τῆς ἐπιθυμίας  ἡμᾶς ἔτηξε  φλὸξ  πολλῷ  μᾶλλον  ἢ τὸν  κηρὸν  τὸ πῦρ· καὶ ὁ τυχὼν  ἡμᾶς συνέκλα πειρασμὸς πολλῷ  μᾶλλον  ἢ τοὺς πηλίνους  ὁ λίθος. Καὶ, εἰ βούλεσθε, ὑπογράψωμεν τὸν πρότερον βίον, εἰ μὴ πάντα ἦν γῆ καὶ ὕδωρ, καὶ τὸ εὐρίπιστον ἔχοντα καὶ τὸν κονιορτὸν καὶ τὸ ἄστατον καὶ διαῤῥέον. Καὶ, εἰ βούλεσθε, μὴ τὰ πρότερα, ἀλλὰ τὰ παρόντα ἐξετάσωμεν, εἰ μὴ κονιορτὸν καὶ ὕδωρ εὑρήσομεν πάντα  τὰ ὄντα. Τί γὰρ βούλει εἰπεῖν; τὰς ἀρχὰς καὶ τὰς δυναστείας; τούτου γὰρ οὐδὲν δοκεῖ ζηλωτότερον εἶναι  ἐν  τῷ  παρόντι  βίῳ.  Ἀλλὰ  τὸν  κονιορτὸν  εὕροι  τις  ἂν  μᾶλλον  ἐπὶ  τοῦ  ἀέρος ἱστάμενον,  ἢ ταῦτα, μάλιστα νῦν.  Τίνι γὰρ οὐχ ὑπόκεινται; Τοῖς ἐρῶσιν αὐτῶν,  τοῖς εὐνούχοις, τοῖς τῶν χρημάτων ἕνεκεν ἅπαντα πράττουσι, θυμῷ δήμου, ὀργαῖς τῶν δυνατωτέρων.  Ὁ χθὲς  ἐπὶ  τοῦ  βήματος  ὑψηλὸς,  ὁ κήρυκας  ἔχων  λαμπρᾷ  τῇ  φωνῇ βοῶντας,  καὶ πολλοὺς  τοὺς προτρέχοντας  καὶ σοβοῦντας κατὰ τὴν  ἀγορὰν, σήμερον εὐτελὴς καὶ ταπεινὸς καὶ πάντων ἐκείνων ἔρημος καὶ γυμνὸς, καθάπερ κονιορτὸς ἀναῤῥιπισθεὶς, καθάπερ ῥεῦμα παρελθόν. Καθάπερ δὲ ἡ κόνις ἀπὸ τῶν ποδῶν ἐγείρεται τῶν ἡμετέρων· οὕτω δὴ καὶ αἱ ἀρχαὶ ἀπὸ τούτων τίκτονται τῶν περὶ τὰ χρήματα στρεφομένων,  καὶ ποδῶν  τάξιν ἐχόντων  ἐν παντὶ  τῷ βίῳ· καὶ καθάπερ ἡ κόνις, ὅταν μὲν αἴρηται, πολὺ μέρος κατέχει τοῦ ἀέρος, αὐτὴ δέ ἐστιν ὀλίγη, οὕτω καὶ ἡ ἀρχή· καὶ καθάπερ  ἡ κόνις  τυφλοῖ  τοὺς  ὀφθαλμοὺς,  οὕτω  καὶ τῆς  ἀρχῆς  ὁ τῦφος  πηροῖ  τοὺς ὀφθαλμοὺς  τῆς  διανοίας.  Ἀλλὰ  τί; βούλει  τὸ  πολύευκτον  πρᾶγμα  ἐξετάσωμεν,  τὸν πλοῦτον;  Φέρε  καταμέρος  αὐτὸν   ἐξετάσωμεν.  Ἔχει  τρυφὴν,   ἔχει  τιμὰς,  ἔχει  τὸ δύνασθαι. Πρῶτον οὖν, εἰ βούλει, τὴν τρυφὴν ἐξετάσωμεν, οὐχὶ κονιορτός ἐστι; μᾶλλον δὲ καὶ τούτου ταχύτερον παρατρέχει· μέχρι γὰρ τῆς γλώττης  ἡ ἡδονὴ τῆς τρυφῆς· ὅταν δὲ ἐμπλησθῇ ἡ γαστὴρ, οὐδὲ μέχρι τῆς γλώττης. Ἀλλ' αὐταὶ αἱ τιμαὶ πρᾶγμα ἡδὺ, φησί. Καὶ τί τῆς τιμῆς ἐκείνης  ἀηδέστερον, ὅταν διὰ χρείαν γίνεται  χρημάτων; Ὅταν μὴ ἐκ προαιρέσεως, μηδὲ ἀπὸ προθυμίας τινὸς, οὐ σὺ καρποῦσαι τὴν τιμὴν, ἀλλ' ὁ πλοῦτος. Ὥστε μάλιστα πάντων  ἄτιμον  ποιεῖ τὸν πλουτοῦντα  τοῦτο αὐτό. Εἰπὲ γάρ μοι, εἴ σε φίλον  ἔχοντα πάντες ἐτίμων, ὡμολόγουν  δὲ σὲ μὲν οὐδενὸς ἄξιον εἶναι, ἀναγκάζεσθαι δὲ δι' ἐκεῖνον  τιμᾷν, ἦν ὅπως ἄν σε ἑτέρως ἠτίμασαν; Ὥστε ἀτιμίας αἴτιος ὁ πλοῦτος ἡμῖν, αὐτῶν τῶν κεκτημένων  τιμιώτερος  ὢν, καὶ ἀσθενείας, ἢ δυναστείας τεκμήριον. Πῶς οὖν οὐκ ἄτοπον γῆς καὶ σποδοῦ (τοῦτο γὰρ ὁ χρυσὸς) μὴ νομίζεσθαι ἡμᾶς ἀξίους εἶναι, ἀλλ' ἡμᾶς δι' ἐκεῖνον  τιμᾶσθαι; Εἰκότως· ἀλλ' οὐχ ὁ τοῦ πλούτου καταφρονῶν, οὕτω· κρεῖττον  γὰρ μὴ τιμᾶσθαι ἢ οὕτω τιμᾶσθαι. Εἰπὲ γάρ μοι, εἴ τις εἶπέ σοι, ὅτι Σὲ οὐδεμιᾶς  ἡγοῦμαι  ἄξιον  τιμῆς,  διὰ δὲ τοὺς  οἰκέτας  σου τιμῶ  σε, ἆρα τί  ταύτης  τῆς ἀτιμίας γένοιτο ἂν χεῖρον; Εἰ δὲ τὸ δι' οἰκέτας τιμᾶσθαι αἰσχρὸν τοὺς τῆς αὐτῆς ψυχῆς ἡμῖν κοινωνοῦντας καὶ φύσεως, πολλῷ  μᾶλλον,  διὰ τούτων,  ἅπερ ἐστὶν εὐτελέστερα,
τοίχους λέγω οἰκιῶν  καὶ αὐλὰς καὶ σκεύη χρυσᾶ καὶ ἱμάτια. Γέλως ὄντως καὶ αἰσχύνη ταῦτα· βέλτιον ἀποθανεῖν, ἢ οὕτω τιμηθῆναι. Εἰπὲ γάρ μοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ  τούτῳ εὐτελὴς  καὶ κατάπτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου,  τί ἂν τούτου χεῖρον ἦν; Ὅπερ δὲ περὶ τῆς πόλεως πρὸς ἀλλήλους λέγετε, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. Προσέκρουσέ ποτε τῷ κρατοῦντι ἡ πόλις ἡ ἡμετέρα, καὶ πᾶσαν αὐτὴν ἐκέλευσεν ἄρδην ἀπολέσθαι μετὰ ἀνδρῶν καὶ παίδων καὶ οἰκημάτων. Τοιοῦτοι γὰρ οἱ θυμοὶ οἱ βασιλικοί· τῇ ἐξουσίᾳ ὅσον ἂν θέλωσι, χαρίζονται· το  σοῦτον ἡ ἐξουσία κακόν. Ἦν οὖν ἐν κινδύνοις  τοῖς ἐσχάτοις. Ἡ δὲ γείτων πόλις, αὕτη ἡ ἐπιθαλάσσιος, ἐλθοῦσα παρεκάλεσε τὸν βασιλέα ὑπὲρ ἡμῶν· οἱ δὲ τὴν πόλιν οἰκοῦντες  τὴν ἡμετέραν ἔλεγον τοῦτο χεῖρον εἶναι  τοῦ κατασκαφῆναι  τὴν  πόλιν.  Οὕτω τοῦ ἀτιμασθῆναι  τὸ οὕτω τιμᾶσθαι χεῖρόν ἐστι. Ὅρα γὰρ πόθεν ἔχει τὴν ῥίζαν ἡ τιμή. Μαγείρων χεῖρες ποιοῦσιν ἡμᾶς τιμᾶσθαι, ὥστε ἐκείνοις ὀφείλομεν  χάριν ἔχειν· καὶ συβῶται παρέχοντες πλουσίαν τὴν τράπεζαν, καὶ   ὑφάνται   καὶ   ἔριθοι   καὶ   οἱ   μέταλλα   ἐργαζόμενοι   καὶ   πλακουντοποιοὶ   καὶ τραπεζοποιοί.δʹ. Τοῦ τοίνυν  τούτοις εἰδέναι χάριν τῆς τιμῆς οὐ βέλτιον  τὸ μὴ τιμᾶσθαι; Καὶ χωρὶς δὲ τούτου, ὅτι ἀτιμίας γέμει τὸ πλουτεῖν,  ἐγὼ σαφῶς ἀποδεῖξαι πειράσομαι. Τὴν ψυχὴν αἰσχρὰν ἐργάζεται· τί δὲ τούτου ἀτιμότερον; Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν  τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο  ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου  φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν  (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ  τοσαύτην  δώσειν ἐλευθερίαν,  ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν· ἆρα ἦν ἄν τι τούτου ὠμότερον, εἰπέ μοι; Οὐκοῦν τὸ πλουτεῖν,  ὅταν τὴν ψυχὴν  ταῦτα ἐργάζηται, πῶς ἂν εἴη καλόν; Ἀλλ' ἡ ἐξουσία αὐτῆς τῆς νόσου χαλεπωτέρα· τὸ γὰρ νοσοῦντα μηδὲ νόμοις ἰατρῶν πείθεσθαι, τοῦ νοσεῖν  χαλεπώτερον·  ὅπερ ὁ πλοῦτος  ἔχει,  πανταχόθεν  φλεγμαίνειν ποιῶν  τὴν ψυχὴν,  καὶ τοὺς ἰατροὺς προσιέναι κωλύων.  Ὥστε διὰ τὴν ἐξουσίαν μὴ μακαρίζωμεν τούτους, ἀλλ' ἐλεῶμεν. Οὐδὲ γὰρ ὑδερικὸν ἰδὼν κατακείμενον,  καὶ μηδένα κωλύοντα ἐμφορεῖσθαι  πομάτων,  ὅσωνπερ  ἤθελε,  καὶ  κρεῶν  τῶν  βλαπτόντων,   ἐμακάρισα ἂν αὐτὸν διὰ τὴν ἐξουσίαν. Οὐ γὰρ πανταχοῦ  ἡ ἐξουσία καλὸν, ὥσπερ οὖν οὐδὲ αἱ τιμαί· καὶ γὰρ καὶ αὗται  φρονήματος  πληροῦσι πολλοῦ.  Εἰ δὲ τὸ σῶμα οὐκ ἂν εἴλου  μετὰ πλούτου ταύτην δέξασθαι τὴν νόσον, πῶς τὴν ψυχὴν περιορᾷς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν κόλασιν δεχομένην;  Καὶ γὰρ πυρετοῖς πάντοθεν  φλέγεται  καὶ φλεγμοναῖς, καὶ τὸν πυρετὸν ἐκεῖνον οὐδεὶς σβέσαι δύναται· οὐ γὰρ ἀφίησιν ὁ πλοῦτος, ἅπερ ἐστὶν ἐλαττώματα,   ταῦτα  πείσας  εἶναι  πλεονεκτήματα·   οἷον,  τὸ  μηδενὸς  ἀνέχεσθαι,  καὶ ἐξουσίᾳ πάντα ποιεῖν. Οὐ γὰρ εὑρήσει τις ἄλλην ψυχὴν τοσούτων γέμουσαν ἐπιθυμιῶν καὶ  οὕτως  ἀτόπων,  ὡς  τὰς  τῶν  βουλομένων   πλουτεῖν.  Πόσας γὰρ  ληρωδίας  οὐχ ὑπογράφουσιν  ἑαυτοῖς; Μᾶλλον  τῶν  τοὺς  ἱπποκενταύρους  ἀναπλαττόντων καὶ  τὰς χιμαίρας καὶ τοὺς δρακοντόποδας  καὶ τὰς Σκύλλας καὶ τὰ τέρατα, ἴδοι τις ἂν αὐτοὺς ἀναπλάττοντας. Κἂν θελήσῃς αὐτῶν  μίαν  ἐπιθυμίαν  ἀναπλάσαι,  οὐδὲν  οὔτε σκύλλα οὔτε  χίμαιρα  οὔτε  ἱπποκένταυρος   φανήσονται  πρὸς  τὴν  τερατωδίαν   ἐκείνην,  ἀλλ' εὑρήσεις πάντα ὁμοῦ ἔχουσαν τὰ θηρία. Καὶ τάχα μέ τις οἰήσεται ἐν πλούτῳ γεγενῆσθαι πολλῷ οὕτως ἐπαληθεύοντα  τοῖς γινομένοις. Λέγεταί τις·  πρότερον γὰρ ἀπὸ τῶν παρὰ τοῖς Ἕλλησιν ᾀδομένων  τὸν λόγον πιστώσομαι· λέγεταί τις παρ' αὐτοῖς βασιλεὺςτοσοῦτον ἐνυβρίσαι τῇ τρυφῇ, ὥστε πλάτανον  ποιῆσαι χρυσῆν, καὶ οὐρανὸν  ἄνωθεν, καὶ οὕτω καθίσαι, καὶ ταῦτα ἐπιστρατεύων ἀνθρώποις  πολεμεῖν μεμαθηκόσιν. Ἆρα οὐχ ἱπποκενταύρων αὕτη  ἡ ἐπιθυμία;  ἆρα οὐ Σκύλλης;  Ἕτερος πάλιν  εἰς  βοῦν  ξύλινον ἐνέβαλε  τοὺς  ἀνθρώπους.  Ἆρα οὐ Σκύλλα  τοῦτο; Τέως δὲ τῶν  πρότερον  ἐξ ἀνδρὸς γυναῖκα  ἐποίησε τὸν βασιλέα, τὸν στρατιώτην· ἀπὸ γυναικὸς, τί εἴπω; θηρίον ἄλογον, καὶ ἔτι τούτου  χεῖρον.  Τὰ γὰρ θηρία ὑπὸ δένδρων  ἂν ᾖ, ἀνέχονται  τῆς φύσεως, καὶ πλέον οὐδὲν ἐπιζητοῦσιν· οὗτος δὲ καὶ τῶν θηρίων  τὴν φύσιν ὑπερηκόντισεν.  Ἆρα τί γένοιτ' ἂν τῶν πλουτούντων ἀνοητότερον; Τοῦτο δὲ ἀπὸ τῆς πλεονεξίας τῶν ἐπιθυμιῶν γίνεται.  Ἆρα οὐχὶ  πολλοὶ  θαυμάζουσιν  αὐτόν;  Τοιγάρτοι  τοῦ  γέλωτος  κοινωνοῦσιν αὐτῷ.  Τοῦτο οὐ τὸν  πλοῦτον  ἐδείκνυ,  ἀλλὰ  τὴν  ἄνοιαν.  Πόσῳ τῆς  χρυσῆς ἐκείνης πλατάνου  ἡ τῆς γῆς βελτίων;  τὰ γὰρ κατὰ φύσιν  τῶν  παρὰ φύσιν  ἡδίω. Τί δέ σοι ὁ χρυσοῦς οὐρανὸς ἐβούλετο, ἀνόητε; Ὁρᾷς πῶς μαινομένους  ὁ πλοῦτος  ποιεῖ ὁ πολύς; πῶς φλεγμαίνει;  Οἶμαι αὐτὸν καὶ τὴν θάλατταν  ἀγνοεῖν, καὶ τάχα βαδίζειν βούλεσθαι ἐπ' αὐτῆς. Ἆρα οὐ χίμαιρα ταῦτα; ἆρα οὐχ ἱπποκένταυρος;  Ἀλλ' εἰσὶ καὶ νῦν  τινες  οἳ οὐδὲ ἐκείνου ἀποδέουσιν, ἀλλὰ πολλῷ ἀνοητότεροι τυγχάνουσιν ὄντες. Τί γὰρ, εἰπέ μοι, τῆς χρυσῆς πλατάνου  διαφέρουσι κατὰ ἄνοιαν οἱ κεράμια ποιοῦντες  χρυσᾶ καὶ χύτρας καὶ ἀλάβαστρα; Τί δὲ αἱ γυναῖκες (αἰσχύνομαι μὲν οὖν, πλὴν ἀναγκαῖον εἰπεῖν), ἀμίδας ἀργυρᾶς   ποιοῦσαι;   Ὑμᾶς   αἰσχύνεσθαι   τὰς   ταῦτα   ποιούσας   ἔδει.   Τοῦ   Χριστοῦ λιμώττοντος,  σὺ  οὕτω  τρυφᾷς;  μᾶλλον   δὲ  ἀνοηταίνεις;   ποίαν  αὗται  κόλασιν  οὐ τίσουσιν; Ἔτι οὖν ἐρωτᾷς, διὰ τί λῃσταὶ, διὰ τί ἀνδροφόνοι, διὰ τί τὰ κακὰ, οὕτως ὑμᾶς τοῦ διαβόλου παρασύραντος; Τὸ μὲν γὰρ πινάκια  ἔχειν  ἀργυρᾶ, οὐδὲ τοῦτο μὲν κατὰ φιλόσοφον  ψυχὴν, ἀλλὰ τρυφῆς τὸ πᾶν· τὸ δὲ καὶ σκεύη ἀκάθαρτα ποιεῖν ἐξ ἀργύρου, ἆρα τρυφῆς; ἀλλ' οὐκ ἂν εἴποιμι τρυφῆς, ἀλλ' ἀνοίας· ἀλλ' οὐδὲ τοῦτο, ἀλλὰ μανίας, μᾶλλον δὲ καὶ μανίας χεῖρον.


εʹ. Οἶδα ὅτι πολλοί  με κωμῳδοῦσιν  ἐπὶ τούτῳ,  ἀλλ' οὐκ ἐπιστρέφομαι,  μόνον γενέσθω τι πλέον. Ὄντως ἀνοήτους ποιεῖ τὸ πλουτεῖν καὶ μαινομένους. Εἰ τοσαύτη ἦν ἡ περιουσία, ἐβουλήθησαν ἂν καὶ τὴν γῆν εἶναι χρυσῆν, καὶ τοίχους  χρυσοῦς, τάχα καὶ τὸν οὐρανὸν  καὶ τὸν ἀέρα ἀπὸ χρυσοῦ. Τίς ἡ μανία, τίς ἡ παρανομία; τίς ὁ πυρετός; Ἕτερος τῷ κρυμῷ διαφθείρεται  ὁ κατ' εἰκόνα Θεοῦ, σὺ δὲ τοιαῦτα κατασκευάζεις; Ὢ τοῦ τύφου· τί ἂν πλέον μαινόμενος ἐποίησε; τὰ ἀποπατήματα οὕτω τιμᾷς, ὥστε ἀργύρῳ ὑποδέχεσθαι; Οἶδα ὅτι ναρκᾶτε ἀκούοντες, ἀλλ' αἱ ποιοῦσαι ναρκᾷν ὀφείλουσι, καὶ οἱ τοῖς  τοιούτοις  νοσήμασιν ἄνδρες  ὑπηρετούμενοι! ἀκολασία γάρ ἐστι καὶ ὠμότης  καὶ ἀπανθρωπία   καὶ  θηριωδία  καὶ  ἀσέλγεια  τοῦτο.  Ποία Σκύλλα,  ποία  χίμαιρα,  ποῖος δράκων,  μᾶλλον  δὲ ποῖος δαίμων,  ποῖος διάβολος  ταῦτα ἂν ἐποίησε· Τί τοῦ Χριστοῦ ὄφελος; τί δὲ τῆς πίστεως, ὅταν ἀνθρώπων  ἀνέχηταί  τις Ἑλλήνων,  μᾶλ  λον δὲ οὐχ Ἑλλήνων, ἀλλὰ δαιμόνων; Εἰ χρυσῷ καὶ μαργαρίταις τὴν κεφαλὴν κοσμεῖν οὐ δεῖ, ὁ τῷ ἀργύρῳ εἰς ἀκάθαρτον οὕτως ὑπηρεσίαν κεχρημένος, ποίας συγγνώμης  τεύξεται; οὐκ ἀρκεῖ τὰ λοιπὰ, καίτοι γε οὐδὲ ἐκεῖνα ἀνεκτὰ, καθέδραι καὶ ὑποπόδια ἐξ ἀργύρου πάντα;  καίτοι  καὶ  ταῦτα  ἀνοίας.  Ἀλλὰ  πανταχοῦ  ὁ  τῦφος  ὁ  περισσὸς, πανταχοῦ  ἡ κενοδοξία· οὐδαμοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν. Ἐγὼ δέδοικα μὴ ὑπὸ τῆς μανίας  ταύτης  προβαῖνον  τὸ γυναικεῖον  γένος  τεράτων  ἀναλάβῃ  μορφήν·  εἰκὸς γὰρ αὐτὰς ἐπιθυμῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς. Ἢ ὁμολογήσατε ὅτι οὐκ ἐπάθετέ τι πρὸς τὸ λεχθὲν καὶ διανέστητε καὶ εἰς ἐπιθυμίαν ἐνεπέσετε, καὶ εἰ μή γε ἡ αἰσχύνη κατεῖχεν, οὐκ ἂν παρῃτήσασθε. Εἰ γὰρ καὶ τὰ τούτων  ἀτοπώτερα τολμᾶτε, πολλῷ μᾶλλον καὶ τρίχας ἔχειν οἶμαι ταύτας ἐπιθυμῆσαι χρυσᾶς, καὶ τὰ χείλη, καὶ τὰς ὀφρῦς, καὶ πάντα χρυσὸνκατατηκούσας  οὕτω περιχρίειν.  Εἰ δὲ ἀπιστεῖτε καὶ νομίζετε  γελῶντά  με λέγειν,  ἐγὼ διηγήσομαι ὅπερ ἤκουσα, μᾶλλον δὲ καὶ ἔστι νῦν. Ὁ τῶν Περσῶν βασιλεὺς χρυσοῦν ἔχει τὸ γένειον,  τῶν  περὶ ταῦτα δεινῶν,  καθάπερ τῇ κρόκῃ, οὕτω καὶ ταῖς ἐκείνου  θριξὶν ἐνελισσόντων  τὰ πέταλα τοῦ χρυσοῦ· καὶ ἀνάκειται  καθάπερ τέρας. ∆όξα σοι, Χριστὲ, πόσων ἐνέπλησας ἀγαθῶν ἡμᾶς, πῶς ἡμᾶς ὑγιαίνειν  παρεσκεύασας; πόσης τερατωδίας, πόσης ἀλογίας  ἡμᾶς ἀπήλλαξας;  Ἰδοὺ προλέγω·  οὐκέτι  παραινῶ,  ἀλλ' ἐπιτάττω  καὶ παραγγέλλω·  ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλόμενος ἀπειθείτω· ὅτι ἂν ἐπιμένητε ταῦτα ποιοῦσαι, οὐκ ἀνέξομαι οὐδὲ δέξομαι ὑμᾶς οὐδὲ ἀφήσω τῶν  οὐδῶν  ὑπερβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νοσούντων; τί δὲ, εἰ παιδοτριβῶν ὑμᾶς οὐ κωλύω τὰ μὴ περιττά; Καίτοι γε ὁ Παῦλος ἐκώλυσε, καὶ χρυσὸν καὶ μαργαρίτας. Γελώμεθα παρὰ τῶν Ἑλλήνων,  μῦθος εἶναι δοκεῖ τὰ ἡμέτερα. Καὶ τοῖς ἀνδράσι παραινῶ  ταῦτα· εἰς διδασκαλεῖον  παραγίνῃ,  παιδευόμενος  φιλοσοφίαν  πνευματικήν; περίελε  τὸν  τῦφον ἐκεῖνον.  Τοῦτο καὶ  ἀνδράσι παραινῶ  καὶ γυναιξί·  κἂν  ἑτέρως  τις  ποιῇ,  λοιπὸν  οὐκ ἀνέχομαι. ∆ώδεκα ἦσαν οἱ μαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ  ὑμεῖς  θέλετε  ὑπάγειν;  Ἂν  γὰρ  διόλου  κολακεύωμεν,  πότε  ἀνακτησόμεθα; πότε ὠφελήσομεν; Ἀλλ' εἰσὶ, φησὶν, αἱρέσεις ἕτεραι, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι; μυρίους  δραπέτας  ἔχειν  καὶ κλέπτας  οἰκέτας,  ἢ ἕνα  εὔνουν;  Ἰδοὺ  παραινῶ  καὶ παρεγγυῶ καὶ τὸν καλλωπισμὸν τὸν περὶ τὴν ὄψιν, καὶ τὰ σκεύη τὰ τοιαῦτα συντρίβειν, καὶ πένησι διδόναι, καὶ μὴ οὕτω μεμηνέναι. Ὁ βουλόμενος ἀποπηδάτω, ὁ βουλόμενος ἐγκαλείτω· οὐκ ἀνέχομαι οὐδενός. Ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν ὑμεῖς ἑστήκατε, καὶ ἡ παρ' ὑμῶν χάρις εἰς οὐδὲν, ἐμοῦ τὰς εὐθύνας παρέχοντος. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶν, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵρεσιν· ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; μέχρι πότε; ἅπαξ, καὶ δὶς, καὶ τρὶς, μὴ διαπαντός.    Ἰδοὺ  παρεγγυῶ   πάλιν,   καὶ  διαμαρτύρομαι   κατὰ  τὸν  μακάριον Παῦλον, ὅτι ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι· ὅταν δὲ κατορθώσητε, τότε εἴσεσθε ὅσον τὸ κέρδος, ὅση ἡ ὠφέλεια.  Ναὶ, παρακαλῶ  καὶ ἀντιβολῶ,  καὶ τῶν  γονάτων  οὐκ ἂν παραιτησαίμην ἅψασθαι, καὶ ἱκετηρίαν θεῖναι ὑπὲρ τούτου. Τίς ἡ βλακεία; τίς ἡ τρυφή; τίς ἡ ὕβρις; οὐ τρυφὴ τοῦτο, ἀλλ' ὕβρις. Τίς ἡ ἄνοια; τίς ἡ μανία; Πένητες τοσοῦτοι τὴν ἐκκλησίαν  περιεστήκασι, καὶ τέκνα  ἔχουσα τοσαῦτα ἡ Ἐκκλησία, οὕτω  πλουτοῦντα, οὐδενὶ  πένητι  ἐπαμῦναι  δύναται·  ἀλλ'  ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει·  ὁ μὲν  καὶ ἐν ἀργύρῳ  ἀποπατεῖ,  ὁ δὲ οὐδὲ ἄρτου μετέχει.  Τίς ἡ μανία;  τίς ἡ θηριωδία  ἡ τοσαύτη; Γένοιτο  μὴ  ἐλθεῖν   ἡμᾶς  εἰς  τὴν  πεῖραν  τοῦ  ἐπεξελθεῖν   τοῖς  ἀπειθοῦσι,  μηδὲ  εἰς ἀγανάκτησιν   τοῦ  ταῦτα   ἐπιτρέψαι,   ἀλλ'  ἑκόντας   καὶ  ἀνεχομένους   ταῦτα   πάντα περιστεῖλαι· ἵνα εἰς δόξαν τοῦ Θεοῦ ζήσωμεν, καὶ τῆς ἐκεῖ κολάσεως ἀπαλλαγῶμεν,  καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |