ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 24.Είς τήν ρήσιν : Εχοντες δὲ τὸ αὐτὸ Πνεύμα τής πίστεως, κατὰ τὸ γεγραμμένον·

Δευτέρα 13 Ιουνίου 2016

24.Είς τήν ρήσιν : Εχοντες δὲ τὸ αὐτὸ Πνεύμα τής πίστεως, κατὰ τὸ γεγραμμένον·



patrologia
Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
24.Πάλιν εις την αυτην ρησιν "Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης  μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύτης ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ  αὐτῇ  ταύτῃ  πάλιν  ἐνδιατρίψαι   σπουδάζομεν·  ποιοῦμεν  δὲ  τοῦτο  ἐπίτηδες  πρὸς ὠφέλειαν  τῆς ὑμετέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν  τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα  καὶ  πολύνουν  ἐμαυτὸν  ἀποφήνω,  ἀλλ'  ἵνα  καὶ  τὴν  Παύλου σοφίαν  ὑμῖν  ἐκκαλύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου  συνέσεως φαίνεται  μειζόνως,  ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν   τίκτῃ   ποταμοὺς   νοημάτων·  ὑμεῖς   τε  μαθόντες,   ὅτι   καὶ   ἀπὸ  μιᾶς   λέξεως ἀποστολικῆς  ἄφατον  ἔστι καρπώσασθαι φιλοσοφίας  πλοῦτον,  οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς   ἁπλῶς,   ἀλλὰ   προαχθήσεσθε,   ταῖς   ἐλπίσι   ταύταις   τρεφόμενοι,    τῶν ἐγκειμένων  ῥήσεων ἑκάστην μετὰ πολλῆς  περιεργάζεσθαι  τῆς σπουδῆς. Εἰ γὰρ μία  λέξις   τριῶν   ἡμερῶν   διάλεξιν   ἡμῖν   ἔτεκε,  πόσον  ἡμῖν   ἀναβλύσει   θησαυρὸν ὁλόκληρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοίνυν  ἀποκάμωμεν,  ἕως ἂν τὸ πᾶν  ἀποτρυγήσωμεν.   Εἰ  γὰρ  οἱ  μέταλλα   διορύττοντες   χρυσίου,  ὅσον  ἂν  ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται  χρυσίον· πολλῷ μᾶλλον  ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων  λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν,  οὐκ αἰσθητὸν, ἀλλὰ πνευματικόν·  οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα.Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύλου τοῦ Πνεύματός εἰσι μέταλλα  καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς  τιμιώτερον  ἡμῖν παρέχουσι πλοῦτον·  πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ' ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ' ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦλος ἐγένετο, πεντακόσια λοιπὸν  ἔτη παρῆλθε· καὶ τοῦτον  ἅπαντα τὸν χρόνον  πολλοὶ  μὲν συγγραφεῖς, πολλοὶ  δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις  ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον  οὐκ ἐκένωσαν  πλοῦτον.  Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται  τῇ τῶν  ὀρυττόντων  πολυχειρίᾳ,  ἀλλ' αὔξεται καὶ πλεονάζει.  Καὶ τί λέγω  τοὺς ἔμπροσθεν; Πόσοι μεθ' ἡμᾶς ἐροῦσι καὶ μετ' ἐκείνους  ἕτεροι πάλιν,  καὶ οὐ παύσεται πηγάζων  ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει  ταύτῃ τὰ μέταλλα; πνευματικὰ  γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα.



βʹ. Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν  τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον  τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται  τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ ∆αυῒδ κινῆσαν γλῶτταν   τὴν  λέγουσαν,  Ἐπίστευσα, διὸ  ἐλάλησα,  καὶ  εἰς  τὴν  τοῦ  Παύλου  ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν  καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι  τὴν συμφωνίαν.  Ἀλλ' ἵνα μὴ πάλιν  τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν  ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι' ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχόμεθα ἑτέραν αἰτίαν  ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ  γὰρ  τὸ  νόημα  τοῦτό  ἐστιν,    μέλλω  λέγειν  πρὸς  τὴν  ὑμετέραν  ἀγάπην,  καὶ  διορατικῆς δεόμενον διανοίας, καὶ ὀξυτάτης ψυχῆς· διὸ παρακαλῶ μετὰ ἀκριβείας παρακολουθεῖν  τοῖς ῥηθήσεσθαι μέλλουσιν. Εἰ γὰρ ἡμέτερος ὁ πόνος, ἀλλ' ὑμέτερον τὸ κέρδος, μᾶλλον  δὲ οὐδὲ ἡμέτερος ὁ πόνος ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ δωρεά· ὅταν δὲ ἀποκαλύψῃ, οὔτε ὁ λέγων, οὔτε οἱ ἀκούοντες κάμνουσι· πολλὴ γὰρ τῆς ἀποκαλύψεως ἡ εὐκολία. Πρόσχωμεν τοίνυν μετὰ ἀκριβείας· κἂν γὰρ τοῖς πλείοσι παρακολουθήσητε, περὶ δὲ βραχὺ μέρος ἀπονυστάξητε, τὸ πᾶν ἀγνοήσετε τοῦ κάλλους, διακοπείσης τῆς ἀκολουθίας λοιπόν. Καὶ καθάπερ οἱ τὰς ὁδοὺς ἀγνοοῦντες  καὶ ἑτέρων δεόμενοι τῶν ὁδηγούντων, κἂν πολὺ προέλθωσιν ἀκολουθοῦντες αὐτοῖς, μικρὸν δὲ ἀποῤῥᾳθυμήσαντες ἀπολέσωσι τὸν ἡγούμενον, οὐδὲν αὐτοῖς ὄφελος ἔσται τῆς προτέρας ἀκολουθήσεως,  ἀλλ' ἵστανται  λοιπὸν,  οὐκ εἰδότες  ὅπου προέλθωσιν·  οὕτω καὶ οἱ τῷ λέγοντι  παρακολουθοῦντες,  ἐὰν  παρὰ  πᾶσαν  τὴν  διδασκαλίαν  προσέχοντες μικρὸν ῥᾳθυμήσωσιν, ἅπασαν τὴν ἀκολουθίαν  ῥίψαντες, οὐκ ἔτι λοιπὸν  ἐπιστῆναι τῷ τέλει τῶν νοημάτων δυνήσονται.      Ἵν'   οὖν   μὴ   τοῦτο   πάθητε,   διὰ   πάντων    τῶν μελλόντων ῥηθήσεσθαι τὴν  ἴσην  μοι  παρέχετε  σπουδὴν,  ἕως  ἂν  εἰς  αὐτὸ  τὸ  τέλος ἔλθωμεν.


γʹ. Τίνος  οὖν  ἕνεκεν  εἴρηκεν,  Ἔχοντες  δὲ τὸ αὐτὸ  Πνεῦμα τῆς  πίστεως,  καὶ σπουδάζει δεῖξαι  καὶ  ἐν  τῇ  Παλαιᾷ καὶ  ἐν  τῇ  Καινῇ πίστιν  οὖσαν  τὴν  μητέρα  τῶν ἀγαθῶν,  μικρὸν  ἄνωθεν  ἀναγκαῖον  εἰπεῖν· οὕτω  γὰρ ἔσται κατάδηλος  ἡμῖν  ἡ αἰτία μᾶλλον. Τίς οὖν ἐστιν ἡ αἰτία; Πολὺς πόλεμος περιειστήκει τοὺς πιστοὺς, ἡνίκα ταῦτα ἐλέγετο,  πόλεμος  χαλεπὸς  καὶ ἀκήρυκτος.  Καὶ γὰρ καὶ πόλεις  αὐτοῖς  ὁλόκληροι  καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο· ὅθεν ὑπαρχόντων  ἁρπαγαὶ καὶ δημεύσεις, καὶ ἀπαγωγαὶ καὶ θάνατοι καθημερινοὶ, καὶ στρεβλώσεις, καὶ δεσμωτήρια, καὶ πῦρ, καὶ σίδηρος, καὶ θηρία, καὶ ξύλον, καὶ τροχὸς, καὶ βάραθρα, καὶ κρημνοὶ, καὶ πάντα τὰ εἰς ἐπίνοιαν  πρὸς τὸν  τῶν  πιστῶν  ὄλεθρον  ἐκινεῖτο·  καὶ οὐδὲ μέχρι τούτων  ὁ πόλεμος εἱστήκει. Οὐδὲ γὰρ παρὰ τῶν ἐχθρῶν ἀνεῤῥιπίζετο μόνον, ἀλλὰ καὶ αὐτὴ καθ' ἑαυτῆς ἡ φύσις  ἐσχίζετο.  Καὶ  γὰρ  παισὶν   ἐπολέμουν   πατέρες,  καὶ  θυγατέρες   ἐμίσουν  τὰς κυησάσας, καὶ φίλοι φίλους  ἀπεστρέφοντο, καὶ εἰς τὰς συγγενείας καὶ εἰς τὰς οἰκίας ὁ πόλεμος οὗτος ἕρπων εἰσῄει, καὶ θόρυβος ἦν τότε πολὺς κατὰ τὴν οἰκουμένην. Καὶ καθάπερ πλοῖον, κυμάτων διανισταμένων,  νεφῶν συῤῥηγνυμένων, βροντῶνκαταῤῥηγνυμένων, ζόφου πάντοθεν κυκλοῦντος τὸ σκάφος, τῆς θαλάσσης μαινομένης, θηρίων  ἐπανισταμένων,  πειρατῶν  προσβαλλόντων,  αὐτῶν  τῶν  ἔνδον  στασιαζόντων, οὐκ ἂν διαφύγοι τὸν κίνδυνον,  εἰ μὴ ἡ ἄνω χεὶρ, ἡ κραταιὰ καὶ μεγάλη, ἀποκρούσαιτο τὸν πόλεμον, καὶ λύσασα τὸν χειμῶνα καταστήσειεν ἐν γαλήνῃ τοὺς πλέοντας· οὕτω δὴ καὶ  τότε  ἐν  ἀρχῇ  τοῦ  κηρύγματος  γέγονεν.  Οὐ γὰρ  ἔξωθεν  προσέβαλλεν  ὁ χειμὼν μόνον, ἀλλὰ καὶ οἱ ἔνδον πολλάκις πρὸς ἀλλήλους ἐστασίαζον. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ  Παῦλος  γράφων,  Ἔξωθεν  μάχαι,  ἔσωθεν  φόβοι.  Καὶ ὅτι  ταῦτ'  ἔστιν  ἀληθῆ,  καὶ διδασκάλους καὶ μαθητὰς μυρία περιεστοίχιστο κακὰ, καὶ πάντας ὁ πόλεμος ἐπενέμετο, αὐτοῦ   πάλιν   τοῦ   Παύλου  τὴν   μαρτυρίαν   παράγω.   Ὑμεῖς  δὲ  μνημονεύετε   τῶν λεγομένων  ἁπάντων, ἵν' ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες  ὑπέμενον,  μειζόνως  καὶ διὰ τοῦτο εὐχαριστῆτε  τῷ Θεῷ, τῷ λύσαντι  πάντα  ἐκεῖνα  τὰ δεινὰ,  καὶ εἰρήνην  εἰσαγαγόντι  βαθεῖαν,  καὶ τὸν  πόλεμον ἀπελάσαντι,  καὶ  πολλὴν   κατασκευάσαντι  τὴν  γαλήνην·   ἵνα  μηδεὶς  μήτε  ῥᾳθυμῶν νομίζῃ διαφεύγειν  τὴν κόλασιν, μήτε κατορθῶν ἐπαίρηται νῦν.


δʹ. Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν  πολεμούμενον  καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι  στῆναι γενναίως,  καὶ καθάπερ ἐν λιμένι  καθήμενον  νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν. Ἐκεῖνοι μὲν γὰρ τῶν ἐν πελάγει σαλευόντων τότε καὶ κλυδωνιζομένων οὐδὲν ἄμεινον διέκειντο· ἡμεῖς δὲ τῶν ἐν λιμένι καθημένων  ἀδεέστερον  διάγομεν  νῦν.  Μὴ τοίνυν  μήτε ἐπὶ τοῖς  κατορθώμασι μέγα  φρονῶμεν,   μήτε  ἐπὶ  τοῖς   συμπίπτουσι  πειρασμοῖς  καταπίπτωμεν,   μήτε  εἰς ῥᾳθυμίαν τῇ τῆς εἰρήνης ἀδείᾳ ἀποχρώμεθα· ἀλλὰ νήφωμεν  ἀεὶ καὶ γρηγορῶμεν. Ἔστι γὰρ  καὶ  ἡμῖν  πάλη  πρὸς  τὰς  ἐπιθυμίας  τῆς  φύσεως.  Οὐκ ἐπανίστανται   νῦν  ἡμῖν ἄνθρωποι,   ἀλλ'  ἐπανίστανται   αἱ  τῆς  σαρκὸς  ἡδοναί·  οὐ  πολεμοῦσι  τύραννοι   καὶ βασιλεῖς, ἀλλὰ πολεμεῖ θυμὸς, κενοδοξίας  ἔρως, φθόνος,  βασκανίαι, καὶ τὰ μυρία τῆς ψυχῆς  πάθη. Ἐπεὶ οὖν ἐκείνων  τῶν  πειρασμῶν ἀπηλλάγμεθα,  τούτων  περιγενώμεθα. ∆ιὰ γὰρ τοῦτο  ἀνέμνησα  ὑμᾶς τῶν  καιρῶν  ἐκείνων  τὰ προσοχθίσματα, ἵνα  καὶ ὁ ἐν θλίψει  νῦν ὢν, ἱκανὴν  ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς  ἀπολαύων  ἀδείας, ἀντὶ  τῆς  ἀτεχνίας  τῶν  κινδύνων   ἐκείνων   πολλὴν  εἰσάξῃ  προθυμίαν  εἰς  τὴν  τῶν ἀτόπων λογισμῶν μάχην. Εἰς  γὰρ  ἡμετέραν  νουθεσίαν   καὶ  παράκλησιν  καὶ  ὑπομονὴν   πάντα  ἐκεῖνα ἐγράφετο· ἅπερ ἀναγκαῖον  νῦν πρὸς ὑμᾶς εἰπεῖν, καὶ διδάξαι τὸ μέγεθος τῶν τότε τοὺς πιστοὺς περιεστηκότων δεινῶν, οὐχὶ τοὺς διδασκάλους μόνον, ἀλλὰ καὶ τοὺς μαθητάς. Ἄκουσον γοῦν  τί φησιν  ὁ Παῦλος γράφων  Ἑβραίοις· Ἀναμιμνήσκεσθε τὰς προτέρας ἡμέρας, ἐν αἷς φωτισθέντες  πολλὴν  ἄθλησιν ὑπεμείνατε  παθημάτων.  Οὐδὲ γὰρ βραχὺς διεγένετο χρόνος, ἀλλ' ἐν αὐτοῖς εὐθὺς τοῖς προοιμίοις τῆς κατηχήσεως καὶ τῆς διδασκαλίας  ἐπανέστησαν αὐτοῖς πειρασμοὶ, καὶ βαπτισθέντες  εὐθέως ἐκινδύνευον·  τί πάσχοντες, ἄκουε· Τοῦτο μὲν, ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι. Πάντες γὰρ ἐνέπτυον, ὕβριζον, κατεγέλων, ἐχλεύαζον, μωροὺς ἐκάλουν, ἀνοήτους, ὅτι τῆς πατρῴας ἀποστάντες πολιτείας,  καινὸν  δόγμα κατεδέξαντο.  Οὐ μικρὸν δὲ τοῦτο πρὸς τὸ παρασαλεῦσαι ψυχὴν, ἐὰν μὴ ἐῤῥιζωμένη κατὰ βάθους ἡ πίστις ᾖ. Καὶ γὰρ οὐδὲν οὕτω δάκνει  ψυχὴν,  ὡς ὄνειδος· οὐδὲν οὕτω τήκει ψυχὴν  καὶ διάνοιαν,  ὡς σκώμματα καὶ λοιδορίαι· πολλοὶ γὰρ πολλάκις ἄνδρες ὑπεσκελίσθησαν ὀνειδιζόμενοι.  Ταῦτα δὲ λέγω νῦν,  ἵνα  ἐν  παῤῥησίᾳ  τὴν  πίστιν  ἔχωμεν.  Εἰ γὰρ  τότε,  ὅτε  πᾶσα αὐτοῖς  ὠνείδιζεν οἰκουμένη,  οὐχ  ὑπεσκελίσθησαν,  πολλῷ  μᾶλλον  νῦν  ἐν  παῤῥησίᾳ  τὸ  κήρυγμα  τῆς ἀληθείας  ἔχειν  δεῖ, ὅτε  πᾶσα ἡ οἰκουμένη  πρὸς  ἡμᾶς  μετετάξατο.  Ὅτι δὲ οὐ μέχρι κατηγορίας  καὶ ὀνειδισμῶν  καὶ λοιδορίας ἵσταντο ἐκεῖνοι, ἀλλὰ καὶ ἔχαιρον οἱ ταῦτα πάσχοντες, ἄκουσον τῶν ἑξῆς. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων  ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε. Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν  ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς  ἁρπαγὴν   προέκειντο   τοῖς   βουλομένοις   ἐπηρεάζειν.   Καὶ  ταῦτα   μὲν   Ἑβραίοις ἐπιστέλλων ἔλεγε.


εʹ. Θεσσαλονικεῦσι δὲ ἕτερα τοιαῦτα μαρτυρεῖ πάλιν λέγων· Ὑμεῖς γὰρ μιμηταὶ, φησὶν, ἐγενήθητε τοῦ Κυρίου καὶ ἡμῶν, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ. Ὅρα καὶ τούτους θλιβομένους,  καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν θλίψει πολλῇ. Μετ' ἐπιτάσεως γὰρ ἦν ὁ πειρασμὸς, διηνεκὴς ὁ κίνδυνος, οὐδὲ μικρὸν ἀναπνεῦσαι παρέχων τοῖς ἀγωνιζομένοις τότε. Ἀλλ'  ὅμως καὶ ταῦτα πάσχοντες  οὐκ ἐδυσχέραινον,  οὐδὲ ἀπεδυσπέτουν, ἀλλὰ μᾶλλον  καὶ ἔχαιρον. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν  τῶν τοῦ Παύλου ῥημάτων· εἰπὼν  γὰρ, Ἐν θλίψει  πολλῇ, προσέθηκε, Μετὰ χαρᾶς Πνεύματος ἁγίου· δηλῶν  ὅτι οἱ μὲν πειρασμοὶ τὴν  θλίψιν  ἐποίουν,  ἡ δὲ τῶν  πειρασμῶν  ὑπόθεσις  τὴν  χαρὰν  αὐτοῖς ἔτικτεν.  Ἤρκει γὰρ εἰς παραμυθίαν  τὸ συνειδέναι  ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν ἔπασχον.  ∆ιότι  οὐχ  οὕτω   θαυμάζω   τοὺς  τότε,  ὅτι  ἐθλίβοντο,   ὡς  θαυμάζω,  ὅτι θλιβόμενοι   διὰ  τὸν  Θεὸν  ἔχαιρον.  Τοῦτο  γὰρ  γενναίας   καὶ  φιλοθέου   ψυχῆς,  τὸ θλίβεσθαι   καὶ   κακῶς   πάσχειν·   τὸ  δὲ  γενναίως   φέρειν   τὸν   πειρασμὸν,   καὶ   τῷ συγχωροῦντι  τὰς θλίψεις  εὐχαριστεῖν,  τοῦτο μεγίστης ἀνδρείας, τοῦτο διεγηγερμένης ψυχῆς καὶ τῶν ἀνθρωπίνων ἀπηλλαγμένης  ἁπάντων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθι δηλῶν, ὅσα ἔπασχον οἱ πιστεύοντες τότε κακὰ παρὰ τῶν οἰκείων καὶ συγγενῶν (τοῦτο  γὰρ ἦν  τὸ χαλεπώτατον),  οὑτωσί  πώς  φησιν·  Ὑμεῖς γὰρ μιμηταὶ  ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Κατὰ τί μιμηταί; Ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ἀπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων. Ἰδοὺ καὶ πόλεμος, ἀλλὰ καὶ πόλεμος ἐμφύλιος, ὃ μείζω ποιεῖ τὴν ὀδύνην. Εἰ γὰρ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, φησί· σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὅπερ τότε συνέβαινε συμβολικῶς. ∆ιὸ καὶ πολλῆς ἐδέοντο τῆς παρακλήσεως. Ὅπερ οὖν καὶ Παῦλος συνορῶν, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους βλέπων κάμνοντας καὶ ἱδροῦντας, βαρυνομένους  τῷ μεγέθει τῶν συμφορῶν καὶ ταῖς ἐπαλλήλοις  ὀδυνωμένους  πληγαῖς, πολυτρόπως αὐτῶν διανίστησι τὰ φρονήματα, νῦν μὲν λέγων, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι  τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν· νῦν  δὲ  λέγων,    Κύριος ἐγγὺς,  μηδὲν  μεριμνᾶτε·  καὶ  πάλιν,  Μὴ ἀποβάλητε  τὴν παῤῥησίαν ὑμῶν· ὑπομονῆς  γὰρ ἔχετε  χρείαν,  ἵνα  τὸ θέλημα  τοῦ  Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.  Εἶτα πρὸς τὴν ὑπομονὴν  ἀλείφων  αὐτοὺς, ἐπάγει· Ἔτι γὰρ μικρὸν   ὅσον,   ὅσον,      ἐρχόμενος   ἥξει,   καὶ   οὐ   χρονιεῖ.   Καὶ  καθάπερ   παιδίον κλαυθμυρίζον,  δυσχεραῖνον,  καὶ  τὴν  μητέρα  ἐπιζητοῦν  παρακαθήμενός  τις παραμυθεῖται  λέγων,  ὅτι  Ἔτι μικρὸν  ἀνάμεινον,  καὶ  ἀπαντήσεται  πάντως  ἡ μήτηρ· οὕτω καὶ Παῦλος ὁρῶν δυσανασχετοῦντας,  ὀδυρομένους, τὴν παρουσίαν ἐπιζητοῦντας τοῦ Χριστοῦ τοὺς τότε πιστεύοντας  διὰ τὴν ἀφόρητον  τῶν κακῶν ἐπαγωγὴν, παραμυθούμενος ἔλεγεν· Ἔτι μικρὸν ὅσον, ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.


ςʹ. Ὅτι μὲν οὖν οἱ μαθηταὶ ἐθλίβοντο, καὶ μυρία ἔπασχον δεινὰ, καὶ καθάπερ ἐν μέσοις ἐπειλημμένοι  λύκοις ἄρνες, οὕτω πάντοθεν ἠλαύνοντο, δῆλον ἐκ τούτων· ἵνα δὲ μάθῃς ὅτι καὶ οἱ διδάσκαλοι οὐκ ἐλάττονα  τούτων,  ἀλλὰ καὶ πολλῷ χαλεπώτερα  τότε ὑπέμενον  (ὅσῳ γὰρ μειζόνως ἐλύπουν τοὺς ἐχθροὺς 51.295 τῆς ἀληθείας, τοσούτῳ καὶ παρὰ πλειόνων   ἐβάλλοντο),  καὶ ταῦτα  παρὰ τοῦ τὰ πρότερα εἰρηκότος  ἀκούσωμεν. Κορινθίοις γὰρ γράφων, οὕτως ἔλεγε· Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμασθῇ ἡ διακονία ὑμῶν, ἀλλ' ἐν παντὶ συνιστῶντες  ἑαυτοὺς, ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,  ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν  ἀκαταστασίαις,  ἐν  κόποις,  ἐν  ἀγρυπνίαις,   ἐν  νηστείαις.   Εἶδες  πόσους  ἄθλους ἠρίθμησε, πόσας πειρασμῶν νιφάδας; Πάλιν τοῖς αὐτοῖς ἐπιστέλλων,  ∆ιάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν  λαλῶ, ὑπὲρ ἐγώ. Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν  πολλῷ  λαμπρότερον  τὸ διὰ τὸν  Χριστὸν θλίβεσθαι,  καὶ ποιούμενος  ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων,  οὐκ  ἀπὸ  θαυμάτων  καὶ  σημείων,  ἀλλ'  ἀπὸ  κινδύνων   ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως,  ἐν φυλακαῖς  περισσοτέρως, ἐν θανάτοις  πολλάκις·  πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα,  νυχθήμερον   ἐν  τῷ  βυθῷ  πεποίηκα·  ὁδοιπορίαις   πολλάκις,   κινδύνοις ποταμῶν,  κινδύνοις  λῃστῶν,  κινδύνοις  ἐκ γένους,  κινδύνοις  ἐξ ἐθνῶν,  κινδύνοις  ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ  καὶ μόχθῳ, ἐν ἀγρυπνίαις  πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι,  χωρὶς τῶν παρεκτός. Οὗτοι τῆς ἀκριβοῦς ἀποστολῆς οἱ χαρακτῆρες. Σημεῖα μὲν γὰρ καὶ ἕτεροι πολλοὶ πολλάκις  ἐποίησαν,  καὶ  οὐδὲν  ἀπώναντο  τῶν  θαυμάτων,  ἀλλὰ  μετὰ  πάντα  ἐκεῖνα ἤκουσαν·  Ὑπάγετε,  οὐκ  οἶδα  ὑμᾶς,  οἱ  ἐργαζόμενοι   τὴν  ἀνομίαν·  τῶν   δὲ  ταῦτα δυναμένων  εἰπεῖν,  ἅπερ ὁ Παῦλος ἀπηριθμήσατο  νῦν,  οὐδεὶς  ἐκείνης  ἀκούσεται τῆς φωνῆς·  ἀλλὰ  μετὰ πολλῆς  τῆς παῤῥησίας τῶν  οὐρανῶν  ἐπιβήσεται  καὶ τῶν  ἐν τοῖς οὐρανοῖς ἀγαθῶν ἀπολαύσεται πάντων.


ζʹ. Τάχα μακρότερος ἡμῖν ὁ λόγος ἐγένετο· ἀλλὰ μὴ δείσητε· οὐκ ἐπιλελήσμεθα τῆς ὑποσχέσεως, ἀλλ' αὐτίκα δὴ πρὸς αὐτὴν πάλιν ἐπανήξομεν. Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν,  ἀλλὰ διὰ πλείονος  κατασκευῆς ἀναμφισβήτητον  καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν  ἐν πειρασμοῖς ὄντων  καὶ κινδύνοις  ἱκανὴν  λαβὼν  παραμυθίαν  ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων  γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων ∆εσπότου Χριστοῦ· κοινωνῶν δὲ αὐτοῦ τῶν παθημάτων  ἐνταῦθα κοινωνήσει τῆς δόξης ἐκεῖ· Εἴπερ γὰρ, φησὶ, συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ πάλιν· Εἰ ὑπομένομεν, ἵνα καὶ συμβασιλεύσωμεν. Ἀνάγκη γὰρ τὸν πιστὸν  θλίβεσθαι πάντως.  Πάντες γὰρ οἱ θέλοντες   ζῇν  εὐσεβῶς  ἐν  Χριστῷ, διωχθήσονται·  καὶ  πάλιν·  Τέκνον,  εἰ  προσέρχῃ δουλεύειν   Κυρίῳ, ἑτοίμασον  τὴν  ψυχήν   σου  εἰς  πειρασμὸν,  εὔθυνον   καὶ καρτέρησον.  Καλαὶ  αἱ  ἐπαγγελίαι   ἐκ  προοιμίων   εἰς  πειρασμοὺς  ἐμπεσεῖν·  μεγάλη προτροπὴ  καὶ  παράκλησις  ἐναργὴς  τῆς  δουλείας  κινδύνων   εὐθέως  ἀπογεύσασθαι. Μεγίστη οὖν καὶ θαυμασία, καὶ κέρδος ἔχουσα μέγιστον. Ποῖον δὲ τοῦτο; Ἄκουσον τῶν  ἑξῆς· Ὥσπερ γὰρ ἐν  πυρὶ δοκιμάζεται  χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.  Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ χρυσίον  τῷ  πυρὶ  βασανιζόμενον  καθαρώτερον  γίνεται,  οὕτω  καὶ  ἡ ψυχὴ,  θλίψεσιν ὁμιλοῦσα καὶ κινδύνοις,  φαιδροτέρα καὶ λαμπροτέρα ἄνεισι, καὶ πᾶσαν ἁμαρτημάτων ἀποῤῥίψεται  κηλῖδα.  Ὅθεν  καὶ  πρὸς  τὸν  πλούσιον  ἔλεγε    Ἀβραὰμ,  ὅτι  Λάζαρος ἀπέλαβε  τὰ  κακὰ,  καὶ  ἐνταῦθα  παρακαλεῖται.  Καὶ Παῦλος  Κορινθίοις  ἐπιστέλλων ἔγραφε· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι  δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.  Καὶ τὸν πεπορνευκότα  δὲ δι' αὐτὸ τοῦτο παρέδωκεν  εἰς ὄλεθρον  τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ· δεικνὺς ὅτι σωτηρίαν ὁ παρὼν ἐργάζεται πειρασμὸς, καὶ οἱ κίνδυνοι τοῖς μετ' εὐχαριστίας αὐτοὺς φέρουσι, καθάρσιον ψυχῆς εἰσι μέγιστον. Ὅτι μὲν οὖν ἐθλίβοντο οἱ πιστοὶ, καὶ μυρία ἔπασχον δεινὰ καὶ μαθηταὶ καὶ διδάσκαλοι καὶ οὐδὲ μικρὸν ἀνέπνεον, ποικίλοις τισὶ καὶ παντοδαποῖς πάντοθεν περιεστοιχισμένοι πολέμοις, ἱκανῶς     λόγος  ἀπέδειξε,  καὶ  πλείω   δὲ  τῶν  εἰρημένων   τοῖς  φιλοπόνοις   ἔξεστιν ἀναλέξασθαι ἐκ τῶν θείων Γραφῶν.

ηʹ. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀγάγωμεν. Τί δὲ τὸ προκείμενον ἦν εἰπεῖν;  Τίνος  ἕνεκεν  εἶπεν  ὁ Παῦλος, Ἔχοντες  Πνεῦμα πίστεως  τὸ αὐτό. Τίνος  οὖν ἕνεκεν εἶπεν; Ἐθορύβει τοῦτο τοὺς μαθητὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι· καὶ τὰ μὲν παρῆν, τὰ δὲ ἀφειστήκει· καὶ τὰ μὲν ἐγίνετο, τὰ δὲ ἠλπίζετο. Καὶ τί θαυμαστὸν, εἰ τότε ἐν ἀρχῇ τοῦ κηρύγματος τοῦτο ἔπασχόν τινες, ὅπου γε καὶ νῦν μετὰ τοσοῦτον χρόνον,  μετὰ τὸ πανταχοῦ  τῆς οἰκουμένης  ἐκταθῆναι  τὸ κήρυγμα, μετὰ τὸ λαβεῖν  ἀποδείξεις  τοσαύτας  τῶν  ὑποσχέσεων,  πολλοὶ  οἱ τοῦτο  πάσχοντές  εἰσιν; Οὐ τοῦτο δὲ μόνον  αὐτοὺς διετάραττεν,  ἀλλὰ  καὶ ἕτερον οὐκ ἔλαττον  τούτου. Ποῖον δὴ  τοῦτο; Ἐνενόουν  πρὸς  ἑαυτοὺς,  ὅτι  ἐν  τῇ  Παλαιᾷ ∆ιαθήκῃ  οὐχ  οὕτω  τὰ  πράγματα ᾠκονομήθη,  ἀλλὰ  τῆς ἀρετῆς τοὺς ἄθλους  καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον  οἱ μετ' ἐπιεικείας  καὶ  σωφροσύνης  προῃρημένοι  ζῇν.  Οὐ γὰρ  μετὰ  τὴν  τῶν  σωμάτων ἀνάστασιν, οὐδὲ ἐν τῇ μελλούσῃ ζωῇ, ἀλλ' ἐνταῦθα, καὶ κατὰ τὸν παρόντα βίον πᾶσαι αὐτοῖς ἐπληροῦντο αἱ ὑποσχέσεις. Ἐὰν γὰρ ἀγαπήσῃς, φησὶ, Κύριον τὸν Θεόν σου, εὖ σοι ἔσται, καὶ πληθυνεῖ  ὁ Θεὸς τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου· οὐκ ἔσται ἐν σοὶ ἄγονον,  οὐδὲ στεῖρον· οὐκ ἔσται ἐν σοὶ μαλακία,  φησὶν,  οὐδὲ νόσος. Ἐξαποστελεῖ ὁ Θεὸς τὴν  εὐλογίαν  αὐτοῦ  εἰς τὰ ταμιεῖα  τῶν  ἀποθηκῶν  σου· ἀνοίξει τὸν οὐρανὸν, καὶ δώσει  σοι ὑετὸν πρώιμον καὶ ὄψιμον. Καταλήψεται ὁ ἀλοητὸς  τὸν  τρυγητὸν  καὶ ὁ τρυγητὸς  τὸν  σπόρον. Καὶ πολλὰ  ἕτερα τοιαῦτα  αὐτοῖς ἐπηγγείλατο,  ἅπερ ἅπαντα κατὰ τὴν παροῦσαν ζωὴν αὐτοῖς ἀπεδίδοτο. Εἴ τις ὀξύτερος, ἤδη προβλέπει τὴν λύσιν. Ἐπεὶ οὖν σώματος ὑγίεια, καὶ γῆς εὐκληρία, καὶ πολυπαιδία καὶ εὐπαιδία, καὶ λιπαρὸν  γῆρας, καὶ ὡρῶν  κρᾶσις ἀρίστη, καὶ εὐετηρία, καὶ ὄμβρων εὐκαιρία,  καὶ  πολλὰ  ποίμνια  καὶ  βουκόλια,  καὶ  πάντα  ἁπλῶς  τὰ  ἀγαθὰ  κατὰ  τὴν παροῦσαν αὐτοῖς ἐπληροῦτο  ζωὴν, καὶ οὐδὲν ἐν ἐλπίσιν  ἦν, οὐδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· ἀναλογιζόμενοι  οὖν ταῦτα οἱ πιστοὶ, ὅτι τοῖς προγόνοις τοῖς ἑαυτῶν παρὰ πόδας ἅπαντα τὰ ἀγαθὰ ἀπήντα, αὐτοῖς δὲ εἰς τὴν μέλλουσαν  ζωὴν τὰ ἔπαθλα καὶ οἱ στέφανοι  πάντες  εἰσὶ  τεταμιευμένοι,   καὶ  ἐν  πίστει  τὰ  τῶν  ἐπαγγελιῶν,   ἔκαμνον, ἐξελύοντο,  τὴν παροῦσαν ζωὴν ἅπασαν διὰ πειρασμῶν ἕλκειν  ἀναγκαζόμενοι.  Ταῦτα οὖν ἐννοῶν  ὁ Παῦλος καὶ τὸ μέγεθος τῶν ἐπηρτημένων  αὐτοῖς δεινῶν, καὶ ὅτι τούτοις μὲν τὸν μισθὸν τῶν πόνων  μετὰ τὴν ἐντεῦθεν  αὐτοῖς ἀποδημίαν ὁ Θεὸς ἐπηγγείλατο, τοὺς δὲ προγόνους αὐτῶν  ἐντεῦθεν  ἠμείψατο, καὶ συνορῶν πολλὴν  ἐκ τῶν λογισμῶν τούτων ἀκηδίαν ἐγγινομένην αὐτοῖς, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ διδάξαι, ὅτι καὶ ἐπὶ τῶν πατέρων  τῶν αὐτῶν οὕτω τὰ πράγματα ᾠκονόμητο, καὶ ἐν πίστει πολλοὶ τὸν μισθὸν ἔλαβον,  οὐκ ἐν τῇ πείρᾳ, ἀνέμνησεν  αὐτοὺς  τῆς προφητικῆς  ῥήσεως, εἰπών· Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· μονονουχὶ  λέγων, ὅτι καὶ ὁ μέγας ∆αβὶδ, ὁ θαυμαστὸς καὶ γενναῖος  προφήτης ἐκεῖνος, πίστει  τὴν  ἀμοιβὴν  ἐκομίσατο,  οὐχὶ  τῇ  πείρᾳ·  οὐ  γὰρ  ἂν,  εἰ  μὴ  τοῦτο  ἦν,  εἶπεν, Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Ἡ γὰρ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, οὐ βλεπομένων·    δὲ  βλέπει  τις,  οὐ  πάντως   καὶ  ἐλπίζει.  Εἰ  τοίνυν   ἐπίστευσε,  τοῖς ἐλπιζομένοις  ἐπίστευσεν. Εἰ δὲ τοῖς ἐλπιζομένοις  ἐπίστευσε, τὰ δὲ ἐλπιζόμενα  οὐδέπω βλέπεται, οὔπω ἦν ἀπειληφὼς  ταῦτα, εἰς ἅπερ ἐπίστευσε· διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τοῦτ' ἔστι, τὴν αὐτὴν  πίστιν, τὴν ἐν τῇ Παλαιᾷ, καὶ ἡμεῖς ἔχομεν.  ∆ιὰ  τοῦτο  καὶ  ἀλλαχοῦ  φησι,  περὶ  τῶν  τότε  ἁγίων  λέγων·  Περιῆλθον  ἐν μηλωταῖς,  ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,  κακουχούμενοι,  ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· εἶτα διδάσκων, ὅτι τὰ δεινὰ μὲν ὑπέμειναν, τοὺς δὲ μισθοὺς οὐδέπω καὶ νῦν ἀπέλαβον, ἐπήγαγε λέγων· Κατὰ τὴν πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας,  ἀλλὰ  πόῤῥωθεν  αὐτὰς ἰδόντες  καὶ ἀσπασάμενοι. Καὶ πῶς εἶδον, εἰπέ μοι,  τὰς  μηδέπω  παρούσας;  Τοῖς  τῆς  πίστεως  ὀφθαλμοῖς,   τοῖς  ὑπερβαίνουσι  τὸν οὐρανὸν, καὶ τὰ ἐκεῖ κατασκοποῦσιν ἅπαντα.


θʹ. Σὺ δέ μοι σκόπει Θεοῦ σοφίαν, πῶς καὶ ἔδειξεν αὐτοῖς τὰ βραβεῖα πόῤῥωθεν, καὶ  οὐκ ἔδωκε  μὲν  εὐθέως,  ἵνα  μείζονα  αὐτῶν  ἐργάσηται  τὴν  ὑπομονήν· ἔδειξε  δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις  τρεφόμενοι,  μηδὲ αἴσθησιν τῶν  παρόντων  λάβωσι πόνων.   Ἀλλὰ τάχα τις τῶν ὀξύτερον προσεχόντων  ἑαυτῷ περιπεπτωκέναι  τὸν λόγον ἡγήσεται. Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ  τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος  ὑγίειαν,  εὐπαιδίαν,  πολυπαιδίαν,   εὐετηρίαν,  καρπῶν  ἀφθονίαν,  βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν  εὐπραγίαν; Τί οὖν ἂν εἴποιμεν  πρὸς τοῦτο; Ὅτι ἑτέρως μὲν τὸ πλῆθος  καὶ τὸν ἀσθενέστερον δῆμον, ἑτέρως δὲ τοὺς γενναίους  καὶ τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν  ἤδη μετιόντας  ἦγεν  ὁ Θεὸς τότε. Τοῖς μὲν γὰρ πολλοῖς  καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυναμένοις  ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν  τῶν  μελλόντων  ἀπόλαυσιν  ἀγαθῶν,  ταῦτα  τὰ  παρόντα  παρεῖχεν  ἀγαθὰ,  τὴν ἀσθένειαν τῆς ψυχῆς αὐτῶν παραμυθούμενος, καὶ διὰ τούτων  αὐτοὺς ὁδηγῶν  ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων· τὸν δὲ Ἡλίαν καὶ τὸν Ἐλισσαῖον, τὸν Ἱερεμίαν, τὸν Ἠσαΐαν, καὶ πάντας δὴ ἁπλῶς  τοὺς προφήτας, καὶ ὅσοι τοῦ χοροῦ γεγένηνται  τῶν ἁγίων καὶ μεγάλων ἀνδρῶν, ἐπὶ τοὺς οὐρανοὺς ἐκάλει καὶ τὰ ἐκεῖ παρεσκευασμένα τοῖς εὐδοκιμηκόσιν  ἀγαθά. ∆ιὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς πάντας ἀπηριθμήσατο, ἀλλὰ τοὺς ἐν μηλωταῖς,  ἐν αἰγείοις  δέρμασι, τοὺς ἐν καμίνῳ,  τοὺς ἐν δεσμωτηρίῳ,  τοὺς  ἀποτυμπανισθέντας,  τοὺς  καταλευσθέντας,  τοὺς  ἐν  λιμῷ,  τοὺς  ἐν πενίᾳ, τοὺς ἐν ἐρημίαις, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν ταῖς ὀπαῖς τῆς γῆς, τοὺς τὰ μυρία παθόντας   δεινά.  Καὶ  τότε  εἶπε  κατὰ  πίστιν  πάντας   τετελευτηκέναι,   καὶ  μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας·  οὐχὶ τὸ πλῆθος τὸ Ἰουδαϊκὸν, ἀλλὰ τοὺς κατὰ τὸν Ἠλίαν ἡμῖν αἰνιττόμενος.Εἰ δὲ λέγοι  τις· Αὐτοὶ δὲ οὗτοι  τίνος  ἕνεκεν  οὐδέπω  καὶ νῦν  ἀπέλαβον  τοὺς ὀφειλομένους   αὐτοῖς  στεφάνους;  μανθανέτω   καὶ  ταύτην  παρὰ  Παύλου  τὴν  αἰτίαν. Εἰπὼν  γὰρ,  Κατὰ πίστιν  ἀπέθανον   οὗτοι  πάντες,  μὴ  κομισάμενοι  τὰς  ἐπαγγελίας, ἐπήγαγε,  Τοῦ  Θεοῦ  κρεῖττόν   τι  προβλεψαμένου   περὶ  ἡμῶν,  ἵνα  μὴ  χωρὶς  ἡμῶν τελειωθῶσι. Κοινὴ γάρ ἐστι, φησὶν, ἡ πανήγυρις, ἐπειδὴ καὶ μείζων ἡδονὴ, ὅταν κοινῇ στεφανώμεθα  πάντες.  Τοῦτο καὶ ἐν  τοῖς  Ὀλυμπιακοῖς  ἀγῶσι  γίνεται·  ὁ παλαίσας,  ὁ πυκτεύσας, ὁ παγκρατιάσας ἐν διαφόροις μὲν καιροῖς τοὺς ἀγῶνας ὑπομένουσιν, ἐν μιᾷ δὲ καιροῦ ῥοπῇ πάντες  ἀνακηρύττονται.  Οὕτω καὶ ἐν τοῖς ἀρίστοις γίνεται.  Ὅταν γὰρ τῶν δαιτυμόνων  οἱ μὲν φθάσωσι προαπαντήσαντες,  οἱ δὲ ἔτι μέλλωσι, τιμῶντες  τοὺς ἀπολειφθέντας οἱ ἑστιάτορες, τοὺς  φθάσαντας  ἤδη  καὶ  παραγενομένους  κελεύουσιν ἀναμένειν  τοὺς ὑστερήσαντας. Τοῦτο καὶ ὁ Θεὸς πεποίηκεν·  ἐπειδὴ  γὰρ τοὺς ἐκ τῆς οἰκουμένης   ἁπάσης  κατὰ   διαφόρους   καιροὺς   εὐδοκιμηκότας   ἐπὶ   κοινήν   τε  καὶ πνευματικὴν  εὐωχίαν  ἐκάλεσε, τοὺς ἤδη φθάσαντας  καὶ προαπελθόντας  κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται.


ιʹ. Ἐννόησον γὰρ ἡλίκον  ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ' ἐκεῖνονἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ' ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν    ἀθλήσαντας    καὶ   νικήσαντας    καθῆσθαι   νῦν   τὴν   ἡμετέραν   ἀναμένοντας εὐδοκίμησιν. Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς  εὐηρεστηκότων,  ἀλλ' οὐδὲ ἀπολήψονται,  ἕως  ἂν  ἅπαντες  οἱ μέχρι  τέλους στεφανοῦσθαι μέλλοντες ἀφίκωνται,  ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Τὸν ἀγῶνα  τὸν  καλὸν  ἠγώνισμαι,  τὸν  δρόμον  τετέλεκα,  τὴν  πίστιν  τετήρηκα·  λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. Πότε; Ἐν ἐκείνῃ  τῇ  ἡμέρᾳ· οὐ μόνον  δὲ ἐμοὶ, ἀλλὰ  καὶ  πᾶσι τοῖς  ἠγαπηκόσι  τὴν  ἐπιφάνειαν αὐτοῦ. Καὶ πάλιν ἀλλαχοῦ  δεικνὺς, ὅτι κοινῇ πᾶσιν ἡ τῶν ἀγαθῶν  ἀπόλαυσις δίδοται, Θεσσαλονικεῦσι γράφων  ἔλεγεν· Εἴπερ δίκαιον  παρὰ Θεῷ ἀποδοῦναι  τοῖς  θλίβουσιν ὑμᾶς  θλίψιν,  καὶ ὑμῖν  τοῖς  θλιβομένοις  ἄνεσιν  μεθ'  ἡμῶν.  Καὶ πάλιν·  Ὅτι ἡμεῖς  οἱ  ζῶντες,  οἱ  περιλειπόμενοι   εἰς  τὴν  παρουσίαν  τοῦ  Κυρίου, οὐ  μὴ  φθάσωμεν  τοὺς κοιμηθέντας·  διὰ πάντων  τούτων  δηλῶν,  ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παραγενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή. Τοῦτο καὶ τοῖς φθάσασι πολλὴν φέρει τὴν ἡδονὴν, ὅταν μετὰ τῶν οἰκείων μελῶν τῶν ἀποῤῥήτων ἐκείνων  ἀπολαύσωσιν ἀγαθῶν. Καὶ γὰρ πατὴρ   τραπέζης   μετέχων   λαμπρᾶς   καὶ   πολυτελοῦς,   τότε   μετὰ   πλείονος   αὐτῆς ἀπολαύσεται  τῆς εὐφροσύνης, ὅταν μετὰ τῶν  αὐτοῦ παιδίων  μετέχῃ τῆς εὐωχίας  καὶ εὐφροσύνης. Οὕτω καὶ Παῦλος καὶ οἱ κατ' ἐκεῖνον  ἅπαντες  μείζονος αἰσθήσονται τῆς θυμηδίας, ὅταν μετὰ τῶν οἰκείων  μελῶν  ὄντες ἀπολαύσωσιν αὐτῆς. Οὐ γὰρ τοσαύτην πατέρες περὶ παῖδας ἐπιδείκνυνται φιλοστοργίαν, ὅσην ἐκεῖνοι περὶ τοὺς τὰ αὐτὰ κατωρθωκότας αὐτοῖς ἔχουσι κηδεμονίαν. Ἵν' οὖν καὶ ἡμεῖς τῶν τότε τιμωμένων γενώμεθα, σπουδάζωμεν καταλαβεῖν τοὺς ἁγίους ἐκείνους. Καὶ πῶς δυνησόμεθα, φησὶ, αὐτοὺς καταλαβεῖν; τίς ἡμῖν δείξει τὴν ἐκεῖ φέρουσαν ὁδόν; Αὐτὸς ὁ τῶν ἁγίων ἐκείνων ∆εσπότης,  ὃς  οὐχ  ὅπως  αὐτοὺς  καταληψώμεθα   μόνον   διδάσκει,  ἀλλὰ  καὶ  ὅπως ὁμωρόφιοι  καὶ σύσκηνοι γενώμεθα  πᾶσιν  αὐτοῖς·  Ποιήσατε γὰρ ὑμῖν  φίλους  ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, φησὶν, ἵν' ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπολεῖται  πάντως  φθειρομένη  τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ τὸν χρόνον φθορᾶς, θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς  ταύτης  οἰκήσεως· πολλάκις  δὲ καὶ πρὸ τοῦ θανάτου  πραγμάτων  τινῶν δυσκολίαι καὶ συκοφαντῶν  ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἐστὶν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν  ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος  καὶ ἀθάνατός  ἐστιν ἡ οἴκησις. ∆ιὰ τοῦτο αἰωνίους  αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους, φησὶν, ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.


ιαʹ. Ὅρα πόση φιλανθρωπία τοῦ ∆εσπότου, πόση χρηστότης καὶ ἐπιείκεια οὐ γὰρ ἁπλῶς   ταύτην   τέθεικε   τὴν   προσθήκην·  ἀλλ'  ἐπειδὴ   πολλοῖς   πλουσίοις   πλοῦτος συνείλεκται  ἐξ ἁρπαγῆς  καὶ  πλεονεξίας,  Κακῶς μὲν,  φησὶ,  καὶ  οὐκ  ἐχρῆν  σε οὕτω συλλέξαι  τὰ  χρήματα·  πλὴν   ἀλλ'  ἐπειδὴ  συνέλεξας,  στῆθι  τῆς  ἁρπαγῆς  καὶ  τῆς πλεονεξίας,  καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ  τις  μὴ  παύσαιτο  τῆς  ἁρπαγῆς,  οὐδὲ  ἐλεημοσύνην  ἐργάσεται·  ἀλλὰ  κἂν  μυρία καταβάλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις  ἐξίσης λελόγισται τῷ Θεῷ. ∆ιὸ χρὴ πλεονεξίας  ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους  ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις, περὶ ἧς καὶ τῇ προτεραίᾳ συνάξει πρὸς ὑμᾶς διελέχθημεν,  καὶ νῦν  διαλέξομαι.  Ἀλλὰ μηδεὶς τὴν συνέχειαν  τῆς  ὑπομνήσεως  κατηγορίαν  ἡγείσθω  τῶν  ἀκουόντων.   Καὶ γὰρ  ἐν  τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν, ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας  ὁρῶ τοὺς  περὶ  ἐλεημοσύνης  δεχομένους  λόγους  ὑμᾶς, διὰ  τοῦτο  καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων  κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν  ἡμῶν εἰσιν οἱ πένητες,  εὐεργέται  καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις· δίδως ἀργύριον, καὶ λαμβάνεις  βασιλείαν οὐρανῶν·  λύεις  πενίαν,  καὶ καταλλάττεις  σεαυτῷ τὸν ∆εσπότην. Ὁρᾷς ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται,  ἐκεῖνα διαμένει· ταῦτα φθείρεται,  ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα  ἀπωλείας. ∆ιὰ τοῦτο  καὶ πρὸ τῶν  θυρῶν  τῶν  οἴκων  τῶν  εὐκτηρίων  ἔστησαν τοὺς  πένητας  οἱ πατέρες οἱ ἡμέτεροι, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὐτὴ τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ ἑστήκῃ χορὸς γερόντων, συγκεκυφότων,  ῥάκια περιβεβλημένων,  αὐχμώντων, ῥυπώντων,  βακτηρίας  ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων,  πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς  ἐκκεκομμένων,  καὶ τὸ σῶμα ὅλον ἀναπήρων. τίς οὕτω λίθινος, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας,  καὶ τῆς εὐτελοῦς  στολῆς, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι  καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνένδοτος; ∆ιὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν ἑστήκασι παντὸς λόγου δυνατώτεροι,  διὰ τῆς ὄψεως  ἐπισπώμενοι,  πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας  ἐκκαλούμενοι.  Καθάπερ γὰρ κρήνας  εἶναι  ἐν  ταῖς  αὐλαῖς  τῶν  εὐκτηρίων   οἴκων  νενόμισται,  ἵνα  οἱ  μέλλοντες εὔχεσθαι   τῷ   Θεῷ,  πρότερον   ἀπονιψάμενοι   τὰς   χεῖρας,   οὕτως   αὐτὰς   εἰς   εὐχὴν ἀνατείνωσιν·  οὕτω καὶ τοὺς πένητας  ἀντὶ πηγῶν  καὶ κρηνῶν  ἔστησαν οἱ πατέρες πρὸ τῶν  θυρῶν, ἵν',  ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν,  οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα.


 ιβʹ. Οὐδὲ γὰρ οὕτως ὕδατος φύσις ἀπονίπτει κηλῖδας  σώματος, ὡς ἐλεημοσύνης  δύναμις  ἀποσμήχει  ῥύπον  ψυχῆς.  Ὥσπερ οὖν  οὐ τολμᾷς  ἀνίπτοις  χερσὶν εἰσελθὼν  εὔξασθαι, καίτοι ἔλαττον  τὸ ἔγκλημα  ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης  ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις  ἔχοντες τὰς χεῖρας,  ἂν  μὴ πρότερον  αὐτὰς  ἀποπλύνωμεν ὕδατι,  οὐκ ἀνατείνομεν  εἰς εὐχήν· τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε, δικαστὴς ἠνάγκασέ  τι  ποιῆσαι  τῶν  οὐ  προσηκόντων  πραγμάτων,  ῥήματα  πολλάκις  ἐξέβαλες ἄτοπα, φίλος  ἐδυσώπησεν  ἐργάσασθαί τι  τῶν  ἁμαρτίαν  ἐχόντων,  ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον  ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων   χεῖρας,  καὶ  ἀπόσμηξον  τὰς  κηλῖδας  ἐκείνας,  ἵνα  μετὰ  παῤῥησίας  καλέσῃς  αἰτούμενος  τὸν δυνάμενόν  σοι ταῦτα ἀφεῖναι  τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς  σαυτὸν  μηδέποτε   χωρὶς   ἐλεημοσύνης   τῶν   ἱερῶν   τούτων   προθύρων ἐπιβαίνειν,  οὐδέποτε, οὔτε ἑκὼν,  οὔτε ἄκων,  ὑστερήσεις τῆς καλῆς ταύτης  ἐργασίας, τοιοῦτον  γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὖν ἀεὶ, ὅ τι οὖν γένοιτο,  χερσὶν ἀνίπτοις  οὐχ ὑπομένεις   εὔξασθαι,   ἐπειδὴ   κατέστης   εἰς   συνήθειαν   ἅπαξ·   οὕτω   καὶ   ἐπὶ   τῆς ἐλεημοσύνης,  ἂν τοῦτον  σαυτῷ ἐπιθήσῃς τὸν νόμον,  καὶ ἑκὼν  καὶ ἄκων  αὐτὸν  καθ' ἑκάστην ἐκπληρώσεις ἡμέραν ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν  ἀπὸ νηφούσης  καὶ διεγηγερμένης  ἀναπέμπηται  ψυχῆς·  ἀλλὰ  τὸ πῦρ τοῦτο  καὶ ἐλαίου δεῖται, ἵνα αὐτῶν  ἅψηται τῶν οὐρανίων  ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλὲς, ἵνα εὐφραινόμενος  ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχάς σου ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύνανται, οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην  ἐπὶ τὴν  εὐχὴν  ἐρχόμενοι,  τῇ μνήμῃ τοῦ κατορθώματος  εὐφραινόμενοι,  μετὰ πλείονος  τῆς προθυμίας ποιοῦνται  τὴν ἱκετηρίαν. Ἵν' οὖν καὶ κατὰ τοῦτο δυνατωτέρα ἡμῖν  ἡ εὐχὴ  γένηται,  γρηγορούσης ἡμῖν  τῆς διανοίας  ἐν ταῖς  δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων    μνήμης,   μετὰ   τῆς   ἐλεημοσύνης   ἐπὶ   τὰς   εὐχὰς   ἐρχώμεθα,   καὶ  μνημονεύωμεν  μετὰ ἀκριβείας ἅπαντα  τὰ εἰρημένα· καὶ πρό γε τῶν  ἄλλων  ἁπάντων ἐκείνην  μοι τὴν  εἰκόνα  διατηρεῖτε  διηνεκῶς,  καθ' ἣν  εἶπον  τοὺς  πένητας  πρὸ τῶν θυρῶν  ἑστάναι  τῶν  εὐκτηρίων  οἴκων,  ταύτην  ἐπὶ  τῆς  ψυχῆς  ἀναπληροῦντες   τὴν χρείαν,  ἣν  ἐπὶ  τοῦ  σώματος    κρήνη.  Ἂν  γὰρ  τοῦτο  ὦμεν  διηνεκῶς  μεμνημένοι, συνεχῶς  ἀπονιπτόμενοι  τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν. πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη  εισαγωγή και δημοσίευση  κειμένων  απο την Ελληνική Πατρολογία Ιωάννου Χρυσοστόμου (Τόμοι 47 έως 64)  στό Ορθόδοξο Διαδίκτυο

Η ψηφοποίηση κειμένων ,αναρτήσεων και εικόνων έγινε απο τόν Ν.Β.Β

Επιτρέπεται η αναδημοσίευση με αναφορά πηγής το Ιστολόγιο



©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |