ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς τούς μάρτυρες και κατά Αρειανών

Κυριακή 18 Δεκεμβρίου 2016

Είς τούς μάρτυρες και κατά Αρειανών



Αγίου Γρηγορίου Θεολόγου  Λόγοι

Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.

1. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ᾿ εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλαζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφροσύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν περιχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπόστολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ᾿ ἑαυτοὺς ἐφειλκύσασθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!


2. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ᾿ αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ᾿ ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιοσύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παράπαν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώπτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν καταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ᾿ αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμάτων τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λόγον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένων τὰ πάθη.

3. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός. Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶ τοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐνταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρόμαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶν ἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθεν ὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ πονηρὸς τῶν δαιμόνων ἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν. Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι, αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦν ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προφητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴν ἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦ ἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο. Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερ τι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶσαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνη τὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζετο, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλλώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦ Θεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παντελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι᾿ ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγου παράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰκόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτην γραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇ τῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷ πόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκ ἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣν προσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶν ἀσχημονοῦσα, ἄλλης κατ᾿ ἄλλο τι σχῆμα ὀρχηστικὸν ἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰς τοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραις ἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰ χειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περιστροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη· πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχήμων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη.

4. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ᾿ ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι᾿ ἐαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ᾿ αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντειςῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.



ΛΟΓΟΣ 36.

Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν.

1. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μικρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόν μοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μαγνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέμασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶ Θεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸ Πνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην! Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον, ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸ ἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σοφὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας ἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμβάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίας λόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲ ἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάνδρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τριάδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳ τὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀποστολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσεβείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων, ἵν᾿ ὕβρις ὕβριν ἀμύνηται, καὶ στηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος.

2. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερ ἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ᾿ Αἰγύπτου διωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένην ἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγάλου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδατος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνακαθαίροντας. Ἀλλ᾿ οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέων ἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵους ὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳ τὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνον πεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆς ἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸ τῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγωγίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντα τοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσον τὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲν γελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν, τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτης ἡμεῖς τῆς μερίδος, ἀλλ᾿ οἷοι σκαιότητος ἂν θᾶττον καὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημα δέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένους ἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι, ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτομία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς, βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐθήκατε, τὸν οὐκ οἶδ᾿ εἴτε τυραννικὸν χρὴ λέγειν, εἴτε ἀρχιερατικόν· ἐθήκατε δ᾿ οὖν, διὰ τὸν πόθον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερμοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησαν ἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρ ἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφελήσομεν.

3. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι᾿ ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξηγηταῖς; Ἡμέτερον οἶδ᾿ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι᾿ εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυτῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ᾿ ὑποχωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ᾿ ἁπλῶς καὶ πνευματικῶς τετιμημένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ᾿ ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς ὥρας μικρὸν προφαίνοντες, εἶθ᾿ ὑποστέλλοντες· ἀλλ᾿ ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξωμεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόντων· ἐπειδὴ, κατὰ τὸν Δανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρίνειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μόνον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.

4. Ἐπεὶ δὲ οἱ λόγοι τὸ πολεμούμενον, καὶ ἡ περιττὴ καὶ ἐπίφθονος αὕτη γλῶττα, ἣν ἐν τοῖς ἔξωθεν παιδευθεῖσαν λόγοις, τοῖς θείοις ἐξευγενίσαμεν, καὶ τὴν πικρὰν καὶ ἄποτον Μεῤῥὰν τῷ τῆς ζωῆς ξύλῳ κατεγλυκάναμεν, πεπόνθατέ τι πάθος ἱκανῶς ἐλευθέριον· τοῦτο στέργετε, δι᾿ ὃ πολεμούμεθα. Τί γὰρ οὐ τὴν κωφὴν ἠσπασάμεθα παίδευσιν; τί δὲ οὐ τὴν ξηράν τε καὶ κάτω βαίνουσαν; τί δαὶ ταύτῃ χαίροντας τοὺς πολλοὺς ὁρῶντες, ἐφιλοσοφοῦμεν ξένα καὶ ἔκφυλα, καὶ πρὸς τὰς ἀντιθέτους γλώσσας ἱστάμεθα; δέον θρασύτητι φεύγειν τοὺς λογισμοὺς, καὶ πίστιν ὀνομάζειν τὴν ἀλογίαν, ἣν ἠγάπησα ἂν καὶ αὐτὸς, εὖ ἴστε, ἁλιεὺς ὤν· ἐπειδὴ τοῦτο πρόχειρον τοῖς πολλοῖς εἰς ἀπολογίαν τῆς ἀμαθίας· εἰ λόγον εἶχον τῶν σημείων τὴν δύναμιν. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πασχόντων ἰὸς, τὸ μόνον τῶν παθῶν ἀδικώτανόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς· τὸ δὲ, ὅτι τήκει τοὺς ἔχοντας. Οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι· οὐ γὰρ ᾔδεισαν τῶν ἐπαίνων τὸ τέλος· ὡς τάχα ἄν τι καὶ λοιδορίας προσέθηκαν, ἵνα τὸν φθόνον ἐπίσχωσιν.

5. Οὗτος, καὶ τὸν Ἑωσφόρον ἐσκότισε, καταπεσόντα δι᾿ ἔπαρσιν· οὐ γὰρ ἤνεγκε, θεῖος ὢν, μὴ καὶ θεὸς νομισθῆναι· καὶ τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου, δι᾿ ἡδονῆς κλέψας καὶ γυναικός. Ἐπείσθη γὰρ, ὡς θεὸς εἶναι βασκαίνεται, τοῦ τῆς γνώσεως ξύλου τέως εἰργόμενος. Οὗτος καὶ τὸν Κάιν ἀδελφοκτόνον ἐποίησεν, οὐκ ἐνεγκόντα θυσίαν ὁσιωτέραν. Οὗτος καὶ ὕδατι κόσμον ἐκάλυψεν ἀκοσμοῦντα, καὶ Σοδομίτας πυρὶ κατέκλυσεν. Οὗτος καὶ Δαθὰν καὶ Ἀβειρὼν κατέχωσε κατὰ Μωσέως μανέντας, καὶ Μαριὰμ ἐλέπρωσε κατὰ τοῦ ἀδελφοῦ μόνον γογγύσασαν. Οὗτος καὶ προφητῶν αἵμασι τὴν γῆν ἐμίανε, καὶ Σολομῶντα γυναιξὶ κατέσεισε τὸν σοφώτατον. Οὗτος καὶ Ἰούδαν προδότην ἀνέδειξεν, ἀργυρίῳ μικρῷ κλαπέντα, τὸν ἀγχόνης ἄξιον· καὶ Ἡρώδην παιδοφόνον, καὶ Χριστοκτόνον Πιλᾶτον ἐδημιούργησεν. Οὗτος καὶ τὸν Ἰσραὴλ ἐλίκμησε καὶ διέσπειρεν, ἐξ ἧς οὔπω καὶ νῦν ἀνανεύουσιν ἁμαρτίας. Οὗτος καὶ τὸν ἀποστάτην ἡμῖν ἐπανέστησε τύραννον, οὗ καὶ νῦν ἔτι παραλυποῦσιν οἱ ἄνθρακες, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὗτος καὶ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας κατέτεμεν, εἰς διαφόρους καὶ ἀντιπάλους σπουδὰς μερίσας. Οὗτος καὶ ἡμῖν τὸν Ἱεροβοὰμ ἐπανέστησε τὸν δοῦλον τῆς ἁμαρτίας, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησιν· οὐ γὰρ φέρει τὴν Τριάδα λαμπρυνομένην, καὶ ὅλῃ θεότητι λάμπουσαν, καὶ τιμίους ποιοῦσαν ὑμῖν τοὺς γνησίους ἑαυτῆς κήρυκας. Ἆρα φλυαρεῖν ὑμῖν δοκοῦμεν, οὕτως εἰκάζοντες; ἢ καὶ λίαν ὀρθῶς τοῦ πόθου τὰς αἰτίας ὁ γραφεὺς λόγος ἀνεζωγράφησεν; Περὶ μὲν δὴ τούτων οὕτω γινώσκω.

6. Ἐπεὶ δὲ καὶ ταῖς ὕβρεσιν ὁρῶ τινας δυσχεραίνοντας, καὶ συμφορὰν ἑαυτῶν ποιουμένους, τὴν ἀτιμίαν τὴν ἡμετέραν, φέρε, καὶ περὶ ταύτης βραχέα φιλοσοφήσωμεν. Ἐγὼ γὰρ, εἰ μὲν ἀνθρώπινόν τι καὶ μικρὸν ἐννοῶν, ἢ τῆς καθέδρας ταύτης μεταποιούμενος, ἢ τὴν ἀρχὴν ἐπέστην ὑμῖν, μετὰ τῆς πολιᾶς ταύτης, καὶ τῶν ἐῤῥικνωμένων τούτων καὶ χρόνῳ καὶ νόσῳ μελῶν, ἢ νῦν ταύτας φέρω τὰς ἀτιμίας, αἰσχυνοίμην μὲν ἂν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἃ καὶ τοῖς παλαιοῖς ἔθος μαρτύρεσθαι· αἰσχυνοίμην δ᾿ ἂν τὴν καθέδραν ταύτην, καὶ τὸ ἱερὸν τοῦτο συνέδριον, καὶ τὸν ἅγιον τοῦτον καὶ νεοπαγῆ λαὸν, ἐφ᾿ ὃν τοσαύτη τῶν πονηρῶν δυνάμεων ἡ παράταξις, ἵνα πρὶν συστῆναι λυθῇ, καὶ πρὶν γεννηθῆναι νεκρωθῇ, κατὰ Χριστὸν ἤδη μορφούμενος. Αἰσχυνοίμην δ᾿ ἂν τοὺς ἐμοὺς καμάτους καὶ πόνους, καὶ τὸ ἔσθημα τοῦτο τὸ τρύχινον, καὶ τὴν ἐρημίαν καὶ τὴν ἀναχώρησιν ᾗ συνεζήσαμεν, καὶ τὸν ἄσκευον βίον, καὶ τὴν εὐτελῆ τράπεζαν, μικρὸν τῶν πτηνῶν ἀποδέουσαν. Ἀληθευέτωσαν δὲ καί τινες περὶ ἡμῶν, ὅτι γυναικὸς ἀλλοτρίας ἐπεθυμήσαμεν, οἱ μηδὲ ἰδίαν ἔχειν θελήσαντες. Ἐχέτωσαν δὲ ἡμῶν καὶ Γαβαωνῖται πλέον, οὓς οὐδὲ εἰς ξυλοκόπους καὶ ὑδροφόρους οἶδ᾿ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παραδέχεται, μέχρις ἂν προσίωσι τοῖς ἱεροῖς μετὰ τοιούτων τοῦ βίου καὶ τοῦ λόγου στιγμάτων. Εἰ δὲ τῷ λόγῳ συνηγορήσοντες ἥκομεν, καὶ τῇ χήρᾳ καὶ τῇ ἀνάνδρῳ τέως Ἐκκλησίᾳ τὰ δυνατὰ συνεισοίσοντες, οἶόν τινες ἐπίτροποι καὶ κηδεμόνες, ἄλλῳ νυμφαγωγήσοντες, ὃς ἐὰν ἄξιος τοῦ κάλλους φανῇ, καὶ πλείονα τὰ ἐξ ἀρετῆς ἔδνα προσενέγκῃ τῇ βασιλίδι, πότερον, ἐπαινετοὶ τῆς προθυμίας, ἢ ψεκτοὶ τῆς ὑπονοίας; ὅτι τοῖς ἀλλοτρίοις κρινόμεθα πάθεσιν. Ὡς δὴ σύ γε, ὦ βέλτιστε, καὶ εἰ νηῒ χειμαζομένῃ χεῖρα ὀρέγομεν ἢ πολιορκουμένῃ πόλει, ἢ ὑπὸ πυρὸς οἰκίᾳ δαπανωμένῃ, ἢ σκάφεσι βοηθοῦντες, ἢ φάλαγξιν, ἢ σβεστηρίοις ὀργάνοις, πάντως ἂν ἢ καταποντιστὰς ἡμᾶς ὠνόμασας, ἢ τῆς πόλεως, ἢ τῆς οἰκίας ἐραστὰς, ἀλλ᾿ οὐ προστάτας καὶ κηδεμόνας.

7. Ἀλλ᾿ οὐχ οὕτω, φησὶ, δοκεῖ τοῖς πολλοῖς. Τί δέ μοι διαφέρει, ᾧ τοῦ εἶναι πλεῖον ὁ λόγος, μᾶλλον δὲ πᾶς; Τοῦτο γὰρ, ἢ κατέκρινεν, ἢ ἐδικαίωσεν· ἢ ἄθλιον πεποίηκεν, ἢ μακάριον. Τὸ δὲ δοκεῖν, οὐδὲν πρὸς ἡμᾶς, ὤσπερ οὐδὲ ὄναρ ἀλλότριον. Οὐχ οὕτω, φησὶ, δοκεῖς τοῖς πολλοῖς, ἄνθρω85. Ἡ γῆ δὲ δοκεῖ τοῖς ἰλιγγιῶσιν ἑστάναι; τοῖς δὲ μεθύουσι νήφειν οἱ νήφοντες, ἀλλ᾿ οὐκ ἐπὶ κεφαλὴν βαδίζειν, ἢ περιτρέπεσθαι; τὸ μέλι δὲ, οὐ πικρόν ἐστιν, ὅτε καὶ οἷς νομίζεται, νοσοῦσί τε καὶ κακῶς διακειμένοις; Ἀλλ᾿ οὐ παρὰ τοῦτο τὰ πράγματα οὕτως ἔχει, ὡς δοκεῖ τοῖς πάσχουσιν. Δεῖξον οὖν ὑγιαίνοντας τοὺς οὕτως ὑπειληφότας, καὶ τότε ἡμῖν παραίνεσον μετατίθεσθαι· ἢ καταγίνωσκε, μὴ πειθομένων, ἀλλ᾿ ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως. Οὐχ οὕτω δοκῶ τοῖς πολλοῖς, Θεῷ δὲ οὕτω· καὶ οὐ δοκῶ, πεφανέρωμαι δὲ τῷ εἰδότι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, τῷ πλάσσοντι καταμόνας τὰς καρδίας ἡμῶν, τῷ συνιέντι εἰς πάντα τὰ ἔργα ἡμῶν, τὰ κινήματα, καὶ τὰ διανοήματα, μεθ᾿ ὧν τὰ πραττόμενα, ὃν λανθάνει τῶν ὄντων οὐδὲν, οὐδὲ λαθεῖν δύναται, ὃς ἑτέρως ὁρᾷ τὰ ἡμέτερα, ἢ ὡς ὁρῶσιν ἄνθρωποι. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Ἤκουσας τῆς Γραφῆς λεγούσης, καὶ πίστευε. Οὗ φροντιστέον μᾶλλον, ἢ πάντων ὁμοῦ τῶν ἄλλων, τοῖς γε νοῦν ἔχουσιν. Ἢ δύο μὲν ἀνθρώποις περὶ τοῦ αὐτοῦ πράγματος συμβούλοις χρώμενος, συνετωτέρῳ τε καὶ ἀμαθεστέρῳ, οὐκ ἂν εὖ φρονεῖν ἔδοξας, εἰ τὸν συνετώτερον παρεὶς, τῷ ἀμαθεστέρῳ κατηκολούθησας; οὐδὲ γὰρ ὁ Ῥοβοὰμ ἐπῃνέθη, ὅτι τὴν βουλὴν τῶν πρεσβυτέρων ἀτιμάσας, τὴν τῶν νεωτέρων ἔστησε. Θεοῦ δὲ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων; Οὐ σύ γε, ἂν ἐμοὶ πείθῃ, καὶ φρονῇς ἄμεινον.

8. Ἀλλ᾿ αἰσχυνόμεθά σου, φησὶ, ταῖς ὕβρεσιν. Ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε. Εἰ μὲν γὰρ ὀρθῶς ταῦτα πάσχομεν, αἰσχυντέον ἡμῖν μᾶλλον, ἢ ὑμῖν ἐφ᾿ ἡμῖν· οὐχ ὅτι ἀτιμαζόμεθα μᾶλλον, ἢ ὅτι ἐσμὲν ἀτιμίας ἄξιοι· εἰ δὲ ἀδίκως, τῶν ὑβριζόντων τὸ ἔγκλημα, καὶ ὑπὲρ ἐκείνων μᾶλλον, ἢ ὑπὲρ ἡμῶν ἀγανακτητέον· ἐκεῖνοι γὰρ οἱ κακῶς πάσχοντες. Εἰ δέ με ὄντα κακὸν, ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν; Εἶναι μᾶλλον κακὸν, ἵνα πλέον ἀρέσκω σοί; Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ, εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τοῦ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῶ γὰρ, οὐ σοὶ μᾶλλον ἢ ἐμαυτῷ· καὶ σύμβουλον ἔχω περὶ πάντων τὸν λόγον, καὶ τὰ τοῦ Θεοῦ δικαιώματα, ὑφ᾿ ὧν ἁλίσκομαι μὲν πολλάκις, οὐδενὸς κατηγοροῦντος· ἀφίεμαι δὲ, πολλῶν κατακρινόντων. Καὶ τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον, πρὸς ὃ βλέποντας μόνον, τὴν εὐθεῖαν ὁδὸν ἰτέον. Τὸ δοκεῖν δὲ, ἂν μὲν ὑπάρχῃ, δεξόμεθα, ἵν᾿ εἴπω τι καὶ ἀνθρώπινον· ἂν δὲ ἀντιπίπτῃ, χαίρειν ἐάσομεν, καὶ οὐδὲν τοῦ εἶναι διὰ τὸ δοκεῖν ἀφαιρήσομεν.

9. Καὶ γὰρ οὕτως ἔχει· ὁ μέν τινος ἕνεκεν τὸ καλὸν ἐπιτηδεύων, οὐ βέβαιος εἰς ἀρετήν. Ὁμοῦ τε γὰρ παρῆλθεν ἐκεῖνο, καὶ τοῦ καλοῦ στήσεται· ὥσπερ ὁ κέρδους ἕνεκεν πλέων, τοῦ πλεῖν, ἂν μὴ παρῇ τὸ κερδαίνειν. Ὁ δὲ αὐτὸ δι᾿ ἑαυτὸ τιμῶν τε καὶ περιέπων, ἐπειδὴ τοῦ ἑστῶτος ἐρᾷ, ἑστῶσαν ἔχει καὶ τὴν περὶ αὐτὸ προθυμίαν· ὥστε θεῖόν τι πάσχων, καὶ τὸ τοῦ Θεοῦ δύνασθαι λέγειν· Ἐγὼ δὲ, ὁ αὐτός εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Οὔκουν μεταποιηθήσεται, οὐδὲ μετατεθήσεται. οὐδὲ συμμεταπεσεῖται τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ἄλλοτε ἄλλος γινόμενος, καὶ πολλὰς μεταλαμβάνων χρόας, ὥσπερ τὰς τῶν πετρῶν οἱ πολύποδες, αἷς ἂν ὁμιλήσωσι· μενεῖ δὲ ὁ αὐτὸς ἀεὶ, πάγιος ἐν οὐ πεπηγόσι, καὶ ἐν στρεφομένοις ἄστροφος· πέτρα τις, οἶμαι, πρὸς ἐμβολὰς ἀνέμων τε καὶ κυμάτων, οὔτε τινασσομένη, καὶ δαπανῶσα περὶ ἑαυτὴν τὰ προσπίπτοντα. Ταῦτα μὲν εἰς τοσοῦτον· οὐδὲ γάρ μοι σχολὴ ταῖς γλώσσαις μάχεσθαι, καὶ ταῦτα ἴσως πλείω τοῦ δέοντος.

10. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾿, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσι)ς· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἑν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰὸν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾿ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾿ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.

11. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα· νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε ὅσον τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω, μόνου Θεοῦ· τὰ κάτω δὲ, καὶ ὑμῶν. Θεοὶ γένεσθε τοῖς ὑφ᾿ ὑμᾶς, ἵν᾿ εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρότερον, δι᾿ ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγενῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον.

12. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπήνην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαιρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχωροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρὸν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πόλεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πολιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγγελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



ΛΟΓΟΣ 37.

Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, καὶ τὰ ἑξῆς.

1. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν; Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τῆς ἐπιφοιτήσεως, ἀλλ᾿ ἔμοιγε δοκεῖ, ἵνα καὶ τόπους ἁγιάσῃ πλείονας. Γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδάνῃ· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· τοῖς ἀσθενέσιν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς σώσῃ. Γίνεται πάντα πᾶσιν, ἵνα τοὺς πάντας κερδάνῃ. Τί δὲ λέγω, τοῖς πᾶσι πάντα; Ὃ μηδὲ Παῦλος περὶ ἑαυτοῦ ἠνέσχετο εἰπεῖν, τοῦτο εὑρίσκω τὸν Σωτῆρα πάσχοντα. Οὐ γὰρ Ἰουδαῖος γίνεται μόνον, οὐδ᾿ ὅσα τῶν ἀτόπων καὶ μοχθηρῶν ὀνομάτων εἰς ἑαυτὸν ἀναδέχεται, ἀλλὰ καὶ ὃ τούτων πάντων ἀτοπώτερον, καὶ αὐτοαμαρτία καὶ αὐτοκατάρα· οὐκ ἔστι μὲν, ἀκούει δέ. Πῶς γὰρ ἁμαρτία, ὁ καὶ ἡμᾶς τῆς ἁμαρτίας ἐλευθερῶν; πῶς δὲ κατάρα, ὁ ἐξαγοράζων ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου; Ἀλλ᾿ ἵνα καὶ μέχρι τούτων τὸ ταπεινὸν ἐπιδείξηται, τυπῶν ἡμᾶς εἰς ταπείνωσιν τὴν ὕψους πρόξενον. Ὅπερ οὖν εἶπον, ἁλιεὺς γίνεται, πᾶσι συγκαταβαίνει, σαγηνεύει, πάντα στέγει, ἵν᾿ ἐκ βάθους τὸν ἰχθὺν ἀνενέγκῃ, τὸν νηχόμενον ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦ βίου κύμασιν ἄνθρωπον.

2. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπιδημεῖ καλῶς, ἵνα ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει, ἵδῃ φῶς μέγα. Εἰς τὴν Ἰουδαίαν μεθίσταται, ἵνα πείσῃ τοῦ γράμματος ἐξαναστάντας, ἀκολουθῆσαι τῷ πνεύματι. Νῦν μὲν ἐπ᾿ ὄρους διδάσκει, νῦν δὲ ἐν πεδίοις διαλέγεται, νῦν δὲ εἰς πλοῖον μεταβαίνει, νῦν δὲ ἐπιτιμᾷ ζάλαις. Τάχα καὶ ὕπνον δέχεται, ἵνα καὶ ὕπνον εὐλογήσῃ· τάχα καὶ κοπιᾷ, ἵνα καὶ τὸν τόπον ἁγιάσῃ· τάχα καὶ δακρύει, ἵνα τὸ δάκρυον ἐπαινετὸν ἀπεργάσηται. Μεταβαίνει τόπον ἐκ τόπου ὁ μηδενὶ τόπῳ χωρούμενος, ὁ ἄχρονος, ὁ ἀσώματος, ὁ ἀπερίληπτος. Ὁ αὐτὸς, καὶ ἦν, καὶ γίνεται· καὶ ὑπὲρ χρόνον ἦν, καὶ ὑπὸ χρόνον ἔρχεται· καὶ ἀόρατος ἦν, καὶ ὁρᾶται. Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τρίτον τὸ, ἦν, τῷ ἀριθμῷ βεβαιούμενον. Ὃ ἦν ἐκένωσε, καὶ ὃ μὴ ἦν προσέλαβεν· οὐ δύο γενόμενος, ἀλλ᾿ ἑν ἐκ τῶν δύο γενέσθαι ἀνασχόμενος. Θεὸς γὰρ ἀμφότερα, τό τε προσλαβὸν, καὶ τὸ προσληφθέν· δύο φύσεις εἰς ἑν συνδραμοῦσαι, οὐχ υἱοὶ δύο· μὴ καταψευδέσθω ἡ σύγκρασις. Οὗτος ὁ τηλικοῦτος, ὁ τοσοῦτος· ἀλλὰ τί πέπονθα; Πάλιν ἐμπέπτωκα εἰς ἀνθρώπινα ῥήματα. Πῶς γὰρ τὸ ἁπλοῦν τοσοῦτον; πῶς δὲ τὸ ἄποσον τηλικοῦτον; Ἀλλὰ δότε συγγνώμην τῷ λόγῳ· ὀργάνῳ βραχεῖ περὶ τῶν μεγίστων φθέγγομαι. Καὶ τοῦτο οἴσει ὁ πολὺς, ὁ μακρόθυμος, ἡ ἀνείδεος φύσις καὶ ἀσώματος, τοὺς ὡς περὶ σώματος καὶ τῆς ἀληθείας λόγους ἀσθενεστέρους. Εἰ γὰρ σάρκα ἐδέξατο, καὶ τὸν τοιοῦτον φέρεται λόγον.

3. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενείᾳ, εἰ ὅπερ ἦν ἔμεινεν, ἀπρόσιτον ἑαυτὸν φυλάττων καὶ ἀπερίληπτον, ὀλίγοι ἂν ἠκολούθησαν τυχόν· οὐκ οἶδα δὲ, εἰ καὶ ὀλίγοι, τάχα μόνος Μωϋτῆς, καὶ οὗτος τοσοῦτον, ὥστε μόλις ἰδεῖν Θεοῦ τὰ ὀπίσθια. Τὴν μὲν γὰρ νεφέλην διέσχεν, ἔξω τοῦ σωματικοῦ βάρους γενόμενος, ἢ συσταλεὶς ἀπὸ τῶν αἰσθήσεων· Θεοῦ δὲ λεπτότητα, ἢ ἀσωματότητα, ἢ οὐκ οἶδα ὅπως ἄν τις ὀνομάσειε, πῶς ἂν ἐθεάσατο σῶμά τε ὢν, καὶ αἰσθητοῖς ὀφθαλμοῖς προςβάλλων; Ἀλλ᾿ ἐπειδὴ κενοῦται δι᾿ ἡμᾶς, ἐπειδὴ κατέρχεται (κένωσιν δὲ λέγω τὴν τῆς δόξης οἷον ὕφεσίν τε καὶ ἐλάττωσιν), διὰ τοῦτο χωρητὸς γίνεται.

4. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν ἴδω διὰ τοῦτο ἀτιμαζόμενόν μου τὸν Χριστὸν, δι᾿ ὃ μάλιστα τιμᾶσθαι δίκαιος ἦν. Διὰ τοῦτο γὰρ ἄτιμος, εἰπέ μοι, ὅτι διὰ σὲ ταπεινός; Διὰ τοῦτο κτίσμα, ὅτι τοῦ κτίσματος κήδεται; Διὰ τοῦτο ὑπὸ χρόνον, ὅτι τοὺς ὑπὸ χρόνον ἐπισκέπτεται; Πλὴν πάντα φέρει, πάντα δέχεται. Καὶ τί θαυμαστόν; Ῥαπίσματα ἤνεγκεν, ἐμπτυσμάτων ἠνέσχετο, χολῆς ἐγεύσατο διὰ τὴν ἐμὴν γεῦσιν. Φέρει καὶ νῦν λιθαζόμενος, οὐ μόνον ὑπὸ τῶν ἐμπηρεαζόντων, ἀλλὰ καὶ ὑφ᾿ ἡμῶν αὐτῶν τῶν εὐσεβεῖν δοκούντων. Τὸ γὰρ περὶ ἀσωμάτου διαλεγόμενον, σωματικοῖς κεχρῆσθαι ὀνόμασι, τυχὸν ἐπηρεαζόντων ἐστὶ καὶ λιθαζόντων· ἀλλὰ συγγνώμη, πάλιν λέγω, τῇ ἀσθενείᾳ. Λιθάζομεν γὰρ οὐχ ἑκόντες, ἀλλὰ τὸ φθέγγεσθαι ἄλλως οὐκ ἔχοντες, ᾧ δὲ ἔχομεν χρώμενοι. Λόγος ἀκούεις, καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ, καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις, οὐκ αἰσθητὸς ὢν, ἀλλ᾿ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνακαθαίρεις ὕλην· μάχαιρα, ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον, ὅτι ἀνακαθαίρεις τὴν ἅλω, καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος, ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη, ὅτι τὴν ἄκαρπον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας, ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα, διὰ τὴν εἰσαγωγήν· ὁδὸς, ὅτι εὐθυποροῦμεν· πρόβατον, ὅτι θῦμα· ἀρχιερεὺς, ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς, ὅτι Πατρός. Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται, μᾶλλον δὲ, κατ᾿ ἐμοῦ, ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ, νῦν δὲ καὶ λίαν οἰκουμένῃ.

5. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀναδράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμετέραις. Εἶτα τί; Καὶ προσῆλθον αὐτῷ, φησὶν, οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ; Πάλιν Φαρισαῖοι πειράζουσι· πάλιν οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐ γινώσκουσι· πάλιν οἱ ἐξηγηταὶ τοῦ νόμου τυγχάνοντες, ἄλλων διδασκάλων δέονται. Οὐκ ἤρκεσαν Σαδδουκαῖοι πειράζοντες περὶ ἀναστάσεως, καὶ νομικοὶ πυνθανόμενοι περὶ τελειότητος, καὶ Ἡρωδιανοὶ περὶ κήνσου, καὶ περὶ ἐξουσίας ἕτεροι. Ἀλλὰ καὶ περὶ γάμου τις πάλιν ἐρωτᾷ τὸν ἀπείραστον, τὸν κτίστην τῆς συζυγίας, τὸν ἐκ τῆς πρώτης αἰτίας τὸ πᾶν τῶν ἀνθρώπων γένος τοῦτο συστησάμενον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἐξ ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Οἶδε τινὰς μὲν τῶν ἐρωτήσεων διαλύειν, τινὰς δὲ ἐπιστομίζειν. Ὅτε ἐρωτᾶται, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; διὰ τὸ ἄγαν ἀπαίδευτον τῶν ἐρωτησάντων, καὶ αὐτὸς ἀντερωτᾷ· Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Καὶ ἀμφοτέρωθεν συμποδίζει τοὺς ἐρωτῶντας. Ὥστε δυνάμεθα καὶ ἡμεῖς μιμούμενοι Χριστὸν, ἔστιν ὅτε τοὺς περιέργως ἡμῖν διαλεγομένους ἐπιστομίζειν, καὶ ἀτοπωτέροις ἀντερωτήμασι λύειν τὴν ἀτοπίαν τῶν ἐρωτήσεων. Ἐσμὲν γὰρ καὶ ἡμεῖς σοφοὶ τὰ μάταια ἔστιν ὅτε, ἵνα τὰ τῆς ἀφροσύνης καυχήσωμαι. Ὅτε δὲ ἐρώτησιν ὁρᾷ λογισμοῦ δεομένην, τότε οὐκ ἀπαξιοῖ τοὺς ἐρωτῶντας συνετῶν ἀποκρίσεων.

6. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρωπον· σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς διακειμένους, καὶ τὸν νόμον αὐτῶν ἄνισον, καὶ ἀνώμαλον. Τί δήποτε γὰρ, τὸ μὲν θῆλυ ἐκόλασαν, τὸ δὲ ἄῤῥεν ἐπέτρεψαν; Καὶ γυνὴ μὲν κακῶς βουλευσαμένη περὶ κοίτην ἀνδρὸς μοιχᾶται, καὶ πικρὰ ἐντεῦθεν τὰ τῶν νόμων ἐπιτίμια· ἀνὴρ δὲ καταπορνεύων γυναικὸς, ἀνεύθυνος; Οὐ δέχομαι ταύτην τὴν νομοθεσίαν, οὐκ ἐπαινῶ τὴν συνήθειαν. Ἄνδρες ἦσαν οἱ νομοθετοῦντες, διὰ τοῦτο κατὰ γυναικῶν ἡ νομοθεσία· ἐπεὶ καὶ τοῖς πατράσιν ὑπ᾿ ἐξουσίαν δεδώκασι τὰ τέκνα, τὸ δὲ ἀσθενέστερον, ἀθεράπευτον εἴασαν. Θεὸς δὲ οὐχ οὕτως· ἀλλὰ, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη, ἵνα εὖ σοι γένηται, ἐν ἐπαγγελίαις κειμένη. Καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὁμοίως καὶ τὸ ἀγαθὸν ἐτίμησε, καὶ τὸ κακὸν ἐκόλασεν. Καὶ, Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Ὁρᾶτε τὸ ἴσον τῆς νομοθεσίας. Εἷς ποιητὴς ἀνδρὸς καὶ γυναικὸς, εἷς χοῦς ἀμφότεροι, εἰκὼν μία, νόμος εἷς, θάνατος εἷς, ἀνάστασις μία. Ὁμοίως ἐξ ἀνδρὸς καὶ γυναικὸς γεγόναμεν· ἑν χρέος παρὰ τῶν τέκνων τοῖς γονεῦσιν ὀφείλεται.

7. Πῶς οὖν σὺ σωφροσύνην μὲν ἀπαιτεῖς, οὐκ ἀντεισφέρεις δέ; πῶς, ὃ μὴ δίδως, αἰτεῖς; πῶς ὁμότιμον σῶμα ὢν, ἀνίσως νομοθετεῖς; Εἰ δὲ τὰ χείρω σκοπεῖς· ἥμαρτεν ἡ γυνὴ, τοῦτο καὶ ὁ Ἀδάμ· ἀμφοτέρους ὁ ὄφις ἠπάτησεν. Οὐ τὸ μὲν ἀσθενέστερον εὑρέθη, τὸ δὲ ἰσχυρότερον. Ἀλλὰ τὰ βελτίω λογίζῃ; ἀμφοτέρους σώζει Χριστὸς τοῖς πάθεσιν. Ὑπὲρ ἀνδρὸς σὰρξ ἐγένετο; τοῦτο καὶ ὑπὲρ γυναικός. Ὑπὲρ ἀνδρὸς ἀπέθανε; καὶ ἡ γυνὴ τῷ θανάτῳ σώζεται. Ἐκ σπέρματος Δαβὶδ ὀνομάζεται· τιμᾶσθαι ἴσως οἴει τὸν ἄνδρα; ἀλλὰ καὶ ἐκ Παρθένου γεννᾶται, τοῦτο καὶ ὑπὲρ γυναικῶν. Ἔσονται μὲν οὖν οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ ἡ μία σὰρξ ἐχέτω τὸ ὁμότιμον. Παῦλος δὲ καὶ τῷ ὑποδείγματι τὴν σωφροσύνην νομοθετεῖ. Πῶς, καὶ τίνα τρόπον; Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Καλὸν τῇ γυναικὶ Χριστὸν αἰδεῖσθαι διὰ τοῦ ἀνδρός· καλὸν καὶ τῷ ἀνδρὶ τὴν Ἐκκλησίαν μὴ ἀτιμάζειν διὰ τῆς γυναικός. Ἡ γυνὴ, φησὶν, ἵνα φοβῆται τὸν ἄνδρα· καὶ Χριστὸν γάρ. Ἀλλὰ καὶ ὁ ἀνὴρ, ἵνα περιέπῃ τὴν γυναῖκα· καὶ γὰρ Χριστὸς τὴν Ἐκκλησίαν. Μᾶλλον δ᾿ ἔτι καὶ προσφιλοπονήσωμεν τῷ ῥητῷ.

8. Ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· ἐξέταζε καὶ τυχὸν ἂν εὕροις τι ἐν αὐτῷ τροφιμώτερον. Δοκεῖ μοι γὰρ παραιτεῖσθαι τὴν διγαμίαν ἐνταῦθα ὁ λόγος. Εἰ μὲν γὰρ δύο Χριστοὶ, δύο καὶ ἄνδρες, δύο καὶ γυναῖκες· εἰ δὲ εἷς Χριστὸς, μία κεφαλὴ τῆς Ἐκκλησίας, καὶ μία σάρξ· ἡ δευτέρα δὲ ἀποπτυέσθω. Τὸ δεύτερον δὲ ἂν κωλύσῃ, τοῦ τρίτου τίς λόγος; Τὸ πρῶτον νόμος, τὸ δεύτερον συγχώρησις, τὸ τρίτον παρανομία. Ὁ δὲ ὑπὲρ τοῦτο, χοιρώδης, οἷος οὐδὲ πολλὰ ἔχων τῆς κακίας τὰ παραδείγματα. Ὁ μὲν νόμος κατὰ πᾶσαν αἰτίαν τὸ ἀποστάσιον δίδωσι· Χριστὸς δὲ οὐ κατὰ πᾶσαν αἰτίαν· ἀλλὰ συγχωρεῖ μὲν μόνον χωρίζεσθαι τῆς πόρνης, τὰ δὲ ἄλλα πάντα φιλοσοφεῖν κελεύει. Καὶ τὴν πόρνην, ὅτι νοθεύει τὸ γένος· τὰ δ᾿ ἄλλα πάντα καρτερῶμεν καὶ φιλοσοφῶμεν· μᾶλλον δὲ καρτερεῖτε καὶ φιλοσοφεῖτε, ὅσοι τὸν τοῦ γάμου ζυγὸν ἐδέξασθε. Ἐὰν ἐπιγραφὰς ἴδῃς ἢ ὑπογραφὰς, ἀποκόσμησον· κἂν γλῶσσαν προπετῆ, σωφρόνισον· ἂν γέλωτα πορνικὸν, κατηφῆ ποίησον· ἐὰν δαπάνην, ἢ ποτὸν ἄμετρον, σύστειλον· ἐὰν προόδους ἀκαίρους, πέδησον· ἐὰν ὀφθαλμὸν μετέωρον, κόλασον. Μὴ τέμῃς δὲ προπετῶς, μὴ χωρίσῃς. Ἄδηλον, τί κινδυνεύει, τὸ τέμνον, ἢ τὸ τεμνόμενον. Ἡ πηγὴ, φησὶ, τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· καὶ, Πῶλος σῶν χαρίτων, καὶ ἔλαφος σῆς φιλίας ὁμιλείτω σοι. Σὺ τοίνυν μὴ γίνου ποταμὸς ἀλλότριος, μηδὲ ἄλλαις ἀρέσκειν σπούδαζε μᾶλλον, ἢ τῇ σῇ γυναικί. Εἰ δὲ ἀλλαχοῦ φέρῃ, καὶ τῷ σῷ μέλει νομοθετεῖς τὴν ἀσέλγειαν. Οὕτω μὲν ὁ Σωτήρ.

9. Τί δὲ οἱ Φαρισαῖοι; Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόντων ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίοις. Φαρισαῖον γὰρ, οὐ τὸ γένος μόνον, ἀλλὰ καὶ ὁ τρόπος ἐργάζεται Οὕτω καὶ Ἀσσύριον οἶδα, καὶ Αἰγύπτιον, τὸν τῇ προαιρέσει μετὰ τούτων ταττόμενον. Τί οὖν οἱ Φαρισαῖοι; Εἰ οὕτω, φασὶν, ἐστὶν ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Νῦν δὲ τοῦτο καταμανθάνεις, ὦ Φαρισαῖε, τὸ, Οὐ συμφέρει γαμῆσαι; πρότερον δὲ οὐκ ἠπίστασο, ἡνίκα τὰς χηρείας ἑώρας, καὶ τὰς ὀρφανίας, καὶ τοὺς ἀώρους θανάτους, καὶ τὰ διάδοχα τῶν κρότων πένθη, καὶ τοὺς ἐπὶ τοῖς θαλάμοις τάφους, καὶ τὰς ἀτεκνίας, καὶ τὰς κακοτεκνίας, καὶ τοὺς ἀτελεῖς τόκους καὶ ἀμήτορας, καὶ πᾶσαν τὴν περὶ ταῦτα κωμῳδίαν ἢ τραγῳδίαν; Ἀμφότερα γὰρ εἰπεῖν οἰκειότατον. Συμφέρει γαμῆσαι; κἀγὼ δέχομαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· συμφέρει δὲ τοῖς μετρίοις, οὐ τοῖς ἀπλήστοις, καὶ πλέον ἢ δεῖ τὴν σάρκα τιμᾷν βουλομένοις. Ὅταν τοῦτο μόνον ὁ γάμος ᾖ, ἢ γάμος, καὶ συζυγία, καὶ παίδων διαδοχῆς ἐπιθυμία, καλὸς ὁ γάμος· πλείονας γὰρ εἰσάγει τοὺς εὐαρεστοῦντας Θεῷ. Ὅταν δὲ ὕλην ἐξάπτῃ, καὶ ταῖς ἀκάνθαις περιβάλλῃ, καὶ οἷον κακίας ὁδὸς εὑρίσκηται, τότε κἀγὼ φθέγγομαι· Οὐ συμφέρει γαμῆσαι.

10. Καλὸν ὁ γάμος· ἀλλ᾿ οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἕν ἐστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγαμος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ τὴν μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μήτηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται· τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη, εἴτ᾿ οὖν πράξεσιν, εἴτε καὶ θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ· καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδεσμείσθω τῷ κόσμῳ· ἡ δὲ μηδ᾿ ὅλως γινέσθω τοῦ κόσμου. Ὃ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανῄρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενεχθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς. Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων. καὶ ὁ τύπος μέρος πορνείας ἐστί· μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.

11. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ᾿ οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν; Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖττον σαρκὸς, τὸ ἐκ σαρκὸς γενόμενον μὴ γεννᾷν εἰς σάρκα; Πῶς γὰρ οὐκ ἀγγελικὸν τὸ σαρκὶ συνδεδεμένην μὴ κατὰ σάρκα ζῇν, ἀλλ᾿ εἶναι τῆς φύσεως ὑψηλοτέραν; Ἡ σὰρξ τῷ κόσμῳ προσέδησεν, ἀλλ᾿ ὁ λογισμὸς πρὸς Θεὸν ἀνήγαγεν· ἡ σὰρξ ἐβάρησεν, ἀλλ᾿ ὁ λογισμὸς ἐπτέρωσεν· ἡ σὰρξ ἔδησεν, ἀλλ᾿ ὁ πόθος ἔλυσεν. Ὅλῃ τέτασο πρὸς Θεὸν, ὦ παρθένε, τῇ ψυχῇ· τοῦτο γὰρ αὐτὸ καὶ ἀνδράσι νομοθετῶ καὶ γυναιξί· καὶ οὐ μή τί σοι φανῇ τῶν ἄλλων καλὸν, ὅσα τοῖς πολλοῖς· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος, χρόνου καὶ νόσου παίγνιον. Εἰ ὅλην ἐκένωσας πρὸς Θεὸν τοῦ φίλτρου τὴν δύναμιν, εἰ μὴ δύο σοι εἴη τὰ ποθούμενα, καὶ τὸ ῥέον, καὶ τὸ ἀόρατον· ἄρα τοσοῦτον ἐτρώθης τῷ ἐκλεκτῷ βέλει, καὶ τοῦ νυμφίου τὸ κάλλος κατέμαθες, ὥστε καὶ δύνασθαι λέγειν ἐκ τοῦ νυμφικοῦ δράματός τε καὶ ᾄσματος, ὅτι Γλυκασμὸς εἶ, καὶ ὅλος ἐπιθυμία.

12. Ὁρᾶτε τὰ ἐμπεριλαμβανόμενα τοῖς μολιβδίνοις ὀχετοῖς ῥεύματα, ὅτι τῷ λίαν στενοχωρεῖσθαι, καὶ πρὸς ἑν φέρεσθαι, τοσοῦτον ἐκβαίνει τὴν ὕδατος πολλάκις φύσιν, ὥστε καὶ πρὸς τὸ ἄνω χωρεῖν ἀεὶ τὸ κατόπιν ὠθούμενον. Οὕτως ἐὰν σφίγξῃς τὸν πόθον, καὶ ὅλη Θεῷ συναφθῇς, ἄνω χωρίσῃς, οὐ μὴ κάτω πέσῃς, οὐ μὴ διαχυθῇς, ὅλη Χριστοῦ μενεῖς, μέχρις ἃν καὶ Χριστὸν ἴδῃς τὸν σὸν νυμφίον. Ἀπρόσιτον ἑαυτὴν φύλαττε, καὶ λόγῳ, καὶ ἕργῳ, καὶ βίῳ, καὶ διανοήματι, καὶ κινήματι. Πανταχόθεν ὁ Πονηρὸς περιεργάζεταί σε, πάντα κατασκοπεῖ, ποῦ βάλῃ, ποῦ τρώσει, μή τι παραγυμνούμενον εὕρῃ καὶ πρὸς πληγὴν ἕτοιμον. Ὅσῳ καθαρωτέραν ὁρᾷ, τοσούτῳ μᾶλλον σπιλῶσαι φιλονεικεῖ· καὶ γὰρ ἐσθῆτος λαμπρᾶς οἱ σπίλοι περιφανέστεροι. Μὴ ὀφθαλμὸς ὀφθαλμὸν ἑλκέτω, μὴ γέλως γέλωτα, μὴ συνήθεια νύκτα, μὴ νὺξ ἀπώλειαν. Τὸ γὰρ κατὰ μέρος ὑφελκόμενον καὶ κλεπτόμενον, ἀνεπαίσθητον μὲν τὴν πρὸς τὸ παρὸν ἔχει βλάβην, εἰς τὸ κεφάλαιον δὲ τῆς κακίας ἀπαντᾷ.

13. Οὐ πάντες, φησὶ, χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται. Τὸ, δέδοται, ὅταν ἀκούσῃς, μηδὲν αἱρετικὸν πάθῃς, μὴ τὰς φύσεις εἰσαγάγῃς, μὴ τοὺς χοικοὺς, καὶ τοὺς πνευματικοὺς, καὶ τοὺς μέσους. Εἰσὶ γὰρ οὕτω τινὲς διακείμενοι κακῶς, ὥστε οἴεσθαι, τοὺς μὲν πάντη ἀπολλυμένης εἶναι φύσεως, τοὺς δὲ σωζομένης, τοὺς δὲ οὕτως ἔχειν, ὅπως ἂν ἡ προαίρεσις ἄγῃ πρὸς τὸ χεῖρον, ἢ βέλτιον. Ἐπιτηδειότητα μὲν γὰρ ἄλλον ἄλλου μᾶλλον, ἢ ἔλαττον ἔχειν, κἀγὼ δέχομαι· οὐκ ἀρκεῖν δὲ μόνην τὴν ἐπιτηδειότητα πρὸς τελείωσιν· λογισμὸν δὲ εἶναι τὸν ταύτην ἐκκαλούμενον, ἵνα ἡ φύσις εἰς ἔργον προέλθῃ, καθάπερ λίθος πυρίτης σιδήρῳ κρουσθεὶς, καὶ οὕτω πῦρ γένηται. Ὅταν ἀκούσῃς, Οἷς δέδοται, πρόσθες, δέδοται μὲν τοῖς καλουμένοις καὶ τοῖς οὕτω νεύουσι. Καὶ γὰρ ὅταν ἀκούσῃς, οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ, συμβουλεύω σοι ταυτὸν ὑπολαβεῖν. Ἐπειδὴ γάρ εἰσί τινες οἱ τοσοῦτον μεγαλοφρονοῦντες ἐπὶ τοῖς κατορθώμασιν, ὥστε τὸ πᾶν ἑαυτοῖς διδόναι, καὶ μηδὲν τῷ ποιήσαντι, καὶ σοφίσαντι, καὶ χορηγῷ τῶν καλῶν, διδάσκει τούτους ὁ λόγος, ὅτι καὶ τὸ βούλεσθαι καλῶς, δεῖται τῆς παρὰ Θεοῦ βοηθείας· μᾶλλον δὲ, αὐτὸ τὸ προαιρεῖσθαι τὰ δέοντα, θεῖόν τι καὶ ἐκ Θεοῦ δῶρον φιλανθρωπίας· δεῖ γὰρ, καὶ τὸ ἐφ᾿ ἡμῖν εἶναι, καὶ τὸ ἐκ Θεοῦ σώζεσθαι. Διὰ τοῦτό φησιν· Οὐ τοῦ θέλοντος· τοῦτ᾿ ἔστιν, οὐ μόνον τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος μόνον, ἀλλὰ καὶ τοῦ ἐλεοῦντος Θεοῦ. Εἶτα, ἐπειδὴ καὶ τὸ βούλεσθαι παρὰ Θεοῦ, τὸ πᾶν εἰκότως ἀνέθηκε τῷ Θεῷ. Ὅσον ἂν δράμῃς, ὅσον ἂν ἀγωνίσῃ, χρῄζης τοῦ διδόντος τὸν στέφανον. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν. Οἶδα, φησὶν, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος, οὐδὲ τῶν μαχομένων ἡ νίκη, οὔτε τῶν εὐπλούντων οἱ λιμένες· ἀλλὰ Θεοῦ, καὶ νίκην ἀπεργάσασθαι, καὶ εἰς λιμένας ἀποσῶσαι τὸ σκάφος.

14. Καὶ τοῦτο ἀλλαχοῦ λεγόμενον, καὶ νοούμενον, καὶ ἴσως ἀναγκαῖον προσθεῖναι καὶ τὸ ἐπελθὸν τοῖς εἰρημένοις, ἵνα τὸν ἐμὸν πλοῦτον καὶ ὑμῖν χαρίσωμαι. Ἤ,τησεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου φιλότεκνόν τι παθοῦσα, καὶ τὸ μέτρον ἀγνοοῦσα τῶν αἰτουμένων, πλὴν συγγνωστὴ δι᾿ ὑπερβολὴν φίλτρου, καὶ ὀφειλομένην εὔνοιαν τέκνοις. Οὐδὲν γὰρ μητρὸς εὐσπλαγχνότερον· καὶ τοῦτο λέγω, ἵνα τιμᾶσθαι νομοθετήσω τὰς μητέρας. Ἤ,τησεν οὖν τὸν Ἰησοῦν ἡ μήτηρ ἐκείνων, ἕνα ἐκ δεξιῶν καθίσαι, καὶ ἕνα ἐξ ἀριστερῶν. Ἀλλὰ τί ὁ Σωτήρ; Ἐρωτᾷ τὸ πρῶτον, εἰ τὸ ποτήριον δύνανται πιεῖν, ὃ αὐτὸς πίνειν ἤμελλεν. Ὡς δὲ καὶ τοῦτο ὡμολογήθη, καὶ ὁ Σωτὴρ ἐδέξατο (ᾔδει γὰρ κἀκείνους τῷ αὐτῷ τελειουμένους, μᾶλλον δὲ, τελεωθήσεσθαι μέλλοντα)ς, τί φησι; Τὸ μὲν ποτήριον πίονται, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ἀριστερῶν, οὐκ ἔστιν ἐμὸν, φησὶ, τοῦτο δοῦναι, ἀλλ᾿ οἷς δέδοται. Οὐδὲν οὖν ὁ ἡγεμὼν νοῦς; οὐδὲν ὁ πόνος; οὐδὲν ὁ λόγος; οὐδὲν ἡ φιλοσοφία; οὐδὲν τὸ νηστεῦσαι; οὐδὲν τὸ ἀγρυπνῆσαι; τὸ χαμευνῆσαι; τὸ πηγὰς στάξαι δακρύων; Τούτων οὐδὲν, ἀλλὰ κατά τινα ἀποκλήρωσιν, καὶ Ἱερεμίας ἁγιάζεται, καὶ ἄλλοι ἐκ μήτρας ἀλλοτριοῦνται;

15. Φοβοῦμαι μὴ καὶ ἄτοπός τις εἰσέλθῃ λογισμὸς, ὡς τῆς ψυχῆς ἀλλαχοῦ πολιτευσαμένης, εἶτα τῷ σώματι τούτῳ ἐνδεθείσης· καὶ ἐκ τῆς ἐκεῖθεν πολιτείας, τῶν μὲν λαβόντων τὴν προφητείαν, τῶν δὲ κατακρινομένων, ὅσοι κακῶς βεβιώκασιν. Ἀλλ᾿ ἐπειδὴ τοῦτο ὑπολαβεῖν λίαν ἄτοπον, καὶ οὐκ ἐκκλησιαστικὸν (ἄλλοι μὲν γὰρ περὶ τῶν τοιούτων δογμάτων παιζέτωσαν, ἡμῖν δὲ τὰ τοιαῦτα παίζειν οὐκ ἀσφαλὲ)ς, κἀκεῖ τῷ, Καὶ οἷς δέδοται, πρόσθες τὸ, τοῖς οὖσιν ἀξίοις· οἳ τὸ εἶναι τοιοῦτοι, οὐ μόνον παρὰ τοῦ Πατρὸς εἰλήφασιν, ἀλλὰ καὶ ἑαυτοῖς δεδώκασιν.

16. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς εὐνουχίσθησαν, καὶ τὰ ἑξῆς. Σφόδρα ἐβουλόμην ἀνδρικόν τι περὶ τῶν εὐνούχων ἔχειν εἰπεῖν. Μὴ μέγα φρονεῖτε, οἱ ἐκ φύσεως εὐνοῦχοι. Τὸ γὰρ τῆς σωφροσύνης, ἴσως ἀκούσιον. Οὐ γὰρ ἦλθεν εἰς βάσανον, οὐδὲ τὸ σωφρονεῖν ἐδοκιμάσθη διὰ τῆς πείρας. Τὸ μὲν γὰρ ἐκ φύσεως ἀγαθὸν, ἀδόκιμον· τὸ δ᾿ ἐκ προαιρέσεως, ἐπαινετόν. Τίς πυρὶ χάρις τοῦ καίειν; τὸ γὰρ καίειν ἐκ φύσεως ἔχει. Τίς ὕδατι τοῦ κάτω φέρεσθαι; τοῦτο γὰρ ἔχει παρὰ τοῦ δημιουργήσαντος. Τίς χιόνι τῆς ψυχρότητος χάρις; ἢ τῷ ἡλίῳ τοῦ φαίνειν; Φαίνει γὰρ κἂν μὴ βούληται. Χαρίζου μοι τὸ βούλεσθαι τὰ βελτίονα. Χαρίζῃ δὲ, ἐὰν σὰρξ γενόμενος, πνευματικὸς γένῃ· ἐὰν τῇ μολίβδι τῆς σαρκὸς ἑλκόμενος, πτερωθῇς ὑπὸ τοῦ λόγου· ἐὰν οὐράνιος εὑρεθῇς, ταπεινὸς γεγονώς· ἐὰν σαρκὶ συνδεθεὶς, ὑπὲρ σάρκα φανῇς.

17. Ἐπειδὴ οὖν τὸ σωματικὰ φρονεῖν οὐκ ἐπαινετὸν, ἄλλο τι αἰτῶ τοὺς εὐνούχους. Μὴ πορνεύσητε περὶ θεότητα. Χριστῷ συζευχθέντες, Χριστὸν μὴ ἀτιμάσητε. Ὑπὸ τοῦ Πνεύματος τελειούμενοι, μὴ ὁμότιμον ἑαυτοῖς τὸ Πνεῦμα ποιήσητε. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ὁ Παῦλός φησι, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ κτίσματι ἐλάτρευον, οὐκ ἂν Χριστιανὸς ὠνομαζόμην. Εἰς τί γὰρ ὁ Χριστιανὸς τίμιον; Οὐχ ὅτι Θεὸς ὁ Χριστός; Εἰ μὴ τοῦτο ὡς ἄνθρωπος πάθω, φιλίᾳ πρὸς αὐτὸν συγκεκραμένος. Καίτοι καὶ Πέτρον τιμῶ, ἀλλ᾿ οὐκ ἀκούω Πετριανός· καὶ Παῦλον, Παυλιανὸς δὲ οὐκ ἤκουσα. Οὐ δέχομαι παρὰ ἀνθρώπων ὀνομάζεσθαι, παρὰ Θεοῦ γεγονώς. Οὕτως εἰ μὲν, ὅτι Θεὸν ὑπείληφας, διὰ τοῦτο καλῇ Χριστιανὸς, καὶ καλοῖο, καὶ μένοις ἐν τῷ ὀνόματι, ἢ τῷ πράγματι. Εἰ δὲ, ὅτι στέργεις Χριστὸν, διὰ τοῦτο ἐξ αὐτοῦ καλῇ, οὐδὲν πλέον νέμεις αὐτῷ τῶν ἄλλων κλήσεων, αἳ ἀπό τινος ἐπιτηδεύματος ἢ πράγματος τίθενται.

18. Ὁρᾶτε τοὺς περὶ τὰς ἱπποδρομίας ἐσπουδακότας τούτους. Οἳ ἀπὸ τῶν χρωμάτων ὀνομάζονται, καὶ τῶν μερίδων, αἷς συνεστήκασιν. Ὑμεῖς δὲ ἴστε τὰ ὀνόματα, κἂν ἐγὼ μὴ λέγω. Εἰ οὕτως ἀκούεις Χριστιανὸς, μικρὰ λίαν ἡ προσηγορία, κἂν ἐπ᾿ αὐτῇ καλλωπίζῃ· εἰ δὲ, ὅτι καὶ Θεὸν ὑπείληφας, δεῖξον τοῖς ἔργοις ὡς ὑπείληφας. Εἰ κτίσμα ὁ Υἱὸς, ἔτι καὶ νῦν λατρεύεις τῇ κτίσει παρὰ τὸν κτίστην. Εἰ κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μάτην ἐβαπτίσθης, καὶ τοῖς μὲν δυσὶ μέρεσιν ὑγιαίνεις. μᾶλλον δὲ οὐδὲ ἐκείνοις· τῷ δὲ ἐνὶ, παντελῶς κινδυνεύεις. Ὑπόθου μαργαρίτην ἕνα εἶναι τὴν Τριάδα. πανταχόθεν ὅμοιον, καὶ ἴσον στίλβοντα. Ὅ τι ἂν πάθῃ τοῦ μαργαρίτου, ἡ πᾶσα τοῦ λίθου χάρις ἠφάνισται. Οὕτως ὅταν ἀτιμάζῃς Υἱὸν, ἵνα τιμήσῃς Πατέρα, οὐ δέχεταί σου τὴν τιμήν. Ἐπ᾿ ἀτιμίᾳ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐ δοξάζεται. Εἰ σοφὸς υἱὸς εὐφραίνει πατέρα, πόσῳ μᾶλλον ἡ τοῦ Υἱοῦ τιμὴ, τιμὴ τοῦ Πατρὸς γένηται; Εἰ δὲ καὶ τοῦτο δέξῃ· Τὸ τέκνον, μὴ δοξάζου ἐπ᾿ ἀτιμίᾳ Πατρός· οὕτως οὐδὲ Πατὴρ ἐπ᾿ ἀτιμίᾳ τοῦ Υἱοῦ δοξάζεται. Εἰ ἀτιμάζεις τὸ Πνεῦμα τὸ ἅγιον, οὐ δέχεταί σου τὴν τιμὴν ὁ Υἱός. Εἰ γὰρ καὶ μὴ ὡς Υἱὸς ἐκ τοῦ Πατρὸς, ἀλλ᾿ οὖν ἐκ τοῦ αὐτοῦ Πατρός. Ἢ τὸ πᾶν τίμησον, ἢ τὸ ὅλον ἀτίμασον, ἵνα ἀκόλουθος νοῦς σεαυτῷ τυγχάνῃς. Οὐ δέχομαί σου τὸ ἐξ ἡμισείας εὐσεβές. Ὅλον εὐσεβῆ μὲν εἶναί σε βούλομαι, ἀλλὰ καθὼς βούλομαι. Σύγγνωθι τῷ πάθει. Ἀλγῶ καὶ ὑπὲρ τῶν μισούντων. Μέλος ἦς ἐμὸν, καὶ εἰ νῦν ἀποτέμνῃ· μέλος καὶ γενήσῃ τυχόν· διὰ τοῦτο καὶ φιλάνθρωπα φθέγγομαι. Ταῦτα διὰ τοὺς εὐνούχους, ἵνα περὶ θεότητα σωφρονῶσιν.

19. Οὐ γὰρ ἡ περὶ σῶμα μόνον ἁμαρτία, πορνεία καὶ μοιχεία λέγεται, ἀλλὰ καὶ ὁτιοῦν ἥμαρτες, καὶ μάλιστα ἡ περὶ τὸ θεῖον παρανομία. Πόθεν παράσχωμεν; τοῦτο τυχὸν ἀπαιτεῖς· Ἐπόρνευσαν, φησὶν, ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ὁρᾷς καὶ πρᾶξιν πορνείας ἀναίσχυντον; Καὶ, Ἐμοιχῶντο, φησὶν, ἐν τῷ ξύλῳ. Ὁρᾷς καὶ θρησκείαν τινὰ μοιχαλίδα; Μὴ τοίνυν μοιχεύσῃς κατὰ ψυχὴν, σωφρονῶν τῷ σώματι· μὴ δείξεις τὸ ἀκουσίως τῇ σαρκὶ σωφρονεῖν ἐξ ὧν οὐ σωφρονεῖς, ἐν οἷς πορνεύειν δυνατὸς εἶ. Τί πεποιήκατε τὴν ἀσέβειαν ὑμετέραν; Τί πάντες ἐπὶ τὸ χεῖρον φέρεσθε, ὡς ταυτὸν εἶναι λοιπὸν, ἢ εὐνοῦχον, ἢ ἀσεβῆ καλεῖσθαι; Γένεσθε μετὰ τῶν ἀνδρῶν, ὀψὲ γοῦν ἀνδρικόν τι φρονήσατε, φύγετε τὰς γυναικωνίτιδας, μὴ προςτεθήτω τῷ αἰσχρῷ τοῦ ὀνόματος τὸ αἰσχρὸν τοῦ κηρύγματος. Βούλεσθε μικρὸν ἔτι τῷ λόγῳ προςκαρτηρήσωμεν; Ἢ κόρον ἔχει τὰ εἰρημένα; Πλὴν τιμηθήτωσαν καὶ οἱ εὐνοῦχος τοῖς ἑξῆς· ἐπαινετὸς γὰρ ὁ λόγος.

20. Εἰσὶ γὰρ εὐνοῦχοι, φησὶν, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν παρὰ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Δοκεῖ μοι τῶν σωμάτων ἀποστὰς ὁ λόγος, τυποῦν διὰ τῶν σωμάτων τὰ ὑψηλότερα. Τὸ μὲν γὰρ μέχρι τῶν σωματικῶν εὐνούχων στῆσαι τὸν λόγον, τυχὸν μικρόν τε καὶ λίαν ἀσθενὲς καὶ ἀνάξιον λόγου· δεῖ δὲ ἡμᾶς ἐπινοῆσαί τι τοῦ Πνεύματος ἄξιον. Δοκοῦσι τοίνυν οἱ μὲν ἐκ φύσεως νεύειν πρὸς τὸ ἀγαθόν. Φύσεως δὲ ὅταν εἴπω, οὐκ ἀτιμάζω τὴν προαίρεσιν, ἀλλ᾿ ἀμφότερα τίθημι, τήν τε πρὸς τὸ καλὸν ἐπιτηδειότητα, καὶ τὴν εἰς ἔργον ἄγουσαν τὸ ἐκ φύσεως ἐπιτήδειον. Ἕτεροι δὲ εἰσί τινες, οὓς ὁ λόγος καθαίρει, τῶν παθῶν ἐκτέμνων. Τούτους ἡγοῦμαι εἶναι τοὺς ὑπὸ τῶν ἀνθρώπων εὐνουχιζομένους, ὅταν ὁ διδασκαλικὸς λόγος διελὼν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ μὲν ἀποπεμψάμενος, τὸ δὲ νομοθετήσας (ὡς τὸ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν), τὴν πνευματικὴν σωφροσύνην δημιουργήσῃ. Ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ λίαν ἐπαινῶ τούς τε διδασκάλους ὁμοίως καὶ τοὺς διδασκομένους, ὅτι οἱ μὲν καλῶς ἐξέτεμον, οἱ δὲ κάλλιον ἐξετμήθησαν.

21. Καὶ εἰσὶν, οἵτινες ἑαυτοὺς εὐνούχισαν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλοι διδασκάλων μὲν οὐκ ἐπέτυχον, ἑαυτῶν δὲ γεγόνασιν ἐπαινετοὶ διδάσκαλοι. Οὐκ ἐδίδαξέ σε μήτηρ τὸ δέον, οὐκ ἐδίδαξέ σε πατὴρ, οὐ πρεσβύτερος, οὐκ ἐπίσκοπος, οὐκ ἄλλος τις τῶν τὸ διδάσκειν πεπιστευμένων. Ἀλλὰ τὸν ἐν σοὶ λόγον κινήσας, ἀλλὰ τὸν σπινθῆρα τοῦ καλοῦ διὰ τῆς προαιρέσεως ἀνάψας, σαυτὸν εὐνούχισας, τὴν ῥίζαν ἐξέτεμες, τὰ ὄργανα τῆς κακίας ἐξώρισας, τοσαύτην ἕξιν ἐκτήσω τῆς ἀρετῆς, ὥστε καὶ σχεδὸν ἀδύνατόν σοι γενέσθαι τὴν περὶ τὰ χείρω φοράν. Διὰ τοῦτο ἐπαινῶ καὶ τοῦτον τὸν εὐνουχισμὸν, καὶ τυχὸν μᾶλλον τῶν ἄλλων. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Ἣν βούλει δέξαι μερίδα, ἢ ἐπακολούθησον τῷ διδασκάλῳ, ἢ γενοῦ σαυτοῦ διδάσκαλος. Ἓν αἰσχρὸν μόνον, μὴ τμηθῆναι τὰ πάθη. Περὶ δὲ τοῦ τμηθῆναι τὰ πάθη, μηδὲν διαφέρου. Καὶ ὁ διδάσκων, πλάσμα Θεοῦ, καὶ σὺ γέγονας ἐκεῖθεν· κἄν τε ὁ διδάσκαλος ἁρπάσῃ τὴν χάριν, κἄν τε γένηται σὸν τὸ καλὸν, καλὸν ὁμοίως ἐστί.

22. Μόνον ἐκτέμνωμεν ἑαυτοὺς τῶν παθῶν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Μόνον ἀκολουθῶμεν τῇ εἰκόνι, μόνον αἰδώμεθα τὸ ἀρχέτυπον. Ἔκτεμνε τὰ σωματικὰ πάθη, ἔκτεμνε καὶ τὰ ψυχικά. Ὅσῳ γὰρ ψυχὴ τιμιώτερον σώματος, τοσούτῳ τιμιώτερον καθᾶραι ψυχὴν, ἢ σῶμα. Εἰ δὲ ἡ τοῦ σώματος κάθαρσις τῶν ἐπαινετῶν, σκόπει μοι πόσον ἡ τῆς ψυχῆς μείζων τε καὶ ὑψηλοτέρα. Ἔκτεμνε τὴν Ἀρειανὴν ἀσέβειαν, ἔκτεμνε τὴν Σαβελλίου κακοδοξίαν. Μήτε συνάψῃς πλέον ἢ καλῶς ἔχει, μήτε διέλῃς κακῶς, μήτε εἰς ἑν πρόσωπον συνέλῃς τὰ τρία, μήτε ἐργάσῃ τρεῖς ἀλλοτριότητας φύσεων. Καὶ τὸ ἑν ἐπαινετὸν, καλῶς νοούμενον, καὶ τὰ τρία καλῶς διαιρούμενα, ὅταν προσώπων, ἀλλὰ μὴ θεότητος, ἡ διαίρεσις ᾖ.

23. Ταῦτα καὶ λαικοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι βοηθεῖν ἐκ Θεοῦ. Μέγα φόνον ἐπισχεῖν, καὶ μοιχείαν κολάσαι, καὶ κλοπὴν σωφρονίσαι· πολλῷ μᾶλλον εὐσέβειαν νομοθετῆσαι, καὶ ὑγιῆ λόγον χαρίσασθαι. Οὐ τοσοῦτον ὁ ἐμὸς λόγος δυνήσεται πολεμῶν ὑπὲρ τῆς ἁγίας Τριάδος, ὅσον τὸ πρόςταγμα, ἐὰν ἐπιστομίζῃς τοὺς κακῶς ἔχοντας, ἐὰν βοηθῇς τοῖς διωκομένοις, ἐὰν τοὺς φονευτὰς ἐπέχῃς, ἐὰν κωλύῃς τὸ φονεύεσθαι. Λέγω δὲ, οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν. Πᾶσα γὰρ ἁμαρτία, θάνατός ἐστι ψυχῆς. Μέχρι τούτων ὁ λόγος στήτω.

24. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος ἠλικίας, πᾶσαν μὲν φέρετε ζημίαν, τὴν εἰς χρήματα, τὴν εἰς σώματα· ἑν δὲ μὴ δέξησθε μόνον, τὴν θεότητα ζημιούμενοι. Προσκυνῶ Πατέρα, προσκυνῶ τὸν Υἱὸν, προσκυνῶ τὸ Πνεῦμα τὸ ἅγιον· μᾶλλον δὲ προσκυνοῦμεν, ἐγὼ καὶ πρὸ πάντων, ὁ ταῦτα λέγων, ἐγὼ καὶ μετὰ πάντας καὶ σὺν πᾶσιν, ἐν αὐτῷ τῷ Κυρίῳ τῷ Χριστῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.



ΛΟΓΟΣ 38.

Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος.

1. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. Ἄ,σατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾿ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προςκυνεῖ τὸν ἀπ᾿ ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;

2. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπειςέρχεται. Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρετα)ι, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ᾿ ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.

3. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὢν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερο)ς· τὸ δὲ, δι᾿ ἡμᾶς γενόμενος ὕστερον, ἵν᾿ ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπαναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.

4. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεικῶς· μὴ κοσμικῶς, ἀλλ᾿ ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.

5. Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν ἐκθηλύνωμεν, μὴ γεῦσιν καταπορνεύσωμεν, μὴ ἁφῇ χαρισώμεθα, ταῖς προχείροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁμαρτίας, μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, μὴ λίθων διαυγείαις, μὴ χρυσοῦ περιλάμψεσι, μὴ χρωμάτων σοφίσμασι ψευδομένων τὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρημένων· μὴ κώμοις καὶ μέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγμένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώμεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύψεως. Μὴ τιμήσωμεν οἴνων τοὺς ἀνθοσμίας, ὀψοποιῶν μαγγανείας, μύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιμίαν ἡμῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωμεν. Ἀκρασία γὰρ ἐμοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος.

6. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιμόνων, καὶ πλάσται, καὶ μυσταγωγοὶ, καὶ μύσται τυγχάνοντες. Ἡμεῖς δὲ, οἷς Λόγος τὸ προςκυνούμενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ τρυφήσωμεν, καὶ θείῳ νόμῳ, καὶ διηγήμασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡ παροῦσα πανήγυρις· ἵν᾿ οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ μὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε (καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ ὑμῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑμῖν δαιτυμόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίμως, ἵν᾿ εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροικος, καὶ τοὺς τρυφῶντας ὁ μὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαμπροὺς, ὁ πένης τε καὶ ἀνέστιος; Ἄρξομαι δὲ ἐντεῦθεν· καί μοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν᾿ ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος· ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.

7. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ᾿ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν, ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ᾿ αὐτὸν, ἀλλ᾿ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον, καὶ ἀνεπιχείρητον), τῷ δὲ ἀλήπτῳ θαυμάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται, τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις, ἤδη προσομιλῇ, τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, μόνον τὸ εἶναι συνθέτοις.

8. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ᾿ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις, αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα, καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ᾿ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.

9. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ᾿ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητο)ς, πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρούμενον, καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην, ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα, δευτέρας ἐλλάμψεως Πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν ταύτας, καὶ λέγειν, ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος, καὶ λεγόμενος, αἵ τε ὑπ᾿ αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας, τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.

10. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα, ἐπαινετὸν μὲν τῆς καθ᾿ ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι· Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύςσαν. Τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ πόθου καὶ τοῦ λόγου βιασαμένων.

11. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ᾿ ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα, καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῶον ἑν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ᾿ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγο)ς, οἷόν τινα κόσμον δεύτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος· τὸν αὐτὸν, πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.

12. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν᾿ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων καὶ τῶν τελεωτέρων, γυμνὸν καὶ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ᾿ ἀρχῆς. Καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὐ μὴ προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ᾿ ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιπείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὲ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροι)ς, οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἢν προσήγαγεν ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενεία!ς ἐμὴ γὰρ ἡ τοῦ προπάτορο)ς, τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν Ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει μέν τι κἀνταῦθα· τὸν θάνατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· καὶ γίνεται φιλανθρωπία ἡ τιμωρία. Οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν Θεόν.

13. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις μεταβολαῖς, ὑφ᾿ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆνα)ι· προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἑν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν, τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεω!ς ὢ τῆς παραδόξου κράσεω!ς ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν᾿ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν᾿ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.

14. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ Πονηροῦ πλάσματα; Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν; Διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ᾿ ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ᾿ ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς μένουσι συνηρίθμησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο; Ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; Ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνανυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελώνων ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν· εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος, κατὰ τὸν νόμον, ἀνασώσηται.

15. Ἀπεστάλη μὲν, ἀλλ᾿ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώματος· εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόμισον, ἐφ᾿ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγο!ς Ὑπὸ μὲν τῶν, ὡς Θεὸς, τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαίμονες. Ὦ δαιμόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωμονέστερ!ε Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεότητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν᾿ εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως.

16. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ καθαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν· μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμο)υ, καὶ σχιζομένους τοὺς οὐρανοὺς, καὶ ὑπὸ τοῦ συγγενοῦς Πνεύματος μαρτυρούμενον, καὶ πειραζόμενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούμενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς (ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρωμένον), καὶ δαίμονας ἀπελαύνοντα, τὰ μὲν δι᾿ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν μαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα μυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόμενον, καὶ σταυρούμενον, καὶ συσταυροῦντα τὴν ἐμὴν ἁμαρτίαν· ὡς ἀμνὸν προσαγόμενον, καὶ ὡς ἱερέα προςάγοντα, ὡς ἄνθρωπον θαπτόμενον, καὶ ὡς Θεὸν ἐγειρόμενον, εἶτα καὶ ἀνερχόμενον, καὶ ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης. Πόσαι μοι πανηγύρεις καθ᾿ ἕκαστον τῶν τοῦ Χριστοῦ μυστηρίων! Ὧν ἁπάντων κεφάλαιον ἑν, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτον Ἀδὰμ ἐπάνοδος.

17. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προςκίρτησον· εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ᾿ ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι᾿ ἣν εἰς οὐρανοὺς ἐγράφης· καὶ τὴν γέννησιν σεβάσθητι, δι᾿ ἣν ἐλύθης τῶν δεσμῶν τῆς γεννήσεως· καὶ τὴν Βηθλεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι᾿ ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυκισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπιτηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξασον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χόρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπιγείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς Δαβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν.

18. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυομένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον. Διὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ὡς Χριστοῦ μαθητής. Ἁγνίσθητι, περιτμήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυμμα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ μέσου αὐτῶν, ὡς Θεός. Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, μηδὲ ἀποκριθῇς τὰ πλείω. Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς μακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόμενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐμπτύσματα, δέξαι ῥαπίσματα, κολαφίσματα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαμον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συννεκρώθητι, συντάφηθι προθύμως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συμβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώμενος, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ δοξαζόμενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡμῖν εὐχόμεθα, ὅσον ἐφικτὸν τοῖς δεσμίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |