Τόμος 50
4.Εις την Αγίαν
Πεντηκοστήν, καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα
παρ' ἡμῶν ἀναγράφεται.Ὁμιλία αʹ.
αʹ. Πάλιν ἑορτὴ, καὶ πάλιν
πανήγυρις, καὶ πάλιν ἡ Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύτεκνος αὕτη καὶ
φιλότεκνος. Ἀλλὰ τί τῆς φιλοτεκνίας ὄφελος,
ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ ἂν εἴ τις ἱμάτιον ἔχων καλὸν μὴ
συγχωροῖτο αὐτῷ χρῆσθαι
διηνεκῶς; Ἱμάτιον γὰρ τῆς Ἐκκλησίας
τῶν παραγινομένων τὸ πλῆθός
ἐστι, καθάπερ καὶ ὁ προφήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων· Πάντας
αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης.Καθάπερ οὖν γυνή τις σώφρων καὶ ἐλευθέρα κατεσταλμένον
μέχρι τῶν σφυρῶν ἔχουσα τὸν χιτωνίσκον εὐπρεπεστέρα φαίνεται καὶ βελτίων·
οὕτω καὶ ἡ Ἐκκλησία φαιδροτέρα σήμερον
δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλλομένη, καὶ κατεσταλμένον ἔχουσα τὸ ἱμάτιον. Οὐδὲν γὰρ αὐτῆς σήμερον μέρος
γυμνόν ἐστιν ἰδεῖν, καθάπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις· ἀλλὰ τῆς γυμνώσεως ἐκείνης αἴτιοι
οἱ παραγενόμενοι σήμερον
μόνον, οἱ μὴ ἀεὶ τὴν
μητέρα περιστέλλοντες. Ὅτι δὲ οὐ μικρὸς
κίνδυνος γυμνὴν τὴν
μητέρα περιορᾷν, ἀναμνησθῶμεν παλαιᾶς ἱστορίας· ἀναμνησθῶμεν τοῦ γυμνὸν
ἰδόντος τὸν πατέρα, καὶ δόντος κόλασιν τῆς ὄψεως ἐκείνης. Καίτοι γε ἐκεῖνος
οὐκ ἐποίησε γυμνὸν τὸν πατέρα· ἀλλ' εἶδε μόνον γυμνὸν
ὄντα τὸν πατέρα·
καὶ οὐδὲ οὕτως ἀπηλλάγη
τιμωρίας, ἐπειδὴ εἶδε μόνον· οἱ δὲ σήμερον παραγενόμενοι, καὶ πρὸ
τούτου μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν
τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν. Εἰ δὲ ὁ γύμνωσιν ἰδὼν
οὐκ ἐξέφυγε τιμωρίαν,
οἱ γύμνωσιν ποιοῦντες
ποίας ἂν εἶεν συγγνώμης ἄξιοι; Ταῦτα οὐχὶ πλῆξαι
βουλόμενος λέγω, ἀλλ' ἵνα
φύγωμεν τὴν τιμωρίαν, ἵνα φύγωμεν
τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώμεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, καὶ
περιστέλλωμεν καὶ ἡμεῖς ἀεὶ τὴν
μητέρα τὴν ἡμετέραν.Ἰουδαϊκοῦ φρονήματός
ἐστι τρὶς τοῦ ἐνιαυτοῦ
φαίνεσθαι μόνον τῷ Θεῷ·
πρὸς ἐκείνους εἴρηται, Τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσῃ Κυρίῳ τῷ Θεῷ σου· ἡμᾶς δὲ
διαπαντὸς βούλεται ὁ Θεὸς φαίνεσθαι αὐτῷ.
Read More ->>













