ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Δευτέρα 20 Ιουνίου 2016

1.Εις τούς άνδριάντας όμιλίαι ΚΑ' έν Αντιόχεια λεχθείσαι

0 σχόλια

ioannis

1.Εις τούς άνδριάντας όμιλίαι ΚΑ' έν Αντιόχεια λεχθεΐσαι .Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.


αʹ. Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς  λύρας  τῆς  πνευματικῆς;  Καὶ 49.16 γὰρ  ὡς  σάλπιγξ  φοβερὸν  ἠχοῦσα  καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτω 49.17 κότα  φρονήματα,   καὶ  πολλοῦ   θάρσους  ἐμπλήσασα  ἀκαταγωνίστους   ποιεῖ  τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν  ἀτόπων  λογισμῶν τὰ πάθη, καὶ πολλὴν  ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων  διαλεγομένου   τῷ  Τιμοθέῳ;  Καὶ γὰρ  περὶ  χειροτονιῶν   πρὸς  αὐτὸν ἐπέστελλεν  εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει  ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων  ἕτεροι τὴν τιμωρίαν  ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων  ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον.
Read More ->>

Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν· καὶ πρὸς τοὺςπλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία καʹ.


αʹ. Ἀπὸ τῆς ῥήσεως, ἀφ' ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν  κινδύνων  πρὸς τὴν ὑμετέραν  εἰώθειν  ἀγάπην  προοιμιάζεσθαι,  ἀπὸ  τῆς  αὐτῆς  ταύτης  καὶ  σήμερον ἄρξομαι τοῦ πρὸς ὑμᾶς λόγου, καὶ ἐρῶ μεθ' ὑμῶν· Εὐλογητὸς ὁ Θεὸς, ὁ τὴν ἱερὰν ταύτην  ἑορτὴν  μετὰ χαρᾶς καὶ εὐφροσύνης πολλῆς  καταξιώσας ἡμᾶς ἐπιτελέσαι σήμερον, καὶ τὴν κεφαλὴν ἀποδοὺς τῷ σώματι, καὶ τὸν ποιμένα τοῖς προβάτοις, καὶ τὸν διδάσκαλον τοῖς μαθηταῖς, τὸν στρατηγὸν τοῖς στρατιώταις, τὸν ἀρχιερέα τοῖς ἱερεῦσιν· εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἡμῖν μὲν γὰρ ἀρκοῦν εἶναι  ἐδόκει τὸ τῶν  ἐπικειμένων  τέως ἀπαλλαγῆναι  κακῶν, καὶ ὑπὲρ τούτου πᾶσαν ἐποιούμεθα τὴν ἱκετηρίαν· ὁ δὲ φιλάνθρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν  ἀεὶ νικῶν  μετὰ πολλῆς  τῆς ὑπερβολῆς, καὶ τὸν  πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε.


Read More ->>

Κατήχησις πρώτη.Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Κατηχήσεις
Τόμος 49
Κατήχησις πρώτη.Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.

αʹ. Ὡς ποθεινὸς καὶ ἐπέραστος τῶν νέων ἡμῖν ἀδελφῶν  ὁ χορός· ἀδελφοὺς γὰρ ὑμᾶς ἐγὼ καὶ πρὸ τῶν ὠδίνων ἤδη καλῶ, καὶ πρὸ τοῦ τόκου τὴν συγγένειαν τὴν πρὸς ὑμᾶς ἀσπάζομαι. Οἶδα γὰρ, οἶδα σαφῶς εἰς ὅσην μὲν ἄγεσθαι μέλλετε τιμὴν, εἰς ὅσην δὲ ἀρχήν· τοὺς δὲ ἀρχὴν μέλλοντας  λαμβάνειν,  καὶ πρὸ τῆς ἀρχῆς εἰώθασι τιμᾷν ἅπαντες, διὰ τῆς θεραπείας εὔνοιαν ἑαυτοῖς προαποτιθέμενοι πρὸς τὸ μέλλον. Τοῦτο δὲ καὶ αὐτὸς ποιῶ νῦν· οὐ γὰρ εἰς ἀρχὴν ἄγεσθαι μέλλετε ψιλὴν,  ἀλλ' εἰς βασιλείαν αὐτήν· μᾶλλον δὲ οὐκ εἰς βασιλείαν ἁπλῶς, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν. ∆ιὰ τοῦτο ὑμῶν δέομαι καὶ ἀντιβολῶ, ἵνα μνησθῆτέ μου, ὅταν ἔλθητε εἰς βασιλείαν ἐκείνην, καὶ ὅπερ ὁ Ἰωσὴφ ἔλεγε πρὸς τὸν ἀρχιοινοχόον·  Μνήσθητί μου, ὅταν εὖ σοι γένηται· τοῦτο κἀγὼ λέγω πρὸς ὑμᾶς ἄρτι· Μνήσθητέ μου ὅταν εὖ ὑμῖν γένηται. Οὐκ ἐνυπνίων  ταύτην ἀπαιτῶ τὴν ἀμοιβὴν καθάπερ ἐκεῖνος· οὐ γὰρ ὀνείρατα ἦλθον διαλῦσαι ὑμῖν, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς διηγησόμενος πράγματα, καὶ  εὐαγγέλια  κομίζων  ἀγαθῶν  τοιούτων,  Οἷα οὔτε  ὀφθαλμὸς  εἶδεν,  οὔτε  οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τοιαῦτά ἐστιν

Read More ->>

Κατήχησις ∆ευτερα.Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Κατηχήσεις
Τόμος 49


Κατήχησις ∆ευτέρα.Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμοῦ.

αʹ. Τῶν πρώην εἰρημένων πρὸς τὴν ὑμετέραν ἀγάπην πρότερον τοὺς καρποὺς παρεγενόμην  ἀπαιτήσων ὑμᾶς· οὐδὲ γὰρ διὰ τοῦτο λέγομεν, ἵνα ἀκούσητε μόνον, ἀλλ' ἵνα καὶ μνημονεύητε  τῶν  εἰρημένων  καὶ τὴν διὰ τῶν  ἔργων ἐπίδειξιν  ἡμῖν παράσχητε· μᾶλλον δὲ οὐχ ἡμῖν, ἀλλὰ τῷ Θεῷ τῷ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότι. ∆ιὰ τοῦτο καὶ κατήχησις λέγεται, ἵνα καὶ ἀπόντων ἡμῶν ὁ λόγος ὑμῶν ἐνηχῇ ταῖς διανοίαις.  Καὶ μὴ θαυμάσητε, εἰ δέκα ἡμερῶν διαγενομένων  μόνον τοὺς καρποὺς ἤλθομεν  ἀπαιτήσοντες  τῶν  σπερμάτων· καὶ γὰρ ἐν ἡμέρᾳ μιᾷ δυνατὸν  ὁμοῦ καὶ σπέρματα καταβαλεῖν καὶ ἀμητὸν ποιήσασθαι· οὐ γὰρ οἰκείᾳ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ παρὰ τοῦ Θεοῦ ῥοπῇ δυναμούμενοι, οὕτω πρὸς τοὺς ἀγῶνας καλούμεθα. Ὅσοι μὲν οὖν κατεδέξαντο τὰ εἰρημένα, καὶ διὰ τῶν ἔργων ἐπλήρωσαν, μενέτωσαν ἐπεκτεινόμενοι  πρὸς τὰ ἔμπροσθεν· ὅσοι δὲ οὐδέπω τῆς ἀγαθῆς ταύτης  ἐργασίας ἥψαντο,  ἐντεῦθεν  ἁψάσθωσαν, ἵνα  καὶ τὴν  ἐκ τῆς  ῥᾳθυμίας καταδίκην  τῇ μετὰ ταῦτα προθυμίᾳ ἀποκρούσωνται.

Read More ->>

Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 49


Ὁμιλία αʹ.Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων.


αʹ. Ἐγὼ μὲν ἤλπιζον  τῇ συνεχείᾳ τῆς διαλέξεως  κόρον ὑμᾶς λήψεσθαι τῶν ἡμετέρων λόγων· ὁρῶ δὲ τὸ ἐναντίον ἐκβαῖνον, οὐ κόρον ὑμῖν ἀπὸ τῆς συνεχείας γινόμενον, ἀλλὰ πόθον αὐξανόμενον, οὐ πλησμονὴν, ἀλλ' ἡδονὴν προσγινομένην· καὶ ταυτὸ συμβαῖνον, ὅπερ ἐπὶ τῶν  ἔξωθεν  συμποσίων  οἱ φίλοινοι  πάσχουσι. Καὶ γὰρ ἐκεῖνοι,  ὅσῳπερ ἂν πλείω τὸν  ἄκρατον ἐγχέωσι, τοσούτῳ μᾶλλον  τὸ δίψος ἐξάπτουσι· καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν  ἐνηχήσωμεν,  τοσούτῳ μᾶλλον  ἀνάπτομεν  τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα. ∆ιὰ τοῦτο, καίτοι πενίαν ἐσχάτην ἐμαυτῷ συνειδὼς, οὐ παύομαι τοὺς φιλοτίμους  τῶν ἑστιατόρων μιμούμενος, καὶ συνεχῆ παρατιθεὶς  ὑμῖν  τὴν  τράπεζαν  καὶ  πλήρη τὸν κρατῆρα τῆς διδασκαλίας  ἱστάς. Ὁρῶ γὰρ ὅτι  μετὰ  τὸ πάντα  αὐτὸν  ἐκπιεῖν,  πάλιν  διψῶντες  ἀναχωρεῖτε.  Καὶ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ παντὸς ἐγένετο χρόνου, μάλιστα δὲ ἐκ τῆς παρελθούσης Κυριακῆς.

Read More ->>

Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49

Ὁμιλία βʹ.  Πρὸς τοὺς ἐγκαλοῦντας, τίνος ἕνεκεν οὐκ ἐκ μέσου γέγονεν ὁ διάβολος· καὶ ὅτι οὐδὲν ἡμᾶς βλάπτει ἡ τούτου πονηρία ἐὰν προσέχωμεν· καὶ περὶ μετανοίας.

αʹ. Ὁ μὲν Ἰσαὰκ ἐπιθυμήσας ποτὲ ἄριστον ἐκ τῶν χειρῶν τοῦ παιδὸς φαγεῖν, τὸν παῖδα εἰς τὴν θήραν ἐξέπεμψεν  ἐκ τῆς οἰκίας· οὗτος δὲ ὁ Ἰσαὰκ ἐπιθυμήσας ἄριστον ἐκ τῶν ἡμετέρων  χειρῶν  λαβεῖν,  οὐχ  ἡμᾶς  ἐξέπεμψεν  ἐκ τῆς  οἰκίας,  ἀλλ' αὐτὸς  πρὸς  τὴν ἡμετέραν ἔδραμε τράπεζαν. Τί τούτου φιλοστοργότερον  γένοιτ' ἄν; τί δὲ ταπεινότερον; ὃς  οὕτω   θερμὴν   ἐπιδείξασθαι   τὴν   ἀγάπην   κατηξίωσε,   καὶ  τοσοῦτον   καταβῆναι ἠνέσχετο. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς καὶ τὸν τόνον τῆς φωνῆς καὶ τὴν δύναμιν τῶν ποδῶν καταβαλόντες   ἀπὸ  τῆς  ἑωθινῆς   διαλέξεως,   ἰδόντες   τὴν   πατρικὴν   ὄψιν,   εὐθέως ἐπελαθόμεθα  τῆς ἀσθενείας, ἀπεθέμεθα  τὸν  ὄκνον,  ἀνεπτερώθημεν  ὑπὸ τῆς ἡδονῆς, εἴδομεν τὴν λαμπρὰν πολιὰν, καὶ φωτὸς ἐνεπλήσθη ἡμῶν ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ μετὰ προθυμίας τὴν τράπεζαν παρατιθέμεθα, ἵνα φαγὼν  εὐλογήσῃ ἡμᾶς. Οὐκ ἔστιν ἐνταῦθα κλοπὴ  καὶ  δόλος,  καθάπερ  ἐκεῖ  τότε·  ἕτερος  μὲν  ἐπετάγη  εἰσενεγκεῖν,   ἕτερος  δὲ εἰσήνεγκεν· ἀλλ' ἐγὼ καὶ ἐπετάγην  εἰσενεγκεῖν, καὶ εἰσήνεγκα.

Read More ->>

Λόγος περί μετανοίας έξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος

0 σχόλια


Ιωάννης Χρυσόστομος

Τόμος 49

Λογος περι μετανοιας Ἐξ ἀγροῦ αὐτοῦ ἐπανελθόντος. Ὁμιλία αʹ.

αʹ. Ἆρα ἐμέμνησθε ἡμῶν, ἡνίκα τὸν μεταξὺ τοῦτον ἐχωρίσθημεν χρόνον ὑμῶν; Ἐγὼ μὲν γὰρ ὑμῶν  οὐδέποτε ἠδυνήθην  ἐπιλαθέσθαι,  ἀλλὰ  καὶ τὴν πόλιν  ἀφεὶς, τὴν ὑμετέραν οὐκ ἀφῆκα μνήμην· ἀλλ' ὥσπερ οἱ τῶν λαμπρῶν ἐρῶντες σωμάτων, ὅπουπερ ἂν ἀπίωσι, μεθ' ἑαυτῶν  τὴν  ποθουμένην  περιφέρουσιν  ὄψιν,  οὕτω δὴ καὶ ἡμεῖς τοῦ κάλλους τῆς ὑμετέρας ψυχῆς ἐρασθέντες, ἀεὶ μεθ' ἑαυτῶν τὴν εὐμορφίαν τῆς ὑμετέρας περιφέρομεν  διανοίας.  Καὶ καθάπερ οἱ ζωγράφοι,  ποικίλα  χρώματα  κεραννύντες,  τὰς τῶν  σωμάτων  εἰκόνας  ἐργάζονται,  οὕτω  καὶ  ἡμεῖς  τὴν  σπουδὴν  ὑμῶν  τὴν  ἐν  ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα  τῆς  ψυχῆς  ὑμῶν  ὑπογράψαντες,  καὶ  πρὸ  τῶν  ὀφθαλμῶν   τῆς  διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν. Καὶ ταῦτα, καὶ οἴκοι καθήμενοι  καὶ διανιστάμενοι,  καὶ ὁδοιποροῦντες  καὶ ἀναπαυόμενοι, καὶ  εἰσιόντες   καὶ  ἐξιόντες,   ἐστρέφομεν   συνεχῶς,   τὴν  ὑμετέραν   ὀνειροπολοῦντες ἀγάπην·  καὶ  οὐκ  ἐν  ἡμέρᾳ  μόνον,  ἀλλὰ  καὶ  ἐν  νυκτὶ  ταύταις  ἐνετρυφῶμεν   ταῖς φαντασίαις.

Read More ->>

Περὶ ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49
Περὶ  ἐλεημοσύνης, καὶ εἰς τὰς δέκα παρθένους.  Ὁμιλία γʹ.

αʹ. Ἆρα οἴδατε, πόθεν ἡμῖν ὁ λόγος πρώην ἤρξατο, ἢ ποῦ κατέλυσεν, ἢ ἐκ ποίας ὑποθέσεως  εἰς ποίαν  ἔληξε τὰ τῆς προτέρας ὁμιλίας  ῥήματα; Ἀλλ' ὑμᾶς μὲν νομίζω ἐπιλελῆσθαι ποῦ ἡμῖν ὁ λόγος κατέπαυσεν· ἐγὼ δὲ οἶδα, καὶ οὐκ αἰτιῶμαι ὑμᾶς ἐν τούτῳ οὐδὲ κατηγορῶ. Ἕκαστος γὰρ ὑμῶν γυναῖκα ἔχει, καὶ παίδων  ἀντέχεται,  καὶ τῶν περὶ τὸν   οἶκον   φροντίζει   πάντων·  οἱ  μὲν  καὶ  ἐν  στρατείαις   ἀσχολοῦνται,   ἄλλοι   δὲ χειροτέχναι   εἰσί· καὶ  εἰς  διαφόρους  χρείας  ἕκαστος  ὑμῶν  ἀσχολεῖται.  Ἡμεῖς  δὲ  ἐν τούτοις στρεφόμεθα, καὶ ἐν τούτοις μελετῶμεν, καὶ ἐν τούτοις τὸν χρόνον ἡμῶν διατρίβομεν· ὥστε οὐ μεμπτέοι ἐστὲ ἐν τούτῳ, ἀλλ' ἐπαινετέοι  ἐν τῇ σπουδῇ, ὅτι οὐδὲ μίαν ἡμᾶς Κυριακὴν καταλιμπάνετε,  ἀλλὰ πάντων  καταφρονοῦντες εἰς ἐκκλησίαν ἀπαντᾶτε.  Τοῦτο γὰρ μέγιστον  ἐγκώμιόν  ἐστι τῆς ἡμετέρας πόλεως,  οὐ τὸ θορύβους ἔχειν  καὶ προάστεια, οὐδὲ χρυσορόφους οἴκους καὶ τρικλίνους,  ἀλλὰ  τὸ ἔχειν  δῆμον σπουδαῖον καὶ διεγηγερμένον. Οὐ γὰρ ἐκ τῶν φύλλων  τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν. ∆ιὰ τοῦτο γὰρ τῶν ἀλόγων ζώων προτετιμήμεθα ἐν τῷ λόγον ἔχειν,

Read More ->>

Περί νηστείας και είς Προφήτην Ιωνάν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλλόμενα Νόθα τινά

Τοῦ αὐτοῦ ὁμιλία περὶ νηστείας καὶ εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ ∆ανιὴλ,καὶ τοὺς τρεῖς παῖδας. Ἐλέχθη δὲ εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν. Ὁμιλία εʹ.

αʹ. Φαιδρὰ  σήμερον  ἡμῖν  ἡ  πανήγυρις,   καὶ  λαμπρότερος  τοῦ  συνήθους  ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Νηστείας τὸ κατόρθωμα τοῦτο· οἶδα κἀγώ· νηστείας οὐχὶ παρούσης, ἀλλὰ προσδοκωμένης. Ἐκείνη γὰρ ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη  καὶ τοὺς πρὸ τού του ῥᾳθυμοτέρους, σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε  χεῖρας. Εἰ δὲ καὶ προσδοκωμένη μόνον τοσαύτην ἡμῖν ἐνεποίησε σπουδὴν, φανεῖσα καὶ παραγενομένη  πόσην ἐν ἡμῖν ἐργάσεται τὴν εὐλάβειαν; Οὕτω καὶ πόλις ἄρχοντος  εἰσελαύνειν  μέλλοντος  φοβεροῦ, πᾶσαν ἀπο τίθεται  ῥᾳθυμίαν, καὶ ἐν πλείονι καθίσταται τῇ σπουδῇ. Ἀλλὰ μὴ πτήξητε φοβερὸν ἄρχοντα τὴν νηστείαν ἀκούσαντες·   οὐ   γὰρ   ἡμῖν   ἐστι   φοβερὰ,   ἀλλὰ   τῇ   τῶν   δαιμόνων    φύσει.

Read More ->>

Περί μετανοίας καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 49


Περί μετανοίας  καὶ κατανύξεως, καὶ ὅτι ταχὺς ὁ Θεὸς εἰς σωτηρίαν καὶ βραδὺς εἰς τιμωρίαν· ἐν ᾧ καὶ περὶ τῆς Ῥαὰθ παράδοξος ἱστορία. Ὁμιλία ζʹ.

αʹ. Πάντοτε μὲν ὁ θεῖος Ἀπόστολος θείᾳ καὶ οὐρανίῳ κέχρηται γλώττῃ, καὶ μετὰ πολλῆς ἐπιστήμης τὸν εὐαγγελικὸν  ὑφαίνει λόγον· οὐκ ἐξ οἰκείας γνώμης ἁπλῶς φθεγγόμενος,  ἀλλ' ἐκ τῆς βασιλικῆς αὐτοῦ αὐθεντίας προφέρων τὰ δόγματα· ἐξαιρέτως δὲ ταύτῃ κέχρηται τῇ ἐπιστήμῃ, ὅταν τὸν τῆς μετανοίας εἰσάγῃ λόγον τοῖς ἁμαρτάνουσι· περὶ δὲ αὐτοῦ τοῦ κεφαλαίου πάντας ὑμᾶς ὑπομνήσω. Ἠκούσατε τοίνυν, ἵνα ἐκ μέρους ἅψωμαι  τῶν  εἰρημένων,  ὡς ἀρτίως  διαλεγόμενος  τοῖς Κορινθίοις ἔλεγεν  ὁ γενναῖος ἐκεῖνος καὶ θαυμάσιος ἀνήρ· Μήπως ἐλθὼν  πολλοὺς  πενθήσω  τῶν  προημαρτηκότων, καὶ μὴ μετανοησάντων.  Ἄνθρωπος μὲν ἦν τῇ φύσει ὁ μέγας οὗτος διδάσκαλος, Θεοῦ δ' ὑπηρέτης τὴν πρόθεσιν· διὰ τοῦτο ὥσπερ οὐρανίῳ κέχρηται γλώττῃ,  καὶ ὡς ἐξ αὐτῶν τῶν οὐρανῶν φθεγγόμενος,  οὕτω καὶ τοῖς ἁμαρτάνουσιν ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν ἱλασμὸν  ἐπαγγέλλεται.  Ὅταν  δὲ ταῦτα  εἴπω,  οὐ τῇ  Παύλου γλώττῃ  τὴν  αὐθεντίαν ἐπιγράφω, ἀλλ' ἐπὶ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἀναφέρω, περὶ οὗ νῦν αὐτὸς ἔλεγεν·

Read More ->>

Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλόμενα Νόθα τινά


Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν ἀπὸ τῆς ∆ύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.


αʹ. Ἃ πάλαι πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν,  ταῦτα  ἐξέβη, καὶ  τέλος  ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ  γῆς  ὤφθη  διὰ σαρκὸς, καὶ  τοῖς  ἀνθρώποις  συνανεστράφη. Χαίρωμεν τοίνυν  καὶ  ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ Ἰωάννης  ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ' αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας  πᾶσιν ἀφιέντα  ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.

Read More ->>

Εις την προδοσίαν του Ιούδα ,καὶ εἰς τὸ Πάσχα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλόμενα


Εις την προδοσίαν του Ιούδα ,Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν. Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ. Ὁμιλία αʹ.


αʹ. Ὀλίγα  ἀνάγκη  σήμερον πρὸς  τὴν  ὑμετέραν  ἀγάπην  εἰπεῖν·  ὀλίγα  δὲ ἀνάγκη εἰπεῖν, οὐκ ἐπειδὴ τῷ πλήθει  τῶν  λεγομένων  ὑμεῖς βαρύνεσθε· οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν  εὑρεῖν οὕτως ἐρωτικῶς  πρὸς τὴν ἀκρόασιν τῶν  πνευματικῶν λογίων διακειμένην. Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν, ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει, ἀλλ' ἐπειδὴ ἀναγκαία  τῆς βραχυλογίας  σήμερον ἡ αἰτία· καὶ γὰρ ὁρῶ πολλοὺς τῶν  πιστῶν ἐπειγομένους  πρὸς τὴν τῶν  φρικτῶν  μυστηρίων κοινωνίαν. Ἵν' οὖν  μήτ' ἐκείνης  τῆς  τραπέζης  ἀποτύχωσι,  μήτε  ταύτης  ἐκπέσωσιν, ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν, ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται, καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ  τρόμου  καὶ  τῆς  προσηκούσης εὐλαβείας  τῇ  φοβερᾷ  καὶ  φρικτῇ  προσέλθητε κοινωνίᾳ.  Σήμερον, ἀγαπητοὶ,  ὁ Κύριος ἡμῶν  Ἰησοῦς Χριστὸς παρεδόθη· τῇ γὰρ ἐπιούσῃ  ἑσπέρᾳ  ταύτῃ,  λαβόντες  αὐτὸν,  ἀπῆλθον  οἱ  Ἰουδαῖοι.

Read More ->>

Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 49
Αμφιβαλόμενα

Εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Ομιλία αʹ.

αʹ. Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική. Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε· πρότερον σύμβολον κατακρίσεως, νυνὶ  δὲ ὑπόθεσις σωτηρίας. Οὗτος γὰρ μυρίων  ἡμῖν  ἀγαθῶν  αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν; οὗτος ἐκπεπολεμωμένους  ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους  ᾠκείωσε, μακρὰν  ὄντας   ἐγγὺς   εἶναι   ἐποίησεν·  οὗτος  ἔχθρας  ἀναίρεσις,  οὗτος  εἰρήνης ἀσφάλεια, μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε. ∆ιὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις· τὴν γὰρ ἀληθινὴν  ὁδὸν ἐπέγνωμεν· οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν· τὴν γὰρ θύραν εὕραμεν· οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν εἴδομεν.∆ιὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπειλήφαμεν· οὐ δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἔχομεν·

Read More ->>

Κυριακή 19 Ιουνίου 2016

Αγαμία και Παρθενία: διαφέρουν ή ταυτίζονται;

0 σχόλια


θεοτοκος


ΑΓΑΜΙΑ ΚΑΙ ΠΑΡΘΕΝΙΑ
ΔΙΑΦΕΡΟΥΝ Ή ΤΑΥΤΙΖΟΝΤΑΙ;
 Αρχιμ. Επιφανίου Θεοδωροπούλου
 Από το βιβλίο : ΑΡΘΡΑ-ΜΕΛΕΤΑΙ-ΕΠΙΣΤΟΛΑΙ
ΤΟΜΟΣ Α' ΑΘΗΝΑ 1986
        «Εν εσχάταις ημέραις ενστήσονται καιροί χαλεποί· έσονται γαρ οι άνθρωποι φίλαυτοι..., ακρατείς..., φιλήδονοι μάλλον ή φιλόθεοι»
(Β' Τιμ. γ', 1 κ.έ.).

      Τα δύο προηγηθέντα δημοσιεύματα μου περί προγαμιαίων σχέσεων (φύλλα «Ορθοδόξου Τύπου» της 8ης και της 22ας Φεβρουαρίου, έ.έ.) είχον μίαν απροσδόκητον συνέπειαν. Κατεκλύσθην υπό «πληροφοριών» ότι πολλοί Καθηγηταί θεολόγοι (και όχι μόνον Γυμνασίου ή Λυκείου...) διδάσκουν μίαν πολύ «βολικήν» και πολύ «έξυπνον» θεωρίαν: Ότι πορνεία είνε μόνον η επί χρήμασι σαρκική ικανοποίησις· ενώ όπου υπάρχει αγάπη, όπου υπάρχει ψυχική επαφή, εκεί δεν έχομεν πορνείαν. Συνεπώς, δι' εν ζεύγος αγαπωμένων νέων, η σαρκική συνάφεια, αποτελούσα απλώς «ολοκλήρωσιν της αγάπης των», δεν είνε πορνεία, ούτε άλλως πως συνιστά αμαρτίαν. Το Ευαγγέλιον μόνον την πορνείαν (και την μοιχείαν) απαγορεύει. Δεν απαγορεύει την «ολοκλήρωσιν της αγάπης» ενός ζεύγους...

«Ομολογώ ότι εάν τα πρόσωπα τα οποία με επληροφόρησαν περί των τοιούτων θεωριών, των οποίων υπήρξαν αυτήκοοι μάρτυρες, δεν ήσαν λίαν αξιόπιστα, θα μοι ήτο αδύνατον να πιστεύσω ότι όντως διδάσκονται αυτά τα πράγματα υπό θεολόγων. Αλλ' ήδη τι να είπω; Φαίνεται ότι ενεφανίσθη τελευταίως εν τω χώρω τής Ορθοδόξου Εκκλησίας είδος τι «Νικολαϊτισμού» ή μάλλον ότι ανεβίωσεν η κατά τον Μεσαίωνα παρουσιασθείσα εν ταις Κάτω Χώραις κίνησις υπό το όνομα «Αδελφοί και Αδελφαί του ελευθέρου πνεύματος», οίτινες διεκήρυσσον ότι «πάν το εν αγάπη και εξ έρωτος γινόμενον ουδέν έχει το ακάθαρτον»!...
Read More ->>

Οι διάλογοι χωρίς προσωπείον

1 σχόλια

Οι διάλογοι χωρίς προσωπείον
Πρωτοπρεσβύτερος Γεώργιος Δ. Μεταλληνός, 
Καθηγητής Πανεπιστημίου Αθηνών

Είναι κοινή διαπίστωση, ότι οι Διάλογοι, διαχριστιανικοί και διαθρησκειακοί, γίνονται στις ημέρες μας όλο και πιο συχνοί. Και το μεν Οικουμενικό Πατριαρχείο συνεχίζει και εντατικοποιεί την παλαιά σχετική τακτική του, το συναγωνίζεται όμως και η Εκκλησία της Ελλάδος, ρίχνοντας το βάρος κυρίως προς δύο κατευθύνσεις: τις επαφές με το Βατικανό και τον Παπισμό αφ’ ενός, αλλά και τις διαθρησκειακές συναντήσεις αφ’ετέρου. Και το μεν Οικουμενικό Πατριαρχείο ακολουθεί την χαραγμένη από τον Πατριάρχη Αθηναγόρα (†1972) πορεία, χωρίς δυνατότητα πλέον αυτοκριτικής και αυτοελέγχου, η δε Εκκλησία της Ελλάδος, στις διοικητικές δομές της και παρά τις συνεχείς αντιδράσεις της πλειονοψηφίας του Κλήρου και του ευσεβούς Λαού, τείνει να υπερβή το Πατριαρχικό Κέντρο σε πρωτοβουλίες, με ρυθμούς συνεχώς επιταχυνομένους, που δίκαια προβληματίζουν, διότι αθετούν σκανδαλωδώς την γνωστή από το παρελθόν τακτική της συνετής αυτοσυγκρατήσεως, που εφήρμοζαν οι Αρχιεπίσκοποί μας, από τον Χρυσόστομο Β´ (†1968) μέχρι και τον Σεραφείμ (†1998). Και το ερώτημα είναι αμείλικτο: Διατί;
Read More ->>

Σάββατο 18 Ιουνίου 2016

Η πνευματική προσευχή θεμέλιο στη Χριστιανική ζωή

1 σχόλια



Η ΠΝΕΥΜΑΤΙΚΗ ΠΡΟΣΕΥΧΗ ΘΕΜΕΛΙΟ ΤΗΣ  ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΖΩΗΣ

Από τους πεπειραμένους αγίους πατέρες γνωρίζουμε ότι η πνευματική προσευχή, σύντομη αλλά περιεκτική και επαναλαμβανόμενη συχνά έχει μεγάλη ωφέλεια από τις πολλές και φλύαρες προσευχές. Σε αυτές τις παρατεταμμένες προσευχές δύσκολα ο νους του ανθρώπου στέκεται προσηλωμένος στον Θεό. Συνήθως νικιέται από την αδυναμία της συγκέντρωσης του νου, αφαιρείται από εξωτερικές εντυπώσεις και εικόνες και πράγματα του κόσμου και ως εκ τούτου η θερμότητα της προσευχής υποβαθμίζεται και εξασθενεί. Όμως η σύντομη και συχνή προσευχή τυγχάνει περισσότερον σταθερή, καθ' ότι ο νους εμβαθύνει στον Θεό και μετά από λίγο καιρό μπορεί να εκτελεί την προσευχή με μεγαλύτερη θέρμη και προσήλωση. Γι' αυτό ο Κύριος μας συνιστά: ''προσευχόμενοι μη βαττολογήσητε…''(Ματθ. 6,7).Και ο Ιωάννης της Κλίμακος διδάσκει: ''μην επιχειρείς να λέγεις πολλά λόγια, για να μην σκορπά ο νους σε αναζήτηση λέξεων. Μόνον μία λέξη του Τελώνου προσείλκυσε το έλεος του Θεού και μία μόνον λέξη του ληστού στον σταυρό τον έσωσε. Η πολυλογία στην προσευχή διασκορπίζει τον νου σε ρεμβασμούς, ενώ η ολιγολογία βοηθά στην περισυλλογή του νου''. Έτσι λοιπόν η συχνή προσευχή μας ας είναι σύντομη και δίχως περιττά λόγια, αλλά να είναι αδιάλειπτος όπως διδάσκουν οι άγιοι πατέρες. Ο ιερός Χρυσόστομος γράφει τα εξής:''όποιος περιττολογεί στις προσευχές του αργολογεί''(Προς Εφες. Στ', ομιλία 24), ενώ και ο Θεοφύλακτος Βουλγαρίας σημειώνει ότι ''δεν αρμόζει να μακρύνει κανείς την προσευχή του πολυλογώντας, αλλά είναι προτιμότερον να προσεύχεται ολιγόλογα και αδιαλείπτως''. Οι Πατέρες αυτοί ερμηνεύουν στηριζόμενοι στα λόγια του Απ.Παύλου: ''θέλω πέντε λόγους διά του νοός μου λαλήσαι, ίνα και άλλους κατηχήσω, ή μυρίους λόγους εν γλώσση'' (Α' Κορ. 14,19), δηλ. προτιμότερη είναι μία σύντομη προσευχή προς τον Θεό με προσοχή παρά να προφέρει κανείς μυρίους λόγους άνευ προσοχής. Η προτροπή του Απ. Παύλου ''αδιαλείπτως προσεύχεσθε'' πρέπει να ερμηνευθεί ως η σύντομη πνευματική προσευχή του νου, που μπορεί να κατευθύνεται πάντοτε προς τον Θεό και να προσεύχεται αδιαλείπτως.


Ας αρχίσουμε να εξασκούμαστε και να συνηθίζουμε σε αυτού του είδους την προσευχή σύμφωνα με την νουθεσία του Απ.Παύλου: ''και παν ό,τι αν ποιήτε εν λόγω ή εν έργω, πάντα εν ονόματι Κυρίου Ιησού''(Κολος. 3,17), δηλ. τα πάντα να τα κάνουμε με καλή πρόθεση, για δικό μας πνευματικό συμφέρον και προς δόξαν Θεού, ώστε και με τα λόγια μας και με τα έργα μας και με τους λογισμούς μας να δοξάζεται το όνομα του Χριστού, του Σωτήρος μας. Να συνηθίσουμε σε μία ζωή προσευχής και δεήσεως συγκεντρώνοντας την σκέψη μας και κατευθύνοντας τον νου μας προς τον Θεό. Διότι τι είναι προσευχή? Είναι η κατεύθυνση του νου και της διάνοιας προς τον Θεό. Προσεύχομαι σημαίνει στέκομαι ενώπιον του Θεού και συνομιλώ μαζί Του με ευλάβεια, φόβο και ελπίδα για το πλούσιο έλεός Του. Την ώρα της προσευχής βρισκόμαστε μπροστά στον Θεό με πνεύμα δοξολογίας, ευχαριστίας και συντριβής καρδιάς. Από μία θερμή προσευχή γεννάται στην καρδιά μας η πίστη και η ελπίδα στον Θεό, η πνευματική μας εγκατάλειψη στην πρόνοια του Θεού. Γι' αυτό όταν προσευχόμαστε πρέπει ο νους μας να στέκεται ενώπιον του Θεού και μόνον Αυτόν να σκέφτεται. Οι άγιοι Πατέρες συνήθιζαν να χρησιμοποιούν σύντομες προσευχές και να τις επαναλαμβάνουν αδιάκοπα ώστε να πετύχουν την απόλυτη συγκέντρωση του νου στο πρόσωπο του Θεού και να αποκρούουν κάθε εξωτερικό περισπασμό ή λογισμό. Ιδίως προς τον σκοπόν αυτόν πολύ βοηθάει η ''προσευχή του Ιησού'', το γνωστό μας ''Κύριε Ιησού Χριστέ, Υιέ του Θεού, ελέησόν με τον αμαρτωλόν''.
Read More ->>

Η απόκρυφος περιαυτολογία

2 σχόλια

Η απόκρυφος περιαυτολογία
Αρχ. Σεβαστιανός Τοπάλης

Έρχονται στιγμές που μπαίνεις σε μία χαρισματική αυτοσυνειδησία και αντιλαμβάνεσαι μέσα σου ένα τεράστιο κενό, που πάει να σε αποπνίξει και να σε απελπίσει. Διαπιστώνεις ότι βρισκόσουν σε έναν φαύλο κύκλο κενοδοξίας και μέσα σε μία άδηλη λατρεία και προβολή του εαυτού σου. Ύπουλα βλέπεις να δουλεύει μέσα σου μία μυστική και απόκρυφη περιαυτολογία. Μέσα στην καθημερινή δουλειά και στον αγώνα και τον κόπο συλλαμβάνει κανείς τον εαυτό του να κινείται σ’ αυτή την ψευδαίσθηση… να κτίζεται το μεγάλο ψέμα μέσα του. Είναι ο βάτραχος που κοάζει με τόσο άγαρμπο τρόπο μέσα στα λιμνάζοντα ύδατα της υπερηφάνειας αφαιρώντας κάθε χαρά της ταπεινής προσευχής του ανθρώπου του Θεού. Και νιώθει να χάνει τον Θεό και την χάρη Του να απομακρύνεται. Ένα ξεκλέψιμο του διάβολου. Και τι τραγικό να υπηρετείς τον εαυτό σου και να λατρεύεις το είδωλό σου και να στήνεις τον αυτοθαυμασμό σου με ένα κυνηγητό επαίνων των άλλων και σε μία σκληρή σύγκριση και αντιπαράθεση με τους άλλους! Ματαιότητα που πνίγει και αφαιρεί την χαρά της καθάριας αγάπης και της ειλικρινούς προσφοράς. 
Read More ->>

Παρασκευή 17 Ιουνίου 2016

12 Δεκέμβριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια


ΔΕΚΕΜΒΡΙΟΣ 

Ἁγιολόγιον - Δεκέµβριος 1



●     Ὁ Προφήτης Ναούµ

●     Ὁ Ὅσιος Ἀντώνιος ὁ Νέος

●     Ὁ Ἅγιος Ὀνήσιµος Ἀρχιεπίσκοπος Ἐφέσου

●     Ὁ Ἅγιος Φιλάρετος ὁ Ἐλεήµων

●     Ὁ Ἅγιος Ἀνανίας ὁ Πέρσης

●     Οἱ Ἅγιοι Ἀνανίας καὶ Σολόχων Ἀρχιεπίσκοποι Ἐφέσου

●     Ἐγκαίνια Ναοῦ Ἁγίου Τρύφωνος

●     Ὁ Ἅγιος Θεόκλητος Ἀρχιεπίσκοπος Λακεδαιµόνιας



Read More ->>

1. Ιανουάριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

megas

ΙΑΝΟΥΑΡΙΟΣ

Ἁγιολόγιον - Ἰανουάριος - 01



●     Ἡ Περιτοµὴ τοῦ Χριστοῦ

●     Ὁ Μέγας Βασίλειος

●     Ὁ Ἅγιος Θεόδοτος

●     Ὁ Ἅγιος Γρηγόριος ἐπίσκοπος Ναζιανζοῦ πατέρας τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

●     Ὁ Ὅσιος Θεοδόσιος ἡγούµενος Τριγλίας

●     Ὁ Ἅγιος Πέτρος ὁ Πελοποννήσιος
 

Ἡ Περιτοµὴ τοῦ Χριστοῦ



Ὁ Μωσαϊκὸς νόµος διέταζε τὴν περιτοµὴ τῶν ἀρσενικῶν παιδιῶν (Ἐξοδ. ΙΒ΄ 43-49), (Γεν. ΙΖ΄ 9-19), ἡ ὁποία γινόταν κατὰ τὴν ὀγδόη ἡµέρα ἀπὸ αὐτὴ τῆς γεννήσεως τοῦ παιδιοῦ (Λευϊτ. ΙΓ΄ 3). Ἡ τελετὴ αὐτὴ ἐλάµβανε χώρα µέσα σὲ κτίριο τῆς Συναγωγῆς, τὸ πρωί, παρουσία δέκα τουλάχιστον προσώπων.Ἔτσι καὶ ἡ περιτοµὴ τοῦ βρέφους Ἰησοῦ ἔγινε στὴ Συναγωγὴ τῆς Βηθλεέµ. Ἡ χειροποίητος αὐτὴ περιτοµὴ στὸ σῶµα ἦταν τύπος, ποὺ συµβόλιζε τὴν περιτοµὴ τῆς καρδιᾶς, ἐνεργούµενης ἀπ᾿ εὐθείας ὑπὸ τοῦ Θεοῦ (Δευτ. Γ16, Λ΄6).
Read More ->>

2.Φεβρουάριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

theotokos
ΦΕΒΡΟΥΑΡΙΟΣ

Ἁγιολόγιον - Φεβρουάριος 01



●     Ὁ Ἅγιος Τρύφων καὶ προεόρτια τῆς Ὑπαπαντῆς

●     Ὁ Ὅσιος Πέτρος ὁ ἐν Γαλατίᾳ

●     Ὁ Ὅσιος Βενδιµιανός (ἢ Βενδεδιανός)

●     Ὁ Ὅσιος Βασίλειος ὁ Ὁµολογητής

●     Ὁ Ὅσιος Τιµόθεος ὁ Ὁµολογητής

●     Ὁ Ἅγιος Θείων καὶ Δύο Παιδιά

●     Ὁ Ἅγιος Καρίων

●     Ἡ Ἁγία Περπετούα καὶ οἱ σὺν αὐτῇ Σάτυρος, Ῥευκᾶτος, Σατορνῖλος, Σεκούνδος καὶ Φηλικιτάτη

●     Ἐγκαίνια (Ναοῦ) Σωτῆρος Χριστοῦ ἐν Ἀρµουλάδῃ (ἢ Ἀρµολάδη)

●     Ὁ Ἅγιος Ἀναστάσιος ἐκ Ναυπλίου

●     Ἡ Ἁγία Bridgit (Βρεταννίδα)
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |