ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Τρίτη 14 Ιουνίου 2016

8. Οτι οὐκ ἀκίνδυνον τοίς ἀκροαταίς τὸ σιγάν

0 σχόλια

xrysostomos

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51

8.Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.


αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε  οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν  ἀργυρίων  τούτων  μέλλοντες  τὸν λόγον   διδόναι   τῷ  ∆εσπότῃ  κατὰ  τὴν   ἡμέραν  ἐκείνην,   ὅταν  οἱ  τὰ  τάλαντα πιστευθέντες καλῶνται,  καὶ τὰς εὐθύνας ὑπέχωσιν· ὅταν ἐλθὼν  ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ  τῆς  πολλῆς  καὶ  ἀφάτου  φιλανθρωπίας   τοῦ  ∆εσπότου!  Ἀνθρώπους  κωλύων ἀπαιτεῖν   τόκους,   αὐτὸς   ἀπαιτεῖ   τόκους.   ∆ιὰ   τί;   Ἐπειδὴ   ἐκεῖνος   ὁ   τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν  ὁ τόκος, ὁ τῶν χρημάτων  λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν  διδόντα  ζημιοῖ, καὶ τοῦ μὲν  λαμβάνοντος  ἀπόλλυσι  τὴν  ψυχὴν,  τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν  πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας  ἔχων πᾶσαν ἀπανθρωπίαν  ἐπιδείκνυται,  καὶ ὁ χεῖρα μέλλων  ὀρέγειν  πρὸς τὸ βάραθρον ὠθῇ  τὸν  βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ'  ἵνα  λύσῃς  αὐτοῦ  τὴν  πενίαν·  σὺ δὲ  ταυτὸν  ποιεῖς,  οἷον  οἱ  τὰ  δηλητήρια κεραννύντες    φάρμακα·   καὶ   γὰρ   ἐκεῖνοι   τὴν   συνήθη τροφὴν   αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον. ∆ιόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων  καὶ δανειζομένων  εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς καιρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον  μᾶλλον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν   δανειζομένων   γίνεται·   ὅταν  μὲν  γὰρ  λαμβάνῃ   τὰ  χρήματα  ὁ  δεόμενος, παραμυθίαν   λαμβάνει   μικράν   τινα   καὶ  πρόσκαιρον·  ὕστερον  δὲ  τῶν   τόκων αὐξομένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενομένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος.
Read More ->>

9. Αναγνωσθείσης περικοπής, Σαύλος δὲ έτι ἐμπνέων ἀπειλής καὶ φόνου,

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51


9.Ἀναγνωσθείσης περικοπῆς, "Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου," πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.


αʹ. Ἆρα ταῦτα φορητά; ἆρα ταῦτα ἀνεκτά; Καθ' ἑκάστην ἡμέραν ἡμῖν ἡ σύναξις πρὸς τὸ ἔλαττον  συστέλλεται· καὶ μεστὴ μὲν ἡ πόλις ἀνθρώπων,  κενὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων·  μεστὴ μὲν ἡ ἀγορὰ, καὶ θέατρα, καὶ περίπατος· ἔρημος δὲ ὁ τοῦ Θεοῦ οἶκος· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἔρημος μὲν ἡ πόλις ἀνθρώπων,  μεστὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων.  Ἀνθρώπους  γὰρ οὐ τοὺς  ἐπὶ  τῆς  ἀγορᾶς  δεῖ  καλεῖν,  ἀλλὰ  τοὺς  ἐπὶ  τῆς ἐκκλησίας ὑμᾶς· οὐκ ἐκείνους  τοὺς ῥᾳθυμοῦντας,  ἀλλ' ὑμᾶς τοὺς σπουδάζοντας· οὐκ ἐκείνους τοὺς περὶ τὰ βιωτικὰ κεχηνότας, ἀλλ' ὑμᾶς τοὺς τὰ πνευματικὰ τῶν βιωτικῶν προτιμῶντας.  Οὐ γὰρ, εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν  ἔχει, οὗτος ἅνθρωπος· ἀλλ' εἴ τις ψυχὴν  ἀνθρώπου,  καὶ διάθεσιν  ἔχει  ψυχῆς.  Ψυχῆς δὲ ἀνθρωπίνης  οὐδὲν οὕτω τεκμήριον, ὡς τῶν θείων ἐρᾷν λογίων· ὥσπερ οὐδὲν οὕτω κτηνώδους καὶ ἀλόγου ψυχῆς δεῖγμα καὶ σημεῖον, ὡς τῶν θείων ὑπερορᾷν λογίων. Βούλει μαθεῖν, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες,  καὶ τὸ εἶναι ἄνθρωποι  διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς εὐγενείας  αὐτῆς ἐξέπεσαν; Οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον,  ἀλλὰ  προφητικὴν  ἐρῶ ῥῆσιν, τὴν ἐμὴν γνώμην κυροῦσαν, ἵν' ἴδητε ὅτι λόγων οὐκ ἐρῶντες πνευματικῶν,  οὐδὲ ἄνθρωποι  εἶναι δύνανται· ἵνα ἴδητε ὅτι ἔρημος ἡμῖν ἐστιν ἡ πόλις ἀνθρώπων.  Ὁ γὰρ μεγαλοφωνότατος Ἡσαΐας, ὁ τῶν  παραδόξων  ὄψεων  θεωρὸς, ὁ τὰ σεραφεὶμ ἰδεῖν καταξιωθεὶς  ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν  εἰσελθὼν τὴν πολυάνθρωπον,  τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς  αὐτὸν περιεστῶτος, βουλόμενος  δεῖξαι, ὅτι  ὁ μὴ  ἀκούων  τῶν  λόγων  τῶν  προφητικῶν,  οὐκ  ἔστιν  ἄνθρωπος,  ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπακουσόμενος. Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων,  ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων  τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος,  ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρῆσαν μὲν, οὐκ ἐνομίζοντο  δὲ παρεῖναι, ἐπειδὴ τοῦ προφήτου  οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος,  ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους  ἀπεστάλην,  πρὸς ἀνθρώπους  νοῦν  ἔχοντας·  ἐπειδὰν  δὲ οὔτε λόγον,  οὔτε αἴσθησιν ἔχοντες  ὦσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις  διαλέγομαι,  εἰς κατηγορίαν  τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων  δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προφήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν  αὐτῇ  τῇ  πόλει,  ὥσπερ  οὐδενὸς  παρόντος,  οὕτως  ἐβόα·  Πρὸς τίνα  λαλήσω  καὶ διαμαρτυροῦμαι;  Τί λέγεις; τοσοῦτον πλῆθος  ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα  λαλήσεις; 
Read More ->>

12.Επιτίμησις Κατὰ τών ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας,

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51 


12.Επιτίμησις Κατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς τὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, "Παῦλος κλητὸς," καὶ περὶ ταπεινοφροσύνης.

αʹ. Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν καὶ τὸ ποίμνιον  θεάσωμαι καθ' ἑκάστην  σύναξιν  ἐλαττούμενον,   καὶ  ἀθυμῶ,  καὶ  χαίρω·  χαίρω  μὲν  δι'  ὑμᾶς  τοὺς παρόντας, ἀθυμῶ δὲ δι' ἐκείνους τοὺς ἀπόντας. Ὑμεῖς μὲν γὰρ ἐπαίνων  ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγότητος  ῥᾳθυμότεροι γενόμενοι·  ἐκεῖνοι  δὲ ὑπεύθυνοι  ἐγκλημάτων,  οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι.  ∆ιὰ τοῦτο ὑμᾶς μὲν μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶς παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλανίζω  καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμετέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ  προφήτου  λέγοντος·  Ἐξελεξάμην  παραῤῥιπτεῖσθαι  ἐν  τῷ  οἴκῳ  τοῦ  Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ  μου,  οὐδὲ,   διατρίβειν,   οὐδὲ,   εἰσιέναι·   ἀλλ',   Ἐξελεξάμην   παραῤῥιπτεῖσθαι. Ἀγαπητόν  μοι καὶ ἐν τοῖς ἐσχάτοις  τετάχθαι· στέργω ἐν τούτῳ,  κἂν τῶν  προ θύρων ἐπιβῆναι  καταξιωθῶ,  φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν ∆εσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν  οὐχὶ τὸν φιλούμενον  μόνον ἐπιθυμεῖ  ἰδεῖν,  ἀλλὰ  καὶ τὸν  οἶκον  ἐκείνου  μόνον,  ἀλλὰ  καὶ τὸν  πυλῶνα·  οὐχὶ  τὸν πυλῶνα  τῆς οἰκίας  μόνον,  ἀλλὰ  καὶ αὐτὸν  τὸν  στενωπὸν  καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον,  κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου,  αὐτὸν  νομίζει  παρεῖναι  τὸν  φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ  τὸν  Θεὸν οὐχ ἑώρων  τὸν  ἀσώματον,  ἑώρων  τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.  Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν  ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν.  Κἂν γὰρ  εὐχαὶ  γίνωνται  ἐκεῖ,  κἂν  ἱκετηρίαι,  ἀλλ'  ἀνάγκη  καὶ  φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν  φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων  καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος  χειμῶνος  τῶν  ἔξωθεν  πραγμάτων  τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει  τῆς γαλήνης  καὶ τῆς ἀσφαλείας  ἑστάναι, καὶ τῶν  θείων  ἀκροᾶσθαι λογίων.
Read More ->>

15. Ἐὰν πεινά ὁ ἐχθρός σου ψώμιζε αὐτὸν, καὶ περὶ τοῦ μνησικακείν.

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51



15.Προς τους μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτὸν," καὶ περὶ τοῦ μνησικακεῖν.


αʹ.  Οὐδὲν,   ὡς   ἔοικεν,   ὠφελήσαμεν,    μακρὸν   λόγον    πρώην   πρὸς   ὑμᾶς ἀποτείναντες  ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν  τέκνων.  ∆ιὸ καὶ πάλιν  ἀναγκάζομαι  ἐπαχθὴς  φανῆναι  καὶ βαρὺς, ἐπιτιμῶν  τοῖς παροῦσιν, ἐγκαλῶν  τοῖς ἀπολειφθεῖσιν·  ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν  οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φανῆναι καὶ  ἐπαχθὴς,  οὐχ  ὑπὲρ ἐμαυτοῦ  καὶ  τῶν  ἐμῶν  κτημάτων,  ἀλλ' ὑπὲρ  ὑμῶν  καὶ  τῆς ὑμετέρας  σωτηρίας,  ἧς  οὐδὲν  ἐμοὶ  προτιμότερον.   Ὁ  βουλόμενος   βαρυνέσθω,  καὶ φορτικὸν  καὶ ἀναίσχυντον  καλείτω·  ἐγὼ  δὲ οὐ παύσομαι συνεχῶς  ὑπὲρ τῶν  αὐτῶν ἐνοχλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον 51.172 ἐμοί.Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι  περὶ  τῶν  αὐτῶν,  ἀντιλήψεσθέ  ποτε  τῆς  κηδεμονίας  τῶν  ἀδελφῶν   τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων  ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ' ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων,  ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν; Ἔπαινος γὰρ τοῦ λέγοντος  οὐχ ὁ κρότος, ἀλλ' ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν  ἀκουόντων· οὐχ  ὁ θόρυβος κατὰ  τὸν  καιρὸν  τῆς  ἀκροάσεως, ἀλλ' ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο·  τὸ δὲ βελτίονας  γενέσθαι  τοὺς ἀκούοντας,  ἀγήρω  καὶ ἀθάνατον  φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι  καὶ τοῖς πειθομένοις. Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι  παῤῥησίαν  τῷ  διδάξαντι.  Ὥστε, εἴ  τις  τῶν  λεγόντων ἐρᾷ, μὴ  τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ  ἔστι  τὸ   τυχὸν   κακὸν   ἀδελφῶν   ἀμελεῖν,   ἀλλ'  ἐσχάτη   κόλασις,  καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον  καταχώσας ἐδήλωσεν. Οὐδὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο  ζωῆς· οὐδὲ γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκληρον γὰρ   αὐτὴν   ἀπέδωκεν·   ἀλλ'   ὅμως   ἐγένετο   κακὸς   καὶ   περὶ   τὴν   ἐργασίαν   τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν  καὶ συγκεκροτημένοι,  κἂν πολλὴν  ἐπιθυμίαν  ἔχωμεν  περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν. ∆ιπλασιάσαι γὰρ χρὴ τὴν παρακαταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προνοίας.  Ἐπεὶ κἀκεῖνος  εἶπεν,  Ἴδε ἔχεις  τὸ σὸν σῶον· ἀλλ' οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν.  Ἔδει γὰρ, φησὶ, καταβαλεῖν  ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ ∆εσπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας  χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους  ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαίτησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ. Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων  ἐστί. ∆ιὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μόνον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κουφότερον; Ἀλλ'  ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. ∆ιὰ τοῦτο στρεβλούμενος  καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλλωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πείθωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ' ἄν. Τὸ γὰρ ἡμέτερον  ἐποιήσαμεν,  συμβουλεύσαντες·  εἰ  δὲ μὴ πείθοιντο,  οὐδὲν  ἡμῖν  ἐκ τούτου γένοιτ' ἂν βλάβος. Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλόμην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες  αὐτοὺς διατελεῖτε,  καὶ εἰ διαπαντὸς  μένουσιν ἐπὶ τῆς ῥᾳθυμίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον  ἄνθρωπον  συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον. Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· πλὴν ἀλλ' αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαίνει,  φησὶ,  ῥανὶς  ὑδάτων  ἐνδελεχοῦσα.  Καίτοι τί  μαλακώτερον  ὕδατος;  τί  δὲ πέτρας  σκληρότερον;  Ἀλλ'  ὅμως  ἡ  ἐνδελέχεια   τὴν  φύσιν  ἐνίκησεν.  Εἰ  δὲ  φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ' ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν.
Read More ->>

16.Είς το Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ακύλαν

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

16.Είς το  Aσπάσασθε  Πρίσκιλλαν καὶ Ἀκύλαν,καὶ τὰ ἑξῆς, λόγος αʹ

αʹ. Πολλοὺς ὑμῶν  οἶμαι θαυμάζειν  ἐπὶ τὴν περικοπὴν  τῆς ἀποστολικῆς ἀναγνώσεως ταύτης, μᾶλλον δὲ πάρεργον ἡγεῖσθαι καὶ περιττὸν τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος, διὰ  τὸ  προσρήσεις ἔχειν  μόνον  συνεχεῖς  καὶ  ἐπαλλήλους.  ∆ιὸ δὴ  καὶ  αὐτὸς ἑτέρωσε τήμερον  ὡρμημένος,  ἀποστὰς  ἐκείνης  τῆς  ὑποθέσεως,  εἰς  ταύτην  καθεῖναι παρασκευάζομαι, ἵνα μάθητε, ὅτι τῶν θείων  Γραφῶν οὐδὲν περιττὸν, οὐδὲν πάρεργόν ἐστι, κἂν  ἰῶτα  ἓν, κἂν  μία κεραία  ᾖ, ἀλλὰ  καὶ ψιλὴ  πρόσρησις πολὺ  πέλαγος  ἡμῖν ἀνοίγει νοημάτων. Καὶ τί λέγω, ψιλὴ πρόσρησις; Πολλάκις καὶ ἑνὸς στοιχείου προσθήκη ὁλόκληρον  νοημάτων  εἰσήγαγε δύναμιν.  Καὶ τοῦτο ἐπὶ τῆς τοῦ Ἀβραὰμ προσηγορίας ἔστιν ἰδεῖν. Πῶς γὰρ οὐκ ἄτοπον παρὰ φίλου μὲν ἐπιστολὴν δεχόμενον, μὴ τὸ σῶμα τῆς ἐπιστολῆς  ἀναγινώσκειν   μόνον,  ἀλλὰ  καὶ  τὴν  κάτω  κειμένην  πρόσρησιν, κἀκεῖθεν μάλιστα στοχάζεσθαι τὴν τοῦ γεγραφότος  διάθεσιν, Παύλου δὲ γράφοντος,  μᾶλλον  δὲ οὐ  τοῦ  Παύλου,  ἀλλὰ  τῆς  τοῦ  Πνεύματος  χάριτος  τὴν  ἐπιστολὴν  ὑπαγορευούσης ὁλοκλήρῳ  πόλει  καὶ  δήμῳ  τοσούτῳ,  καὶ  δι' ἐκείνων  τῇ  οἰκουμένῃ  πάσῃ, νομίζειν περιττόν  τι εἶναι τῶν ἐγκειμένων,  καὶ παρατρέχειν  ἁπλῶς, καὶ μὴ ἐννοεῖν,  ὅτι ταῦτα πάντα τὰ ἄνω κάτω πεποίηκε; Τοῦτο γάρ ἐστι, τοῦτο, ὃ πολλῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ   μὴ   πάσας   ἐπιέναι   τὰς   Γραφὰς,  ἀλλ'   ἃ   νομίζομεν   εἶναι   σαφέστερα,  ταῦτα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι λόγον. Τοῦτο καὶ τὰς αἱρέσεις εἰσήγαγε, τὸ μὴ βούλεσθαι ἅπαν ἐπιέναι  τὸ σῶμα, τὸ νομίζειν  εἶναί τι περιττὸν  καὶ πάρεργον. ∆ιὰ τοῦτο τὰ μὲν ἄλλα  ἅπαντα  ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ  μόνον,  ἀλλὰ  καὶ τὰ ἀνόνητα  καὶ βλαβερά· τῶν Γραφῶν δὲ ἡ ἐμπειρία ἠμέληται  καὶ παρῶπται· καὶ οἱ μὲν πρὸς τὴν θεωρίαν τῆς τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνόματα, καὶ ἀγέλην, καὶ  γένος,  καὶ  πατρίδα,  καὶ  ἀνατροφὴν   τῶν  ἵππων  ἔχουσιν  εἰπεῖν  μετὰ  ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας  δρόμων,  καὶ τίς  τίνι  συνταττόμενος  τὴν  νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν ἀντίτεχνον παραδραμεῖται. Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω  τούτων,  ἀλλὰ καὶ πλείω  μανίαν  περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦντας  ἐπιδείκνυνται,   μίμους  λέγω  καὶ  ὀρχηστρίας,  καὶ  γένος  αὐτῶν,  καὶ πατρίδα,  καὶ  ἀνατροφὴν,   καὶ  τὰ  ἄλλα  πάντα  καταλέγοντες·   ἡμεῖς  δὲ  ἐρωτώμενοι, ὁπόσαι, καὶ τίνες εἰσὶν αἱ Παύλου ἐπιστολαὶ, οὐδὲ τὸν ἀριθμὸν ἴσμεν εἰπεῖν. Εἰ δέ τινες καὶ εἶεν τὸν ἀριθμὸν ἐπιστάμενοι, ἀλλὰ τὰς πόλεις, αἳ τὰς ἐπιστολὰς ἐδέξαντο, ταύτας ἐρωτώμενοι διαποροῦσι πρὸς τὴν ἐρώτησιν. Καὶ ἄνθρωπος μὲν εὐνοῦχος καὶ βάρβαρος, μυρίαις  φροντίσιν  ὑπὸ μυρίων  ἑλκόμενος  πραγμάτων,  οὕτω  προσέκειτο βιβλίοις,  ὡς μηδὲ  κατὰ  τὸν  καιρὸν  τῆς  ὁδοιπορίας  ἡσυχάζειν,  ἀλλ'  ἐπ'  ὀχήματος  καθήμενος, ἐγκεῖσθαι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ τῶν θείων Γραφῶν ἀναγνώσει· ἡμεῖς δὲ οὐδὲ τὸ  πολλοστὸν  μέρος  τῆς  ἀσχολίας  ἔχοντες  τῆς  ἐκείνου,  καὶ  πρὸς  τὰ  ὀνόματα  τῶν ἐπιστολῶν  ξενιζόμεθα, καὶ ταῦτα καθ' ἑκάστην κυριακὴν  ἐνταῦθα  συλλεγόμενοι,  καὶ θείας ἀπολαύοντες ἀκροάσεως. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον εἰς ἐπιτίμησιν τὸν λόγον ἀναλώσωμεν,    φέρε,   τὴν   πρόσρησιν   αὐτὴν   τὴν   δοκοῦσαν   εἶναι   περιττὴν    καὶ παρενοχλεῖν,  εἰς μέσον ἀγάγωμεν.  Ἀναπτυσσομένης  γὰρ αὐτῆς  καὶ δεικνυμένου  τοῦ κέρδους  ὅσον  παρέχει  τοῖς  προσέχουσιν  αὐτῇ  μετὰ  ἀκριβείας,  τότε  μείζων  ἔσται  κατηγορία  τοῖς ἀμελοῦσι τοσούτων  θη 51.189 σαυρῶν, καὶ τὸν πνευματικὸν  ἀπὸ τῶν χειρῶν ῥίπτουσι πλοῦτον. Τίς οὖν ἐστιν ἡ πρόσρησις; Ἀσπάζεσθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν  τοὺς  συνεργούς  μου ἐν  Κυρίῳ. Ἆρα οὐ δοκεῖ ψιλή  τις  εἶναι  πρόσρησις, καὶ μηδὲν μέγα, μηδὲ γενναῖον  ἡμῖν ἐνδείκνυσθαι; Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλεξιν  ἀναλώσωμεν,  μᾶλλον  δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα  ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμήσασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ εἰς ἑτέραν  ὑμῖν  ἡμέραν  ταμιευθῆναι  τὴν  τῶν  θεωρημάτων  περιουσίαν,  τῶν  τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως. Οὐδὲ γὰρ ἅπασαν αὐτὴν ἐπελθεῖν παρασκευάζομαι, ἀλλὰ μέρος αὐτῆς καὶ ἀρχὴν καὶ προοίμιον μόνον· Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν.
Read More ->>

17. Εις Ακυλαν και Πρισκιλλαν καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

17. Εις Ακυλαν και Πρισκιλλαν καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ.Λόγος βʹ.


αʹ. Ἆρα ἐπαιδεύθητε  μηδὲν  εἶναι  νομίζειν  πάρεργον  τῶν  ἐν  τῇ  θείᾳ  Γραφῇ κειμένων;   ἆρα  ἐμάθετε   καὶ   ἐπιγραφὰς   καὶ   ὀνόματα   καὶ   ψιλὰς   περιεργάζεσθαι προσρήσεις, τὰς ἐν τοῖς θείοις Λογίοις γεγραμμένας; Ἐγὼ μὲν γὰρ οὐδένα οἶμαι λοιπὸν τῶν  φιλοπόνων  τὸν  ἀνεξόμενον   παραδραμεῖν  τι  τῶν  ἐν  ταῖς  Γραφαῖς  κειμένων ῥημάτων, κἂν ὀνομάτων ᾖ κατάλογος, κἂν χρόνων ἀριθμὸς, κἂν ψιλὴ πρός τινας πρόσρησις. Πλὴν  ἵνα  ἀσφαλεστέρα αὕτη  ἡ διόρθωσις  γένηται.  φέρε  καὶ  τήμερον  τὰ λειπόμενα  τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλλαν καὶ Ἀκύλαν ἐπέλθωμεν· καίτοι γε οὐ μικρὰ τὸ προοίμιον  αὐτῆς ἡμᾶς ὠφέλησε. Καὶ γὰρ ἐδίδαξεν ἡμᾶς, πόσον μὲν ἀγαθὸν, ἔργον,   πόσον   δὲ   κακὸν,   ἀργία,   καὶ   τίς   ἡ   Παύλου   ψυχὴ,   πῶς   ἄγρυπνος   καὶ μεμεριμνημένη,  οὐ κατὰ πόλεις καὶ δήμους καὶ ἔθνη, ἀλλὰ καὶ καθ' ἕνα ἕκαστον τῶν πιστῶν  πολλὴν  ποιουμένη  τὴν  πρόνοιαν.  Ἔδειξε πῶς  οὐδὲν  εἰς φιλοξενίαν ἡ πενία γίνεται  κώλυμα, καὶ ὅτι οὐ πλούτου  καὶ χρημάτων,  ἀλλὰ ἀρετῆς πανταχοῦ  χρεία καὶ προαιρέσεως  εὐλάβειαν  ἐχούσης, καὶ ὅτι  πάντων  εἰσὶ λαμπρότεροι  οἱ τὸν  τοῦ  Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι. Τὴν γοῦν Πρίσκιλλαν καὶ Ἀκύλαν, σκηνοποιοὺς  ὄντας  καὶ χειροτέχνας,  καὶ ἐν  πτωχείᾳ  ζῶντας,  τῶν  βασιλέων  πάντων μᾶλλον  ἐμακαρίζομεν  νῦν· καὶ οἱ μὲν ἐν ἀξιώμασι καὶ δυναστείαις  σεσίγηνται, ὁ δὲ σκηνοποιὸς  μετὰ  51.196.30 τῆς  γυναικὸς  ᾄδονται  πανταχοῦ  τῆς  οἰκουμένης.  Εἰ δὲ ἐνταῦθα τοσαύτης ἀπολαύουσι δόξης, ἐννόησον ὅσον κατὰ τὴν ἡμέραν ἐκείνην ἀξιωθήσονται  τῶν ἀντιδόσεων  καὶ τῶν στεφάνων·  καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης, οὐ μικρὰν καὶ ἡδονὴν καὶ ὠφέλειαν καὶ δόξαν ἐκαρπώσαντο νῦν, Παύλῳ τοσοῦτον συζήσαντες χρόνον. Καὶ γὰρ, ὅπερ ἔμπροσθεν ἔλεγον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι οὐχ ἡ διδασκαλία μόνον, οὐδὲ ἡ παραίνεσις καὶ συμβουλὴ, ἀλλὰ καὶ αὕτη ἡ ὄψις τῶν  ἁγίων  πολλὴν  εἶχεν  ἡδονὴν  καὶ ὠφέλειαν,  καὶ αὐτὸς δὲ τῶν  ἱματίων  ὁ στολισμὸς, καὶ αὐτὸς τῶν  ὑποδημάτων  ὁ τρόπος. Καὶ γὰρ ἐντεῦθεν  πολλή  τις εἰς τὸν ἡμέτερον  εἰσενήνεκται  βίον ὠφέλεια,  τὸ μαθεῖν  μέχρι ποῦ τοῖς ἀναγκαίοις  ἐχρῶντο. Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ' ἔστιν ὅπου οὔτε τῆς χρείας αὐτῆς ἀπέλαυον ἁπάσης· ἀλλὰ καὶ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διετέλεσαν. Καὶ τοῖς μὲν μαθηταῖς  ἐπιτάττων  ὁ Παῦλος ἔλεγεν·  Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ ἑαυτοῦ φαίνεται  λέγων, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν,  καὶ γυμνητεύομεν,  καὶ κολαφιζόμεθα.  Ἀλλὰ γὰρ ἃ μεταξὺ ἔλεγον,  καὶ μετὰ ταῦτα εἰσῆλθεν, ἀναγκαῖον  εἰς μέσον παραθεῖναι πολλὴν  ἔχοντα τὴν ζήτησιν. Τί δὲ τοῦτό ἐστιν; Ἔλεγον, ὅτι καὶ  ὁ τῶν ἀποστολικῶν ἱματίων  στολισμὸς παρέχει πολλὴν ἡμῖν τὴν ὠφέλειαν· μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλθεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων·  Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν  εἰς τὰς  ζώνας  ὑμῶν,  μηδὲ  ὑποδήματα,  μηδὲ  ῥάβδον  εἰς  τὴν  ὁδόν· φαίνεται  δὲ  Πέτρος σανδάλια  ἔχων.  Ὅτε γοῦν  ὁ ἄγγελος  καθεύδοντα  αὐτὸν  ἐξύπνισε,  καὶ  ἐξήγαγε  τοῦ δεσμωτηρίου, φησίν· Ὑπόδησαι τὰ σανδάλιά  σου, καὶ περιβαλοῦ  τὸ ἱμάτιόν  σου, καὶ ἀκολούθει  μοι. Καὶ Παῦλος δὲ Τιμοθέῳ γράφων  λέγει· Τὸν φελόνην,  ὃν ἀπέλιπον  ἐν Τρωάδι παρὰ Κάρπῳ, φέρε ἐρχόμενος, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Τί λέγεις; ὁ Χριστὸς οὐδὲ ὑποδήματα ἐκέλευσεν ἔχειν, καὶ σὺ φελόνην  ἔχεις, καὶ ἕτερος σανδάλια πάλιν;  Καὶ εἰ  μὲν  τῶν  εὐτελῶν   τινες  ἦσαν,  καὶ  τῶν  οὐ  πάντοτε  τῷ  ∆ιδασκάλῳ πειθομένων,   οὐκ  ἦν  ζήτημα  τὸ  λεγόμενον·  ἐπειδὴ  δὲ  οἱ  καὶ  τὰς  ψυχὰς  ἑαυτῶν ἐπιδιδόντες,  καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν  εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ μόνον τὰ ἐπιταττόμενα  ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι,  ἐνταῦθα  δοκοῦσι παραβαίνειν  αὐτοῦ τὸν νόμον.  Ἀλλ' οὐ παραβαίνουσιν. Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων  ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων  ἐμφράξαι στόματα. Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς γυμνοῦντες, τὰ πάντων  περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων  ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι' ἀῤῥωστίαν σώματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νόμον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται,  καὶ ταῦτα λέγουσι τὰ ῥήματα· Οὐκ ἐκέλευσεν ὑμῖν ὁ Χριστὸς μὴ ἔχειν δύο χιτῶνας,  μηδὲ ὑποδήματα; πῶς οὖν ὑμεῖς παραβαίνετε τὸν νόμον τὸν περὶ τούτων κείμενον; Εἶτα δαψιλὲς γελάσαντες καὶ ἀνακαγχάσαντες,  καὶ καταισχύναντες  τὸν ἀδελφὸν,  ἀποπηδῶσιν.  Ἵν' οὖν μὴ ταῦτα γένηται,  φέρε καὶ τὴν ἐκείνων ἀναισχυντίαν ἐπιστομίσωμεν. Ἐξῆν μὲν οὖν τοῦτο πρὸς αὐτοὺς μόνον εἰπόντας ἀπαλλαγῆναι.  Ποῖον δὲ τοῦτο; Ὅτι εἰ μὲν ἀξιόπιστόν τινα νομίζεις εἶναι τὸν Χριστὸν, εἰκότως  ταῦτα  προβάλλῃ,  καὶ  ζητεῖς  πρὸς  ἡμᾶς·  εἰ  δὲ  ἀπιστεῖς  αὐτῷ,  τίνος  ἕνεκεν προβάλλῃ   τὰς  νομοθεσίας;  Ἀλλ'  ὅταν   μὲν  ἡμῶν   κατηγορεῖν   ἐθέλῃς,   ἀξιόπιστος νομοθέτης  ὁ Χριστὸς εἶναί  σοι δοκεῖ· ὅταν  δὲ αὐτὸν  προσκυνεῖν  δέῃ καὶ θαυμάζειν, οὐδεὶς οὐκέτι σοι λόγος τοῦ κοινοῦ τῆς οἰκουμένης ∆εσπότου.
Read More ->>

18.Εις το αποστολικον ρητον διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.

0 σχόλια
patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
18.Εις το αποστολικον ρητον διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.

αʹ. Πρὸς τὰς τοῦ μέλιτος πηγὰς καὶ τήμερον ὑμᾶς χειραγωγῆσαι βούλομαι, μέλιτος οὐδέποτε κόρον ἔχοντος. Τοιαύτη γὰρ τῶν Παύλου ῥημάτων ἡ φύσις, καὶ πάντες  δὲ, ὅσοι πληροῦσι  τὰς  ἑαυτῶν  καρδίας  ἐκ  τῶν  πηγῶν  τούτων,  διὰ  τοῦ Πνεύματος τοῦ ἁγίου φθέγγονται· μᾶλλον δὲ καὶ μέλιτος ἀρετὴν ἀπο κρύπτει πᾶσαν ἡ τῶν θείων  ἡδονὴ λογίων.  Καὶ τοῦτο δηλῶν  ὁ Προφήτης ἔλεγεν, Ὡς γλυκέα τῷ λάρυγγί  μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Οὐ μέλιτος δέ ἐστιν ἡδίων μόνον, ἀλλὰ καὶ χρυσίου καὶ λίθου παντὸς τιμιωτέρα καὶ ἀργυρίου παντὸς κα θαρωτέρα ἡ ἡδονὴ τῶν θείων λογίων. Τὰ λόγια γὰρ Κυρίου, φησὶ, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον  ἑπταπλασίως.  ∆ιὰ τοῦτο καί τις  σοφὸς ἔλεγεν·  Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἐξ ἐκεί νου μὲν γὰρ καὶ νόσος  οὐκ  οὖσα τίκτεται  πολλάκις,  ἀπὸ  δὲ  τούτων  καὶ  τὴν  οὖσαν  ἀῤῥωστίαν ἀποθέσθαι δυνάμεθα· καὶ τὸ μὲν μέλι κατὰ πέψιν διαφθείρεται, τὰ δὲ λόγια τὰ θεῖα, ὅταν πεφθῇ, τότε καὶ ἡδίω γίνε ται καὶ χρησιμώτερα, αὐτοῖς τε τοῖς ἔχουσι, καὶ ἑτέ ροις πολλοῖς. Καὶ τραπέζης μέν τις αἰσθητῆς μετὰ δαψιλείας ἀπολαύων, εἶτα ἐκεῖθεν ἐρευγόμενος, ἀηδὴς τῷ κοινωνοῦντι  γίνεται·  ἀπὸ διδασκαλίας δέ τις ἐρευξάμενος πνευματικῆς, πολλῆς τῆς εὐωδίας μετα δίδωσι τῷ πλησίον. Ὁ γοῦν ∆αυῒδ τοιαύτης συνεχῶς  ἀπολαύων  ἑστιάσεως ἔλεγεν,  Ἐξηρεύξατο ἡ καρ δία μου λόγον  ἀγαθόν. Ἔστι γὰρ καὶ πονηρὸν λό γον ἐρεύξασθαι. Καὶ καθάπερ ἐπὶ τῆς αἰσθητῆς τρα πέζης κατὰ τὴν φύσιν τῶν ἐδεσμάτων καὶ ἡ τῆς ἐρυγῆς ποιότης ἐκδίδοται· οὕτω δὴ καὶ ἐπὶ τῆς τῶν  ῥημάτων  δυνάμεως,  οἷάπερ ἂν σιτῶνται,  τοιαῦτα  51.209 καὶ ἐρεύγονται πολλοὶ τῶν ἀνθρώπων.Οἷον ἐὰν εἰς θέατρον ἀναβῇς καὶ πορνικῶν  ᾀσμάτων ἀκούσῃς, τοιαῦτα καὶ ἐρεύξῃ πάντως εἰς τὸν πλησίον ῥήματα· ἂν δὲ εἰς τὴν ἐκκλησίαν ἐλθὼν, μετάσχῃς ἀκουσμά  των  πνευματικῶν,   τοιαύτας  ἕξεις  καὶ  τὰς  ἐρυγάς.  ∆ιὰ  τοῦτο  καὶ  ὁ Προφήτης ἔλεγεν,  Ἐξηρεύξατο ἡ καρδία μου λόγον  ἀγαθὸν, τῆς τραπέζης, ἧς ἀεὶ μετεῖχε, τὴν βρῶσιν ἡμῖν ἐνδεικνύμενος.  Τούτῳ καὶ ὁ Παῦλος πειθόμενος, παρῄνει λέγων·  Πᾶς λό γος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν  μὴ ἐκπορευέ σθω, ἀλλ' εἴ τις ἀγαθός. Καὶ τίς ἐστιν ὁ σαπρὸς, φησίν; Ἐὰν μάθῃς τὸν ἀγαθὸν, τότε εἴσῃ καὶ τὸν σαπρόν· πρὸς γὰρ  τὴν  ἀντιδιαστολὴν  ἐκείνου  τοῦ  τον  τέθεικε.  Τίς οὖν  ἐστιν  ὁ ἀγαθὸς,  οὐδὲν   δεήσῃ  παρ'  ἐμοῦ  μαθεῖν·  αὐτὸς   γὰρ  ἡμῖν   αὐτοῦ   τὴν   φύσιν ἡρμήνευσεν. Εἰπὼν γὰρ, Εἴ τις ἀγαθὸς, ἐπήγαγε, Πρὸς οἰκοδομὴν  τῆς Ἐκκλησίας, δεικνὺς ὅτι οὗτός ἐστιν ἀγαθὸς ὁ τὸν πλησίον οἰκοδομῶν. Ὥσπερ οὖν ὁ οἰκοδομῶν, ἀγαθὸς, οὕτως ὁ καθαιρῶν, σαπρὸς καὶ φαῦλος. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, εἰ μὲν ἔχεις τι τοιοῦτον εἰπεῖν, ὃ δύναται βελτίω ποιῆσαι τὸν ἀκούοντα, μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· εἰ δὲ μηδὲν τοι οῦτον ἔχεις, ἀλλὰ πονηρὰ καὶ διεφθαρμένα ῥήματα, σίγησον, μὴ κατηγορήσῃς τοῦ πλησίον.Οὗτος γὰρ ὁ λόγος σαπρός ἐστιν, οὐκ οἰκοδομῶν  τὸν ἀκούοντα, ἀλλὰ καὶ καταστρέφων. Ἄν τε γὰρ ἀρετῆς ἐπιμε λῆται, πρὸς ἀπόνοιαν αἴρεται πολλάκις· ἄν τε ἠμε λημένος  ᾖ, ῥᾳθυμότερος γίνεται.  Ἂν  αἰσχρὸν  μέλλῃς  φθέγγεσθαι  ῥῆμα καὶ γέλωτος γέμον, σίγησον. Καὶ γὰρ καὶ οὗτος ὁ λόγος σαπρός ἐστι, τόν τε λέγοντα τόν τε ἀκούοντα ἀσελγεστέρους ποιῶν, καὶ τὰς ἐν ἑκάστῳ πονηρὰς ἐπιθυμίας ἀνάπτων Ὥσπερ οὖν τῷ πυρὶ τὰ ξύλα τροφὴ γίνεται καὶ ὕλη, οὕτω τοῖς πονηροῖς βου λεύμασι τὰ ῥήματα. ∆ιὰ τοῦτο οὐ χρὴ πάντα, ἅπερ ἂν ἔχωμεν ἐν διανοίᾳ, φθέγγεσθαι πάντως· ἀλλὰ σπουδάζειν μὲν καὶ τῆς διανοίας αὐτῆς ἐξορίζειν τὰς πονηρὰς ἐπιθυμίας καὶ πᾶσαν αἰσχρὰν ἔννοιαν.  Εἰ δέ ποτε λαθόντες  παραδεξόμεθα ῥυπαροὺς λογισμοὺς, μηδέποτε διὰ τῆς γλώττης  αὐτοὺς ἐκφέρωμεν,  ἀλλ' ἀποπνίγωμεν  αὐτοὺς διὰ τῆς σιγῆς. Καὶ γὰρ καὶ θη ρία καὶ ἑρπετὰ εἰς λάκκον  ἐμπίπτοντα,  ἂν μὲν  εὕρῃ τινὰ διέξοδον ἄνωθεν, ἀναβάντα ἀγριώτερα γίνεται· ἂν δὲ μένῃ κάτω διηνεκῶς συγκεκλεισμένα,  πάντοθεν  ἀπόλλυται  ῥᾳδίως  καὶ  ἀφανίζεται·  οὕτω  δὴ  καὶ  τὰ πονηρὰ ἐνθυμήματα, ἂν μὲν εὕρῃ τινὰ διὰ τοῦ στό ματος ἡμῶν καὶ τῶν ῥημάτων ἔξοδον,  ἀνάπτει   τὴν   ἔνδον   φλόγα·   ἂν   δὲ  ἀποκλείσῃς   αὐτὰ  διὰ  τῆς   σιγῆς, ἀσθενέστερα γίνεται, καὶ καθάπερ λιμῷ τηκόμενα τῇ σιωπῇ, ταχέως ἐναποθνήσκει τῇ  διανοίᾳ.  Ὥστε κἂν  ἐπιθυμήσῃς  τινὰ  αἰσχρὰν  ἐπιθυμίαν,  μὴ φθέγξῃ  δὲ ῥῆμα αἰσχρὸν, κατέσβεσας καὶ τὴν ἐπιθυμίαν.Οὐκ ἔχεις διάνοιαν  καθαράν; Κἂν στόμα ἔχε καθαρὸν, καὶ μὴ κενώσῃς ἔξω τὸν  βόρβορον, ἵνα  μὴ καὶ ἕτερον  καὶ σαυτὸν καταβλάψῃς.  Οὐ γὰρ τοῖς  λέγουσι μόνον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν αἰσχρὰ φθεγγομένων  ἑτέρων πολλὴ προσγίνεται κηλίς. ∆ιὰ τοῦτο παραινῶ καὶ  συμβουλεύω, μὴ μόνον τοῦ λέγειν τὰ τοιαῦτα, ἀλλὰ καὶ λεγόντων ἑτέρων τοῦ ἀκούειν ἀπέχεσθαι, καὶ τῷ θείῳ προσηλῶσθαι νόμῳ διηνεκῶς. Τὸν γὰρ τοιοῦτον καὶ ὁ Προφήτης μακαρίζει, λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ λημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Read More ->>

Δευτέρα 13 Ιουνίου 2016

19. Είς το γυνὴ δέδεται νόμω, ἐφ' όσον χρόνον ζή ὁ ἀνὴρ αὐτής·

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

19. Είς το γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ.


αʹ. Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνομοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων,  Κορινθίοις οὕτω  γράφων  καὶ λέγων·  Περὶ δὲ ὧν  ἐγράψατέ  μοι, καλὸν ἀνθρώπῳ  γυναικὸς  μὴ ἅπτεσθαι· διὰ  δὲ τὰς  πορνείας  ἕκαστος τὴν  ἑαυτοῦ  γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὴν διάλεξιν ἅπασαν εἰς ταῦτα τὰ ῥήματα ἀναλώσαμεν. Οὐκοῦν ἀνάγκη καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλεχθῆναι  πάλιν, ἐπειδὴ καὶ σήμερον περὶ τῶν αὐτῶν ὁ αὐτὸς διαλέγεται Παῦλος. Καὶ γὰρ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ  ὁ  ἀνὴρ  αὐτῆς·  ἐὰν  δὲ  κοιμηθῇ  ὁ  ἀνὴρ  αὐτῆς,  ἐλευθέρα  ἐστὶν  ᾧ  θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν Ἑψώμεθα τοίνυν  αὐτῷ καὶ σήμερον, καὶ περὶ ταύτης διαλεξώμεθα τῆς  ὑποθέσεως· ἀκολουθοῦντες  γὰρ Παύλῳ, δι' αὐτοῦ  πάντως  τῷ  Χριστῷ ἑψόμεθα, ἐπειδὴ  καὶ οὗτος οὐχ ἑαυτῷ, ἀλλ' ἐκείνῳ  ἀκολουθῶν,  πάντα  ἔγραφε. Καὶ γὰρ οὐ τὸ τυχὸν  πρᾶγμα γάμος εὖ διακείμενος,  ὥσπερ οὖν μυρίων  συμφορῶν  ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις. Ὥσπερ γὰρ βοηθός ἐστιν ἡ γυνὴ, οὕτω πολλάκις καὶ ἐπίβουλος  γίνεται.  Ὥσπερ οὖν λιμήν  ἐστιν ὁ γάμος, οὕτω καὶ ναυάγιον,  οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην  τῶν κακῶς αὐτῷ χρησαμένων. Ὁ μὲν γὰρ κατὰ τοὺς  προσήκοντας  αὐτὸν  ἐπιτελῶν,  νόμους,  τῶν  ἀπὸ  τῆς  ἀγορᾶς  καὶ  πάντων  τῶν πανταχοῦ  κακῶν παραμυθίαν τινὰ καὶ ἀπαλλαγὴν  εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα· ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος,  κἂν πολλῆς ἐπὶ τῆς  ἀγορᾶς  ἀπολαύσῃ  γαλήνης,  σκοπέλους  καὶ  σπιλάδας  εἰσελθὼν  εἰς  τὴν  οἰκίαν ὄψεται. Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων  ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις   προσέχειν,  καὶ  τὸν  μέλλοντα  γυναῖκα  ἄγεσθαι,  μετὰ  τῶν  τοῦ  Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν. Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν  καὶ παράδοξον τὸ λεγόμενον· πλὴν  οὐ διὰ τοῦτο σιγήσομαι, ἀλλὰ πρῶτον  τὸν νόμον  ὑμῖν ἀναγνοὺς,  οὕτω τὴν δοκοῦσαν ἀντινομίαν λῦσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος, ὃν ὁ Παῦλος ἡμῖν ἔθηκε; Γυνὴ, φησὶ, δέδεται νόμῳ. Οὐκοῦν οὐ δεῖ ἀποσχίζεσθαι  ζῶντος  τοῦ  ἀνδρὸς,  οὐδὲ  ἕτερον  ἐπεισάγειν  νυμφίον,  οὐδὲ  δευτέροις ὁμιλεῖν γάμοις. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας καὶ αὐτῇ τῶν λέξεων τῇ φύσει κέχρηται. Οὐ γὰρ εἶπε, Συνοικείτω  τῷ ἀνδρὶ, ἐφ' ὅσον χρόνον  ζῇ· ἀλλὰ τί; Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ ὁ ἀνὴρ αὐτῆς· ὥστε κἂν βιβλίον  ἀποστασίου δῷ, καὶ τὴν οἰκίαν ἀφῇ, κἂν πρὸς ἄλλον ἀπέλθῃ, τῷ νόμῳ δέδεται, καὶ μοιχαλίς ἐστιν ἡ τοιαύτη. Ἐὰν τοίνυν  ὁ ἀνὴρ   ἐκβαλεῖν   βούληται   τὴν   γυναῖκα,   ἢ   ἡ   γυνὴ   τὸν   ἄνδρα   ἀφεῖναι,   ταύτης ἀναμιμνησκέσθω  τῆς  ῥήσεως, καὶ  τὸν  Παῦλον  νομιζέτω  παρεῖναι  καὶ  καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα, Γυνὴ δέδεται νόμῳ. Καθάπερ γὰρ οἱ δραπετεύοντες οἰκέται, κἂν τὴν  οἰκίαν  ἀφῶσι  τὴν  δεσποτικὴν,  τὴν  ἅλυσιν  ἔχουσιν  ἐπισυρομένην· οὕτω  καὶ γυναῖκες,   κἂν  τοὺς  ἄνδρας  ἀφῶσι,  τὸν  νόμον  ἔχουσι  καταδικάζοντα   ἀντὶ   ἁλύσεως, κατηγοροῦντα μοιχείαν, κατηγοροῦντα τῶν λαμβανόντων, καὶ λέγοντα· Περίεστιν ὁ ἀνὴρ ἔτι, καὶ μοιχεία τὸ γινόμενόν  ἐστι Γυνὴ γὰρ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ ὁ ἀνὴρ αὐτῆς. Καὶ πᾶς ὁ ἀπολελυμένην  γαμῶν  μοιχᾶται.  Καὶ πότε, φησὶν, ἐξέσται αὐτῇ δευτέροις ὁμιλῆσαι γάμοις; Πότε; Ὅταν τῆς ἁλύσεως ἀπαλλαγῇ,  ὅταν ὁ ἀνὴρ τελευτήσῃ. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα  ἐστὸν ᾧ θέλει  γαμηθῆναι,  ἀλλ',  Ἐὰν κοιμηθῇ, μονονουχὶ  παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον.Οὐκ ἐτελεύτησέ σου ὁ ἀνὴρ, ἀλλὰ καθεύδει. Τίς καθεύδοντα οὐκ ἀναμένει; ∆ιὰ τοῦτό φησιν Ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· οὐκ εἶπε, Γαμείσθω, ἵνα  μὴ δόξῃ βιάζεσθαι καὶ  ἀναγκάζειν· οὔτε  ἐκώλυσε  βουλομένην  ὁμιλεῖν  δευτέρῳ γάμῳ, οὔτε μὴ θέλουσαν προετρέψατο, ἀλλὰ τὸν νόμον ἀνέγνω εἰπὼν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει  γαμηθῆναι.  Ἐλευθέραν δὲ αὐτὴν  μετὰ τὴν  τοῦ ἀνδρὸς τελευτὴν  γεγενῆσθαι λέγων,   ἔδειξεν   ὅτι  πρὸ  τούτου   δούλη  ἦν,  ζῶντος   ἐκείνου·  δούλη   δὲ  οὖσα  καὶ ὑποκειμένη   τῷ  νόμῳ,  κἂν  μυριάκις   βιβλίον   ἀποστασίου  λάβῃ,  τῷ  τῆς  μοιχείας ἁλίσκεται  νόμῳ.  Οἰκέταις μὲν γὰρ ἔξεστι δεσπότας ἀμείβειν  ζῶντας· γυναικὶ  δὲ οὐκ ἔξεστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός· ἐπεὶ τὸ πρᾶγμα μοιχεία ἐστί. Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν  κειμένους  νόμους ἀναγνῷς,  τοὺς κελεύοντας  διδόναι  βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι. Οὐ γὰρ δὴ κατὰ τούτους σοι μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς,  οὐδὲ προηγουμένως  τοῦτο τεθείκασιν,  ἀλλὰ  καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα· ὥστε καὶ αὐτόθεν  δείκνυται,  ὅτι ἀηδῶς πρὸς ταύτην  ἔχουσι τὴν ἁμαρτίαν.  Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην  γυμνὴν  καὶ ἔρημον χρημάτων  ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολάζουσιν· οὐκ ἂν οὖν τοῦτο ποιήσαντες ἐπῄνουν τὸ γινόμενον.
Read More ->>

20. Εγκώμιον εις Μαξίμον καὶ περὶ τού ποίας δεί άγεσθαι γυναίκας.

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51



20 .Εγκώμιον εις Μαξίμον καὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας.


αʹ. Ὅτι μὲν ἀπελείφθην  ὑμῶν  τῇ παρελθούσῃ συνάξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέζης, ἥσθην. Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα  πρώην  ἡμῖν  ἀνέτεμε,  καὶ  τὰ σπέρματα κατέβαλε  δαψιλεῖ  γλώττῃ,  καὶ  μετὰ πολλῆς  τῆς  ἐπιμελείας  ἐγεώργησε  τὰς  ὑμετέρας  ψυχάς.  Εἴδετε  γλῶτταν ἐκκεκαθαρμένην,  ἠκούσατε λόγον  ἀποτετορνευμένον,  ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς  ζωὴν  αἰώνιον,  εἴδετε  πηγὴν  ποταμοὺς  ἀφιεῖσαν  χρυσίου  καθαροῦ.  Λέγεταί  τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι  συνέβη, δι' ἐκείνων  τῶν  ὀρέων  ὁ ποταμὸς  ῥέων  καὶ τὴν  χρυσῖτιν παρασύρων  γῆν,  θησαυρὸς  τοῖς  παροικοῦσι  γίνεται,   ἐσχεδιασμένον   παρέχων   τὸν πλοῦτον.  Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην  τὸν ποταμὸν,  ὥσπερ διὰ μεταλλικῶν  ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις  κομίζων  ψυχαῖς.  Καὶ οἶδα  μὲν  ὅτι  πτωχότερα  τὰ  ἡμέτερα  ὑμῖν  φαίνεται σήμερον. Ὁ γὰρ πενιχρᾶς  ἀπολαύων  τραπέζης διηνεκῶς,  ἂν εὐπορωτέρας μεταξύ που τινὸς  ἐπιτύχῃ,  εἶτα  πρὸς τὴν  ἑαυτοῦ  πάλιν  ἐπανέλθῃ,  μᾶλλον  αὐτῆς  κατόψεται  τὴν πενίαν. Οὐ μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας  μὴ διαπτύειν.  Καὶ καθάπερ οἱ φίλοινοι  καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου καταφρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν  τῶν  θείων  λογίων  ἀκρόασιν μεμηνότες,  ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους  τῶν  διδασκάλων,  καὶ τοῖς  εὐτελεστέροις  δὲ οὐ τὴν  τυχοῦσαν  παρέχετε σπουδὴν   καὶ   προθυμίαν.   Οἱ  μὲν   γὰρ   χαῦνοι   καὶ   διαλελυμένοι,   καὶ   πρὸς   τὴν πολυτελεστέραν  ναυτιῶσι  τράπεζαν· οἱ δὲ διεγηγερμένοι  καὶ νήφοντες,  καὶ πεινῶντες καὶ  διψῶντες   τὴν  δικαιοσύνην,   καὶ  πρὸς  τὴν  πενεστέραν  μετὰ  πολλῆς   τρέχουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως  γενομένης τοῦτο ἐδείξατε μάλιστα. Ἐπειδὴ γὰρ πολλοὺς περὶ γάμων λόγους ἐποιούμεθα πρὸς ὑμᾶς, δεικνύντες   ὅτι  μοιχεία  τις  ἀπηρτισμένη   τὸ  ἐκβάλλειν   γυναῖκας,   ἢ  ἐκβεβλημένας λαμβάνειν,   ζώντων    ἔτι   τῶν   προτέρων   ἀνδρῶν,   καὶ   τὸν   τοῦ   Χριστοῦ  νόμον ἀναγινώσκοντες τὸν λέγοντα, ὅτι Ὃ ἀπολελυμένην  γαμήσας μοιχᾶται, καὶ ὁ ἀπολύων γυναῖκα, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, πολλοὺς εἶδον κάτω κύπτοντας,  τὸ πρόσωπον τύπτοντας,  καὶ οὐδὲ ἀνανεῦσαι δυναμένους·  τότε δὴ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας εἶπον· Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ'  ἐπιλαμβάνεται  τῆς διανοίας  τῶν  ἀκουόντων  τὰ λεγόμενα  μετὰ πολλῆς  τῆς σφοδρότητος.  Ἄμεινον  μὲν  γὰρ μηδ'  ὅλως  ἁμαρτεῖν·  οὐ μικρὸν  δὲ εἰς  σωτηρίας λόγον,  κατοδυνηθῆναι,   καὶ  καταγνῶναι  τὸν  ἁμαρτάνοντα   τῆς  ἑαυτοῦ  ψυχῆς,  καὶ μαστίξαι   τὸ   συνειδὸς   μετὰ   πολλῆς   τῆς   ἀκριβείας·   ἡ   γὰρ   τοιαύτη   κατάγνωσις δικαιοσύνης  ἐστὶ μέρος, καὶ ὅλως  ἐπὶ τὸ μηκέτι ἁμαρτάνειν  ἄγουσα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος λυπήσας τοὺς ἡμαρτηκότας ἔχαιρεν, οὐχ ὅτι ἐλύπησεν, ἀλλ' ὅτι τῇ λύπῃ διώρθωσεν. Ἐχάρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Εἴτε γὰρ ὑπὲρ τῶν  οἰκείων,  εἴτε  ὑπὲρ τῶν  ἀλλοτρίων  τότε  ἁμαρτημάτων  ἠλγήσατε,  μυρίων  εἴητε ἐπαίνων  ἄξιοι. Ὅτε γὰρ ὑπὲρ τῶν  ἀλλοτρίων  ἀλγήσει  τις, ἀποστολικὰ  ἀποδείκνυται σπλάγχνα, καὶ τὸν ἅγιον ἐκεῖνον μιμεῖται τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅτε δὲ ὑπὲρ τῶν οἰκείων δηχθῇ, τήν τε ἐπὶ τοῖς ἤδη τολμηθεῖσι κόλασιν ἔσβεσε, καὶ πρὸς τὰ μέλλοντα  ἑαυτὸν ἀσφαλέστερον διὰ τῆς λύπης  ταύτης  ἐποίησε.  ∆ιὰ  ταῦτα  κἀγὼ  κύπτοντας  ὁρῶν,  καὶ  στενάζοντας,  καὶ  τὸ πρόσωπον τύπτοντας, ἔχαιρον τὸν ἀπὸ τῆς λύπης ταύτης ἐννοῶν καρπόν. ∆ιὰ τοῦτο καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλέξομαι· ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες  καὶ  οἰκέτας,  περιεργαζόμεθα  καὶ  πολυπραγμονοῦμεν τούς  τε  πωλοῦντας, τούς τε ἔμπροσθεν κτησαμένους, αὐτῶν  τῶν  πωλουμένων τῶν  μὲν τὴν  κατασκευὴν, τῶν  δὲ  καὶ  τὴν  τοῦ  σώματος  ἕξιν,  καὶ  τὴν  τῆς  ψυχῆς  προαίρεσιν· πολλῷ  μᾶλλον γυναῖκας  μέλλοντας  ἄγεσθαι, πρόνοιαν  τοσαύτην  καὶ πολλῷ  πλείονα  ἐπιδείκνυσθαι χρή.  Οἰκίαν  μὲν  γὰρ  φαύλην   οὖσαν  ἀποδόσθαι  πάλιν  ἔξεστι,  καὶ  οἰκέτην  σκαιὸν φανέντα  ἀποδοῦναι  τῷ πεπρακότι  πάλιν  ἀφίεται·  γυναῖκα  δὲ λαμβάνοντα  ἀποδοῦναι πάλιν τοῖς ἐκδεδωκόσιν οὐκ ἔνι, ἀλλὰ ἀνάγκη πᾶσα διὰ τέλους ἔνδον ἔχειν, ἢ πονηρὰν οὖσαν ἐκβάλλοντα,  μοιχείᾳ ἁλίσκεσθαι κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ὅταν οὖν μέλλῃς λαμβάνειν γυναῖκα, μὴ τοὺς ἔξωθεν ἀναγίνωσκε νόμους μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων, τοὺς παρ' ἡμῖν κειμένους· κατὰ γὰρ τούτους, οὐ κατ' ἐκείνους σοι μέλλει κρίνειν κατὰ τὴν  ἡμέραν  ἐκείνην   ὁ  Θεός· κἀκεῖνοι  μὲν  παροφθέντες,   εἰς  χρήματα  τὴν  ζημίαν πολλάκις  ἤνεγκαν,  οὗτοι  δὲ  τοῦτο  παθόντες  τῇ  ψυχῇ  τὰς  ἀπαραιτήτους  ἐπάγουσι τιμωρίας καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον.
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |