ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΕΦΑΛΑΙΑ Εʹ - Ζ΄

Τετάρτη 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ Εʹ - Ζ΄




Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ Εʹ

Ἰωάννης  οὗτος τὸ μὲν γένος ἦν Ἀντιοχεύς (κεκοίμηται δέ), υἱὸς γεγονὼς τῶν διαπρεψάντων εὐγενῶς παρὰ τῇ τάξει τοῦ στρατηλάτου τῆς Συρίας, τεχθεὶς πρὸς ἀδελφῇ τῷ πατρί. δεξιωτέρας δὲ ὑπάρχων γνώμης ἐξησκήθη τοῖς λόγοις πρὸς διακονίαν τῶν θείων λογίων.  ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασεν τοὺς σοφιστὰς τῶν λεξυ δρίων· ἀνδρυνθεὶς δὲ τὴν φρένα, ἤρα τῶν ἱερῶν μαθημάτων. ἦρχεν δὲ τὸ κατ' ἐκεῖνο καιροῦ τῆς κατὰ Ἀντιόχειαν  ἐκκλησίας ὁ μακάριος Μελέτιος ὁ ὁμολογητής, τὸ γένος Ἀρμένιος· ὃς προσσχὼν εὐφυῆ τὸν νεανίσκον ἐπέτρεπεν αὐτῷ συνεχῶς πλη σιάζειν, ἐρασθεὶς τοῦ κάλλους τῆς τούτου καρδίας, προφητικῷ ὄμματι προορῶν τοῦ νεανίσκου τὴν ἔκβασιν. ὡς δὲ παρήδρευσε, μυσταγωγηθεὶς τὴν τοῦ "λουτροῦ παλιγγενεσίαν,"  ἀμφὶ τὰ τρία ἔτη, προάγεται ἀναγνώστης.  νυττόμενος  δὲ ὑπὸ τοῦ συνειδότος μὴ ἀρκεῖσθαι τοῖς ἐν τῇ πόλει πόνοις, 



σφριγώσης τῆς νεότητος,  εἰ καὶ σῶον ἦν τὸ φρονοῦν,  καταλαμβάνει τὰ πλησίον ὄρη· καὶ περιτυχὼν  γέροντι Σύρῳ, ἐγκράτειαν τημελοῦντι, ἀπομιμεῖται τὴν σκληραγωγίαν, χρονίσας παρ' αὐτῷ δὶς δύο ἔτη, ἀπομαχό μενος ταῖς τῆς ἡδυπαθείας σπιλάσιν. ὡς δὲ ῥᾷον περιεγένετο τούτων, οὐ πόνῳ τοσοῦτον, ὅσον λόγῳ,  ἀναχωρεῖ ἐν σπηλαίῳ μόνος, γλιχόμενος  ἀδηλίας· κἀκεῖ διατρίψας τρὶς ὀκτὼ μῆνας, ἄϋπνος διετέλει τὸ πλεῖστον, ἐκμανθάνων τὰς τοῦ Χριστοῦ διαθήκας  πρὸς ἐξοστρακισμὸν τῆς ἀγνοίας.  μὴ ἀναπεσὼν  δὲ τὸν  τῆς διετίας χρόνον, μὴ νύκτωρ, μὴ μεθ' ἡμέραν, νεκροῦται τὰ ὑπὸ γαστέρα, πληγεὶς ἀπὸ τοῦ κρύους τὰς περὶ τοὺς νεφροὺς δυνάμεις.  οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν  καταλαμ  βάνει  τὸν  ἐκκλησιαστικὸν  λιμένα.  καὶ  τοῦτο  τῆς  τοῦ  Σωτῆρος προνοίας,  πρὸς τὸ χρήσιμον τῆς ἐκκλησίας διὰ τῆς ἀσθενείας τῶν  τῆς ἀσκήσεως πόνων  αὐτὸν ἀπελασάσης, ἵν' ἐμποδισθεὶς τῇ ἀδυναμίᾳ ἀπόσχηται τῶν σπηλαίων. ἐντεῦθεν χειροτονεῖται διάκονος διὰ τοῦ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ δύο πρὸς τοῖς τρισὶν ἔτεσιν. ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης,
καὶ τῶν λαῶν ἐκ τῆς τοῦ βίου ἅλμης γλυκαι νομένων αὐτοῦ τῇ συντυχίᾳ, πρεσβύτερος χειροτονεῖται  διὰ Φλαβιανοῦ τοῦ ἐπισκόπου. καὶ διαπρέψας τρὶς τέσσαρα ἔτη ἐν τῇ τῶν  Ἀντιοχέων  ἐκκλησίᾳ, ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον  τοῦ βίου τῇ ἀκριβείᾳ, τοὺς μὲν ἁλίζων τῇ σωφροσύνῃ, τοὺς δὲ φωτίζων  τῇ διδασκαλίᾳ, τοὺς δὲ ποτίζων τοῖς τοῦ πνεύματος  νάμασιν.  τούτων  δὲ οὕτως οὐριοδρομούντων  τῇ τοῦ Χριστοῦ κυβερνήσει, κοιμᾶται ὁ μακάριος Νεκτάριος ὁ ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας. ἐντεῦθεν συντρέχουσί τινες τῶν μὴ ζητουμένων, μαστεύοντες τὴν προεδρίαν, ἄνδρες τινὲς οὐκ ἄνδρες, πρεσβύτεροι μὲν τὴν ἀξίαν, ἀνάξιοι δὲ τῆς ἱερω σύνης, οἱ μὲν πραιτωριοκτυποῦντες,  οἱ δὲ καὶ δωροδοκοῦντες,  ἄλλοι δὲ καὶ τοὺς δήμους γονυπετοῦντες.  ἐπὶ τούτοις κλονεῖται ὁ λαὸς τῶν ὀρθοδόξων, διασκύλλων τὸν βασιλέα, ἐπιζητῶν τὸν ἐπιστήμονα τῆς ἱερωσύνης. ἐκράτει δὲ τῶν πραγμάτων Εὐτρό πιος ὁ σπάδων, ἀφηγητὴς τῶν βασιλικῶν κοιτώνων.  βουλόμενος οὖν αὐτὸν παραθέσθαι τῇ πόλει (εἶχεν γὰρ πεῖραν τῆς ἀρετῆς Ἰωάννου, βασιλικῆς αἰτίας αὐτὸν εἰς ἀνατολὴν τὴν ἐνδοτέραν  ἀγαγούσης), οὗτος παρασκευάζει τὸν βασιλέα γράμματα  χαρά  ξαι  πρὸς  τὸν  κόμητα  Ἀντιοχείας,   ἀψοφητὶ   ἐξαποστεῖλαι  τὸν Ἰωάννην,    μὴ  ταράξαντα   τὴν   Ἀντιοχέων.    ὃς  ἐξαυτῆς   δεξάμενος   τὸ  γράμμα παρακαλεῖ αὐτὸν ἔξω τῆς πόλεως γενέσθαι μέχρι τῶν μαρτυρίων πλησίον τῆς πύλης καλουμένης  Ῥωμανησίας,  καὶ  ἐπιβιβάσας αὐτὸν  δημοσίῳ  ῥηδίῳ  παραδίδωσι  τῷ ἀποστα λέντι εὐνούχῳ σὺν τῷ στρατιώτῃ τοῦ μαγίστρου. οὕτως ἀχθεὶς χειροτονεῖται ἐπίσκοπος τῆς Κωνσταντινουπολιτῶν  ἐκκλησίας. ἀπ' ἀρχῆς οὖν ὁ Θεόφιλος, ὁ τῆς Ἀλεξανδρέων  ἐπίσκοπος,  προσ σχὼν  αὐτοῦ  τῇ  καταστάσει,  τῷ  ἀνεπιλήπτῳ   τῆς παῤῥησίας, ἠντισκότει πρὸς τὴν χειροτονίαν.  ἔστι γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως (ἀφανὲς γάρ) ἀνθρώπου βούλημα καὶ γνώμην  συνιδεῖν.  {Ο ∆ΙΑΚ.} Ἐπίσχες, πάτερ, μικρὸν ἀνθυπενέγκω. {Ο ΕΠΙΣΚ.} Τί τοῦτο μάλιστα; {Ο ∆ΙΑΚ.} Καὶ εἰ τοιοῦτος ὑπάρχει ὁ Θεόφιλος,  ὡς πρὸς τὸ βλέπειν  δι'  ὀξύτητα,  πῶς ἠγνόησεν  ὅτι τὴν  οἰκουμένην ταράξει ἐξεώσας αὐτόν; {Ο  ΕΠΙΣΚ.}  Τοῦτο οὐ θαυμαστόν,  ὦ βέλτιστε· καὶ γὰρ οἱ δαίμονες, γνωρίσαντες τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, ἠγνόησαν ὅτι ἑνὶ φυσήματι τῶν αὐτῷ  πεπιστευκότων  δεθήσονται.  {Ο ∆ΙΑΚ.}  Ποῦ δὲ ἐγνώρισαν  τὴν  τοῦ Σωτῆρος παρουσίαν; {Ο ΕΠΙΣΚ.} Ἡνίκα ἐβόων· "Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;" ὁρᾷς ὅτι προῄ δεισαν, οὐ μόνον ὅτι ἅγιός ἐστιν, ἀλλ' ὅτι καὶ κριτής; τί δὲ λέγω περὶ τῶν δαιμόνων; αἱ κακοδαίμονες τῶν ἑταιρίδων ἐκ τῆς τῶν  ὀφθαλμῶν καταστάσεως γνωρίζουσι τοὺς σώφρονας ἄνδρας καὶ ἀποστρέφονται,  ὥσπερ ὁ νοσῶν  ὀφθαλμὸς  τὴν  τοῦ ἡλίου  αἴγλην,  καὶ ὁ γὺψ  τὸ μύρον. πόθεν δὲ τό, "βδέλυγμα ἁμαρτωλοῖς θεο σέβεια," εἰ μὴ ταύτην ἐγνώριζον; οὕτω καὶ ὁ Θεόφιλος, ἐξ ὧν τοῦ ἰδίου ὀφθαλμοῦ τὸ κατάλληλον ἢ τὸ καταθύμιον ἐν τῇ τοῦ Ἰωάννου ὄψει οὐχ εὗρεν, στοχαστικῶς τὸ ἐναντίον ὑπετόπασεν, οὐ καταληπτικῶς.   {Ο  ∆ΙΑΚ.}  Θαυμασίως εἴρηκας,  πάτερ.  πρὸς  τί  δὲ  ἀντέπιπτεν  τῇ χειροτονίᾳ; {Ο ΕΠΙΣΚ.} Ἔθος αὐτῷ τοιοῦτον ἦν, μὴ χειροτονεῖν  τοὺς χρηστοὺς καὶ ἐχέφρονας,  εἰ  μή  τι  ἂν  ἀστοχήσοι,  βουλόμενος  ἁπάντων  κρατεῖν  ὡς  ἀνοήτων· ἄμεινον ἡγούμενος ἀνοήτων κρα τεῖν ἢ φρονίμων ἀκούειν. πλὴν ὅμως νικᾶται ὑπὸ τῆς σωτηρίου προνοίας καὶ ἑκὼν καὶ ἄκων. οὕτως χειροτονηθεὶς ὁ Ἰωάννης ἄρχεται τῆς  τῶν  πραγμάτων  ἐπιμελείας,  ἀπὸ τῆς  λογικῆς  ἀρξά μενος  σύριγγος τῆς  τῶν προβάτων δοκιμασίας. ὀλιγάκις δὲ καταχρώμενος καὶ τῇ ἐλεγκτικῇ βακτηρίᾳ, κατατείνει   λόγον  κατὰ  τῆς  ἐπιπλάστου  ἀδελφοζωΐας,   τὸ  δ'  ἀληθές,   κατὰ  τῆς ἀσχήμου κακοζωΐας περὶ τῶν  καλουμένων  συνεισάκτων,  ἀπο δεικνὺς  ἐν αἱρέσει κακῶν  ἀμείνους  εἶναι  τοὺς πορνοτρόφους·  ἐκεῖνοι  μὲν  γὰρ πόῤῥω τοῦ ἰατρείου οἰκοῦντες,  καθ' ἑαυτοὺς ἔχουσι τοῖς βουλομένοις  τὴν νόσον· οὗτοι δὲ ἔνδον  τοῦ ἐργα στηρίου οἰκοῦντες τῆς σωτηρίας, καὶ τοὺς ὑγιαίνοντας ἐκκα λοῦνται εἰς νόσον. ἐντεῦθεν θλίβεται τὸ ἀφιλόθεον μέρος τοῦ κλήρου πυρέττον τὸ πάθος. μετ' ἐκεῖνον τὸν λόγον ἄρχεται κατὰ τῆς ἀδικίας, καταστρέφων τὴν μητρόπολιν τῶν κακῶν τὴν πλεονεξίαν    εἰς   οἰκοδομὴν   τῆς   δικαιοσύνης.   τοῦτο   γὰρ   ἴδιον   τῶν   σοφῶν ἀρχιτεκτόνων,  πρότερον καταστρέψαι τὴν οἰκοδο μὴν τοῦ ψεύδους,  εἶθ'  ὕστερον θεῖναι τὸν θεμέλιον τῆς ἀληθείας, ὡς λέγεται παρὰ τῷ προφήτῃ· "Καθέστακά σε ἐπὶ ἔθνη  καὶ  βασιλείας,  ἐκριζοῦν  καὶ  καταφυτεύειν,   καὶ  κατασκάπτειν  καὶ ἀνοικοδομεῖν"  –τὸ μὲν ὡς γεωργῷ,  τὸ δὲ ὡς οἰκοδόμῳ.  ἐκ τούτου  ταράσσεται πάλιν  τὸ μέρος τῶν  βαλαντιοσκόπων·  μετὰ τοῦτο ἐπιμελεῖται  αὐτῶν  τῆς διαίτης, παρακαλῶν  ἀρκεῖσθαι τοῖς  ἰδίοις  ὀψωνίοις  καὶ  μὴ διώκειν  τὰς  κνίσας  τὰς  τῶν πλουσίων,   ἵνα   μὴ  καπνὸν   ἔχοντες   τὸν   δᾳδοῦχον,   τῇ  φλογὶ   τῆς  ἀκολασίας παραδοθῶσι, κολάκων καὶ παρασίτων μεταδιώξαντες  βίον. ἐντεῦθεν ἀνορύττονται οἱ πλείους τῶν γαστριμάργων, συγκλω θόμενοι τοῖς σοφισταῖς τῆς κακηγορίας. μετὰ τοῦτο διερευνᾷ τὰ βρέβια τοῦ οἰκονομείου καὶ εὑρίσκει ἀνάλωμα οὐκ ὠφελοῦν τὴν ἐκκλησίαν· προστάσσει τούτων  ἀργεῖν  τὴν  ἐπικουρίαν.  ἔρχεται  εἰς τὸ μέρος τοῦ ἀναλώματος τοῦ ἐπισκοπείου καὶ εὑρίσκει δαψίλειαν οὐ τὴν τυχοῦσαν καὶ κελεύει μετενεχθῆναι  τὴν πολυτέλειαν  τούτων  εἰς τὸ νοσοκομεῖον.  περιττευούσης δὲ τῆς χρείας, κτίζει πλείονα νοσοκομεῖα, προσκαταστήσας δύο τῶν εὐλαβῶν πρεσβυτέρων, ἔτι μὴν καὶ ἰατροὺς καὶ μαγείρους καὶ χρηστοὺς τῶν ἀγάμων ἐργάτας τούτοις εἰς ὑπηρεσίαν· ὥστε τοὺς ἐπιχωριάζοντας ξένους καὶ ὑπὸ νόσου ληφθέντας [μάλιστα δὲ τὴν ἱερὰν καλουμένην] τυγχάνειν  ἐπιμελείας, καὶ δι' αὐτὸ τὸ καλὸν καὶ διὰ τὴν τοῦ Σωτῆρος δόξαν. μετὰ τοῦτο προσκαλεῖται τὸ τῶν  χηρῶν  τάγμα, ἐμπερινοστῶν  ἐν αὐταῖς τὰς οὐκ ὀρθῶς ἀναστρεφομένας, καὶ εὑρὼν φιλοσάρκους τινὰς παρῄνει ἢ νη στείαν ἀναλαβεῖν ἀπεχομένας βαλανείων καὶ περιέργων ἱμα τίων, ἢ θᾶττον χωρεῖν ἐπὶ δεύτερον γάμον, ἵνα μὴ ὑβρίζηται ὁ νόμος ὁ τοῦ Κυρίου. μετὰ τοῦτο παρεκάλει τοὺς δήμους προσκαρτερεῖν ταῖς νυκτεριναῖς  λιτανείαις,  τὰς δὲ τούτων  γυναῖ κας οἴκοι μένειν  ἐν ἡμέρᾳ προσευχομένας παρακαλῶν,  διὰ τὸ μὴ σχολάζειν ἐν ἡμέρᾳ τοὺς ἄνδρας. ταῦτα δὲ πάντα ἐλύπει τοὺς  ἀμελεστέρους τοῦ κλήρου παννύχιον καθεύδειν  συνειθισμένους.  μετὰ τοῦτο  ἥπτετο  τοῦ  ἐλεγκτικοῦ  ξίφους  κατὰ  τῶν πλουσίων, τέμνων τὰ τῆς ψυχῆς ἀποστήματα, ἀτυφίαν αὐτοὺς ἐκδιδάσκων, μετριοφρονοῦντας πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ἀποστολικῷ πειθόμενος λόγῳ, τῷ πρὸς Τιμόθεον φερομένῳ· "Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν,    μηδὲ  ἠλπικέναι   ἐπὶ  πλούτου   ἀδηλότητι."   τούτων   οὖν  οὕτως ἐχόντων,  καὶ τῆς ἐκκλησίας ὁσημέραι ἐπὶ τὸ κρεῖττον ἀνθούσης, πάσης τῆς πόλεως εἰς εὐσέβειαν μεταχρωσθείσης,  σωφροσύνῃ καὶ ψαλμῳ  δίᾳ τῶν  ψυχῶν γεγανωμένων, οὐκ ἤνεγκεν ὁ μισόκαλος δαίμων τὸν δρασμὸν τῶν ὑπ' αὐτοῦ κρατουμένων, οὓς ἀπέστησεν ὁ λόγος τοῦ Κυρίου διὰ τῆς Ἰωάννου διδασκαλίας· ὡς τοὺς  ἱππομανεῖς  καὶ θεατροσκόπους,  καταλιμπάνοντας   τὰς  αὐλὰς  τοῦ διαβόλου, δρομαίως   χωρεῖν   ἐπὶ   τὴν   μάνδραν   τοῦ  Σωτῆρος  ἔρωτι   τῆς   σύριγ  γος  τοῦ φιλοπροβάτου ποιμένος.


ΚΕΦΑΛΑΙΟΝ ς '

ʹἘκ τούτου προκαταλαμβάνει φθόνος τὰς διανοίας  τῶν  μισ θωτῶν  ποιμένων  ἐλεγχομένων   ἐκ τοῦ  παραλλήλου.  μὴ  δυνη θέντες δὲ αὐτοῦ περιγενέσθαι διὰ τὸ μὴ ἐπικαλέσασθαι τὸν καταλυτὴν τοῦ φθόνου Σωτῆρα, πλέκουσι διαβολὰς κατὰ τοῦ Ἰωάννου, μεταποιήσαντες αὐτοῦ τινας ὁμιλίας εἰς ὕθλους κατὰ τῆς βασιλίσσης καὶ ἑτέρων τῶν ἐν τῇ αὐλῇ τοῦ βασιλέως. συνέβη δὲ κατ'  ἐκεῖνο  καιροῦ ἐπιστάντα  Ἀκάκιον,  τὸν  ἐπί  σκοπον Βεροίας, ἀστοχῆσαι,  ὡς ἔλεγεν, καταγωγίου καλοῦ·  καὶ λυπηθεὶς ἐπὶ τούτῳ, ὀργῇ ὑπετυφοῦτο ὡς καταφρονηθεὶς  ὑπὸ  τοῦ  Ἰωάννου.   ἀκατασχέτοις  δὲ  λογισμοῖς  ἡττηθεὶς  ἐκφέρει λόγον ἄλογον,  "ἐκ τοῦ περισσεύματος τῆς καρδίας," ἄξιον τῆς αὐτοῦ διανοίας, ἐπί τινων   κληρικῶν   Ἰωάννου   εἰπών·   "Ἐγὼ  αὐτῷ   ἀρτύω  χύτραν."   ἐξαυτῆς  οὖν συγκλωσθεὶς Σευηριανῷ καὶ Ἀντιόχῳ καὶ Ἰσαακίῳ Συρίσκῳ, περιτρίμματι, ἀφηγητῇ ψευδομοναζόντων,  ἐν κακολογίαις κατατριβέντι πάντοτε κατὰ ἐπι σκόπων, σκέπτονται θωρακίζεσθαι δῆθεν μὲν κατὰ Ἰωάννου, τὸ δ' ἀληθὲς κατὰ τῆς δόξης τοῦ Σωτῆρος.  ἀποστείλαντες  δὲ πρῶτον  εἰς  τὴν  Ἀντιοχέων  ζητοῦσι νεότητος  αὐτοῦ πλημμε λείας. ὡς δὲ "ἐξέλιπον ἐξερευνῶντες  ἐξερευνήσεις," καὶ οὐχ εὗρον οὐδέν, ἀποστέλλουσιν εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὴν εὐχέρειαν  Θεοφίλου, καλουμένου Ἀμφαλλάξ, τὰ τοιαῦτα σοφῶς ἀρχιτεκτονοῦντος·  ὅς, ἐξαυτῆς ἀναπτύξας αὐτοῦ τὰ τῆς  διανοίας  βιβλία  μετὰ πολλῆς  τῆς  λῃστρικῆς  ἡσυχίας,  ἠρεύνα  ζητῶν  τρόπον προφάσεως κἂν τῆς τυχούσης. {Ο ∆ΙΑΚ.} Ἐπίσχες, ὦ πάτερ, τῶν λόγων τὴν ῥύμην, πρὶν  ἐπιλήσομαι,  ἵνα  σοι εἴπω  τὴν  ἀπὸ  Ἀλεξανδρείας  διαβᾶσαν  πρὸς  ἡμᾶς  καὶ θρυληθεῖσαν αἰτίαν. φασὶ γὰρ ὅτι καθαιρεθέντας κληρικοὺς ὑπὸ Θεοφίλου ἐδέξατο Ἰωάννης εἰς κοινωνίαν,  λυπήσας τὸν Θεόφιλον, ὅπερ οὐκ ἔδει· ὡς ἐκ τούτου διενεχθέντα  αὐτὸν χωρῆσαι κατὰ τοῦ Ἰωάννου.  {Ο ΕΠΙΣΚ.} ∆ῶμεν ἀληθῆ εἶναι τὸν εἰρημένον θρῦλον· καὶ ἐπισκόπου ἐστί, κακὸν ἰᾶσθαι κακῷ; καὶ ποῦ τὸ εὐαγγελικὸν ἐκεῖνο  τὸ  λέγον·  "Μὴ ἐπιδυέτω  ὁ ἥλιος  ἐπὶ  τῷ  παροργισμῷ  ὑμῶν"; ποῦ  δὲ  τὸ ἀποστολικόν· "Νίκα τὸ κακὸν ἐν τῷ ἀγαθῷ"; ποῦ δὲ τὸ προφητικόν· "Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά"; εἶτα οὐκ ἦν φιλονεικότερον  εἰπεῖν ἐγκαλοῦντα ἐπὶ εὐλαβῶν ἐπισκόπων· "Ἀδελφὲ Ἰωάννη,  παρῆλθέν σε πεποιηκότα τὸ ἢ τό"; καὶ τὸν Ἰωάννην ἀπολογησάμενον, ἠγνοηκέναι τὸ πρᾶγμα;  {Ο ∆ΙΑΚ.} Ἀληθὲς εἴρηκας, εἴ γέ τις ἦν ἐν αὐτῷ καλοθέλεια,  καὶ μὴ κατεσχηματίζετο τὴν τῶν κληρικῶν  αἰτίαν, τὴν οἰκείαν ὀργὴν ἐκπληρῶν.  {Ο ΕΠΙΣΚ.}  Νὴ τὸν φόβον τοίνυν  τὸν τοῦ Θεοῦ, ὃς δεσπόζει τῶν ἀπείρων φόβων, οὐκ ἐρῶ σοι ἄλλως, ἀλλ' ὡς ἔχει φύσεως τὸ πρᾶγμα περὶ τούτων ὧν εἴρηκας κληρικῶν. Ἰσίδωρός τις, πρεσβύτερος ἔτι τῆς τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου χειροτονίας, ὀγδοηκοστὸν ἔτος ἄγων τὴν ἡλικίαν (ὃν ἴσασι Ῥωμαίων οἱ πλεῖστοι ἐκκλησιαστικῶν ἕνεκεν εἰσβαλόντα εἰς αὐτήν, ξενοδόχον Ἀλεξανδρείας ὄντα· οἶσθα δὲ καὶ αὐτὸς τὸν ἄνδρα, ἡνίκα σὺν Ἀκακίῳ ἐλθὼν  τὴν Φλαβιανοῦ πρὸς Θεόφιλον κοινωνίαν  ἐκόμισεν, εἴκοσι ἔτεσιν ἀπεσχοινισμένην Εὐαγρίου ἕνεκεν τοῦ μακαρίου, τοῦ πολλοὺς ἀγῶνας ἀγωνισαμένου ἐν ἐκκλησιαστικοῖς πόνοις)· τούτῳ τοίνυν τῷ Ἰσιδώρῳ γυνή τις χήρα τῶν μεγιστάνων ίδωσι χιλίους  χρυσίνους, ὁρκώσασα αὐτὸν κατὰ τῆς τοῦ Σωτῆρος τραπέζης συναγοράσαντα ἄμφια ἐνδῦσαι τὰς πτωχοτέρας  τῶν  Ἀλεξανδρέων,  μὴ μεταδόντα γνώσεως τῷ Θεοφίλῳ, ἵνα μὴ λαβὼν αὐτὰ τοῖς λίθοις προσανα λώσῃ (λιθομανία γάρ τις αὐτὸν Φαραώνιος ἔχει εἰς οἰκοδομή ματα, ὧν οὐδαμῶς χρῄζει ἡ ἐκκλησία–καὶ τὰ μὲν  τοιαῦτα  ἐν δευτέρῳ  κείσθω· τὸ δὲ κατεπεῖγον  περὶ τοῦ Ἰσιδώρου ἄκουσον). λαβὼν  τοιγαροῦν  ὁ Ἰσίδωρος τὰ νομίσματα  ἀναλίσκει  ταῖς  πενομέναις  καὶ ταῖς χήραις. ἔγνω ποθὲν ὁ Θεόφιλος (οὐδὲν γὰρ αὐτῷ ἐλάνθανε τῶν πανταχοῦ πραττομένων  ἢ λαλουμένων,  ἔχοντι ἐργοσκόπους καὶ λογοσκόπους–ἵνα μὴ ἄλλως εἴπω),  καὶ  προσκαλεῖται  τὸν  Ἰσίδωρον,  μετριοπαθῶς  πυνθανόμενος,     εἰ  ταῦθ' οὕτως  ἔχει.  οὐκ  ἀρνησάμενος  ὡμολόγησε  τὴν  τοῦ  πράγματος  διακονίαν.   ὁ  δὲ ἀκούσας τὴν σκηνὴν ἐναλλάσσει, καὶ ὁ πρὸ ῥοπῆς ἐπιεικὴς καὶ χρηστοφανὴς ἐν τῇ ἐρωτήσει, μετὰ τὴν ῥοπὴν οἴδησεν ὅλος, τὰς μορφὰς ἐναλλάττων, τῆς ἀποκρίσεως εἰσελθούσης τοῦ Ἰσιδώρου. καὶ μικρὸν ἐφησυ χάσας χρόνον, καθάπερ λαθροδάκτης κύων,  μετὰ δύο μῆνας προφέρει χαρτίον,  συγκροτήσας τὸ ἱερατεῖον,  παρόντος τοῦ Ἰσιδώρου λέγων,  ὅτι "Τοῦτο ἐδεξάμην πρὸ δέκα ὀκτὼ ἐτῶν, Ἰσίδωρε, κατὰ σοῦ· καὶ ἐπειδὴ περιάσχολος ἐγενόμην, λήθῃ παρέδωκα τὸ πρᾶγμα. νῦν δὲ ἑτέρους ἐπιζητῶν χάρτας, εὕρηκα τοῦτο τὸ περὶ σοῦ χαρτίον.  ἀπολόγησαι πρὸς αὐτό." περιεῖχεν δὲ ὁ χάρτης  ἔγκλημα  τὸ  Σοδόμων.  πρὸς  ταῦτα  ὁ Ἰσίδωρος ἀπολογούμενος  λέγει  τῷ Θεοφίλῳ· "Συγχωρήσωμεν ἀληθὲς εἶναι, ὅτι καὶ ἐδέξω τὸν χάρτην, καὶ παρέπεσεν, οὐκ ἦν  ὁ δοὺς τὸν  λίβελλον,  ἵνα  ἐκ δευτέρου  τοῦτον  ἀπαιτηθῇ;"  πρὸς ταῦτα  ὁ Θεόφιλος· "Ἀλλ' οὐ παρῆν ὁ παῖς, πλεύστης ὑπάρχων."  καὶ ὁ Ἰσίδωρος· "Οὐ παρῆν πάραυτα, ὡς λέγεις,  πάπα; μετὰ τὸν πλοῦν  οὐ παρῆν; τῷ δευτέρῳ ἔτει οὐ παρῆν, οὐδὲ τῷ τρίτῳ; καὶ νῦν εἰ πάρεστι, κέλευσον στῆναι τὸν ἄνθρωπον."  πρὸς ταῦτα ὁ Θεόφιλος, ὑπ' αὐτῆς τῆς ἀληθείας μέλλων εὐ καταφρόνητος γίνεσθαι, ἀναβάλλεται εἰς ἡμέραν ἑτέραν. καὶ λιπαρήσας τινὰ νεανίσκον ὑποσχέσεσι πολλαῖς,  ἤλειψεν εἰς κατηγορίαν κατὰ τοῦ Ἰσιδώρου, δοὺς αὐτῷ, ὥς φασι, πεντε καίδεκα χρυσίνους· ὃς ἐξαυτῆς  ἀνατίθεται  τῇ  μητρί.  ἡ δὲ τοῦτο  μὲν  οὐ κατεδέξατο  ὑπὸ  τοῦ  ἀκλινοῦς ὀφθαλμοῦ, τοῦτο δὲ ὑπὸ τοῦ δέους τῶν νόμων ἀνατραπεῖσα, ἐνθυμουμένη μήποτε ὁ Ἰσί  δωρος  συκοφαντηθεὶς  ἐκκαλέσηται  ἐπὶ  τὸν  ἄρχοντα  τῶν  δήμων,   ἐλθοῦσα ὁμολογεῖ τὴν δραματουργίαν τῷ Ἰσιδώρῳ, δείξασα αὐτῷ τοὺς χρυσίνους, οὓς ἔλεγεν παρὰ τῆς ἀδελφῆς Θεοφίλου  εἰληφέναι,  "μισθὸν κατὰ τοῦ ἀθῴου." καὶ αὑτὴ μὲν διὰ πολλά, ἐξαιρέτως δὲ διὰ τοῦτο τὴν ἀξίαν τίσασα ποινὴν τελευτᾷ, τοὺς μαστοὺς χειρουργουμένη.  πρὸς ταῦτα  ὁ Ἰσίδωρος ἔμενεν  οἴκοι  τὸν  Θεὸν ἱκετεύων.  ὁ δὲ νεανίσκος, τὸ μὲν τοὺς νόμους φοβού μενος, τὸ δὲ τὸν Θεόφιλον δεινότερον ἐννοῶν τῇ ἀστοχίᾳ,  ἐπὶ  τὸ λυσιτελὲς  καταφεύγει  τεῖχος,  τὴν  ἐκκλησίαν,  προσφυγὼν  τῷ θυσιαστηρίῳ. οὕτως ὁ Θεόφιλος κωφῇ τῇ δίκῃ ἀποκηρύττει τὸν Ἰσίδωρον τῆς ἐκκλησίας ἀνήκεστα ἐπιφημίσας,  σχηματι σάμενος σεμνοπρέπειαν τῇ ἀδικίᾳ. πρὸς τούτοις δείσας ὁ Ἰσίδωρος μήποτε χαλεπωτέρῳ τῷ θυμῷ πιεσθεὶς ὁ Θεόφιλος σκέψηται κατ' αὐτοῦ ἐνέδραν τῆς σωτηρίας (φθάνει γάρ, ὥς φασι, καὶ μέχρι τούτων), δρομαῖος χωρεῖ ἐπὶ τὸ ὄρος τὸ τῆς Νιτρίας πρὸς τὸ τάγμα τῶν μοναχῶν, ἔνθα τὰς τῆς νεότητος  ἠσκήκει διατριβάς· καὶ  καθίσας ἐν  τῷ  κελλίῳ  αὐτοῦ  προσηύ χετο  τῷ μακροθύμῳ Θεῷ ἐντυγχάνων. ἐπὶ τούτοις τὸ ἀπρεπὲς καὶ ἄδηλον συνειδὼς ἑαυτῷ τῆς νίκης ὁ Θεόφιλος πέμπει γράμ ματα πρὸς τοὺς σύνεγγυς ἐπισκόπους, καὶ κελεύει τινὰς τῶν πρώτων ῥιφῆναι τοῦ ὄρους καὶ τῆς ἐνδοτέρας ἐρήμου, τοὺς ἐπὶ κεφαλῆς μοναχούς, οὐκ ἐπαγαγὼν τὴν αἰτίαν. οἵτινες μοναχοὶ σὺν τοῖς πρεσβυτέροις κατελθόντες εἰς τὴν Ἀλεξάνδρειαν παρε κάλουν τὸν Θεόφιλον εἰπεῖν τὴν αἰτίαν, δι' ἣν  κατεδικάσθησαν ῥιφῆναι.  ὁ δὲ ὑφαίμοις  ὀφθαλμοῖς  δρακοντῶδες  ἐνατενίσας ταυρηδὸν ὑπεβλέπετο, ποτὲ μὲν πελιδνός, ποτὲ δὲ ὠχρός, ποτὲ δὲ καὶ σαρκάζων, ὑπ' ἀκράτου ὀργῆς φερόμενος· ἐνειλεῖ τῷ Ἀμμωνίῳ, ἀνδρὶ ἡλικιώτῃ,  τὸ ὠμοφόριον ἐν τῷ τραχήλῳ οἰ κείαις χερσί, καὶ πληγὰς ταῖς σιαγόσιν αὐτοῦ ἐμφορήσας, συνεσπασμένοις  δακτύλοις  αἱμάξας  αὐτοῦ  τὰς  ῥῖνας,   ἐπιψοφῶν     τῇ  φωνῇ· "Αἱρετικέ, ἀναθεμάτισον  Ὠριγένην"·  μηδενὸς  προ κειμένου  πλὴν  τῆς  ἀξιώσεως ἕνεκεν Ἰσιδώρου. τοιοῦτον γὰρ οἱ θυμοί, καθάπερ οἱ κύνες, τυφλὰ τίκτουσι καὶ τὰ πράγματα καὶ τὰ ῥήματα. οὕτως οὖν αἱματόφυρτοι καὶ ἀναπόκριτοι ὑπο στρέψαντες εἰς τὰς μονὰς αὐτῶν,  εἴχοντο  τῆς προκειμένης  ἀσκήσεως, τῇ μαθήσει τὴν  φύσιν ὀξύναντες, δι' ὧν ἡ σωτηρία προσγίνεται, ἔλαττον φροντίσαντες τῆς τούτου μανίας, τῷ μηδὲν ἑαυτοὺς συνειδέναι κακόν


ΚΕΦΑΛΑΙΟΝ Ζʹ

Πρὸς  τούτοις οὐκ ἠρεμήσας ὁ Θεόφιλος ἀποστέλλει πρὸς τοὺς ἐκ γειτόνων  ἐπισκόπους, καὶ συγκροτεῖ κατὰ τῶν μοναχῶν συνέδριον· οὔτε δὲ καλέσας αὐτοὺς εἰς ἀπολογίαν,  οὔτε μετα δοὺς λόγου, ἀποκηρύττει  τρεῖς ἄνδρας  τοὺς ἐπ'  ἐξοχῆς  (φοβηθεὶς  ἀθρόως κατὰ τοῦ πλήθους ἐξενεγκεῖν   τὴν   τιμωρίαν),   σχηματι  σάμενος  δογμάτων   παραφθοράν.   καὶ  οὓς πολλάκις ὑπὲρ ἐπι σκόπων ἐτίμησεν ὡς διδασκάλους διὰ τὸν βίον, διὰ τὸν λόγον, διὰ τὸν χρόνον,  τούτους οὐκ ᾐδέσθη γόητας ὀνομάζων διὰ τὴν πρὸς Ἰσίδωρον σχέσιν. καὶ μετὰ τὸ ἀποκηρῦξαι, ἐξ αὐτοῦ τοῦ ὄρους ἀλείφει ἀνθρωπάρια πέντε, ἃ μηδέποτε ἐν συλλόγῳ τῶν τῆς ἐρήμου γερόντων ἔστησαν–ὀκνῶ λέγειν ἀνάξια καὶ θυρωρίου· καὶ τὸν μὲν χειροτονεῖ ἐπίσκοπον, ἐγκατατάξας κωμυδρίῳ, πόλιν οὐκ ἔχων (ἀδεῶς γὰρ  καὶ  τὰς  καινοτομίας  εἰργάζετο,  ἄλλον  ἑαυτὸν  Μωϋσέα ὀνομάζων),  τὸν  δὲ πρεσβύ τερον, τοὺς δὲ τρεῖς διακόνους, οὐκ ὄντας τῶν Αἰγυπτίων, ἀλλὰ διαφόρων τόπων (ὁ μὲν γὰρ ἦν Λίβυς, ὁ δὲ Ἀλεξανδρεύς, ὁ δὲ Φαρανίτης, ὁ δὲ Παραλεώτης). διὸ καὶ ὑπήκουσαν αὐτοῦ τῇ ματαιοπονίᾳ, τὸ ἀνέλπιστον ἔχοντες τῶν τῆς πατρίδος ἐνεχύρων.  καὶ παρασκευάζει αὐτοὺς δοῦναι λιβέλλους κατὰ τῶν τριῶν  ἐκείνων, αὐτὸς ὑφάνας τοὺς λόγους τῆς συκοφαντίας,  τούτων  μόνον συνεισενεγκάντων  τὸ ὑπογράψαι. μετὰ τοῦτο λαβὼν τοὺς λιβέλλους παρ' αὐτῶν ἐπὶ τῆς ἐκκλησίας, εἰσέρχεται πρὸς τὸν αὐγουστάλιον καὶ ἀποτίθεται κατ' αὐτῶν ἐντυχίαν ἐκ προσώπου οἰκείου ὁ ἀρχιερεὺς τῆς Αἰγυπτιακῆς διοικήσεως, συμ πλέξας καὶ τοὺς τῆς συκοφαντίας λιβέλλους,  καὶ ἀξιοῖ στρα τιωτικῇ  βοηθείᾳ ῥιφῆναι τοὺς ἄνδρας ἀπὸ πάσης  Αἰγύπτου.   λαβὼν   δὲ  σχήματι   τὸν   στρατιώτην,   ἅμα  τῷ   προστάγματι, συναθροίζει πλῆθος πλημμελῶν εὐκόλως περὶ τὰς ἀξίας, καὶ ἐπισκιρτᾷ τοῖς μοναστηρίοις ἀθρόᾳ νυκτί,  οἰνοφλυγήσας  τοὺς παῖδας τοὺς σὺν αὐτῷ. καὶ πρῶτον μὲν τὸν τούτων ἀδελφὸν ∆ιόσκορον, ἅγιον ἐπίσκοπον ὄντα τοῦ ὄρους, κελεύει τοῦ θρόνου ῥιφῆναι, συρέντα δι' οἰκετῶν Αἰθιόπων–καὶ αὐτῶν τάχα ἀκμὴν ἀφωτίστων, λαβὼν αὐτοῦ τὴν παροικίαν, ἣν ἀπὸ τῆς παρουσίας Χριστοῦ εἶχεν ἡ τοῦ ∆ιοσκόρου πόλις. μετὰ τοῦτο λαφυρα γωγεῖ τὸ ὄρος, μισθὸν τοῖς νεωτέροις τὰ μικρὰ πράγματα τῶν  μοναχῶν  διδούς.  σκυλεύσας δὲ τὰς κέλλας ἐπιζητεῖ τοὺς τρεῖς ἐκείνους,  οὓς κεχαλάκεισαν  ἐν  φρέατι,   ψίαθον  ἐπιθέντες   τῷ  στομίῳ·  μὴ  εὑρὼν  δὲ  αὐτοὺς ἐμπίπρησιν αὐτῶν φρυγάνοις τὰς κέλλας, συγκαύσας τὰς βίβλους πάσας ἐνδιαθέτους καὶ σπου δαίας,  καὶ παιδίον  ἕν,  ὡς  ἔφασαν οἱ ἑωρακότες,  καὶ τὰ σύμβολα τῶν μυστηρίων. οὕτως οὖν λωφήσας τῆς ἀλόγου ὀργῆς κατα λαμβάνει πάλιν τὴν Ἀλεξάνδρειαν,  δοὺς χώραν  φυγῆς  τοῖς ἁγίοις  ἐκείνοις· οἵτινες  ἐξαυτῆς λαβόντες αὐτῶν  τὰς  μηλωτὰς  ἐξέρχονται  εἰς  τὴν  Παλαιστίνην,  Αἰλίαν καταλαβόντες·  οἷς συνεξῆλθον  σὺν πρεσβυτέροις καὶ διακόνοις  τοῦ ὄρους τρια κόσιοι τῶν  μοναχῶν σπουδαίων,  οἱ δ'  ἕτεροι διαφόροις  διεσπά ρησαν τόποις.  τούτων  μὴ φέρων  τὴν ἰδιοπραγίαν   "ὁ  σκολιὸς"  τὸν  δρόμον  "ὄφις"   ἀνασείει  πάλιν   κατ'   αὐτῶν   τὸν Θεόφιλον·   ὃς ἀναβρασθεὶς ὑπὸ  τῆς  ὀργῆς χαράσσει γράμματα  πρὸς τοὺς  τῆς Παλαιστίνης  ἐπισκόπους,  λέγων·  "Οὐκ ἔδει  μὲν  ὑμᾶς παρὰ γνώμην  μου ἐν  ταῖς πόλεσιν  ὑποδέξασθαι τούτους· ἐπειδὴ  δὲ ἠγνοήσατε,  συγγνώμην  ὑμῖν  νέμω.  τοῦ λοιποῦ τοίνυν  φροντί  σατε, μήτε εἰς ἐκκλησιαστικόν,  μήτε εἰς ἰδιωτικὸν  τούτους ὑπο  δέξασθαι τόπον."  οὐ  μόνον  λέγων,   ἀλλὰ  καὶ  φανταζόμενος  εἶναι  θεός,  τῇ ὑπερβολῇ τῆς οἰήσεως. οἱ δὲ ὑπὸ τῆς πολλῆς ἀνάγκης φερόμενοι διὰ τὸ τόπους ἐκ τόπων ἀμείβειν,  κατα λαμβάνουσι τὸ στρατόπεδον, ἔνθα ἐνεθρόνιστο ὁ ἐπίσκοπος Ἰωάννης   ὑπὸ   τῆς   θείας   χειρὸς   εἰς   ἐπιμέλειαν   τῶν   δυναστευόν   των·   καὶ προσπεσόντες αὐτοῦ τοῖς γόνασιν, ἐδέοντο βοηθῆσαι ψυχαῖς συκοφαντουμέναις καὶ λεηλατουμέναις ὑπὸ τῶν τοῦτο μᾶλλον ἢ εὖ ποιεῖν εἰθισμένων. ἔστη ὁ Ἰωάννης καὶ εἶδεν πεντήκοντα λογάδων ἀνδρῶν πολιὰν πόνοις ἱεροῖς βαφεῖσανστολὴνἠμφιεσμένην,   καὶ  δριμυχθεὶς   φιλαδελφίας   πάθει,   κατὰ   τὸν   Ἰωσήφ,   δάκρυσι συνεσχέθη, πυνθανόμενος  παρ' αὐτῶν,  ποῖος "ὗς ἐκ δρυμοῦ ἢ μονιὸς ἄγριος τῇ" πολυκάρπῳ  "ταύτῃ  ἀμπέλῳ"  ἐβάσκηνεν.  οἱ δέ φασιν· "Καθίσας, πάτερ,  μότωσον ἡμᾶς οὐχ ὡς ἔτυχεν  τρωθέντας  τῇ Θεοφίλου τοῦ πάπα μανίᾳ,  εἰ ἄρα δυνηθείης συνουλῶσαι  ἡμῶν   τὰ  τῶν   τραυμάτων   οἰδή  ματα·  ἐὰν  γὰρ  καὶ  αὐτὸς  ἡμᾶς παραλογίσῃ, ἢ αἰδεσθεὶς ἢ φοβηθεὶς τὸν Θεόφιλον κατὰ τοὺς λοιποὺς ἐπισκόπους, οὐδὲν λοιπὸν  παρ' ἡμῶν  ὑστερεῖται ἢ τῷ βασιλεῖ προσελθόντας ἀνα διδάξαι τὰς αὐτοῦ κακοπραγίας ἐπὶ ὕβρει τῆς ἐκκλησίας.  εἰ τοίνυν  φροντίζεις  τῆς ἐκκλησιαστικῆς ὑπολήψεως, ἐπινεύσας πεῖσον αὐτὸν συγχωρῆσαι ἡμῖν τὴν οἴκησιν τὴν ἐν Αἰγύπτῳ, μηδὲν ἐπταικόσι μήτε εἰς τὸν νόμον τοῦ Σωτῆρος, μήτε εἰς  αὐτὸν ἐκεῖνον." ἐπὶ τούτοις νομίσας ὁ Ἰωάννης εὐχερῶς μετα βάλλειν τὴν Θεοφίλου πρὸς αὐτοὺς μνησικακίαν, ἡδέως ἥρπασεν τὸ πρᾶγμα· παρακαλέσας δὲ τοὺς ἄνδρας φιλοθέῳ  σιγῇ πρὸς πάντας  ἡσυχάσαι τὴν  αἰτίαν  τῆς  παρουσίας, "μέχρις  οὗ ἀπο στείλω πρὸς τὸν ἀδελφὸν Θεόφιλον." καὶ δοὺς αὐτοῖς ἐν τῇ Ἀναστασίᾳ καλουμένῃ ἐκκλησίᾳ μονὰς πρὸς τὴν ἀνάπαυσιν, αὐτὸς μὲν οὐκ ἐπεκούρει τὰ πρὸς τὴν χρείαν· γυναῖκες δὲ φιλόθεοι ἐπήρκουν αὐτοῖς τὴν δίαιταν, καὶ αὐτῶν συνεισφε ρόντων ἐκ μέρους τῇ τῶν χειρῶν ἐργασίᾳ. συνέβη οὖν κατ' ἐκεῖνο καιροῦ κληρικοὺς εἶναι τοῦ Θεοφίλου ἐν τῇ Κωνσταντι νουπόλει, προαγοράζοντας τῶν χειροτονουμένων ἀρχόντων τὰς προαγωγὰς ἐν τῇ Αἰγυπτιακῇ διοικήσει, τὰς εἰς αὐτὸν εὐνοίας περιποιουμένους ἐπ' ὀλέθρῳ τῶν αὐτὸν λυπούντων.  προσκαλε σάμενος οὖν αὐτοὺς ὁ Ἰωάννης  ἐπυνθάνετο,  εἰ ἐπίστανται  τοὺς παρόντας  ἀσκητάς. οἱ δὲ φιλαλήθως ἐμαρτύρησαν τοῖς ἀνδράσι, λέγοντες τῷ Ἰωάννῃ, ὅτι "Καὶ ἴσμεν αὐτούς, καὶ μεγάλην ὑπέ στησαν βίαν. καὶ εἰ βούλει, δέσποτα, τῆς μὲν πνευματικῆς κοινωνίας αὐτοῖς μὴ μεταδῷς, ἵνα μὴ λυπήσῃς τὸν πάπαν,  φιλοφρόνησαι  δὲ ἐν τοῖς ἄλλοις–πρέπει γάρ σοι, ὡς ἐπισκόπῳ." οὕτως ὁ Ἰωάννης οὐκ ἐδέξατο μὲν αὐτοὺς εἰς κοινωνίαν,  γράφει δὲ  λιπαρῶν  τῷ  Θεοφίλῳ·  "Ταύτην  μοι  παράσχου  τὴν  χάριν  ὡς  τέκνῳ  σῷ  καὶ ἀδελφῷ, ἐναγκαλισάμενος τοὺς ἄνδρας." πρὸς τούτοις ὁ Θεόφιλος τὴν μὲν χάριν οὐ παρέσχεν τῷ Ἰωάννῃ,  ἀποστέλλει  δέ τινας  περισεσυρμένους εἰς λογικὰς  ἁμίλλας (περὶ  ὧν  προείπομεν  ἀνωτέρω)  καὶ  παρασκευάζει δεήσεις αὐτοὺς  ἐπιδοῦναι,  ἃς συνήθως αὐτὸς ὑπηγόρευσεν, περιεχούσας μὲν  ψεῦδος ὡμολογημένον, ἠμφιεσμένον  δὲ τὴν πολυσχιδῆ  συκο φαντίαν  τὴν ἐν τοῖς ἀοράτοις,  μηδὲν ἔχων αὐτῶν  διαβάλλειν  τὸν βίον· καὶ παρασκευάζει αὐτοὺς ἐν τῷ παλατίῳ  ὡς γόητας δακτυλοδεικτεῖσθαι.  ὡς δὲ εἶδον οἱ ἀσκηταί, ὅτι οὐ μόνον αὐτὸν οὐ διορθοῦνται, ἀλλὰ καὶ εἰς ὀργὴν πλείονα κινοῦσιν, ἀξιώτας αὐτῷ προσάγοντες πολλούς, μετὰ τοῦ ἀναθεματίζειν πᾶσαν ψευδοδοξίαν, ἐπιδιδόασι λιβέλλους ἐντευκτικοὺς τῷ Ἰωάννῃ, ἀναδιδάξαντες τὰ τῆς τυραννίδος εἴδη, μετὰ καὶ κεφαλαίων τινῶν–ἃ αἰσχύνομαι ἐπὶ τῶν  νηπιωτέρων  τέως λέγειν,  ἵνα μὴ καὶ τῆς πίστεως αὐτοὺς ἀπελάσω, ἴσως καὶ παρὰ τοῖς τελειο τέροις οὐ πιστευόμενος. πάλιν καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων ἐπισκόπων ὁ Ἰωάννης παρακαλεῖ αὐτοὺς παύσασθαι τῆς κατ' αὐτοῦ κατηγορίας διὰ τὴν ἐκ τῆς δίκης κακοπάθειαν,  γράψας τῷ Θεοφίλῳ, ὅτι "Εἰς τοσοῦτον ἠλάθησαν λύπης  οἱ ἄνδρες,  ὡς  καὶ ἐγγράφως  σου κατηγορεῖν·  λοιπὸν  τὸ δοκοῦν  σοι ἀντί γραψον·   οὐ   γὰρ   ἀνέχονταί   μου   ἀποστῆναι   τοῦ   στρατοπέδου."   ἐπὶ   τούτοις διαπυρωθεὶς  ὅλος ὁ Θεόφιλος εἵργει καὶ τὸν  ἀδελφὸν  τῶν  μοναχῶν  τῆς ἑαυτοῦ ἐκκλησίας, ∆ιόσκορον τὸν ἐπίσκοπον, γεγηρακότα ἐν τῇ ἐκκλησίᾳ· τῷ δ' ἐπισκόπῳ Ἰωάννῃ γράφει· "Οἶμαι μέν σε μὴ ἀγνοεῖν τὸ διάταγμα τῶν κανόνων τῶν ἐν Νικαίᾳ, ὅπου θεσπίζουσιν "ἐπίσκοπον ὑπερόριον μὴ κρίνειν  δίκην"· εἰ δὲ ἀγνοεῖς,  μαθὼν ἀπόσχου τῶν κατ' ἐμοῦ λιβέλλων.  εἰ γὰρ καὶ δέοι με κριθῆναι, παρὰ τῶν Αἰγυπτίων, καὶ οὐ παρὰ σοῦ ἀφεστῶτος ἑβδομήκοντα πέντε ἡμερῶν ὁδόν."

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |