Οὐ γὰρ ἀκοῦσαι βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ παιδευθῆναι· οὐ μαθεῖν μόνον, ἀλλὰ καὶ διδάσκειν· οὐκ αὐτοὺς δέχεσθαι μόνον, ἀλλὰ καὶ εἰς ἑτέρους διαβιβάζειν. Οὕτω γὰρ ἡμῖν λαμπρότερον ἔσται τὸ θέατρον, καὶ πλείων ὁ σύλλογος, ὅταν ὑμεῖς δι' ὧν ἀκούετε καὶ ἑτέρους ἐπανάγειν δυνήσησθε. Τῇ μὲν οὖν προτέρᾳ συνάξει ταύτην εἰς μέσον ἀγαγὼν τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, καὶ δείξας ἐντεῦθεν τὴν πρὸς τὸν γεγεννηκότα ἰσότητα, ὅπερ καὶ πρὸ τούτου ἀπεφήνατο ὁ εὐαγγελιστὴς λέγων, ∆ιὰ τοῦτο μᾶλλον ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὕτω τὸν λόγον κατέλυσα.Σήμερον δὲ τὰ παρὰ τῶν αἱρετικῶν ἡμῖν πρὸς ταῦτα ἀντεπαγόμενα ἀναγκαῖον διαλῦσαι. Εἰ γὰρ καὶ ἐν φίλοις ἀγωνιζόμεθα, ἀλλὰ τοσαύτῃ δεῖ κεχρῆσθαι τῇ ἀκριβείᾳ, ὥστε πανταχόθεν ἀνεξαπάτητον εἶναι τὸν λόγον καὶ ἀχείρωτον, καὶ εἰ ἐν μέσοις τοῖς ἐχθροῖς γένοιτο. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχὶ ἀκούειν βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ ἑτέρους παιδεύειν. ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν. Καὶ γὰρ ὅπλων τάξιν ἡμῖν ὁ λόγος ἐπέχει, φράττων μὲν ὁμοῦ τοὺς οἰκείους, βάλλων δὲ τοὺς ἐναντίους· βάλλων οὐχ ἵνα κατενέγκῃ, ἀλλὰ κειμένους ἀναστήσῃ. Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· ἐπὶ τῇ σωτηρίᾳ τῶν πολεμούντων τρόπαιον ἵστησιν. Ἵν' οὖν τοῦτο γένηται, συντείνατέ μοι τὴν διάνοιαν, πᾶσαν ἐκβάλλοντες φροντίδα βιωτικὴν, διαναστήσατε τὴν γνώμην, ὀξυδερκὲς παρέχετέ μοι τὸ ὄμμα. Μήτε ὁ πλούσιος ὑπὸ τῆς ῥᾳθυμίας χαυνούσθω, μήτε ὁ πένης ὑπὸ τῆς φροντίδος τῆς πενίας πιεζέσθω· ἀλλὰ πᾶσαν ταύτην ἐκβάλλοντες τοῦ βίου τὴν ἀνωμαλίαν, ἀκροατὴν παρεσκευασμένον ἕκαστος ἑαυτὸν παρεχέτω· οὐ γὰρ τὰ τυχόντα ἡμῖν τὰ προκείμενα νῦν. Καὶ διὰ τοῦτο συνεχῶς ταῦτα παραγγέλλω, ἐπειδὴ οἶδα τὸ βάθος ὃ βαδιούμεθα. Ἀλλὰ μὴ θορυβηθῇς βάθος ἀκούσας· τοῦ γὰρ Πνεύματος χειραγωγοῦντος, οὐκ ἔχει ζόφον τὰ ὕδατα, ἀλλὰ πολλὴ ἔσται ἡ εὐκολία· μόνον ἐὰν ταύτην βαδίζητε τὴν ὁδὸν ἣν ἐγὼ κελεύω. Καὶ μὴ θορυβηθῆτε, μηδὲ ταράττησθε. Καὶ γὰρ τὰ κινούμενα σήμερον ἐν ἀρχῇ μὲν ταράττει τὸν ἀκροατὴν τὸν μὴ προσέχοντα, καὶ εἰς ἀπορίαν ἐμβάλλει· εἰ δὲ τὸ τέλος ἐκδέξαιτο, τὴν προσήκουσαν ἰδὼν λύσιν, λευκῆς ἀπολαύσεται γαλήνης, καὶ εἰς λιμένα ἀκύμαντον τὴν ἑαυτοῦ ψυχὴν ὁρμῆσαι δυνήσεται. Ἵν' οὖν ταῦτα γένηται, μὴ θορυβηθῆτε, μηδὲ ταράσσεσθε, ἀλλ' ἕπεσθε τὴν ὁδὸν μετὰ μακροθυμίας ἁπάσης καὶ καρτερίας, ἢν ἡ τοῦ λόγου διδασκαλία δείκνυσιν. Τίνα οὖν ἐστι τὰ παρ' αὐτῶν ἡμῖν ἀντεπαγόμενα; Οὐ δύναται ὁ Υἱὸς, φησὶν, ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καίτοι ταῦτα ἡ Γραφὴ εἴρηκεν. Τίνος οὖν ἕνεκεν παρ' αὐτῶν ταῦτα ἀντεπάγεται; Οὐχ ὡς εἴρηται παρὰ τῆς Γραφῆς, οὕτως ἐπάγεται. Τί γὰρ ἐκ τούτου, φησὶν, κατασκευάζειν βούλονται; Ὁρᾷς πῶς ἀνέτρεψε, φησὶν, ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὑπόνοιαν ἐκείνην τὴν τῆς ἰσότητος; Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, φησὶ, τοῦτο ὑπώπτευον, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, διὰ τοῦτο ἀντεπήγαγε λέγων· Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν.
Τετάρτη 12 Οκτωβρίου 2016
Οὐδέποτε ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
32.Ομιλία εν τῇ μεγάλῃ ἐκκλησίᾳ,
προειρηκότος ἐπισκόπου ὀλίγα εἰς τὸ Εὐαγγέλιον, εἰς τὸ, Οὐδέποτε ἀφ'
ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
αʹ. Ὢ τῆς βίας, ὢ τῆς
τυραννίδος. Πεπληρωμένην τὴν φιάλην ἔχων ὁ
διδάσκαλος προειρηκὼς, ἄκροις τοῖς χείλεσιν γεύσασθαι ἡμᾶς ἐπήγαγε τὸ πόμα· τοῦτο δὲ πεποίηκεν, οὐ δι' ἔνδειαν διδασκαλίας· καὶ γὰρ καὶ πηγῆς οὐκ ἔλαττον βρύειν
εἴωθεν· ἀλλ', ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα, ἢν περὶ τὴν ἡμετέραν σμικρότητα
ἐπιδείκνυσθαι μεμελετήκατε· διὰ τοῦτο
ταχέως ἐσίγησεν, καὶ τὸν λόγον
κατέκλεισε, τῇ ἐπιθυμίᾳ
τῇ ὑμετέρᾳ χαρίσασθαι βουλόμενος,
καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς. Ἐπεὶ οὖν καὶ αὐτὸς ἡμῖν τῷ
λόγῳ παρεχώρησεν, καὶ ὑμᾶς ἐκκρεμαμένους ὁρῶ τῆς γλώττης τῆς ἡμετέρας,
ἀνάγκη λοιπὸν ἀποδύσασθαι πρὸς τὰ παλαίσματα· ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε,
ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον
ἐργαζόμενοι τὴν διδασκαλίαν.
Ἐπεὶ καὶ ὁ προφήτης
οὐ θαυμαστὸν ζητεῖ
μόνον σύμβουλον, ἀλλὰ
καὶ συνετὸν ἀκροατήν. Οὐ γὰρ ὁ τυχὼν
ἡμῖν ἀγὼν πρόκειται σήμερον, ἀλλὰ
πολλῶν δεόμενος εὐχῶν, πολλῆς δὲ ἀγρυπνίας τῆς τῶν
ἀκροωμένων, πολλῆς δὲ σπουδῆς τοῦ λέγοντος,
ἵνα καὶ λεχθῇ
μετὰ ἀκριβείας τὰ λεγόμενα, καὶ
φυτευθῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ
τῆς ὑμετέρας ἀγάπης.
Οὐ γὰρ ἀκοῦσαι βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ παιδευθῆναι· οὐ μαθεῖν μόνον, ἀλλὰ καὶ διδάσκειν· οὐκ αὐτοὺς δέχεσθαι μόνον, ἀλλὰ καὶ εἰς ἑτέρους διαβιβάζειν. Οὕτω γὰρ ἡμῖν λαμπρότερον ἔσται τὸ θέατρον, καὶ πλείων ὁ σύλλογος, ὅταν ὑμεῖς δι' ὧν ἀκούετε καὶ ἑτέρους ἐπανάγειν δυνήσησθε. Τῇ μὲν οὖν προτέρᾳ συνάξει ταύτην εἰς μέσον ἀγαγὼν τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, καὶ δείξας ἐντεῦθεν τὴν πρὸς τὸν γεγεννηκότα ἰσότητα, ὅπερ καὶ πρὸ τούτου ἀπεφήνατο ὁ εὐαγγελιστὴς λέγων, ∆ιὰ τοῦτο μᾶλλον ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὕτω τὸν λόγον κατέλυσα.Σήμερον δὲ τὰ παρὰ τῶν αἱρετικῶν ἡμῖν πρὸς ταῦτα ἀντεπαγόμενα ἀναγκαῖον διαλῦσαι. Εἰ γὰρ καὶ ἐν φίλοις ἀγωνιζόμεθα, ἀλλὰ τοσαύτῃ δεῖ κεχρῆσθαι τῇ ἀκριβείᾳ, ὥστε πανταχόθεν ἀνεξαπάτητον εἶναι τὸν λόγον καὶ ἀχείρωτον, καὶ εἰ ἐν μέσοις τοῖς ἐχθροῖς γένοιτο. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχὶ ἀκούειν βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ ἑτέρους παιδεύειν. ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν. Καὶ γὰρ ὅπλων τάξιν ἡμῖν ὁ λόγος ἐπέχει, φράττων μὲν ὁμοῦ τοὺς οἰκείους, βάλλων δὲ τοὺς ἐναντίους· βάλλων οὐχ ἵνα κατενέγκῃ, ἀλλὰ κειμένους ἀναστήσῃ. Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· ἐπὶ τῇ σωτηρίᾳ τῶν πολεμούντων τρόπαιον ἵστησιν. Ἵν' οὖν τοῦτο γένηται, συντείνατέ μοι τὴν διάνοιαν, πᾶσαν ἐκβάλλοντες φροντίδα βιωτικὴν, διαναστήσατε τὴν γνώμην, ὀξυδερκὲς παρέχετέ μοι τὸ ὄμμα. Μήτε ὁ πλούσιος ὑπὸ τῆς ῥᾳθυμίας χαυνούσθω, μήτε ὁ πένης ὑπὸ τῆς φροντίδος τῆς πενίας πιεζέσθω· ἀλλὰ πᾶσαν ταύτην ἐκβάλλοντες τοῦ βίου τὴν ἀνωμαλίαν, ἀκροατὴν παρεσκευασμένον ἕκαστος ἑαυτὸν παρεχέτω· οὐ γὰρ τὰ τυχόντα ἡμῖν τὰ προκείμενα νῦν. Καὶ διὰ τοῦτο συνεχῶς ταῦτα παραγγέλλω, ἐπειδὴ οἶδα τὸ βάθος ὃ βαδιούμεθα. Ἀλλὰ μὴ θορυβηθῇς βάθος ἀκούσας· τοῦ γὰρ Πνεύματος χειραγωγοῦντος, οὐκ ἔχει ζόφον τὰ ὕδατα, ἀλλὰ πολλὴ ἔσται ἡ εὐκολία· μόνον ἐὰν ταύτην βαδίζητε τὴν ὁδὸν ἣν ἐγὼ κελεύω. Καὶ μὴ θορυβηθῆτε, μηδὲ ταράττησθε. Καὶ γὰρ τὰ κινούμενα σήμερον ἐν ἀρχῇ μὲν ταράττει τὸν ἀκροατὴν τὸν μὴ προσέχοντα, καὶ εἰς ἀπορίαν ἐμβάλλει· εἰ δὲ τὸ τέλος ἐκδέξαιτο, τὴν προσήκουσαν ἰδὼν λύσιν, λευκῆς ἀπολαύσεται γαλήνης, καὶ εἰς λιμένα ἀκύμαντον τὴν ἑαυτοῦ ψυχὴν ὁρμῆσαι δυνήσεται. Ἵν' οὖν ταῦτα γένηται, μὴ θορυβηθῆτε, μηδὲ ταράσσεσθε, ἀλλ' ἕπεσθε τὴν ὁδὸν μετὰ μακροθυμίας ἁπάσης καὶ καρτερίας, ἢν ἡ τοῦ λόγου διδασκαλία δείκνυσιν. Τίνα οὖν ἐστι τὰ παρ' αὐτῶν ἡμῖν ἀντεπαγόμενα; Οὐ δύναται ὁ Υἱὸς, φησὶν, ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καίτοι ταῦτα ἡ Γραφὴ εἴρηκεν. Τίνος οὖν ἕνεκεν παρ' αὐτῶν ταῦτα ἀντεπάγεται; Οὐχ ὡς εἴρηται παρὰ τῆς Γραφῆς, οὕτως ἐπάγεται. Τί γὰρ ἐκ τούτου, φησὶν, κατασκευάζειν βούλονται; Ὁρᾷς πῶς ἀνέτρεψε, φησὶν, ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὑπόνοιαν ἐκείνην τὴν τῆς ἰσότητος; Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, φησὶ, τοῦτο ὑπώπτευον, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, διὰ τοῦτο ἀντεπήγαγε λέγων· Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν.
Οὐ γὰρ ἀκοῦσαι βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ παιδευθῆναι· οὐ μαθεῖν μόνον, ἀλλὰ καὶ διδάσκειν· οὐκ αὐτοὺς δέχεσθαι μόνον, ἀλλὰ καὶ εἰς ἑτέρους διαβιβάζειν. Οὕτω γὰρ ἡμῖν λαμπρότερον ἔσται τὸ θέατρον, καὶ πλείων ὁ σύλλογος, ὅταν ὑμεῖς δι' ὧν ἀκούετε καὶ ἑτέρους ἐπανάγειν δυνήσησθε. Τῇ μὲν οὖν προτέρᾳ συνάξει ταύτην εἰς μέσον ἀγαγὼν τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, καὶ δείξας ἐντεῦθεν τὴν πρὸς τὸν γεγεννηκότα ἰσότητα, ὅπερ καὶ πρὸ τούτου ἀπεφήνατο ὁ εὐαγγελιστὴς λέγων, ∆ιὰ τοῦτο μᾶλλον ἐδίωκον αὐτὸν, οὐ μόνον ὅτι ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὕτω τὸν λόγον κατέλυσα.Σήμερον δὲ τὰ παρὰ τῶν αἱρετικῶν ἡμῖν πρὸς ταῦτα ἀντεπαγόμενα ἀναγκαῖον διαλῦσαι. Εἰ γὰρ καὶ ἐν φίλοις ἀγωνιζόμεθα, ἀλλὰ τοσαύτῃ δεῖ κεχρῆσθαι τῇ ἀκριβείᾳ, ὥστε πανταχόθεν ἀνεξαπάτητον εἶναι τὸν λόγον καὶ ἀχείρωτον, καὶ εἰ ἐν μέσοις τοῖς ἐχθροῖς γένοιτο. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐχὶ ἀκούειν βούλομαι μόνον ὑμᾶς, ἀλλὰ καὶ ἑτέρους παιδεύειν. ∆ιὸ δὴ μετὰ ἀκριβείας ἁπάσης περιθεῖναι ὑμῖν ὅπλα ἐσπούδακα τὰ πνευματικὰ, ὥστε μηδαμοῦ φανῆναι μέλος γυμνὸν, μηδὲ καιρίαν δέξασθαι πληγήν. Καὶ γὰρ ὅπλων τάξιν ἡμῖν ὁ λόγος ἐπέχει, φράττων μὲν ὁμοῦ τοὺς οἰκείους, βάλλων δὲ τοὺς ἐναντίους· βάλλων οὐχ ἵνα κατενέγκῃ, ἀλλὰ κειμένους ἀναστήσῃ. Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος· ἐπὶ τῇ σωτηρίᾳ τῶν πολεμούντων τρόπαιον ἵστησιν. Ἵν' οὖν τοῦτο γένηται, συντείνατέ μοι τὴν διάνοιαν, πᾶσαν ἐκβάλλοντες φροντίδα βιωτικὴν, διαναστήσατε τὴν γνώμην, ὀξυδερκὲς παρέχετέ μοι τὸ ὄμμα. Μήτε ὁ πλούσιος ὑπὸ τῆς ῥᾳθυμίας χαυνούσθω, μήτε ὁ πένης ὑπὸ τῆς φροντίδος τῆς πενίας πιεζέσθω· ἀλλὰ πᾶσαν ταύτην ἐκβάλλοντες τοῦ βίου τὴν ἀνωμαλίαν, ἀκροατὴν παρεσκευασμένον ἕκαστος ἑαυτὸν παρεχέτω· οὐ γὰρ τὰ τυχόντα ἡμῖν τὰ προκείμενα νῦν. Καὶ διὰ τοῦτο συνεχῶς ταῦτα παραγγέλλω, ἐπειδὴ οἶδα τὸ βάθος ὃ βαδιούμεθα. Ἀλλὰ μὴ θορυβηθῇς βάθος ἀκούσας· τοῦ γὰρ Πνεύματος χειραγωγοῦντος, οὐκ ἔχει ζόφον τὰ ὕδατα, ἀλλὰ πολλὴ ἔσται ἡ εὐκολία· μόνον ἐὰν ταύτην βαδίζητε τὴν ὁδὸν ἣν ἐγὼ κελεύω. Καὶ μὴ θορυβηθῆτε, μηδὲ ταράττησθε. Καὶ γὰρ τὰ κινούμενα σήμερον ἐν ἀρχῇ μὲν ταράττει τὸν ἀκροατὴν τὸν μὴ προσέχοντα, καὶ εἰς ἀπορίαν ἐμβάλλει· εἰ δὲ τὸ τέλος ἐκδέξαιτο, τὴν προσήκουσαν ἰδὼν λύσιν, λευκῆς ἀπολαύσεται γαλήνης, καὶ εἰς λιμένα ἀκύμαντον τὴν ἑαυτοῦ ψυχὴν ὁρμῆσαι δυνήσεται. Ἵν' οὖν ταῦτα γένηται, μὴ θορυβηθῆτε, μηδὲ ταράσσεσθε, ἀλλ' ἕπεσθε τὴν ὁδὸν μετὰ μακροθυμίας ἁπάσης καὶ καρτερίας, ἢν ἡ τοῦ λόγου διδασκαλία δείκνυσιν. Τίνα οὖν ἐστι τὰ παρ' αὐτῶν ἡμῖν ἀντεπαγόμενα; Οὐ δύναται ὁ Υἱὸς, φησὶν, ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καίτοι ταῦτα ἡ Γραφὴ εἴρηκεν. Τίνος οὖν ἕνεκεν παρ' αὐτῶν ταῦτα ἀντεπάγεται; Οὐχ ὡς εἴρηται παρὰ τῆς Γραφῆς, οὕτως ἐπάγεται. Τί γὰρ ἐκ τούτου, φησὶν, κατασκευάζειν βούλονται; Ὁρᾷς πῶς ἀνέτρεψε, φησὶν, ὁ Υἱὸς τοῦ Θεοῦ τὴν ὑπόνοιαν ἐκείνην τὴν τῆς ἰσότητος; Ἐπειδὴ γὰρ οἱ Ἰουδαῖοι, φησὶ, τοῦτο ὑπώπτευον, ὅτι ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ, διὰ τοῦτο ἀντεπήγαγε λέγων· Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν.
βʹ. Ἆρα μὴ μάτην εἶπον, ὅτι
θορυβεῖν ὑμᾶς ἔχει τὰ ῥήματα, καὶ ἐκ προοιμίων λεγόμενα διαταράττειν
τὸν ἀκροατήν; Ἀλλ' ἀναμείνατε, καὶ
ὄψεσθε τοῖς οἰκείοις αὐτοὺς ἀναλισκομένους ὅπλοις.
Μάλιστα μὲν γὰρ οὐκ ἦν Ἰουδαίων
ὑπόνοια τὸ λεγόμενον· ὃ καὶ ἐν τῇ προτέρᾳ
διαλέξει μετὰ πάσης ἀπεδείξαμεν τῆς σαφηνείας· ἅπερ ἵνα μὴ πάλιν ἀνακινῶμεν, ἐκεῖ παραπέμψαντες τὸν ἀκροατὴν, τὸ νῦν ἐπαγόμενον
διαλῦσαι πειρασόμεθα, δεικνύντες
ὅτι οὐκ ἀνατρέπων
τὴν ὑπόνοιαν ἐκείνην, ταῦτα λέγει, ἀλλὰ μετὰ πολλῆς ἀκριβείας ἱστῶν καὶ
βεβαιῶν, καὶ τῆς πρὸς τὸν γεγενηκότα ἐγγύτητος,
καὶ πολλῆς γνησιότητος καὶ συναφείας
καὶ ὁμονοίας ἀπόδειξιν ἡμῖν παρέχων.
Οὕτω γὰρ θαῤῥῶ τῷ εἰρημένῳ,
ὅτι ταύτην μάλιστά φημι τὴν ῥῆσιν ἀπόδειξιν εἶναι τῆς
πρὸς τὸν Πατέρα
συγγενείας αὐτοῦ, καὶ
τοῦ κατὰ τὴν
οὐσίαν ἀπαραλλάκτου. Μηδὲ ταράττεσθε ὑπὸ τῶν λογισμῶν τῶν αἱρετικῶν. Οὐδὲ γὰρ τὰ ξίφη τὰ ἐν τοῖς
τοίχοις γεγραμμένα, οὐδὲ τὰ δόρατα, οὐδὲ
αἱ αἰχμαὶ θορυβεῖν δύναιντ' ἂν πολεμίους, φοβερὸν καὶ ὀξὺ
βλέποντας. Ὅπερ γὰρ ἂν ᾖ, σκιά τίς ἐστι καὶ εἰκὼν, οὐ πραγμάτων ἀλήθεια. Τοιοῦτοι
τῶν αἱρετικῶν οἱ λογισμοὶ, οὓς ἵνα διελέγξωμεν,
πλησίον ταύτης γενώμεθα
τῆς ῥήσεως, συνεχῶς
αὐτὴν περιστρέφοντες, καὶ τέως αὐτοὺς ἐρώμεθα, πῶς βούλονται ἑρμηνεύειν
τὴν ῥῆσιν. Οὐγὰρ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις. Εἰ γὰρ ἤρκει ἡ ἀνάγνωσις, τίνος ἕνεκεν
ὁ Φίλιππος πρὸς τὸν εὐνοῦχον ἔλεγεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Ὅθεν ἀναγινώσκων
ἐκεῖνος, οὐδὲν ᾔδει τῶν ἐγκειμένων·
διὸ καὶ ἔλεγε·
∆έομαί σου, περὶ τίνος ὁ
προφήτης λέγει, περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου; Εἰ ἤρκει ἡ ἀνάγνωσις, πῶς οἱ Ἰουδαῖοι
τὴν Παλαιὰν ἀναγινώσκοντες, καὶ τὰ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ, καὶ τῶν σημείων, καὶ τῶν θαυμάτων,
καὶ τόπον, καὶ καιρὸν, καὶ σταυρὸν, καὶ τάφον, καὶ ἀνάστασιν, καὶ ἀνάληψιν, καὶ τὴν
ἐκ δεξιῶν καθέδραν, καὶ τὴν τοῦ Πνεύματος κάθοδον, καὶ τὴν τῶν ἀποστόλων
συνεκδρομὴν, καὶ τὴν τῆς συναγωγῆς ἐκβολὴν,καὶ τὴν τῆς Ἐκκλησίας εὐγένειαν, οὐδέπω
καὶ σήμερον ἐπίστευσαν; Οὐκ ἄρα ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ προσῇ καὶ ἡ γνῶσις. Ὥσπερ
γὰρ ἐάν τις τρέφηται μὲν, μὴ πέπτῃ δὲ, οὐ ζήσεταί ποτε· οὕτως ἐάν τις ἀναγινώσκῃ μὲν, οὐ γινώσκῃ
δὲ μηδὲν τῶν ἐγκειμένων, οὐκ ἐπιτεύξεται τῆς ἀληθείας. Μὴ τοίνυν μοι
παρέχετε τὴν ῥῆσιν
τὴν εὐαγγελικὴν, ἀλλὰ
καὶ ἑρμηνεύσατε αὐτήν. Τοῦτο δὲ
ἀπαιτῶ παρ' ἐκείνων,
ἵν' ὅταν τὰ σαθρὰ αὐτῶν καταλύσω νοήματα, τότε καταβαλῶ τῆς
ἀληθείας τὸν θεμέλιον. Οὕτω καὶ οἰκοδόμοι ποιοῦσιν, οὐ πρότερον
τὴν κρηπῖδα καταβάλλονται
τῶν οἰκημάτων, ἕως ἂν τὰ σεσαθρωμένα ἀνέλωσιν, ἵνα μετὰ ἀσφαλείας οἰκοδομῶσιν. Τούτους δὴ καὶ ἡμεῖς μιμησώμεθα.
Εἰπὲ οὖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ καθόλου οὐδέν; Οὐδὲ γὰρ εἶπεν,
ὅτι ἀνθρώπους μὲν δύναται ποιεῖν,
ἀγγέλους δὲ οὐ δύναται· οὐδὲ ἀγγέλους μὲν δύναται, ἀρχαγγέλους δὲ οὐ δύναται· ἀλλ' εἶπεν, ὅτι οὐδέν. Οὐκοῦν ἀσθενείας
τὸ ῥῆμα; εἴ γε μὴ δύναται, κατὰ τὴν ὑπόνοιαν
τὴν σὴν, καὶ βίας καὶ ἀνάγκης ἐπιτεταμένης·
εἴ γε ἀφ' ἑαυτοῦ οὐδὲν ποιεῖ, ἀλλ' ὅσα ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἰδοὺ καὶ
διδασκαλίας ὕστερον προσγενομένης, ἅπερ ἅπαντα ἀλλότρια τῆς ἀκηράτου καὶ ἀνωλέθρου οὐσίας
ἐκείνης τῆς ἀφράστου
καὶ ἀῤῥήτου καὶ ἀκαταλήπτου. Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ;
Οὐδὲ γὰρ περὶ ἐμοῦ τοῦ
μικροῦ καὶ εὐτελοῦς,
καὶ ἀπὸ γῆς
γενομένου, δυνατὸν τοῦτο λέγεσθαι, ὅτι οὐ δύναμαι ἐγὼ ἀφ' ἑαυτοῦ ποιεῖν
οὐδέν· οὐδὲ περὶ σοῦ, οὔτε περὶ ἄλλου οὐδενὸς ἀνθρώπων. Εἰ γὰρ τοῦτο ἀληθὲς, εἰκῆ
γέεννα, καὶ κόλασις, καὶ τιμωρία· εἰκῆ στέφανοι, καὶ ἔπαθλα, καὶ ἀγαθά. Οὐδὲ γὰρ
ἐκεῖνα ὑποστησόμεθα ἁμαρτά νοντες, οὐδὲ
τούτων ἀπολαύσομεν κατορθοῦντες, εἴ γε μηδὲν ἀφ' ἑαυτῶν πράττομεν.
Τὰ γὰρ ἔπαθλα οὐ τοῖς πράγμασιν
ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ
ἀπόκεινται. Οἷόν τι λέγω· ὅταν τις ἀφ' ἑαυτοῦ καλὸν ἐργάζηται, τότε στεφανοῦται
καὶ ἀνακηρύττεται, οὐχ ἁπλῶς ὅταν ἐργάζηται, ἀλλὰ μετὰ γνώμης καὶ προαιρέσεως.
Καὶ ἵνα μάθητε ὅτι ταῦτά ἐστιν ἀληθῆ· Εἰσὶν εὐνοῦχοι, φησὶν, οἵτινες εὐνουχίσθησαν
παρὰ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν
βασιλείαν τῶν οὐρανῶν.
Εὐνούχους ἐνταῦθά φησιν οὐ τοὺς τὰ μέλη κόψαντας, ἀλλὰ τοὺς τὸν πονηρὸν λογισμὸν καὶ ἀσελγείας
γέμοντα ἀποτεμόντας, οὐ σιδηρᾷ μαχαίρᾳ, ἀλλὰ λογισμῷ καὶ φιλοσοφίᾳ, καὶ τῇ τοῦ
Θεοῦ βοηθείᾳ χρησαμένους εἰς τοῦτο. Ἰδοὺ δύο εὐνοῦχοι, οἱ μὲν ἐξ ἀνθρώπων ἀποτμηθέντες
τὰ μέλη, οἱ δὲ
εὐλαβείᾳ ἀποκόψαντες τὸν πονηρὸν λογισμόν. Ἀλλ' ὅμως εἰ καὶ διαφόρως εὐνουχίσθησαν,
ὁμοίως ἀμφότεροι γυναικῶν ἀπέχονται μίξεως. Τὸ ὁμοίως δὲ εἶπον, οὐ κατὰ γνώμην,
ἀλλὰ κατὰ τὴν τοῦ πράγματος φύσιν. Οὐδὲ γὰρ εὐνοῦχος δύναιτ' ἂν συγγενέσθαι
γυναικὶ, οὔτε ὁ μοναχὸς ὁ εὐνουχίσας ἑαυτόν. Καὶ τὸ μὲν πρᾶγμα ἓν, τὸ δὲ τέλος
οὐχ ἕν. ∆ιὰ τοῦτο περὶ μὲν ἐκείνων εἰπὼν ὅτι εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, οὐδὲν
αὐτοῖς διὰ τοῦτο ἔθηκεν ἔπαθλον· φύσεως γὰρ, οὐ γὰρ ἀσκήσεως τὸ πρᾶγμα ἦν. Τούτους
δὲ εἰς μέσον ἀγαγὼν, τῇ βασιλείᾳ αὐτοὺς ἐστεφάνωσεν,
εἰπὼν, ∆ιὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Καίτοι οὔτε οὗτος μίγνυται γυναικὶ, οὔτε ἐκεῖνος· ἀλλ' ὁ μὲν ὑπὸ τῆς
ἀνάγκης δεδεμένος, ὁ δὲ τῇ προαιρέσει τὸ πρᾶγμα κατορθώσας, καὶ ἀφ'
ἑαυτοῦ τοῦτο ἐργασάμενος καὶ ἀνύσας.
Εἶτα οἱ μὲν ἄνθρωποι ἀφ' ἑαυτῶν
δύνανται τοιαῦτα πράττειν, καὶ ποιεῖν, καὶ φιλοσοφεῖν, καὶ φθέγγεσθαι, καὶ
μυρία ἕτερα ἐργάζεσθαι· ὁ
δὲ τῶν ἀγγέλων ∆εσπότης οὐ δυνήσεται οὐ μικρὸν οὐ μέγα
ποιεῖν ἀφ' ἑαυτοῦ; Καὶ τίς ταῦτα ἀνέξεται; Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ἐν
μεγάλῃ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα·
καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται
σκεῦος εἰς τιμὴν ἡγιασμένον τῷ ∆εσπότῃ.
γʹ. Ὁρᾷς καὶ τούτους ἀφ' ἑαυτῶν
διορθουμένους; Τοῦτο γάρ ἐστιν· Ἐάν τις ἑαυτὸν ἐκκαθάρῃ. Τί οὖν ἐστι τὸ εἰρημένον;
Εἰ πρὸς οἰκείους μόνον ὁ λόγος ἡμῖν ἦν, ἤδη καὶ τὴν λύσιν ἂν ἐπήγαγον·
ἐπειδὴ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, ἔτι τὰ
ἐκείνων καθελεῖν ἀναγκαῖον· πάλιν τὴν ῥῆσιν εἰς μέσον ἀγαγόντες, οὕτως ταύτην
ποιήσωμεν σαφῆ. Ὅτι μὲν γὰρ ἡμῖν
δυνατὸν ἀφ' ἑαυτῶν καὶ ποιεῖν
καὶ λέγειν, ἱκανῶς ὁ λόγος
ἀπέδειξεν. Εἰ γὰρ μὴ τοῦτο
ἦν, οὐκ ἂν ἐστεφανώθημεν
κατορθοῦντες. Ἐρωτητέον δὲ πάλιν τὸν αἱρετικόν·
τί ἐστιν, Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, οὐ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν;
Ἀπὸ γὰρ τῆς ῥήσεως ταύτης,λέγω, οὐ τῆς ἑρμηνείας· μᾶλλον
δὲ οὐδὲ ἀπὸ τῆς ῥήσεως,
ἀλλ' ἀπὸ τῆς διεστραμμένης τῶν αἱρετικῶν ἑρμηνείας, ἀνάγκη
διπλῆν τινα ἐπεισάγεσθαι κτίσιν. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν μή τι βλέπῃ, φησὶ, τὸν
Πατέρα ποιοῦντα, οὐ δύναται ποιεῖν. Οὐκοῦν ἀνάγκη πᾶσα εἶναι μὲν ἔργα τοῦ Πατρὸς
ἀπηρτισμένα, εἶναι δὲ καὶ ἕτερα τοῦ Υἱοῦ, ἃ πρὸς ἐκεῖνα βλέπων κατεσκεύασεν καὶ
αὐτός. Ἐὰν γὰρ μή τι βλέπῃ ποιοῦντα, οὐ ποιεῖ, φησίν. Ἵνα οὖν ἴδῃ, ἀνάγκη εἶναι τὰ ἔργα. Τί οὖν; εἰπέ μοι· ἕνα
ἥλιον ὁρῶμεν, μὴ δύο δεῖξαί μοι δυνήσῃ, ἵνα τὸν μὲν τοῦ Πατρὸς, τὸν δὲ τοῦ Υἱοῦ
ὑποπτεύσω; καὶ σελήνας δύο, καὶ γῆν, καὶ θάλατταν; οὕτω καὶ τὰ ἄλλα πάντα; Ἀλλ'
οὐκ ἂν ἔχοις εἰπεῖν· εἷς γάρ ἐστιν ὁ ἥλιος. Πῶς οὖν, ἐὰν μή τι βλέπῃ ποιοῦντα αὐτὸν,
οὐ ποιεῖ; Τίνος ἔργον εἶναι βούλει τὸν ἥλιον; τοῦ Πατρός; Ποῦ οὖν ὁ τοῦ Υἱοῦ; Ἀλλὰ
τοῦ Υἱοῦ; Ποῦ οὖν ὁ τοῦ Πατρὸς, ὃν ἰδὼν
οὗτος, ἄλλον τοιοῦτον ἐποίησεν; Πῶς δὲ ἐκεῖνο στήσεται τὸ, Πάντα
δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ γὰρ πάντα δι' αὐτοῦ, ποῖον ἂν ἔχοι καιρὸν
αὕτη ἡ διαίρεσις; Ὁρᾷς τὰ τῶν
λογισμῶν; πῶς ἑαυτοὺς περιπείρετε,
καὶ ἑαυτὸ ἐλέγχει τὸ ψεῦδος; Ἰδοὺ τὴν ἑρμηνείαν
αὐτῶν εἰς μέσον ἀγαγὼν, πῶς ἔδειξα αὐτὴν ὑφ' ἑαυτῆς βαλλομένην. Ἐγὼ δὲ κἀκεῖνο ἡδέως
ἂν ἐροίμην· τίς ὁ τὴν σάρκα
ἀναλαβὼν τὴν ἡμετέραν,
καὶ εἰς μήτραν
ἐλθὼν παρθενικήν; ὁ Πατὴρ ἢ ὁ Υἱός; εἰπέ. Οὐ παντί που δῆλον, ὅτι ὁ
μονογενὴς Υἱὸς τοῦ Θεοῦ; Καὶ γὰρ ὁ Παῦλος οὕτως φησίν· Τοῦτο φρονείσθω ἐν ὑμῖν,
ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα
Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.Καὶ, Ἐξαπέστειλεν ὁ Θεὸς
τὸν Υἱὸν αὐτοῦ τὸν
μονογενῆ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον. Καὶ πᾶσα Γραφὴ, εἴτε παλαιὰ, εἴτε
καινὴ, τούτων ἐμπέπλησται τῶν μαρτυριῶν· καὶ τὰ πράγματα βοᾷ, ὅτι ὁ Μονογενὴς ἐσαρκώθη,
οὐχ ὁ Πατήρ. Πότερον οὖν ἰδὼν τὸν Πατέρα σαρκωθέντα ὁ Υἱὸς ἐσαρκώθη; [Οὐ γὰρ ἂνἐσαρκώθη],
εἰ μὴ θεασάμενος αὐτόν. Οὐ γὰρ δύναται ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ
τὸν Πατέρα ποιοῦντα. Πότε ἂν ἴδοιμι τοῦτο ἐργασάμενον τὸν Πατέρα; Οὐκ ἂν ἔχοις
εἰπεῖν. Καὶ μήτε μικρὸν
εἶναι νομίσῃς τὸ
γεγενημένον. Τὸ γὰρ κεφάλαιον τῆς σωτηρίας ἡμῶν ἡ σάρκωσίς ἐστι τοῦ
Μονογενοῦς, ἡ συγκατάβασις αὐτοῦ. Πρὶν ἢ γὰρ γενέσθαι ἄνθρωπον, τὰ τῆς κακίας ἐτυράννει,
καὶ βαθυτάτη νὺξ πάντα κατεῖχεν, καὶ
πανταχοῦ βωμοὶ καὶ
ναοὶ τοῖς εἰδώλοις,
καὶ κνίσσαι, καὶ καπνὸς, καὶ αἱμάτων χείμαῤῥοι, οὐκ ἀπὸ προβάτων
καὶ βοῶν μόνον, ἀλλὰ καὶ ἀπὸ ἀνθρώπων ῥέοντες.
Ἔθυσαν γὰρ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ταῦτα ὁ δῆμος ὁ προφήτας ἔχων, ὁ νόμου μετασχὼν, ὁ θεοπτίας ἀπολαύσας, ὁ
τοσούτοις ἐντραφεὶς θαύμασιν.Εἰ δὲ οὗτοι τοιοῦτοι, ἐννόησον τὰ λοιπὰ μέρη τῆς οἰκουμένης
πῶς διέκειντο, ὑπὸ δαιμόνων βακχευόμενοι, ὑπὸ κακίας τυραννούμενοι, τοῖς παθήμασι
πᾶσιν ὑποκλινόμενοι, ξύλα θεραπεύοντες,
λίθους προσκυνοῦντες, ὄρη, καὶ βουνοὺς, καὶ νάπας, καὶ δένδρα, καὶ λίμνας, καὶ
πηγὰς, καὶ ποταμούς. Καὶ τί δεῖ τὰ τῶν ἄλλων λέγειν; Ἀπὸ γὰρ τῶν
ἐν Ἰουδαίοις κακῶν ὄψομαι τὴν ἐν
τοῖς ἄλλοις ὑπερβολήν. Ἵπποι θηλυμανεῖς
ἐγένοντο, ἕκαστος ἐπὶ τὴν
γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος
τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ
με οὐκ ἔγνω. Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύντησας
πρὸς πάντας Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν
ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Πάλιν ἕτερος· Μάτην [ἀργυροκόπος] ἀργυροκοπεῖ·
αἱ πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ἕτερος πάλιν· Ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος,
καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν. Ἕτερος πάλιν· Εἰ ἀλλάξει
Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις
τὰ ποικίλματα αὐτῆς, καὶ ὁ λαὸς οὗτος
δυνήσεται ποιῆσαι κρίσιν, μεμαθηκὼς κακά. Ἕτερος πάλιν·
Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν
εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες
εἰς αἵματα δικάζουσιν.
Ὁ Θεὸς πάλιν· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν
ταῖς πανηγύρεσιν ὑμῶν. Ὁ Ἡλίας· Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας
σου ἀπέκτειναν· καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Πάλιν ὁ Θεός·
Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν
μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ὁ ∆αυῒδ πάλιν· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς
θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν
αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν
καὶ θυγατέρων.
δʹ. Εἶδες κακίας τυραννίδα;
Κύνες ἐγένοντο καὶ ἵπποι,
καὶ ὄνων ἀλογώτεροι,
καὶ βοῶν ἀναισθητότεροι, καὶ εἰς
αὐτὴν τὴν φύσιν ἐμάνησαν. Ἀλλὰ μετὰ τὴν σάρκωσιν τοῦ Χριστοῦ τί φησιν ἡ Γραφή;
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ μὲν τούτου ἔλεγεν ἡ Γραφή· Πορεύθητι
πρὸς τὸν μύρμηκα,
ὦ ὀκνηρέ· μετὰ δὲ ταῦτα
καὶ υἱοθεσίας ἠξιώθημεν, καὶ εἰς
τὸν οὐρανὸν ἀπεγράφημεν,
καὶ μετὰ τῶν ἀγγέλων χορεύομεν,
καὶ τῆς μελωδίας αὐτοῖς κοινωνοῦμεν, καὶ πρὸς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἐθέμεθα. Καὶ ἀνῄρηνται βουνοὶ, καὶ κατεσκάφησαν ναοί. Καὶ ὁ λίθος ἐφάνη
λίθος, καὶ τὸ ξύλον, ξύλον, καὶ τὰ δένδρα, δένδρα, καὶ αἱ πηγαὶ, πηγαί.Ἐπειδὴ γὰρ
ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψεν, ἔδειξε
τῶν πραγμάτων τὴν φύσιν, ἣν πρὶν ἐπεκάλυπτεν ἡ τῆς πλάνης νὺξ, καὶ τὸ βαθὺ τῆς ἀγνωσίας σκότος,
συγχέον τὴν ὄψιν τῶν ἀπατωμένων. Ἀλλ' ἐπειδὴ
διεσκέδασε τὴν πυκνὴν νεφέλην τῆς πλάνης ἡ ἀκτὶς ἡ τοῦ ἡλίου τῆς δικαιοσύνης,
πανταχοῦ φῶς καὶ ἡμέρα, λαμπρὰ καὶ σταθηρὰ μεσημβρία. Καὶ οἱ μητέρας γαμοῦντες
Πέρσαι παρθενίαν ἀσκοῦσι νῦν. Καὶ οἱ τοὺς υἱοὺς ἀγνοοῦντες τοὺς ἑαυτῶν καὶ σφάττοντες, πάντων
γεγόνασιν ἡμερώτεροι καὶ πραότεροι. Οἱ λύκοι πρὸς τὴν τῶν προβάτων μετέστησαν
ἡμερότητα· μᾶλλον δὲ καὶ οἱ λύκων χείρους. Λύκος γὰρ οὐκ ἀγνοεῖ τὴν φύσιν, ἀλλ'
ἐπιγινώσκει τὸ τεχθέν· ἄνθρωποι δὲ καὶ τούτων ἐγένοντο ἀγριώτεροι. Ἀλλὰ μετὰ τὴν
σάρκωσιν τοῦ Μονογενοῦς καὶ τὴν οἰκονομίαν, ἐκβαλόντες τὴν θηριωδίαν, πρὸς τὴν
οἰκείαν ἐπανῆλθον εὐγένειαν· μᾶλλον δὲ πρὸς τὴν τῶν ἀγγέλων ἀνέβησαν ἀρετήν. Καὶ
πρὸ τούτου μὲν αἱ πόλεις ἦσαν ἀσεβείας πεπλησμέναι, σήμερον δὲ καὶ ἡ ἔρημος
φιλοσοφεῖ, καὶ καλύβαι
μοναχῶν ἐν ὄρεσι
καὶ νάπαις, ἀγγέλων
μιμουμένων πολιτείαν, καὶ τὸν παρόντα ἀποδυσάμενοι βίον.Τί γὰρ δεῖ τῆς τῶν
λόγων κατασκευῆς, τῶν πραγμάτων βοώντων, καὶ ἡλίου φανερώτερον δεικνύντων τὰ ἀγαθὰ,
ἃ μετὰ τὴν ὠδῖνα τῆς Παρθένου τὴν θαυμαστὴν ἐκείνην, καὶ πνευματικὴν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν σάρκωσιν, τὴν οἰκουμένην
κατέλαβεν ἅπασαν; Ἀλλ' ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα ἀφ'
ἑαυτοῦ πεποίηκεν· καὶ βοᾷ Παῦλος λέγων·
Ὃς ἐν μορφῇ
Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο
τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἀκούεις, αἱρετικὲ, ὅτι
ἑαυτὸν ἐκένωσε; Καὶ πάλιν ἀλλαχοῦ· Καθὼς
καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν
τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὃς καὶ ἐσταυρώθη ἀφ' ἑαυτοῦ, καὶ ἐσφάγη ἀφ' ἑαυτοῦ·
διὸ καὶ αὐτὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν
λαβεῖν αὐτήν. Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀφ' ἑαυτοῦ. Τί λέγεις
ἐνταῦθα, ὦ αἱρετικὲ, ὁ παράγων τὴν ῥῆσιν τὴν εὐαγγελικὴν τὴν λέγουσαν, Οὐδὲν δύναται
ἀφ'ἑαυτοῦ ὁ Υἱός; Ἰδοὺ αὐτός φησιν· Ἐγὼ αὐτὴν τίθημι ἀφ' ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν
ἀφ' ἑαυτοῦ. Οὐ μικρὸν δὲ τὸ εἰρημένον, ἀλλὰ καὶ σφόδρα μέγα. Καὶ περὶ τοῦ Πατρὸς
εἴρηται, ὅτι θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει. Ὁρᾷς πῶς εἴσω τῶν δικτύων ἐξέβης;
Τί γὰρ πρὸς ταύτην ἐρεῖς τὴν ῥῆσιν; Ἐγὼ τίθημι αὐτὴν ἀφ' ἑαυτοῦ, καὶ λαμβάνω αὐτὴν
ἀφ' ἑαυτοῦ. Πῶς οὖν ἔφης, ὅτι οὐδὲν ποιεῖ ἀφ' ἑαυτοῦ; Ἀλλ', ὅπερ ἔφην, εἰ μὲν
πρὸς αἱρετικοὺς ἡμῖν ὁ λόγος, ἀφεὶς ἂν αὐτοὺς
εἰς ἀπορίαν καὶ
δεσμώσας, οὕτως ἀπεπήδησα, ἀρκοῦσαν
λαβὼν τὴν νίκην
καὶ λαμπρὸν τὸ τρόπαιον, καὶ μεγίστην
παρασχόμενος τῆς ἀνοίας αὐτῶν ἀπόδειξιν.Ἐπειδὴ δὲ οὐκ ἐπιστομίσαι βούλομαι τοὺς
ἐναντίους μόνον, ἀλλὰ καὶ παιδεῦσαι τοὺς μεθ' ἡμῶν ὄντας, καὶ σοφίσαι τὰ μέλη τὰ ἡμέτερα, οὐκ ἐνταῦθα
καταλύσω τὸν λόγον, ἀλλὰ
περαιτέρω χωρῆσαι πειράσομαι, ἕτερον πάλιν δείξας ἔργον τὸ ἐλέγχον αὐτῶν
τὴν ἀναίσχυντον ἀντιλογίαν. Τί γάρ φησιν; Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ
πάντας ὁ Υἱός. εʹ. Ἐρωτῶ οὖν τὸν αἱρετικὸν, εἰ οὐδένα κρίνει ὁ Πατὴρ, ὁ δὲ Υἱὸς
κρίνει, πῶς κρίνει; Εἰ γὰρ μηδὲν δύναται ποιεῖν ἀφ' ἑαυτοῦ, ἐὰν μή τι βλέπῃ τὸν
Πατέρα ποιοῦντα, ὁ δὲ Πατὴρ οὐ κρίνει, αὐτὸς δὲ πάντας κρίνει, πῶς ὃ μὴ εἶδε δύναται
ποιῆσαι; Καὶ μηδὲ τοῦτο ἁπλῶς παραδράμῃς· οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ μεγίστης δυνάμεως. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας γενομένους
Ἕλληνας, Ἰουδαίους, αἱρετικοὺς,
τοὺς ἐν τῇ ὀρθοδόξῳ
πίστει διαμαρτόντας, πάντας ἀγαγεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πάντων τὰ ἀπόῤῥητα
εἰς μέσον ἐξαγαγεῖν τὰ πράγματα, τὰ ῥήματα, τοὺς δόλους, τὰς ἐπιβουλὰς, τὰ ἀπόῤῥητα
τῆς διανοίας, οὐ μαρτυριῶν φερομένων, οὐκ ἐλέγχων, οὐκ εἰκόνων, οὐκ ἀποδείξεων,
οὐκ ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει πρὸς τὸν ἔλεγχον
κεχρημένων.Ἀλλ' ὅμως τοσοῦτον καὶ τηλικοῦτον κατόρθωμα αὐτὸς ποιεῖ, οὐ πρότερον τὸν Πατέρα
ἰδὼν, καὶ οὕτω μιμησάμενος· ὁ Πατὴρ γὰρ οὐ κρίνει οὐδένα. Ὅρα δὲ αὐτὸν καὶ ἀλλαχοῦ
πάντα μετ' ἐξουσίας ἐργαζόμενον, ἔν τε τοῖς θαύμασι καὶ ταῖς νομοθεσίαις, καὶ τοῖς
ἄλλοις ἅπασιν. Ἐπειδὴ γὰρ ἀνῆλθεν εἰς τὸ
ὄρος, καὶ τὴν καινὴν ἔμελλε διδόναι
διαθήκην, φησίν· Ἠκούσατε ὅτι ἐῤῥέθη
τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν
εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται ἐν τῇ γεέννῃ τοῦ πυρός. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος
τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος
ἔσται τῇ κρίσει.
Ἠκούσατε ὅτι ἐῤῥέθη,
Ὀφθαλμὸν ἀντὶ
ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ
ὀδόντος. Ἐγὼ δὲ λέγω, μὴ ἀντιστῆναι τῷ
πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.
Τί τοῦτο; ὁ μηδὲν ἀφ' ἑαυτοῦ ποιῶν καὶ τὰ τοῦ Πατρὸς διορθοῦται, καὶ τὴν
νομοθεσίαν ἐπὶ τὸ βέλτιον ἄγει; Ὅταν δὲ
εἴπω, διορθοῦται, μηδὲν
βλάσφημον ὑποπτεύσῃς, ὡς τοῦ Πατρὸς ἀτονωτέρου ὄντος. Εἰ γὰρ καὶ ἡ
νομοθεσία ἐλάττων, ἀλλ' οὐ παρὰ τὸν Θεὸν, ἀλλὰ παρὰ τοὺς δεξαμένους τὸν νόμον. Ἀλλὰ
καὶ ἡ Παλαιὰ τοῦ Μονογενοῦς, καὶ ἡ Καινὴ τοῦ Πατρός. Πῶς οὖν, εἰπέ μοι, οὐδὲν ἀφ'
ἑαυτοῦ ποιεῖ, τῇ Παλαιᾷ προστιθεὶς, ὁ τοσαύτην ἐπιδεικνύμενος ἐξουσίαν; Ἆρά τι γένοιτ' ἂν αἱρετικῶν ἀσθενέστερον; Ἰουδαῖοι μὲν γὰρ ἐξεπλήττοντο, ὅτι
ταῦτα ἐδίδασκεν αὐτοὺς Ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
Ἰουδαῖοι ἐξουσίαν αὐτῷ μαρτυροῦσιν· οὗτοι δὲ οὐδὲν ἀφ' ἑαυτοῦ δύνασθαι μαρτυροῦσι.
Καὶ οὐκ εἶπαν, ὡς ἐξουσίαν ἔχων, ἀλλ',Ὡς ἐξουσίαν ἔχων.Οὐ γὰρ ὕστερον αὐτῷ ἡ ἐξουσία
προσεγένετο, ἀλλ' ἀπηρτισμένη ἡ ἐξουσία ἐγενήθη οὐδενὸς προσδεομένη. ∆ιὸ καὶ ἔλεγε
περὶ βασιλείας ἐρωτώμενος· Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Πάλιν προσηνέχθη αὐτῷ
παραλυτικὸς, καί φησιν, ἐπειδὴ τὰ ἁμαρτήματα αὐτοῦ ἴασεν· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν
ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει αὐτῷ· Ἆρον τὴν κλίνην,
καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οἱ ὄχλοι ἔλεγον ὅτι ὡς ἐξουσίαν ἔχων πάντα ποιεῖ·
αὐτὸς δὲ, ὅτι Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς·
καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Νομοθετεῖ
μετὰ ἐξουσίας, ἁμαρτήματα λύει μετὰ ἐξουσίας, θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει,
καὶ πῶς λέγεις, ὅτι ἀφ' ἑαυτοῦ ποιεῖ οὐδέν;
Ἆρά τι γένοιτο τῆς νίκης ταύτης
σαφέστερον;
ϛʹ. Ἀλλ' εἰ βούλεσθε λοιπὸν, τῶν
αἱρετικῶν ἀπαλλαγέντες, τὴν
λύσιν ἐπάγωμεν τοῖς
εἰρημένοις, πρότερον ἐκεῖνο ὑμᾶς διδάξαντες, ὅτι τὸ, Οὐ δύναται, ἐπὶ Θεοῦ
λεγόμενον, οὐκ ἀσθενείας, ἀλλὰ δυνάμεώς ἐστιν
ἀπόδειξις. Εἰ δὲ καινὸν τὸ εἰρημένον, ἀλλ' ὅμως παρεξόμεθα τὴν ἀπόδειξιν σαφῆ. Ἐὰν
εἴπω, ὅτι οὐ δυνατὸν ἁμαρτῆσαι τὸν Θεὸν, οὐκ ἀσθενείας αὐτοῦ κατηγορῶ, ἀλλὰ μεγίστην
αὐτῷ μαρτυρῶ δύναμιν. Ἐὰν εἴπω, ὅτι οὐ δυνατὸν
ψεύσασθαι τὸν Θεὸν, καὶ πάλιν τὸ
αὐτὸ ἀποδείκνυμι. Καθάπερ καὶ ὁ Παῦλος ἔλεγεν·
Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι
γὰρ ἑαυτὸν οὐ δύναται. Ὁρᾷς τὸ, Οὐ δύναται, δυνάμεως σημεῖον ὄν; Καὶ τί λέγω περὶ
Θεοῦ; Ἐπὶ γὰρ τῶν ὑλῶν τούτων τῶν αἰσθητῶν γυμνάζω τὸν λόγον. Ἐὰν εἴπω, ὅτι ὁ ἀδάμας
οὐ δύναται διασπασθῆναι, ἆρα ἀσθένειαν αὐτῷ διὰ τοῦ, οὐ δύναται, ἢ δύναμιν
αὐτῷ μαρτυρῶ μεγίστην; Ὅταν οὖν ἀκούσῃς,
ὅτι οὐ δύναται ὁ Θεὸς ἁμαρτεῖν, οὐδὲ δύναται
ψεύσασθαι, οὐδὲ δύναται ἀρνήσασθαι ἑαυτὸν, μὴ ἀσθένειαν νομίσῃς ἐκ τοῦ
μὴ δύνασθαι λέγεσθαι, ἀλλὰ μεγίστην σφόδρα δύναμιν, ὅτι ἀνεπίδεκτος αὐτοῦ ἡ οὐσία
πονηρίας πάσης, ἄβατος, καθαρὰ, ἀνωτέρα. Ἐπεὶ οὖν τοῦτο διευκρίνηται, φέρε δὴ ἐπὶ
τὸ προκείμενον ἀγάγωμεν τοῦ λόγου τὴν γυμνασίαν. Οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ
ποιεῖν οὐδέν. Τί οὖν ἐστι τὸ, Ἀφ' ἑαυτοῦ; Ἐὰν γὰρ τοῦτο
μάθητε μετὰ ἀκριβείας, τότε εἴσεσθε αὐτοῦ
τὴν πολλὴν ἐγγύτητα τὴν πρὸς
τὸν γεγεννηκότα, τὸ ἀπαράλλακτον τῆς οὐσίας,
τὸ τοιαύτης αὐτὸν εἶναι οὐσίας, οἵας καὶ ὁ Πατήρ. Τί οὖν ἐστι τὸ, Οὐ δύναται ἀφ'
ἑαυτοῦ; Ἴδιόν τι παρὰ τὸν Πατέρα ποιεῖν, οὐ δύναται
ξένον καὶ κεχωρισμένον παρὰ τὸν
Πατέρα ποιεῖν, οὐδὲ ἠλλοτριωμένον
τι ποιῆσαι, οὐδὲ ἄλλο τι παρ' ὃ ποιεῖ ὁ Πατήρ· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα
καὶ οὗτος ποιεῖ. Τὸ οὖν, Ἀφ' ἑαυτοῦ οὐ δύναται
ποιεῖν, οὐκ ἐλευθερίας ἀναίρεσις, οὐδὲ ἐξουσίας ἀφανισμὸς, ἀλλ' ὁμονοίας
ἀπόδειξις, καὶ συμφωνίας μαρτυρία, καὶ ἀκριβοῦς
ἐγγύτητος, καὶ ἀπαραλλαξίας σημεῖον. Ἐπειδὴ
γὰρ τὸ σάββατον ἔλυσε, καὶ παρανομίαν αὐτῷ
ἐνεκάλουν λέγοντες· Ἄλλα μὲν
ὁ Θεὸς ἐπέταξεν, ἄλλα δὲ σὺ ποιεῖς· ταύτην ἐμφράττων
αὐτῶν τὴν ἀναισχυντίαν λέγει· Οὐκ ἔστιν ὑπ' ἐμοῦ ἄλλο
τι γεγενημένον παρὰ τὸ γενόμενον ὑπὸ τοῦ Πατρός· οὐδὲ ἐναντίος αὐτοῦ εἰμι καὶ
πολέμιος. Εἰ δὲ μὴ οὕτως
εἶπεν, ἀλλ' ἀνθρωπινώτερον καὶ
παχύτερον τὸν λόγον ἐσχημάτιζεν, ἐννόησον
ὅτι πρὸς Ἰουδαίους
διελέγετο, τοὺς ἀντίθεον
αὐτὸν νομίζοντας. ∆ιά τοι τοῦτο καὶ
ταχέως ἐπήγαγεν, ἵνα
μηδεὶς μηδὲν τοιοῦτον ὑποπτεύσῃ· Τὰ γὰρ ἔργα, ἃ ἐκεῖνος
ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Εἰ δὲ μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, πῶς ὁμοίως
ποιεῖ; Οὐ γὰρ τὸ ποιῆσαι μέγα· τοῦτο
γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν, νεκροὺς ἤγειρον, λεπροὺς ἐκάθηρον, ἀλλ' οὐχ
Ὁμοίως ὡς αὐτός. Ἀλλὰ πῶς ἐκεῖνοι; Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ ἐξουσίᾳ
πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Πῶς δὲ Ἰησοῦς;
Ἵνα εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς·
καὶ πάλιν ἐπὶ τῆς τῶν νεκρῶν ἀναστάσεως· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καίτοι ἤρκει τὸ,
Οὕτως· ἀλλ' ἐκ περιουσίας τὴν ἀναισχυντίαν
τῶν φιλονεικεῖν βουλομένων ἀναστέλλων,
καὶ τὸ, Θέλει, προσέθηκε, δῆλον ὅτι μετ' ἐξουσίας ἁπάσης. ∆ιὰ τοῦτό φησι· Τὰ γὰρ ἔργα,
ἃ ἐκεῖνος ποιεῖ· οὐκ εἶπε, τοιαῦτα καὶ ὁ Υἱὸς ποιεῖ, ἀλλ' αὐτὰ ἐκεῖνα ὁ Υἱὸς
ποιεῖ. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὁρᾷς πῶς
συνωθεῖ τὸν λόγον εἰς ἀκριβῆ τινα ἑνότητα καὶ συνάφειαν καὶ ἐγγύτητα,
οὐ τοιαῦτα λέγων, ἀλλ', Αὐτὰ, καὶ, Ὁμοίως, λέγων, ὡς Πατήρ; ∆ιὰ δὴ τοῦτο καὶ ἐν τῇ συγκαταβάσει
τοῦ λόγου σχηματίζων αὐτὸν, καὶ ἐκεῖ μετὰ ἀσφαλείας πολλῆς ἐχρήσατο τῇ ῥήσει. Οὐ
γὰρ εἶπεν, ἐὰν μή τι διδάσκηται παρὰ τοῦ Πατρὸς, ἵνα μὴ μαθητεύοντα αὐτὸν εἰσαγάγῃς·
οὐδὲ εἶπεν, ἐὰν μή τι κελεύηται, ἵνα μὴ τῆς τῶν
δούλων τάξεως ὑποπτεύσῃς· ἀλλὰ, Ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Καὶ τοῦτο
δὲ αὐτὸ πολλῆς
πρὸς τὸν Πατέρα ἐγγύτητος, καὶ οὕτως
εἰρημένον. Εἰ γὰρ δύναται τὸν Πατέρα ὁρᾷν ἐργαζόμενον, καὶ εἰδέναι πῶςἐργάζηται,
τῆς αὐτῆς ἐστιν οὐσίας. Πολλάκις γὰρ καὶ ἔμπροσθεν ἀπεδείξαμεν, ὅτι οὐσίαν οὐδεὶς
ἰδεῖν δύναται μετὰ ἀκριβείας, οὐδὲ γνῶναι
σαφῶς, ἐὰν μὴ τῆς αὐτῆς φύσεως ᾗ. Ἄγγελον γοῦν γυμνῇ
τῇ οὐσίᾳ παραγενόμενον ἄνθρωπος ἰδεῖν
οὐκ ἠδυνήθη, καὶ ταῦτα πολλῇ ἀρετῇ κεκοσμημένος ὁ ∆ανιήλ. ∆ιὰ δὴ τοῦτο
ὡς ἐξαίρετον τοῦτο ὂν αὐτοῦ
τῆς φύσεως ἐτίθει λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν
εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις
ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Πατέρα. Καίτοι πολλοὶ εἶδον
καὶ ἄλλοι, προφῆται, καὶ πατριάρχαι, καὶ δίκαιοι, καὶ ἄγγελοι· ἀλλὰ τὴν ἀκριβῆ
λέγει γνῶσιν. Οὐ μὴν τοῦτο ἐροῦμεν, ὅτι
βλέπων αὐτὸν τότε
ποιεῖ· ἐπεὶ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο,
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, πῶς ἂν ἔχοι λόγον; καὶ τὸ, Τὰ ἔργα, ἃ ἐκεῖνος
ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Εἰ γὰρ ὁμοίως ποιεῖ, πῶς βλέπων αὐτὸν πρότερον τότε
ποιεῖ; Ἀνάγκη γὰρ ἔσται κατὰ τὸν σὸν λόγον, καὶ τὸν Πατέρα βλέποντα ἕτερον ἐργαζόμενον οὕτως ποιεῖν·
ὅπερ ἐσχάτης μανίας καὶ ἀνοίας ἐστίν. Ἀλλ' ἵνα μὴ τὰ ἀσθενῆ ταῦτα διελέγχοντες
καὶ ἄτοπα, μηκύνωμεν τὸν λόγον, ἐκεῖνο ἐροῦμεν· ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος
ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας
καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων
τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων
εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος· διὸ
ἔφησε· Τὰ γὰρ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
Οὐ γὰρ δὴ ἀναμένει τὸν
Πατέρα ἰδεῖν ἐργαζόμενον, καὶ τότε
ποιεῖ, οὐδὲ μαθητείας δεῖται· ἀλλ' ὁρᾷ μὲν αὐτοῦ τὴν οὐσίαν, καὶ οἶδεν αὐτὴν
σαφῶς· Καθάπερ γὰρ γινώσκει με, φησὶν, ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· ἐργάζεται
δὲ ἅπαντα καὶ δημιουργεῖ μετ' ἐξουσίας τῆς αὐτῷ προσηκούσης, μετὰ συνέσεως καὶ
σοφίας τῆς αὐτῷ συγκεκληρωμένης, οὐ δεόμενος μανθάνειν,
οὐ δεόμενος ἰδεῖν.
Πῶς γὰρἀπηκριβωμένη εἰκὼν πρὸς τὸν
γεγεννηκότα ὢν καὶ ὁμοίως πάντα ἐκείνῳ ποιῶν, καὶ μετὰ τῆς αὐτῆς δυνάμεως; Περὶ
γὰρ δυνάμεως διαλεγόμενος ταῦτα ἐπήγαγε λέγων· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ταῦτα
οὖν ἅπαντα εἰδότες καὶ ἀποσυλλέξαντες τὰ εἰρημένα, ἀποστρεφώμεθα τῶν αἱρετικῶν
τοὺς συλλόγους, ἐχώμεθα δὲ διηνεκῶς τῆς ὀρθῆς πίστεως, καὶ βίον ἀκριβῆ καὶ
πολιτείαν τοῖς δόγμασιν
ἴσην ἐπιδειξώμεθα, ἵνα τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν,
χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου