Χαιρετισμοι Ἁγίου Νέου Ἱερομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγράφων
7 Ιανουαρίου
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Ἰωάννην ἐξ Ἀγράφων Νεομάρτυρα, καὶ ἐν ὑστέροις τοῖς καιροῖς λαμπρῶς ἀθλήσαντα, μακαρίσωμεν καὶ στέψωμεν εὐφημίαις, τοῦ τυράννου καθελὼν γὰρ τὴν δυσσέβειαν, τῷ Δεσπότῃ προσηνέχθη ὥσπερ σφάγιον, ᾧ καὶ κράζομεν· Χαίροις Μάρτυς πανόσιε.
Ἅπασα Θετταλία καὶ Ἀγράφων τὸ ὄρος, σοὺς ἄθλους Ἰωάννη τιμῶσι (ἐκ γ΄)· ἐν ἐσχάτοις γὰρ χρόνοις σαὐτόν, ὡς θυσίαν ζῶσαν τῷ Χριστῷ δέδωκας, διὸ τὸ σὸν μαρτύριον θαυμάζοντες χαρᾷ βοῶμεν·
Χαῖρε, πανένδοξε Νεομάρτυς·
χαῖρε, τρισμάκαρ Ἱερομάρτυς.
Χαῖρε, τῶν ἀρχαίων Μαρτύρων ἰσότιμος·
χαῖρε, ἀμαράντων στεφάνων ἰσόκληρος.
Χαῖρε, ὕψος τῆς ἀθλήσεως, θησαυρὲ πνευματικέ·
χαῖρε, πλοῦτε ὑπερκόσμιε, Ἀθλοφόρων ἐκλεκτέ.
Χαῖρε, ὅτι τιμᾷ σε ἡ γενέθλη σου χώρα·
χαῖρε, ὅτι λαμπρύνεις τῶν Ἀγράφων τὰ ὄρη.
Χαῖρε, κριὲ Χριστοῦ ἐθελόφυτε·
χαῖρε, ἀμνὲ Ἀμνῷ προσφερόμενε.
Χαῖρε, χαρὰ τοῦ Κυρίου καὶ σθένος·
χαῖρε, τομὴν ὑποστὰς τοῦ αὐχένος.
Χαίροις, Μάρτυς πανόσιε.
Βέβαιος παραστάτης ἐν Μονῇ τοῦ Δουσίκου, ἡ κάρα σου ἀοίδιμε πέλει, ὡς ἀδάπανος γὰρ ἰατρός, ἁγιάσματός τε κιβωτὸς ἵστααται, πατράσι τοῖς κραυγάζουσι, ἐν πίστει ὁμοθύμως οὕτω·
Ἀλληλούϊα.
Γένει τῶν μοναζόντων, συνταχθεὶς Ἰωάννη, ἐτήρεις μονοτρόπων τὸν βίον, ἱερεὺς δὲ Ὑψίστου σεπτός, Ἀνδδριανουπόλεως ναὸς γέγονας, ἐνθέως ἥν ἐδρόσισας, εὐχαῖς σου νῦν ἀκούων ταῦτα·
Χαῖρε, κανὼν τοῦ μονήρους βίου·
χαῖρε, σεμνὴ Ἀθλοφόρων δόξα.
Χαῖρε, ἐκλεκτὸν σωφροσύνης κειμήλιον·
χαῖρε, ἀρετῶν ἐνδιαίτημα γνήσιον.
Χαῖρε, ὅτι πεπολίτευσαι ὥσπερ ἄσαρκος ἐν γῇ·
χαῖρε, ὅτι καταλέλυκας, πλάνης ἅπασαν ὀφρῦν.
Χαῖρε, πλῆρες τοῦ Πνεύματος Ἁγίου δοχεῖον·
χαῖρε, πάσης φρονήσεως ἐνθέου ταμεῖον.
Χαῖρε, Χριστοῦ τὸ νέον ἐκλόγιον·
χαῖρε, ποιμὴν καὶ σφάγιον ἅγιον.
Χαῖρε, βλαστὲ οὐρανίου λειμῶνος·
χαῖρε, πολῖτα τοῦ ἄλλου αἰῶνος.
Χαίροις, Μάρτυς πανόσιε.
Δύναμιν οὐρανίαν, ἐνδυθεὶς Ἰωάννη, σῆς ποίμνης ὁδηγὸς κατεστάθης, παρθενεύων ἐν κόσμῳ σεμνῶς, μαθητὴς γνήσιος τοῦ Χριστοῦ γέγονας, σὺν χρόνῳ ἐνθεούμενος, ἀπαύστως τῷ Δεσπότη ψάλλων·
Ἀλληλούϊα.
Ἔσπειρεν ὁ τοῦ ψεύδους, καὶ τοῦ φθόνου γεννήτωρ, οἰκτρὰς διαβολὰς ἡγεμόνι, ὅτι παῖδα ἐξ Ἄγαρ φυλῆς, Ἱερεῖς ἡμῶν Χριστιανὸν ἔχρισαν, λαὸς δὲ ὀσφαινόμενος, ἀρχήν σου μαρτυρίου κράζει·
Χαῖρε, ἡ δόξα Ὁσιοάθλων·
χαῖρε, σταδίου ὁ τροπαιοῦχος.
Χαῖρε, θαυμαστὲ Ἰωάννη πανόλβιε·
χαῖρε, Ἱερεῦ οὐρανόφρον πανόσιε.
Χαῖρε, ὅτι διαβέβλησαι, διὰ πίστιν τοῦ Χριστοῦ·
χαῖρε, ὅτι προγευόμεθα, μαρτυρίου σου σεπτοῦ.
Χαῖρε, ἄνθος Ἀγράφων, ἱερεῖον τὸ νέον·
χαῖρε, ἄστρον Μαρτύρων, καὶ σεμνεῖον ὡραῖον.
Χαῖρε, ψευδῆ εἰς κρίσιν ἀγόμενος·
χαῖρε, χαρᾷ μεγάλη θλιβόμενος.
Χαῖρε, δι’ οὗ Θεὸς ἐξυμνεῖται·
χαῖρε, δι’ οὗ λαὸς ὁδηγεῖται.
Χαίροις, Μάρτυς πανόσιε.
Ζήλῳ οἱ στρατιῶται, τῶν ἀπίστων κινοῦνται, πρὸς σύλληψιν παντὸς ἱερέως, καὶ προσάγουσι δέκα ἑπτά, ἡγεμόνι τῶν Ἀγαρηνῶν Ἅγιε, ἐν οἷς καὶ σὲ ὡς πρώτιστον, θερμῶς πρὸς τὸν Χριστὸν βοῶντα·
Ἀλληλούϊα.
Ἤκουσεν ἅπαν ψεῦδος, ἡγεμὼν τῶν ἀνόμων, θανάτου ἀπειλὰς ἐκστομίζων, καὶ εὐθὺς ἐν δυσώδει εἱρκτῇ, κατεισήγαγέν σε σὺν λοιποῖς πάμφωτε, ἡμεῖς δὲ εὐψυχίαν σου, ὁρῶντες προσλαλοῦμεν ταῦτα·
Χαῖρε, ὁπλῖτα Θεοῦ καὶ Λόγου·
χαῖρε, ἀμύντορ τῆς ἀληθείας.
Χαῖρε, ἀικισμοὺς καὶ εἱρκτὴν ἐκδεξάμενος·
χαῖρε, κολασμοὺς ὑποστὰς ἀγαλλόμενος.
Χαῖρε, ὅτι ἀνεπτέρωσας τὰς ψυχὰς χριστιανῶν·
χαῖρε, ὅτι κατεῤῥάκωσας τὴν ὁρμὴν Ἀγαρηνῶν.
Χαῖρε, τῆς ἀληθείας θεοκίνητα χείλη·
χαῖρε, τῆς εὐσεβείας οὐρανόφωτε πύλη.
Χαῖρε, Χριστοῦ τὰ πάθη μιμούμενος·
χαῖρε, Αὐτῷ σεπτῶς ὁμοιούμενος.
Χαῖρε, ὁ ὄρπηξ ἀρχαίων Μαρτύρων·
χαῖρε, ὁ ὄρχαμος νέων Ἁγίων.
Χαίροις, Μάρτυς πανόσιε.
Θέλων γοῦν ἀλλοιῶσαι, ἡγεμὼν ταὴν σὴν πίστιν, μνετῆλθεν ἀπειλῶων μεθοδείας· ἤ ἀρνεῖσαι εὐθὺς ταὸν Χριστόν, καὶ τιμῶν ἀπολαύεις πολλῶν· ἔκραξεν· ἤ θάνατον ἐκδέχεσαι, σοῦ ψάλλοντος ἀνδρείως οὕτως·
Ἀλληλούϊα.
Ἱλαρᾷ τῇ καρδίᾳ, καὶ στεῤῥᾷ τῇ ἐνστάσει, ἀπίστῳ ἀπεκρίνῳ ὦ Μάρτυς· οὐκ ἀρνοίμην καὶ πάλιν Χριστόν, εἰ χιλίας ἔτι μοι ζωᾶς ἄπιστε, διδοῖες ὅτι μάταιον· διόπερ νῦν ἡμεῖς φωνοῦμεν·
Χαῖρε, ματαίων ὁ ὑπερόπτης·
χαῖρε, ὁ ἔνθεος στρατιώτης
Χαῖρε, τῶν πιστῶν τοῦ Κυρίου ὁ θρίαμβος·
χαῖρε, ὁπαδῶν κορανίου ὁ ὄλεθρος.
Χαῖρε, ὅτι σὺ κατέπτυσας τοῦ τυράννου ἀπειλάς·
χαῖρε, ὅτι ὥσπερ σκύβαλα κατεφρόνησας τιμάς.
Χαῖρε, Μονῆς Δουσίκου, τὸ ἀτίμητον γέρας·
χαῖρε, Ἀγράφων ὄρους, θεοδώρητον κέρας.
Χαῖρε, πυξὶς ἀνδρείας ἡ ἔσχατος·
χαῖρε, ἀσπὶς τῆς πίστεως ἄῤῥηκτος.
Χαῖρε, ὁ ῥέκτης ἀγώνων τῶν θείων·
χαῖρε, ὁ πάροικος πάντων ἐνύλων.
Χαίροις, Μάρτυς πανόσιε.
Κάλλιον στερηθῆναι, βιοτῆς τῆς προσκαίρου, ἤ στέφανον Χριστοῦ ἀπολέσαι, σὺν λοιποῖς Ἰωάννη φωνεῖ ἡγεμὼν δὲ λίαν ἐκμανεὶς πάραυτα, τὸν δήμιον ἐκέλευσεν, πατέρας ἀνελεῖν βοῶντας·
Ἀλληλούϊα.
Λάβρος ὁ σπεκουλάτωρ, τὴν σὴν κάραν ἐκκόπτει, ἥν Ἄγγελοι στεφάνῳ κοσμοῦσι, καὶ τὴν σὴν ἐκλαβόντες ψυχήν, τῷ Χριστῷ προσήνεγκον τιμαῖς χαίροντες, ἡμεῖς δὲ ἀνυμνοῦντές σου, τὴν δόξαν σὺν αὐτοῖς φωνοῦμεν·
Χαῖρε, λαοῦ χριστωνύμου σθένος·
χαῖρε, πιστῶν Ὀρθοδόξων κράτος.
Χαῖρε, λογικὸν μαρτυρίου θυμίαμα·
χαῖρε, νοητὸν εὐσεβείας τὸ ἄρωμα.
Χαῖρε, θῦμα ἱερώτατον Ἰωάννη τοῦ Χριστοῦ·
χαῖρε, ἔρεισμα ἀτίνακτον τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, ὅτι τῷ ξίφει τὸν αὐχένα ἐτμήθης·
χαῖρε, ὅτι ὡς ἄρνας, τῷ Δεσπότῃ προσήχθης.
Χαῖρε, λαμπρῶς ἐν δόξῃ ὁρώμενος·
χαῖρε, ῥοαῖς αἱμάτων τιμώμενος.
Χαῖρε, συνὼν ὁμηγύρει Μαρτύρων·
χαῖρε, ζωῆς κοινωνῶν ἀθανάτου.
Χαίροις, Μάρτυς πανόσιε.
Μαρτυρίου τὰ ἄθλα, ἔκγονοί σου μαθόντες, παρέλαβον σὴν εὔοσμον κάραν, ὡς λαμπρὸν καὶ σεπτὸν θησαυρόν, ἐν τοῖς οἴκοις ἔχοντες αὐτῶν ὄλβιε, τὴν χάριτας παρέχουσα, σῇ νεύσειν τοῖς βοῶσι πίστει·
Ἀλληλούϊα.
Νέμοντες συγγενεῖς σου, καλὸν εἶναι σὴν κάραν, φυλάττεσθαι ἐν τόπῳ ἁγίῳ, σεβασμίᾳ Δουσίκου Μονῇ, εὐλαβῶς προσήνεγκαν αὐτὴν λέγοντες, ἀγώνων σου τὰ σκάμματα, πατέρων σοι μελπόντων οὕτω·
Χαῖρε, τὸ εὖχος τῆς Θεσσαλίας·
χαῖρε, τὸ ἕρκος τῆς Ἐκκλησίας.
Χαῖρε, τῶν ἀρχαίων Μαρτύρων συνάριθμος·
χαῖρε, τοῦ χοροῦ τῶν Ἁγίων διάκοσμος.
Χαῖρε, πάνσεπτον ὁμοίωμα, καλλινίκων Ἀθλητῶν·
χαῖρε, σέβας καὶ ὑπόδειγμα εὐψυχίας ἱερόν.
Χαῖρε ὁμολογίας θεοκίνητα χείλη·
χαῖρε, τῶν πολεμίων καταισχύνη ἡ δήλη.
Χαῖρε, δι’ οὗ μισάνθρωπος τέτρωται·
χαῖρε, δι’ οὗ ἡ πίστις τετράνωται.
Χαῖρε, πιστῶν ἐξ Ἀγράφων ὁ δρόμος·
χαῖρε, λαοῦ Ὀρθοδόξων ὁ ὅρμος.
Χαίροις, Μάρτυς πανόσιε.
Ξύμπαντες οἱ πατέρες, ἀσπασθέντες σὴν Κάραν, Μονῆς κοιμητηρίῳ πρεπόντως, ἐναπέθεσαν καὶ ἐν χορῷ, εὐφημήσαντές σου ἀρετὴν αἴνεσιν, ἀσμένως συνανέπεμψαν, Χριστῷ τῷ Βασιλεῖ βοῶντες·
Ἀλληλούϊα.
Οὐρανόθεν ἐπέμφθη, φῶς ἑσπέριον Πάτερ, αὐγάσαι σου τὴν πάντιμον Κάραν, καὶ σταθὲν ὑπεράνω αὐτῆς, ὁρατὸν τοῖς πᾶσι μονασταῖς γέγονεν, κυροῦν σὴν ἁγιότητα θαυμάζοντες, δ’ ἡμεῖς βοῶμεν·
Χαῖρε, τὸ κρίνον τῆς Θεσσαλίας·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε Ἰωάννη, ἀπίστων ἀντίπαλε·
χαῖρε, Ὀρθοδόξου τῆς πίστεως πρόμαχε.
Χαῖρε, ὅτι κατελοῦσθη τὸ κοιμητήριον φωτί·
χαῖρε, ὅτι κατεδείχθη, ἡ ἁγιότης σου βροτοῖς.
Χαῖρε, πλοῦτος σημείων, καὶ θαυμάτων τὸ χάρμα·
χαῖρε, δόξα Ἁγίων, καὶ δαιμόνων τὸ τραῦμα.
Χαῖρε, Μαρτύρων νέων ὁ πρώϊμος·
χαῖρε, τῶν πάλαι τρίβοις ἑπόμενος.
Χαῖρε, λαμπτὴρ φαεινὲ τῶν Ἀγράφων·
χαῖρε, φωστὴρ ἱερὲ τοῦ Δουσίκου.
Χαίροις, Μάρτυς πανόσιε.
Πανδημεὶ οἱ πατέρες, ἐν σεπταῖς ψαλμῳδίαις, Ναῷ μετατεθήκασι Κάραν, καὶ ποιήσαντες θήκην λάμπραν, ταῇ Τραπέζῃ ὥσπερ θησαυρὸν ἔχουσι, πηγήν τε ἁγιάσματος, τοῖς πάσι εὐλαβῶς βοῶσι·
Ἀλληλούϊα.
Ῥεῖθρον τῶν ἰαμάτων, Νεομάρτυς ὑπάρχεις, κρουνός τε θαυμασίων χαρίτων, ἰατρὸς γὰρ παθῶν λοιμικῶν, καὶ παντοίων νόσων χαλεπῶν ἵστασαι, ἀδάπανος πανένδοξε, διό σοι καὶ βοῶμεν αὖθις·
Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·
χαῖρε, ὁ Νέος Ἱερομάρτυς.
Χαῖρε, τῶν ἰάσεων χάριν δεξάμενος·
χαῖρε, τῶν νοσούντων ἀκέστωρ ἀνάργυρος.
Χαῖρε, Πάτερ συμπαθέστατε, τρυχομένων ἰατρέ·
χαῖρε, Μάρτυς εὐμενέστατε, ἱκετῶν σου βοηθέ.
Χαῖρε, ὅτι πυρσεύεις τὴν Μονὴν τοῦ Δουσίκου·
χαῖρε, ὅτι σκεδάζεις λοιμικὰς ἀσθενείας.
Χαῖρε, πιστῶν σεπτὸν ἱλαστήριον·
χαῖρε, λοιμοῦ ταχὺ ἰατήριον.
Χαῖρε, δι’ οὗ θαυμαστὰ ἐνεργοῦνται·
χαῖρε, δι’ οὗ θεραπεῖαι δωροῦνται.
Χαίροις, Μάρτυς πανόσιε.
Σύστημα ἐξ Ἀγράφων, καὶ Καρδίτσης Ἁγίων, σοῖς πόνοις ἐπλουτίσθη τρισμάκαρ, καὶ χορεία τῶν ἕξ διὰ σοῦ, νῦν ἑπτάριθμος Πάτερ σεπτὲ γίγνεται, ἡ Τρίκκη δὲ κατέχουσα, σὴν κάραν συμβοᾷ Καρδίτσῃ·
Ἀλληλούϊα.
Ταμεῖον θαυμάτων, καὶ φαιδρὸν ἰατρεῖον, ξιφότμητος σὴ κάρα ἐδείχθη, λοιμικῆς προσβολῆς γὰρ λαόν, τῶν Ἀγράφων λίαν θαυμαστῶς ἔσωσεν, διόπερ καὶ ἡ Ῥάκοβα σοὶ ψάλλει εὐγνωμόνως οὕτω·
Χαῖρε, λαοῦ ἰατρὲ Ῥακόβης·
χαῖρε, λυτὴρ λοιμοῦ καὶ λώβης.
Χαῖρε, τῶν Ἀγράφων μέγα προπύργιον·
χαῖρε, μοναστῶν τοῦ Δουσίκου προσφύγιον.
Χαῖρε, δώρημα θεόπεμπτον, οὐρανίων στρατιῶν·
χαῖρε, ἕρεισμα νεότευκτον, ἀσθενούντων ἐκ πιστῶν.
Χαῖρε, ὅτι παρέχεις ἰαμάτων τὰς δόσεις·
χαῖρε, ὅτι εὐφραίνεις προσκυνοῦντας σὴν κάραν.
Χαῖρε, τερπνὴ Καρδίτσης παράκλησις·
χαῖρε, σεπτὴ Ἁγίων ἐπίκλησις.
Χαῖρε, πιστῶν ταχινὴ μεσιτεία·
χαῖρε, γοργὴ μοναστῶν προστασία.
Χαίροις, Μάρτυς πανόσιε.
Ὕμνησεν τὴν σὴν χάριν, ὑμνογράφου παντίμου, ἡ χεὶρ ἀκολουθίας συνθέσει, Σεραφεὶμ γὰρ τῆς Ἄρτης ταγός μαρτυρίῳ σου κατανυχθεὶς Ἅγιε, σοὺς ἄθλους ἐμελώδησεν, ἡμεῖς δὲ σὺν αὐτῷ λαλοῦμεν·
Ἀλληλούϊα.
Φωτισμοῦ αἰωνίου, ἐντρυφῶν Ἰωάννη, λαμπρὸς ἐφανερώθης κατ’ ὄναρ, ἱερεῖ τῆς Δουσίκῳ Μονῆς, σὺν αὐτῷ τελῶν ἁγιασμὸν ἔμπροσθεν, σῆς κάρας καὶ ἐγνώκαμεν, μορφήν σου θαυμασμῷ βοῶντες·
Χαῖρε, μορφὴν Γερασίμῳ δείξας·
χαῖρε, τὴν σὴν φανερώσας δόξαν.
Χαῖρε, τραχηλίῳ χρυσοῦν φέρων ἄμφιον·
χαῖρε, μονοτρόπων φορῶν τὰ ἐνδύματα.
Χαῖρε, δέμας ἔχων μέτριον, ὡς λαμπὰς εὐθυτενής·
χαῖρε, βλέμματι πασίχαρις, καὶ ῥοδόχρους τῇ μορφῇ.
Χαῖρε, γένεια ἔχων ὡς Βασίλειος Μέγας·
χαῖρε, πάντερνος ὄψει, καλοήθης τε τρόποις.
Χαῖρε, λευκὸν φορέσας φαιλόνιον·
χαῖρε, σταυρὸν κρατήσας πολύτιμον.
Χαῖρε, γλυκὺ καὶ γαλήνιον ὄμμα·
χαῖρε, σεπτὸν καὶ γλυκόλαλον στόμα.
Χαίροις, Μάρτυς πανόσιε.
Χαῖρέ σοι προσλαλοῦμεν, Ἰωάννη θεόφρον, γενναῖε Ἀθλητὰ τοῦ Κυρίου, Θεσσαλῶν γὰρ ὁ δῆμος ᾠδάς, ἐγκωμίων προσάγει σεπτὰς πρόσδεξαι, δεήσεις οὖν τῶν δούλων σου, ἐκ χρέους σοὶ κραζόντων οὕτω·
Ἀλληλούϊα.
Ψάλλοντας τὴν σὴν δόξαν, ἐνθεώτατε Πάτερ, ἥν ἔλαβες νομίμῳ θυσίᾳ, τῶν ἐσχάτων καιρῶν τοὺς πιστούς, εὐθαρσῶς Χριστὸν ὁμολογεῖν δίδαξον, καὶ πνεῦμα δὸς ἀθλήσεως, τοῖς μέλπουσι σὰ κλέη οὕτω·
Χαῖρε, προσθήκη Ἁγίων νέα·
χαῖρε, ἐσχάτη Χριστοῦ θυσία.
Χαῖρε, τῶν Ἀγράφων φρουρὸς καὶ ἀγλάϊσμα·
χαῖρε μοναστῶν τοῦ Δουσίκου ὡράϊσμα.
Χαῖρε, νέος ὤν τῷ σώματι καὶ τῷ πνεύματι μεστός·
χαῖρε ἄνθος ὡραιότατος, ὅπερ ἔκοψεν Χριστός.
Χαῖρε, φωταγωγία τῶν πιστῶν ἐν ἐσχάτοις·
χαῖρε χειραγωγία ἀσφαλὴς ἐν ἀθλήσει.
Χαῖρε, φωτὶ Θεοῦ ὁ πιστούμενος·
χαῖρε, ἡμῖν ἰάσεις δωρούμενος.
Χαῖρε, δι’ οὗ Θετταλοὶ κραταιοῦνται·
χαῖρε, δι’ οὗ πρὸς ἀγῶνας τονοῦνται.
Χαίροις, Μάρτυς πανόσιε.
Ὤ σεπτὲ Ἰωάννη, στεφανῖτα Κυρίου, Ἁγίων Θετταλίας προσθήκη (ἐκ γ΄)· ψαλλομένην σοι ταύτην ᾠδήν εὐχαρίστως πρόσδεξαι καὶ δὸς ἄφεσιν πταισμάτων ὡς καὶ ἴασιιν, κατ’ ἄμφω τῶν παθῶν σοῖς τέκνοις·
Ἀλληλούϊα.
0 σχόλια :
Δημοσίευση σχολίου