Χαιρετισμοί στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή
Κυριακή 8 Ιανουαρίου 2017
Χαιρετισμοί στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή
7:49:00 μ.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΧΑΙΡΕΤΙΣΜΟΙ ΑΓΙΩΝ , ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΟ ΚΑΙ ΒΑΠΙΣΤΗ
Ετικέτες ΧΑΙΡΕΤΙΣΜΟΙ ΑΓΙΩΝ , ΧΑΙΡΕΤΙΣΜΟΙ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΟ ΚΑΙ ΒΑΠΙΣΤΗ
Χαιρετισμοί στον Άγιο Ιωάννη τον Πρόδρομο και Βαπτιστή
Ο ἱερεύς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κοντάκιον ῏Ηχος πλ. δ´.
Τῇ Υπερμάχῳ Στρατηγῷ…
Τῷ ὑπὲρ πάντας ἀληθῶς Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι Ιωάννη,
ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·
Χαῖρε κήρυξ τῆς χάριτος.
῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου δειλιῶ Πρόδρομε, αὐτὸς δὲ ἐνισχύων με παράσχου ἐπαξίως λέγειν·
Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐφάνη· χαῖρε, δι οὗ ἡ ἀρὰ ἐφθάρη.
Χαῖρε, τῶν περάτων γῆς ὁ Διδάσκαλος· χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.
Χαῖρε, μῆκος ἁγιότητος φθάνων μέχρις οὐρανοῦ· χαῖρε, πλάτος καθαρότητος ἁγιάζων πᾶσαν γῆν.
Χαῖρε, ὅτι Τριάδα τὴν Αγίαν κατεῖδες· χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.
Χαῖρε, ἀστὴρ δεικνύων τὸν ῝Ηλιον· χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.
Χαῖρε, δι οὗ ὁ Χριστὸς ἐμηνύθη· χαῖρε, διοὗ ὁ σατὰν ἐμισήθη.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Βλέπων γένος ἀνθρώπων κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως, καὶ θελήσας πέμψαι τὸν Υἱόν,
ἐκκαθάραι πάντα τὸν ἰὸν τοῦ ὄφεος, προσέπεμψε τὸν Πρόδρομον, κηρύξαι τοῖς ἀνθρώποις λέγειν·
Αλληλούϊα
Γέννησιν Ζαχαρίας θυμιάματος ὥρα, μανθάνει τοῦ υἱοῦ δι Ἀγγέλου· οἷς δ ἠπίστησε τούτω λαλῶν κατακέκριται μή τι λαλεῖν·
βλέψας δὲ τὴν ἔκβασιν τῶν λόγων τοῦ Ἀγγέλου, τὸ λαλεῖν λαμβάνει.
Χαῖρε, ἡ θύρα τῆς σωτηρίας· χαῖρε, ἡ λύρα τῆς Εκκλησίας.
Χαῖρε, Προφητῶν τοῦ Θεοῦ τὸ συμπέρασμα· χαῖρε, ἀρετῶν ἁπασῶν τὸ συμφόρημα.
Χαῖρε, Ἄγγελε ἐπίγειε παρουσίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ.
Χαῖρε, τῆς ἐγκρατείας ὁ σοφὸς · χαῖρε, τῆς ἀκρασίας ὁ ὀξὺς ἀναιρέτης.
Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε· χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.
Χαῖρε, πρηστὴρ καυστικὲ τῆς ἀπάτης· χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Δεξιοῦται ἀσμένως ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ κήρυξ ἔνδον τῆς μηνός,
ἐπιγνούς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι χρησάμενος ἐβόα λέγων·
Αλληλούϊα
Ἔχαιρον τῇ γεννήσει καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς Ιωάννου, γράμμασι δὲ ταύτην ἐκτυπῶν Ζαχαρίας,
τέως σιωπῶν φθέγγεται, οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·
Χαῖρε, φωνὴν τοῦ Πατρὸς ὁ δήσας· χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.
Χαῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα· χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.
Χαῖρε, κύκλος ὁ εὐτόρνευτος κέντρον ἔχων τὸν Χριστόν· χαῖρε, κύκνος ὁ ἡδύφωνος πᾶσιν ᾄδων τὰ χρηστά.
Χαῖρε, ὁ ἐκ κοιλίας Μητρικῆς ἡγνισμένος· χαῖρε, ὁ πρὸ κοιλίας τῷ Θεῷ ἐγνωσμένος.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος· χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, δι οὗ ἐφωτίσθη ἡ κτίσις· χαῖρε, δι οὗ ἐδοξάσθη ὁ κτίστης.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Ζέων θυμῷ ὁ Ηρώδης ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάττει· φθειρομένων δὲ τούτων πικρῶς,
Ιωάννης ὁ θεῖος σοφῶς σέσωστο, κηρύξαι τὴν ἀπόρρητον Θεοῦ οἰκονομίαν λέγων·
Αλληλούϊα
῏Ηγεν ἐν τῇ ἐρήμῳ ἡλικίᾳ ἀνήβῳ, Ἄγγελος, τὸν Ἄγγελον φέρων, καὶ ὁποῖος ἔσται ἐννοῶν,
τὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμασι κατέστεφεν αὐ- τὸν κραυγάζων·
Χαῖρε, ἡ στήλη τῆς εὐσεβείας· χαῖρε, ἡ πύλη τῆς Βασιλείας.
Χαῖρε, Μωυσέως τοῦ πάλαι διάδοχε· χαῖρε, Βασιλέως τοῦ πάντων διάκονε
Χαῖρε, μάργαρον κρυπτόμενον ἐν τῷ λύθρῳ τῆς σαρκός· χαῖρε, ὄργανον κρουόμενον ἐν τῷ πλήκτρῳ τοῦ Θεοῦ.
Χαῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας· χαῖρε, οἶνος ἡδύνων σωφρονούντων καρδίας.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὸ τρόπαιον· χαῖρε, στερρὸν παθῶν ἀποτρόπαιον.
Χαῖρε, διοὗ τὰ ἀρχαῖα παρῆλθε· χαῖρε, διοὗ τὰ καινὰ ἐπεισῆλθε.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Θαυμαστὴ πάσῃ φύσει ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν τῇ ἐρήμῳ σου μετοικία·
ἐκ μαστῶν γὰρ εὐθὺς Μητρικῶν πρὸς αὐτὴν μετέβης κατοικεῖν Πρόδρομε, οὐκ οἴνῳ οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων·
Αλληλούϊα
Ἴθυνάς σου τὸν δρόμον πρὸς Οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τις γέγονας σοφέ,
καὶ Χριστοῦ δὲ βίου ὑψηλοῦ Πρόδρομος, πρὸς ὃν ἴθυνας ἄπαντας ἀκούεις παρὰ πάντων οὕτω·
Χαῖρε, ἡ τέχνη τῆς ἐγκρατείας· χαῖρε, ἡ στάθμη τῆς ἀκριβείας.
Χαῖρε, τῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα· χαῖρε, τῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.
Χαῖρε, ὄρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς· χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς προηγήτωρ· χαῖρε, ἁγιωσύνης ὁ σοφὸς εἰσηγήτωρ.
Χαῖρε, κανὼν νηστείας Θεόσδοτος· χαῖρε, εἰκὼν ἁγνείας θεόγραφος.
Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων· χαῖρε, σοφῆς προμηθείας νοήμων.
Χαῖρε κήρυξ τῆς χάριτος.
Κόσμου ἡδυπαθείας καὶ σαρκὸς προσπαθείας, ἠλόγησαι καθάπαξ θεόφρον, καὶ ἀκρίδας εἶχές σου τροφήν,
ἐκ καμήλου δὲ στολὴν Πρόδρομε, τοῦ πνεύματος οὐ σώματος ἐπίδοσιν ζητῶν καὶ λέγων·
Αλληλούϊα
Λύτρωσιν ἁμαρτίας, Βάπτισμα μετανοίας, κηρύσσων ἦλθεν ὁ Ιωάννης, πᾶσι μετανοεῖτε βοῶν,
βασιλεία γὰρ τῶν οὐρανῶν ἤγγικε, καὶ χάριν ἐχορήγησε πιστοῖς ὡς ἂν αὐτῷ βοῶσι·
Χαῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης· χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης.
Χαῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα· χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.
Χαῖρε, νάμα ὃ ἐξέρρευσε θαυμασίως ἐξ Εδέμ· χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς τακέντας ἐξ Αδάμ.
Χαῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων· χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.
Χαῖρε, δι οὗ ὁ πίπτων ἀνίσταται· χαῖρε, διοὗ ὁ βάλλων ἀφίσταται.
Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας· χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Μετανοίας τὸν στάχυν, τῆς ἐρήμου ὁ στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν, ἐκκαθάραι ἥκει γὰρ φησίν,
ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, καὶ ἀχυρώδης καύσων, συνάξει δὲ ἐγκάρπους λέγων·
Αλληλούϊα
Νέαν θέλων ὁ Κτίστης ἀναδείξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει, καὶ πρὸς τοῦτο φέρει συνεργόν,
ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, Βαπτίσματος τὸν κήρυκα ᾧ πάντες οἱ πιστοὶ βοῶμεν.
Χαῖρε, φωνὴ τοῦ Θεοῦ Αγία· χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.
Χαῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον· χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.
Χαῖρε, ὅτι ἐπεχώρησε πᾶσα χάρις ἐπὶ σοί· χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.
Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου· χαῖρε, ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.
Χαῖρε, δι οὗ ἐδόθη μετάνοια· χαῖρε, δι οὗ ἐλύθη ἀπόνοια. χριστιανος.gr
Χαῖρε, Αμνὸν τοῦ Θεοῦ ὁ κηρύξας· χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Ξένην κένωσιν βλέπων ὁ βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ,
καὶ σὺ βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; ὁ δὲ θαρρεῖν ἐπέταξε καὶ ἔργον ἐκπληροῦντα, λέγων·
Αλληλούϊα
Ο χειρὶ πάντα φέρων σῇ χειρὶ ὑποκλίνει, τὴν Κεφαλὴν Ιωάννη, οὐ καθάρσεως χρήζων αὐτός,
ἀλλ Αδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοὶ ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα.
Χαῖρε, Ἁγίων ἁπάντων μείζων· χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων.
Χαῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος· χαῖρε, γεννετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.
Χαῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν· χαῖρε, θάλαμε τοῦ Πνεύματος ἐκ πασῶν τῶν ἀρετῶν.
Χαῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης· χαῖρε, ὅτι ἐφάνης Οὐρανίων ἐπόπτης.
Χαῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος· χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.
Χαῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη· χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Πόθος πέπεικεν αἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῆ, τὸν Βαπτιστὴν κατακλεῖσαι·
καὶ καλύψαι σπεύδων τὸ κακὸν ἔλαθεν, ἀρίδηλον αὐτὸ θέμενος, ὁ λόγος γὰρ οὐ δέδεται τοῖς ψάλλουσι Κυρίῳ οὕτως.
Αλληλούϊα
Ρήματά σου ὡς βέλη δεδεγμένος Ηρώδης, κεντᾶται τὴν καρδίαν καιρίαν,
οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπές εἰσιν ὀδυνηροὶ Πρόδρομε, καὶ θνήσκων ἀνομίᾳ οὐκ ἠνέσχετο βοᾶν σοι ταῦτα.
Χαῖρε, Αγίασμα ὁ παρέχων· χαῖρε, τὸ μίασμα ὁ ἐπέχων.
Χαῖρε, τῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις· χαῖρε, προκοπτόντων Θεῷ ἡ βεβαίωσις.
Χαῖρε, ἄυλον ὡς ἄγγελος ἐν γῇ βίον μετελθών· χαῖρε, ἔνυλον ὡς δαίμονα τὸν Ηρώδην καθελών.
Χαῖρε, ὁ τῶν ἀρρήτων τοῦ Θεοῦ οἰκονόμος· χαῖρε, ὁ ἀπορρήτων ἀγαθῶν κληρονόμος.
Χαῖρε, καλῶν εὐωδίαν δωρούμενος· χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.
Χαῖρε, δι οὗ ὁ Αδὰμ ἐνεδύθη· χαῖρε, δι οὗ ὁ σατὰν ἐγυμνώθη.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Σέλας ἡλίου δίκην ἔστιλβεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα,
καὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχὺν ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησε τῶν φώτων τῷ Πατρὶ κραυγάζειν·
Αλληλούϊα
Τοῦ φωτὸς τὴν λυχνίαν ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν,
παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτὸν μὴ συνιεὶς κραυγάζειν·
Χαῖρε, τὸ στέλεχος τῆς ἁγνείας· χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.
Χαῖρε, τῶν βροτῶν καὶ Αγγέλων μεθόριον· χαῖρε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.
Χαῖρε, μέσος ὡς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν· χαῖρε, τέλος ὡς γεγένησαι τῶν γραφῶν τῶν νομικῶν.
Χαῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμίξας· χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.
Χαῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα· χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.
Χαῖρε, δι οὗ εὐσεβεῖς φωταυγοῦνται· χαῖρε, δι οὗ ἀσεβεῖς πυρπολοῦνται.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Ὕμνος ποῖος ἀρκέσει ἐφικέσθαι τοῦ ὕψους, τῆς σῆς Μεγαλωσύνης Προφῆτα;
ἢ ὑμνήσει τίς τῶν γηγενῶν ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; διὸ τὴν πίστιν δέδεξο τῶν μετὰ σοῦ βοώντων·
Αλληλούϊα
Φαεσφόρος ὡς ὄρθρος τοῦ ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου,
καὶ υἱὸν ἀνάδειξον γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι καὶ γλώσσῃ γηθοσύνῳ κράξω.
Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων· χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.
Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις· χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.
Χαῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν καταλλαγή· χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.
Χαῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία· χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.
Χαῖρε, πταιόντων θεῖον ἐξίλασμα· χαῖρε, πιπτόντων μέγα διάσωσμα.
Χαῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων· χαῖρε, ἑκάστῳ τὸ πρόσφορον νέμων.
Χαῖρε, κήρυξ τῆς χάριτος.
Χάριτι παντελείῳ Χαριτώνυμε κήρυξ, ψυχὴν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ρύπον ἐξ αὐτῶν,
μετανοίας γνώσει ἐξελθὼν ἅπαντα, καὶ δείξαις σῇ με χάριτι ἐπάξιον Θεῷ κραυγάζειν·
Αλληλούϊα
Ψώμισόν με Προφῆτα τῆς ἀφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ὡς κύνα, ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ,
σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε καὶ κόρεσον καρδίαν μου ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·
Χαῖρε, σφραγὶς Προφητῶν Αγίων· χαῖρε, κρηπὶς Αποστόλων θείων.
Χαῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος· χαῖρε, θεολόγε δογμάτων τοῦ Πνεύματος.
Χαῖρε, ὄμμα καθαρώτατον τὰ ἀθέατα ἰδών· χαῖρε, στόμα Αγιώτατον τὰ ἀπόρρητα εἰπών.
Χαῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, Φωνή, Λύχνε· χαῖρε, Πρόκριτε, Μάκαρ, Μηνυτά, Μύστα, Φίλε.
Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα· χαῖρε, νοὸς καὶ γλώττης ἐντρύφημα.
Χαῖρε, καινὲ πρεσβευτὰ καὶ μεσίτα· χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.
Χαῖρε, κήρυξ τῆς χάριτος.
῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, Αγίων ὑπερέκεινα πάντων·
Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ μικρᾷ νῦν πρόσχες ἀπαρχῇ καὶ τῶν δεινῶν ἁπάσης ταραχῇς ῥῦσαί με καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως Θεῷ βοῶντα·
Αλληλούϊα
Κοντάκιον ῏Ηχος πλ. δ´.
Τῇ Υπερμάχῳ Στρατηγῷ…
Τῷ ὑπὲρ πάντας ἀληθῶς Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι Ιωάννη,
ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·
Χαῖρε, κήρυξ τῆς χάριτος.
Ο ἱερεύς:
Δι εὐχῶν τῶν Αγίων Πατέρων ἡμῶν, Κύριε Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Αμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου