Δευτέρα 3 Οκτωβρίου 2016
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ
In Psalmum 118 (homiliae 1-3) [Sp.]
αʹ. Μέγα θησαύρισμα
καὶ πλοῦτον πνευματικὸν
καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός
τε τὴν τοῦ
Θεοῦ αἴνεσιν καὶ
δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων,
κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται,
διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ
καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι
πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν
τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν. Στοιχείωσις γάρ ἐστι καὶ ὁδή γησις τοῦ κατὰ
Θεὸν βίου. Οὕτω γὰρ καὶ τὴν ἐπιγραφὴν ἔχει,
ἐπειδὴ τοὺς προσέχοντας καὶ ἐρευνῶντας ἀκριβῶς
τὴν τούτου σαφήνειαν ῥυθμίζει πρὸς τελειότητα βίου, καὶ κατὰ τὴν αὐτοῦ ὀνομασίαν ἀμώμους ἀποτελεῖ.
Ἄμω μος δέ ἐστιν ὁ παντὸς ἄγους καὶ μύσους καὶ ῥύπου ἀπηλλαγμένος, καὶ κηλῖδος ἁπάσης ἐκτὸς καὶ ἀνομίας καὶ ἁμαρτίας·
ὁ αὐτὸς δὲ καὶ μακάριος, ὅτι μετὰ τὴν ἐντεῦθεν
τοῦ βίου ἐκδημίαν τῆς ἀληθινῆς
μακαριότητος ἀξιωθήσεται, καὶ τῷ φωτὶ καταγλαϊσθήσεται τῆς θείας γνώσεως,
καὶ εἰς ἀνάπαυσιν καὶ τρυφὴν αἰωνίαν αὐ
λισθήσεται, ἥτις ἐστὶν οὐρανῶν βασιλεία. Ὅθεν καὶ ὁ ὑμνογράφος ∆αυῒδ τοῖς προφητικοῖς
ὄμμασι κατανοήσας τὴν τοῦ ἁγίου
βαπτίσματος χάριν ἐβόα· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. Τοὺς δὲ τηρήσαντας ταύτην τὴν χάριν, καὶ κατὰ τὴν συνταγὴν ποιήσαντας,
καὶ τῷ Θεῷ προσαγομένους καὶ τῷ ἁγίῳ βαπτίσματι, τούτους ὡς κατορθοῦντας τὴν πρακτικὴν
ἀρετὴν ἐν τούτῳ τῷ ψαλμῷ μακαρίζει.
Ἔχει δὲ καὶ ἑτέραν τινὰ ὑψηλοτάτην
ἔννοιαν ἡ τοῦ ψαλμοῦ τοῦδε ὑπόθεσις. Αὐτὸς γὰρ οὗτος ὁ θεῖος ∆αυῒδ
πολλὰς καὶ διαφόρους
πραγμάτων ἔσχε μεταβολάς.
Καὶ γὰρ ἔφυγε πολεμίους, καὶ ἐδίωξε
πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις,
καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωήν·
καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ προσέπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε
νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον
καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον
διδασκαλίαν προτέθεικε, καὶ δι δάσκει
δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι τὴν πρα κτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ
τῆς τῶν δογμάτων ἀκριβείας, ἀλλὰ ταῖς ἠθικαῖς
ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησιν, ὡς ἀρκεῖν τοῦτον τὸν
ψαλμὸν καὶ τοὺς τῆς τελείας ἀρετῆς ἐφιεμένους
ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ
ψυχαγωγῆσαι τοὺς ἀθυμοῦντας, καὶ ῥυ θμίσαι
τοὺς ῥᾳθυμοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐνθεῖναι
τοῖς ποικίλοις τῶν ἀνθρώπων παθή
μασι. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Ὡς ἵνα εἴπωμεν, μακάριοι οἱ ἐν τῷδε τῷ προσκαίρῳ βίῳ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Ὁδὸς γὰρ παρὰ τῷ προφήτῃ ὁ παρὼν βίος εἴρηται, διὰ τὸ μη δὲν στάσιμον ἢ βέβαιον
ἔχειν. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν, καὶ καπνοῦ
δίκην συντόμως παρέρχεται.
Οὕτω γὰρ ἔφη ὁ ἀπόστολος Ἰάκωβος· Ποία γάρ ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη,
ἔπειτα ἀφανιζομένη. Τοιοῦτον δέ
τι καὶ ὁ θεολόγος Γρηγόριος ἐφιλοσόφησε·
κύκλος τις τῶν ἡμετέρων πε ριτρέχει
πραγμάτων, ἄλλοτε ἄλλως ἐπὶ μιᾶς ἡμέρας,
ἔστι δὲ ὅτε καὶ ὥρας, φέρων μεταβολάς. Οὐδὲν οὖν, ἀδελφοὶ, εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, κα θὼς ὁ θεῖος ἀπόστολος
λέγει, οὐδὲ ἐξενεγκεῖν τι δυ νησόμεθα.
Περὶ τῶν μελλόντων φροντίσωμεν· ταῦτα γὰρ καὶ μένουσι. Μακαρίζει
τοίνυν τοὺς τὴν
βασιλικὴν ὁδὸν ὁδεύσαντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας
τοῦ νόμου παρατραπέντας. Τίνες δὲ οὗτοι,
διδάσκει· Οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου, Οἱ γὰρ κατὰ
τούτους πολιτευόμενοι τὸ ἄμωμον ἔχουσιν.
Ὁδὸν γὰρ, ὡς προέφην, τὸν βίον καλεῖ. Τοῦτον γὰρ ἐξ ὠδίνων μέχρι τάφου
διοδεύομεν ἅπαντες. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν
αὐτόν. Καὶ τὸν ὀκτωκαιδέκατον ψαλμὸν ἑρμηνεύοντες εἰρήκαμεν,
τίνι διαφέρει νόμος,
καὶ μαρ τύρια,
καὶ δικαιώματα, καὶ κρίματα, καὶ ἐντολαί· ἀναμνήσομεν δὲ ὅμως
ἐν κεφαλαίῳ τῶν εἰρημένων. Νό μον καλεῖ τὸν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ θεσπεσίου Μωϋσέως δεδομένον· ἐντολὰς δὲ καὶ προστάγματα πάλιν
τὸν αὐτὸν, ὡς
βασιλικῶς ἐνταλθέντα καὶ
προσταχθέντα· δι καιώματα, ὡς
δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον· κρίμα τα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντι δόσεις τῶν
τε ἐννόμως καὶ παρανόμως βιούντων· μαρτύρια δὲ, ὡς
διαμαρτυρόμενον καὶ δεικνύντα,
οἵαις ὑποστήσον ται
τιμωρίαις οἱ παραβαίνοντες. Μακαρίζει τοίνυν καὶ ἐνταῦθα
τοὺς τὰ μαρτύρια τοῦ Θεοῦ διηνεκῶς ἐρευνῶν τας, καὶ ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν
ἐκζητοῦντας. Οὐ παν τὸς δὲ τοῦτο, ἀλλὰ τοῦ τὴν κορυφὴν κατειληφότος αὐ τῆς τῆς ἀρετῆς. Ὁ γὰρ τοιοῦτος οὐ μερίζει
τὴν διάνοιαν εἰς Θεὸν καὶ φροντίδας βιωτικὰς, ἀλλ' ὅλον ἑαυτὸν ἀνα τίθησι τῷ Θεῷ.
Καὶ γὰρ διὰ τῆς ἀναγνώσεως καὶ διὰ τῆς ἀκροάσεως
τῶν θείων Γραφῶν κατορθοῦται ὁ βίος ἡμῶν.
Ὁ οὖν προφήτης μακαρίζει τοὺς ἐξερευνῶντας τὰ μαρτύρια αὐτοῦ. Τοῦτο γὰρ καὶ ὁ Κύριος
ἔφη· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Ὁ δὲ προκόπτων ἐν τῷδε τῷ βίῳ τῇ
ἐρεύνῃ τῶν θείων
Γραφῶν, καὶ μὴ μερίζων τὸν βίον αὐτοῦ εἰς ἡδονὰς
καὶ πάθη ἁμαρτημάτων,
ἀλλὰ καὶ Πνεύματι
ζῶν, καὶ Πνεύματι
στοιχῶν, ἐρευνῶν τὰς Γραφὰς, τότε τέλειος ἐν ὅλῃ καρδίᾳ ἐκζητεῖ τὸν Θεόν, Καὶ ἐπειδὴ ὁ ψαλμὸς οὗτος
νόμον καὶ ἐντολὰς
καὶ δι καιώματα
καὶ κρίματα καὶ
μαρτύρια πεπυκνωμένος διαγορεύει,
χρήσιμόν ἐστι περὶ τούτων διαλαβεῖν ἄνω θεν. Νόμος οὖν ἐδόθη παρὰ τοῦ
Θεοῦ, ὅτι αὐτός ἐστι βασιλεὺς
τῶν βασιλευόντων καὶ Κύριος
τῶν κυριευόν των. Ἔστι δὲ νόμος
κοινὸν παράγγελμα ἐπὶ πᾶσιν ἀν θρώποις·
ἄρχουσιν, ἀρχομένοις· δούλοις, δεσπόταις· πλουσίοις, πένησιν. Εἴρηται δὲ παρὰ τὸ
νέμειν. Ἐπὶ πᾶσι γὰρ ἀνθρώποις νενομοθέτηται, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ
ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις τὸν ἀγρὸν τοῦ πλησίον σου, τίμα τὸν πατέρα
σου καὶ μητέρα σου. Τὸ αὐτὸ δὲ καὶ ἐν τολὴ εἴρηται, ὅτι ἐντέλλεται ὑμῖν ὁ Θεὸς τὸ ἀγαθὸν ποιεῖν, καὶ τοῦ φαύλου ἀπέχεσθαι. ∆ικαιώματα δὲ καὶ κρίματα, καθ' ὃ καὶ οἱ δίκαιοι φυλάττοντες
τὰς ἐντολὰς δικαιοῦνται παρὰ τῷ Θεῷ, οἱ δὲ παραβαίνοντες ἁμαρ τωλοὶ κατακρίνονται. Μαρτύρια δὲ εἴρηται,
ἐπειδὴ δια μαρτύρεται ὁ Θεὸς διὰ τῶν θείων αὐτοῦ Γραφῶν, φυλάτ τειν πάσας τὰς ἐντολὰς αὐτοῦ. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν
ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Τὴν
διαίρεσιν ταύτην πεποίηκε
καὶ ἐν τῷ πρώτῳ
ψαλμῷ. Καὶ γὰρ ἐκεῖ μακαρίσας τὸν ἐν νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτὸς, καὶ τὸν τῆς μελέτης ἐπιδείξας
καρ πὸν ἐπήγαγεν· Οὐχ οὕτως οἱ ἀσεβεῖς,
οὐχ οὕτως. Καὶ ἐνταῦθα τοίνυν μακαρίσας τοὺς ἀμώμους, διδάσκει ὡς οἱ τῆς ἀνομίας
ἐργάται ἑτέραν ἑαυτοῖς ὁδὸν κατεσ κεύασαν, καὶ τὴν ὑπὸ Θεοῦ παγεῖσαν κατέλιπον. Μακα ρίσας οὖν ὁ προφήτης τοὺς ἐκζητοῦντας τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ,
ἐπιφέρει λέγων· Οὐ γὰρ
οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα.
βʹ. Τοῦτο καὶ διὰ τοῦ νόμου
καὶ τῶν προφητῶν καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ ∆εσπότης παρακελεύεται, καὶ μεστὴ πᾶσα ἡ θεία Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυλάττειν, ἀλλὰ Σφόδρα φυλάττειν παρεγ γυᾷ, τουτέστι, σὺν
ἀκριβείᾳ πάσῃ· καὶ οὐχὶ τὴν μὲν φυλάττειν,
τὴν δὲ ἀθετεῖν,
ἀλλὰ πάσας τὰς ἐντολὰς
φυ λάττειν Σφόδρα εἴρηκε. ∆ιὸ καὶ
ἕτερος προφήτης ἔλεγεν· Ἀπὸ τῶν ἐντολῶν
σου οὐ μὴ παρέλθω, ἵνα μὴ ἀπο θάνω. Ὄφελον
κατευθυνθείησαν αἱ ὁδοί
μου, τοῦ φυλάξασθαι
τὰ δικαιώματά σου. ∆ιὰ τοῦτο, φησὶν,
ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν
ἐμὴν ὁδὸν εὐθυνθῆναι, ὡς ἂν διατηρήσαιμί
σου τὰ δικαιώματα. Εὐχῆς δέ ἐστι πρόσρημα
τὸ Ὄφελον, ἀντὶ τοῦ εἰπεῖν, γένοιτό μοι κατευθυνθῆναι φυλάττειν πάσας τὰς ἐντολάς σου. Ἐπειδὴ πᾶς ἄνθρωπος πόθον
ἔχων φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, εἰ μὴ συνεργὸν ἔχῃ τῆς ἀγαθουργίας αὐτὸν,
οὐκ ἂν εἰς πέρας πρὸς τὸ ποθούμενον φθάσοι·
γέγραπται γὰρ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ
τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Οὐκοῦν
ἐξ ἡμῶν μέν ἐστιν ἡ ἀρχὴ τοῦ ἀγαθοῦ, τὸ δὲ εἰς πέρας ἐλθεῖν τῆς τοῦ Θεοῦ δέεται
βοηθείας· Ἐγγίσατε γὰρ, φησὶ, τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ
με ἐπιβλέ πειν ἐπὶ πάσας τὰς ἐντολάς
σου. Παρανομίας γὰρ αἰσχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Τίνα οὖν
καρπὸν εἴχετε τότε, ἐφ'
οἷς νῦν
ἐπαισχύ νεσθε; Οἱ δὲ
πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ
τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. Τότε δὲ, πότε; Ὅταν, κατὰ τὸν
προφήτην ∆ανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται
εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον.
Παρακαλεῖ οὖν ὁ προφήτης μὴ αἰσχυνθῆναι
τότε. Καὶ πῶς γίνεται τοῦτο; Ἐν τῷ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς· οὐχὶ
τὴν μὲν ποιεῖν, τὴν δὲ ἀφιέναι. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς,
εἶπε καὶ, Μὴ πορνεύσῃς·
καὶ ὁ εἰπὼν,
Μὴ πορνεύσῃς, εἶπε καὶ, Μὴ ἀδικήσῃς. Καὶ Ὅστις ὅλον τὸν νόμον πληρώσει,
πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων
ἔνοχος, κατὰ τὸν ἀπόστολον Ἰάκωβον.
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι
καρδίας, ἐν τῷ
μεμαθηκέναι με τὰ
κρίματα τῆς δικαιοσύνης
σου. Ἐξομολόγησιν, τὴν εὐχαριστίαν
καλεῖ. Τότε δυνήσομαι ὕμνον
καθαρόν σοι προσενεγκεῖν, ὅταν
σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατὰ ταῦτα βιώσω. Ὁ γὰρ ἀγαθὰς πράξεις ἔχων,
ἐκεῖνος ἐξομολο γεῖται Ἐν εὐθύτητι
καρδίας, ἐξ ὅλης καρδίας μετα νοῶν, ὡς ὁ ∆αυῒδ ἐπὶ τῇ μοιχείᾳ, καὶ ὡς ὁ
τελώνης βοῶν τὸ, Ἥμαρτον, καὶ τὸ, Ἱλάσθητι.
Ἐξωμολογήσατο καὶ Ἰούδας, εἰπών· Ἥμαρτον
παραδοὺς αἷμα ἀθῷον· ἀλλ' οὐκ Ἐν εὐθύτητι καρδίας· τῇ γὰρ φιλαρ γυρίᾳ συνείχετο.
Ἐξωμολόγητο καὶ ὁ Φαρισαῖος· ἀλλὰ 78 τὴν καρδίαν ὑψηλὴν ἔχων καὶ οὐκ εὐθεῖαν,
κατέβη μὴ δικαιωθεὶς, λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης. Τὰ δικαιώματά
σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως
σφόδρα. Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία
χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν
μηχανωμένη. Οὕτως ὁ μέγας Ἠλίας ἐγκαταλειφθεὶς τῷ τῆς δειλίας περι έπεσε πάθει,
καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε
χάρι τος. Οὕτως ὁ θεῖος Πέτρος ὠλίσθησεν ἀρνηθεὶς,
ἀλλ' εὐθὺς αὐτὸν ὁ ∆εσπότης ὑπήρεισε. Γυμνὸς δὲ παντελῶς Ἰούδας
τῆς θείας γενόμενος προμηθείας, ἕτοιμον
ἐγέ νετο θήραμα τοῦ διαβόλου. Ἐγκατελείφθη καὶ ὁ μακάριος ∆αυῒδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς
χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς, ἀλλὰ πάλιν
τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν,
καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ταύτης ἔρημος γενόμενος παντελῶς,
ἐγυμνώθη μὲν τῆς τοῦ Πνεύματος χάριτος,
πονηρῷ δὲ πνεύματι συνεζύγη.
Εἰκότως τοίνυν ὁ προφήτης ἱκετεύει
μὴ ἐγκαταλειφθῆναι ἕως σφόδρα· τουτέστι, μὴ παντάπασι τῆς προμηθουμένης χάριτος
γυμνωθῆναι. Καὶ πάλιν τοίνυν τῇ αὐτῇ ἐννοίᾳ χρησόμεθα, διὰ τοῦ εἰπεῖν τὸν προφήτην,
Μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Γίνεται τοίνυν πολλαχῶς ἐγκατάλειψις
τοῦ Θεοῦ διά τινας οἰκονομίας καὶ εὐεργε
σίας· ὡς ὅταν κατελείφθη
ὁ Ἰὼβ πρὸς τὸ γενέσθαι
αὐτὸν μᾶλλον τέλειον.
Κατελείφθη καὶ Ἠλίας, ὡς φθάσαντες εἰρήκαμεν,
πρὸς βραχὺ ὑποχωρήσας
ἀπὸ προσώπου τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ· ἀλλ' ἕτερόν τι ᾠκονομεῖτο πρὸς τὸ
ἐλθεῖν αὐτὸν εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ φιλο φρονηθῆναι ὑπὸ γυναικὸς χήρας, καὶ ταύτῃ παρέξαι τροφήν.
Οὐ μὴ γὰρ ἐκλείψει, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύ ρου, οὐδὲ τὸ ἔλαιον τοῦ καμψάκου· καὶ
ἵνα διὰ τὴν κα κίαν τῶν Ἰουδαίων στήσῃ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἓξ μὴ βρέξαι. Φησὶ γάρ· Ζῇ
Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Τὸ ἕως σφόδρα
καταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, τοῦτο δεινὸν, ὥσπερ κατελείφθη ὁ Σαοὺλ καὶ ὁ Ἀβεσσαλὼμ
μηκέτι πρὸς σωτηρίαν ἀναστρέψαντες· ἐγυμνώθησαν γὰρ τῆς τοῦ Θεοῦ προμηθείας. Ἐν τίνι
κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους
σου. Ὀξύῤῥοπον πρὸς ἁμαρτίαν ἡ νεότης, εἰς ἡδονὰς καὶ πάθη ἀτιμίας ἀπαγομένη· ἐὰν δὲ τῇ φυλακῇ τῶν ἐντολῶν
τοῦ Θεοῦ κρατῆται, μένει ἀβλαβής· ὅπερ γάρ ἐστιν ἀγελαίῳ πώλῳ
χαλινὸς καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις γίνεται
ὁ θεῖος λόγος. Ἐπειδὴ καὶ
∆ανιὴλ νέος ἦν· ἀλλ' ἐφύλαττε
τὰς ἐντολὰς τοῦ
Θεοῦ, καὶ προφητικῆς χά
ριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων
μυστηρίων εἰσηγητὴς γέγονεν. Ὡσαύτως καὶ οἱ τρεῖς παῖδες νέοι ὄντες τὸ πῦρ τῇ πίστει καὶ τοῖς ἔργοις αὐτῶν εἰς ἐναντίαν
φύσιν με τήγαγον· ἀνεψύχοντο
γὰρ ἐν μέσῳ τούτου, καὶ ἐδροσί ζοντο τῇ παῤῥησίᾳ τῆς πίστεως καὶ τῇ αὔρᾳ τοῦ Πνεύ ματος. Οὕτως οὖν καὶ ἡμῖν
πρόσεστιν. Οἵτινες νέοι ὑπάρχουσι,
διὰ τῆς συντηρήσεως
τῶν ἐν τολῶν
τοῦ Θεοῦ κοσμήσωσιν ἑαυτοὺς, καὶ
μὴ γένωνται ἥλικες ἀργοὶ, ὡς Ἀβεσσαλὼμ, ὁ τῇ κακίᾳ συζῶν· ὅστις
καὶ συνεπομένην ταύτῃ εἶχε κομῶσαν τὴν
κεφαλὴν, ὁ ἀναίσθητος ἐν ταῖς φρεσίν. Ἡ γὰρ θρὶξ νεκρότητος σύμ βολον. Καὶ ἐκείνῳ μὲν αἰτίαι
τῆς ἀπωλείας αἱ τρίχες γε γόνασι,
κρεμασθέντι ἐξ αὐτῶν ἐν τῇ
δρυῒ, ὡς ἡ τῶν βασιλέων
ἱστορία διηγεῖται. Ἀλλ' ἔστι
χαλεπὸν, ὅτι καὶ νῦν τινες τοῦτον ζηλοῦντες, ἀπαιωροῦσι πολυμήκεις βοστρύχους
καὶ πλοκαμῖδας, τὰ τῆς γυναικωνίτιδος ἔργα τῇ ψοιᾷ καθαπλοῦντες τῇ βλακείᾳ, εἰκῇ φυσιούμενοι ἐν τῷ ἰδίῳ νοΐ·
καὶ οὐκ οἴδασιν, ὅτι μᾶλλον ἀτιμίαν ἑαυτοῖς ἐπάγουσι, τοῦ Ἀποστόλου λέγοντος· Ἀνὴρ ἐὰν
κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Ἕλληνες δὲ παρ' Ὁμήρῳ ἱστόρηνται τοῦτο ποιοῦντες· φησὶ
γὰρ, Καρηκομόωντες Ἀχαιοί. Ἐπεὶ καὶ οἱ τῶν ἰατρῶν σοφοί φασι. Πρὸς οὖν εὐπρέ
πειαν τῆς κεφαλῆς μεμετρημένας τὰς τρίχας ἔχοντες κατὰ τὴν τῶν ἀρχαίων ἀνδρῶν
κόσμησιν ἀρκεσθησώμεθα, καὶ μὴ ὑπερκεῖσθαι ταύτας
τῇ ψοιᾷ θελήσωμεν, μηδὲ τοῖς μεταφρένοις· ἀτιμία γάρ ἐστι τῷ τοιοῦτο
ποιοῦντι, ὡς ἠκούσαμεν τοῦ Ἀποστόλου παραινοῦντος, Ἐν ὅλῃ 79 καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ
με ἀπὸ τῶν ἐν τολῶν σου.
γʹ. Ζητοῦσι μὲν γὰρ πολλοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ
ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν,
ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον
ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν
ἀπολαύει προνοίας, μὴ καταπί πτων ἀπὸ τῶν
αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν
τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ
διά νοιαν αὐτῷ ἀνατιθέμενος. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω
σοι. Ὁ χρυσὸν κε κτημένος ἢ ἄργυρον ἢ λίθους τιμίους οὐκ ἔξω ταῦτα προ τίθησιν,
ἀλλ' ἔνδον ἐν τοῖς ταμείοις
καὶ τοῖς θαλάμοις
ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖ ρας· οὕτω ὁ τὸν πλοῦτον
ἔχων τῆς ἀρετῆς, κρύπτει τοῦ τον ἐν τῇ ψυχῇ, ὡς ἂν μὴ διὰ δόξης κενῆς
τοῦτον οἱ τῶν
ψυχῶν συλήσαιεν λωποδύται. Καὶ ἄλλως· οὐ κατέκρυψα, φησὶ, χρυσὸν ἣ ἄργυρον
ἢ ἐσθῆτα μαλακήν τε καὶ περιῤῥέουσαν,
ὅπου σὴς καὶ σκώληξ ἀφανίζει,
καὶ κλέ πται διορύσσουσι
καὶ κλέπτουσιν· ἀλλ' ἐν τοῖς ταμείοις τῆς καρδίας ἔκρυψα τὰ λόγιά σου, φησὶν ὁ
προφήτης, ἵνα μὴ καταπέσω εἰς ἁμαρτίαν. ∆ιδάσκει δὲ καὶ ἕτερον ὁ λό γος οὐ γὰρ ἅπασι
τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε
τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ταῦτα δὲ εἰ καὶ παρ' αὐτῷ εἴρηται, ἀλλ'
οὖν ἡμεῖς οἱ ψάλλον τες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας
ἡμῶν τὴν ὁμολογίαν. Ἔχει δὲ καὶ ἕτερον νοῦν ὁ
λόγος. Οὐχὶ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τὰ ἀγαθὰ πράττω, ἐπεὶ ἀπέχω τὸν μισθόν μου· ἀλλ'
ἐμαυτῷ ποιῶ τὸ καλὸν, ἵνα ὁ βλέπων Θεὸς ἐν τῷ κρυπτῷ ἀποδώσῃ μοι ἐν τῷ φανερῷ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου· ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι· οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. Ἢ οὕτως·
εὐλογημένος εἶ καὶ δεδοξασμένος
παρὰ πάντας, ὅτι
φιλάνθρωπος εἶ, οἰ κτίρμων καὶ ἐλεήμων,
μακρόθυμος καὶ πολυέλεος· ἱκε τεύω, δίδαξόν με τὰ δικαιώματά σου. Οὐ πλούτου ἐφίε
μαι, οὐ χρυσὸν ζητῶ, οὐκ ἄργυρον, οὐκ ἀξίαν, οὔτε τι τῶν τερπνῶν τοῦ κόσμου τούτου·
ἀλλὰ τὰ δικαιώματά σου μαθεῖν ζητῶ, ὅτι ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδο σις πολλή.
Τοῦτο γάρ ἐστι Χριστιανοῦ ζήτησις. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στό ματός σου. Οὐ γὰρ
γινώσκοντι τὰ κρίματα τοῦ Θεοῦ πρέπον ἐστι σιωπᾷν
ἐν ἑαυτῷ, ἀλλ' ἐξαγγέλλειν,
καὶ ἑτέρους ἐπανορθοῦν·
Θεοῦ γὰρ ἀναγγέλλειν
ἔργα ἔνδοξον. Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς
ἀγνοοῦντας. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην,
ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς
τελείοις τριπόθητος. ∆ιά τοι τοῦτο καὶ
∆εσπότης ἔφη Χριστός· Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς,
καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· ὅτι πλούτου
παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυ ρίων ἡ κτῆσις. Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ,
οὐχ ἁπλῶς πρόσκειται,
ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον
παραδηλοῖ. Πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται
πλούσιος· ὁ δὲ ἄργυρον· ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην·
ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις
παραβαλὼν, ἔφησεν ἀξιέραστα αὐτῷ εἶναι τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις
ἅπαντα τοῦ πλούτου
τὰ εἴδη· καὶ ὥσπερ ὁ ταῦτα πλουτῶν εὐφραίνεται, οὕτω
καὶ μάλα εἰκότως
ἐπὶ τοῖς δικαιώμασι
τοῦ Θεοῦ, ὡς ἐπὶ
παντὶ πλούτῳ, ἀγάλλεται. Ἐν ταῖς ἐν τολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω
τὰς ὁδούς σου. Σχολάζειν καὶ μελετᾷν ἐπαγγέλλεται
ὁ προφήτης ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ
οὐχὶ παρέργως ταύτας ἔχειν.
Τούτου γὰρ χάριν, φησὶν,
ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην σχήσω, καὶ ἐν ταῖς σαῖς ὁδοῖς τὴν
πορείαν ποιήσομαι. ∆ιὰ γὰρ τοῦτο κατενόησε καὶ
τὰς ὁδοὺς αὐ τοῦ· διὸ καὶ
ἐπιφέρει· Ἐν τοῖς δικαιώμασί
σου με λετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου· τουτέστιν, ἄληστον τῶν σῶν λογίων
ἐν ἐμαυτῷ φυλάξω τὴν μνήμην. Ἀνταπόδος
τῷ δούλῳ σου. Οὐ πάντες τοῦτο
παρακα λοῦμεν· τῶν γὰρ δικαίων
ἐστὶν ἡ παράκλησις. Οἱ σω φρόνως
καὶ εὐσεβῶς καὶ δικαίως ζῶντες, αὐτοὶ τεθαῤῥη
κότως λέγουσιν· Ἀνταπόδος
τῷ δούλῳ σου· οἱ δὲ ἐν
80 ἁμαρτίαις καὶ ἡδοναῖς καὶ πάθεσιν
ἀτιμίας, οὐ δύνανται λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς
περιφέρων εἰς ἀνταπόδοσιν τὸν
κριτὴν διεγεί ρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ
ταύτῃ κέχρηται τῇ φωνῇ. Ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. Ταύτην τὴν ζωὴν αἰτῶ,
ἵνα ἐν φυλακῇ τῶν λόγων σου πορεύωμαι· τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας,
διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν
ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου,
καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐχ ἅπαντες οἱ τοῖς
θείοις ἐντυγχά νοντες
λογίοις, τὰ τούτων κατανοοῦσι
θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης· οὗ δὴ χάριν καὶ ὁ μα κάριος ἔφη
Παῦλος· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύ ριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ
Πνεῦμά ἐστιν. Αὐτὸς μέντοι τῷ φωτὶ τῷ θείῳ
καταυ γαζόμενος εἰκότως ἐβόα· Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ
τὴν δόξαν Κυρίου
κατ οπτριζόμενοι, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν,
καθάπερ ἀπὸ Κυρίου Πνεύ ματος. Ἡμᾶς δὲ προσήκει τὸν ∆εσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν
ὀφθαλ μῶν, ὑποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζό μεθα καὶ νοοῦμεν· ὡς ὅτι
ὁ ἀμνὸς ὁ πάλαι
σφαζόμενος παρὰ τῶν Ἰσραηλιτῶν, τύπος ἦν τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ σφαγιασθέντος ὑπὲρ ἡμῶν· καὶ ὥσπερ ἐκεῖ ἡ χρῖσις τοῦ αἵματος
τῶν φλιῶν ἔσωσε τοὺς χρίσαντας, οὕτω τὸ
αἷμα τοῦ ἀληθινοῦ ἀμνοῦ Χρι στοῦ τοῦ Θεοῦ ἡμῶν
ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς κατάρας
τοῦ ἐχθροῦ καὶ τῆς τοῦ θανάτου διαμονῆς. Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης
λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν
τῶν Χριστια νῶν γέγονεν·
ὅτι ἡμεῖς δι' ὕδατος τοῦ ἁγίου
βαπτίσμα τος εἰς τὴν ἐπηγγελμένην
γῆν, τὴν βασιλείαν
τῶν οὐρα νῶν, εἰσαγόμεθα. Ἑβραῖοι δὲ οὐδὲν τοιοῦτον
κατανοοῦ σιν, ὅτι Κάλυμμα ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν κεῖται, καθὼς λέγει ὁ θεῖος ἀπόστολος
Παῦλος. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
δʹ. ∆ικαίου φωνὴ, καὶ κατὰ
Θεὸν βιοῦντος, καὶ μὴ λογι ζομένου τὰ τοῦ κόσμου πράγματα. ∆ιὸ καὶ
πάροικον ἑαυτὸν λέγει·
καθὼς καὶ Ἀβραὰμ καὶ
πάντες οἱ ἅγιοι πάροικοί εἰσιν ἐν τῷδε τῷ βίῳ, ἔχοντες
τὴν κατοικίαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Τὴν γὰρ γῆν
ταύτην πάντες ἡμεῖς
οὐ κατοικοῦμεν, ἀλλὰ
παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον,
εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς
ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύ νονται· ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. ∆ιὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς
μηδαμῶς ἀγνοῆσαι. Ἐπεπό θησεν ἡ ψυχή μου τοῦ
ἐπιθυμῆσαι τὰ κρίματά
σου ἐν παντὶ καιρῷ.
Ἐπιθυμοῦσι τῶν θείων
κριμάτων πολλοὶ, καὶ τῆς τῶν οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεὶ, ἀλλὰ
νῦν μὲν τοῖς θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασι· ὁ
δὲ προφήτης ἱμείρεται τοῦτον τὸν πόθον ἔχειν διηνεκῶς.
Ἐν παντὶ οὖν
καιρῷ λέγει, οὐχ ὡς ποτὲ μὲν
ἐπιποθεῖν, ποτὲ δὲ οὔ. Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν
τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου
κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασι λείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. Οἱ τοιοῦτοι οὖν ἐν παντὶ καιρῷ τὸν Θεὸν οὐκ ἐπιποθοῦσιν·
οἱ δὲ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην τοῦτο ποιοῦντες, οὐδὲ ὅλως ἀφίστανται
τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπετίμησας
ὑπερ ηφάνοις. Οἱ τῶν θείων
νόμων καταφρονοῦντες, τῇ τῆς ὑπερηφανίας περιπίπτουσι
νόσῳ, καὶ τὴν παρὰ τοῦ δι καίου
κριτοῦ δέχονται τιμωρίαν
Ἐπήρθησαν οὖν τινες κατὰ
τοῦ Θεοῦ, ἀλλ' ἐπετιμήθησαν παρ'
αὐτοῦ, ὡς ὁ
Φαραὼ ἐν τῇ ἐρυθρᾷ
θαλάσσῃ ἀπώλετο ὑπερηφανευθεὶς, καὶ ὁ
Σενναχερεὶμ εἰς ὕψος ἐπαρθεὶς ὑπὸ τῶν ἰδίων
υἱῶν ὤλετο. Ὡσαύτως καὶ
Ναβουχοδονόσορ ὑψωθεὶς τὴν καρ δίαν, ἴσα κτηνῶν
ἐβόσκετο. Τοιοῦτοι γὰρ τῶν ἀλαζόνων
οἱ μισθοί· Κύριος
γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, καθὼς ἐν
Παροιμίαις γέγραπται. Ἐπικατάρατοι οἱ ἐκ κλίνοντες ἀπὸ τῶν
ἐντολῶν σου. Τῇ τοῦ θείου Πνεύ
ματος ἐμπνεύσει προφῆται
ἐλάλησαν, καθὼς καὶ ἐν τῷ
συμβόλῳ τῆς πίστεως ἡμῶν ὁμολογοῦμεν, Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Αὐτὸ οὖν τὸ Πνεῦμα τὸ ἅγιον βοᾷ. 81 Ἐπικατάρατοι
οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, μὴ ἔλθοι ἐφ' ἡμᾶς ἡ κατάρα τοῦ ἁγίου Πνεύματος.
Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις
προσφέρει. Ἐπικατάρατος γὰρ, φησὶ,
πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ
ποιῆσαι αὐτά. Καὶ ἡμεῖς δὲ ψάλλοντες τῷ ἁγίῳ Πνεύματι σύμφωνοι
γινόμεθα, τῇ ἀρᾷ
παρα πέμποντες τοὺς ἐκκλίνοντας ἀπὸ τῶν
ἐντολῶν τοῦ Θεοῦ, Προσέχωμεν οὖν, μήποτε
ἄλλους ἐπικαταράτους λέγον
τες, αὐτοὶ ἡμεῖς ἐσόμεθα τῇ παρεκτροπῇ
τῶν ἐντολῶν τοῦ Θεοῦ. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
Ὠνείδισε τὸν προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην
ἀποκαλέσας· ὠν είδισαν
αὐτὸν καὶ οἱ
Γεθαῖοι. Ἀλγυνόμενος τοίνυν
ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας
μαρτύρια. Οὐχ ἁρμόζει τοίνυν τοῖς παρὰ
τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ
τοῦ Νάβαλ καὶ τῶν ἄλλων πρὸ τῆς ἁμαρτίας.
Ἐν ἑτέρῳ οὖν ψαλμῷ λέγει ὁ αὐτὸς προφήτης· Τὸ ὄνειδος
τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδέ νωσις τοῖς ὑπερηφάνοις· καὶ, Οὗτοι ἁμαρτωλοὶ
καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον
πλούτου· καὶ πάλιν ἕτερος προφήτης λέγει·
Ἵνα τί ἁμαρτωλοὶ εὐ θηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
Εὔχεται οὖν ὁ προφήτης ἐξ αὐτῶν
(φ. αὐτοῦ) περιαιρεθῆναι
τοῦτο τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσιν.
Τὰ γὰρ τοῦ κόσμου τούτου πράγματα, πλοῦτος καὶ δόξα· αὐτὰ λέγει ὄνειδος
καὶ ἐξουδένωσιν, τοῦτο κλέος καὶ
τιμὴν ἡγούμενος, τὸ ζητεῖν
τὰ μαρτύρια τοῦ Θεοῦ. Καὶ γὰρ ἐκάθισαν ἄρ χοντες καὶ κατ' ἐμοῦ κατελάλουν.
Κατὰ μὲν τὸ γράμμα ὁ Σαοὺλ καὶ ὁ Ἀβενὴρ καὶ ὁ Ἀχιτόφελ ἐλοιδόρουν τὸν ∆αυΐδ·
κατὰ δὲ διάνοιαν εἰς τὸν Χριστὸν ἀνα φέρεται ὁ στίχος. Καὶ γὰρ Ἡρώδης καὶ Πόντιος
Πιλᾶτος καὶ Ἄννας καὶ Καϊάφας συνεβουλεύοντο αὐτὸν ἀποκτεῖ ναι· αὐτὸς δὲ ἦν μετὰ
τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κήπῳ διαλεγόμενος
τὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἶπε γὰρ πρὸς αὐτούς· Ἃ ἤκουσα παρὰ τοῦ Πατρός
μου, ταῦτα ἀνήγγειλα ὑμῖν. Ὡς δὲ γενόμενος τέλειος ἄνθρωπος, καὶ μορφὴν δούλου
λαβὼν, ὠνόμασται καὶ δοῦλος.
Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Ἐγὼ δὲ τὴν σὴν
δεσποτείαν ὁμολογῶν, μελέτην
εἶχον τὰ σὰ δι καιώματα. Καὶ γὰρ
τὰ μαρτύριά σου
μελέτη μού ἐστι,
καὶ αἱ συμβουλίαι
μου τὰ δικαιώματά σου. Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ, καὶ οὐδὲν ἕτερον
λαλῶ, οὔτε ἐν μελέτῃ εἰμὶ ἄλλων πραγμάτων, εἰ μὴ περὶ τῶν μαρτυ ρίων σου καὶ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ τελείου ἀνδρός. Ἐκολλήθη τῷ ἐδάφει
ἡ ψυχή μου. Τὴν ὑπερ βολὴν τῆς ταπεινώσεως
διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ καὶ
ἐν τῷ τεσσαρακοστῷ τρίτῳ ἔφη
ψαλμῷ· Ὅτι ἐτα πεινώθη εἰς χοῦν
ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν
ἡ γαστὴρ ἡμῶν. Τουτέστιν, οὐχ ὑψώθην,
οὐχ ὑπερήφανος ἐγενόμην, ἀλλὰ
ταπεινόφρων. Τοῦτο γάρ ἐστι τὸ, Ἐκολ λήθη
τῷ ἐδάφει ἡ ψυχή μου. ∆ιὸ αἰτοῦμαι· Ζῆσόν με κατὰ τὸν λόγον σου. Τουτέστι, κατὰ
τὸν νόμον σου τὴν ζωήν μου διεύθυνον.
∆ηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα
αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ
χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον
ταπείνωσιν αὐτοῦ, ἣν ἐφ'
οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι' αὐτῆς διὰ τὸν
λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦν τος. Ζῆσόν με κατὰ
τὸν λόγον σου. Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον
ζωήν. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν
με τὰ δι καιώματά σου. εʹ. Πάσας
σοι, ∆έσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις, καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἠνεσχόμην. ∆ιά
τοι τοῦτο ταῖς ἱκετείαις ἐπινεύσαις.
Ἀντιβολῶ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. Λέγει δὲ ὁ αὐτὸς προφήτης
καὶ ἐν ἑτέρῳ ψαλμῷ·
Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν
μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν
τῆς καρδίας μου. Καὶ ἐν ἄλλῳ
προφήτῃ εἴρηται· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος,
ἵνα δικαιωθῇς. Ἁμαρτά νοντας οὖν ἡμᾶς ἐξαγγέλλειν ἐνώπιον τοῦ Θεοῦ τὰς ἁμαρτίας χρὴ, καὶ ταύτας ἐκκόπτειν·
ἐκκοπὴ γὰρ ἁμαρτίας καὶ ἐξαγόρευσις, ταύτης ἄφεσιν ἐργάζεται· καὶ μάλιστα
διδασκάλῳ τινὶ ἐξαγγέλλειν,
καὶ λαμβάνειν παρ'
αὐτοῦ διδαχὴν, τί ὀφείλομεν
ποιεῖν ἐπὶ ταῖς ἁμαρ τίαις ἡμῶν. Χωρὶς δὲ κόπου μετάνοια ἀργεῖ. Ἔφη γὰρ ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς προφήτης· Ἴδε τὴν ταπείνω
σίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἐπὶ τῇ ἁμαρτίᾳ
αὐτοῦ ἐθρήνει λέ γων· Λούσω καθ' ἑκάστην
νύκτα τὴν κλίνην
μου, ἐν δάκρυσί μου
τὴν στρωμνήν μου βρέξω. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Οἱ ἐν ταῖς ὁδοῖς τοῦ
Θεοῦ πο ρευόμενοι καὶ συνετιζόμενοι παρ' αὐτοῦ ἐνδελεχῶς, πάντοτε (τοῦτο γάρ ἐστι τὸ Ἀδολεσχήσω) ἐν τοῖς
θαυ μασίοις τοῦ Θεοῦ μελετῶσιν, ἐννοούμενοι ὅτι αὐτός ἐστιν οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς
τροφεὺς ἡμῶν, αὐτὸς χορηγὸς τῶν ἀγαθῶν, αὐτὸς πέμπει ὑετὸν, αὐτὸς φέρει ἔαρ καὶ
θέρος, πάντα ποιῶν πρὸς ἀνατροφὴν ἡμῶν, αὐτὸς ἁρμονίᾳ καὶ τάξει, ὡς ποιητὴς, τὰ
πάντα συντηρεῖ. Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν
μετελθεῖν, καὶ τὸν φιλαν θρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν
μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν
σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι
τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ προφήτης
ἀντιβολεῖ συνέσεως θείας μεταλα
χεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. Ἐνύστα ξεν ἡ ψυχή
μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας
διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρα
σκευάζει τὸν ἀθλητὴν,
καὶ τὴν καλουμένην ἀκηδίαν ἐρ γάζεται· χαυνουμένη δὲ ἡ
ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. ∆ιόπερ
βεβαιωθῆναι καὶ στηριχθῆναι
ὁ προφήτης ἀντιβολεῖ.
Τὸ δὲ καταπίπτειν εἰς ἁμαρτίαν,
καὶ ῥᾳθυμίᾳ καὶ ὀλιγωρίᾳ καὶ ἀκηδίᾳ
κρατεῖσθαι, καὶ μὴ πρόθυμον εἶναι πρὸς τὰς ἐντολὰς
τοῦ Θεοῦ, νυσταγμός ἐστι. Καὶ ἐν
ἑτέρῳ ψαλμῷ ταύτην τὴν ἔννοιαν εὔχεται
ὁ προφήτης λέγων· Φώτισον ὀφθαλ
μούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, θάνατον τὴν ἁμαρτίαν καλῶν. Ὁδὸν ἀδικίας
ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετι σάμην, τὰ
κρίματά σου οὐκ ἐπελαθόμην. Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν
παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας
ἐκτρέπεσθαι τὴν ὁδὸν,
καὶ τὴν τῆς ἀληθείας
προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν
τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην.
Πᾶσαν δὲ πρᾶξιν πονηρὰν ἐξ αὐτοῦ εὔχεται ὁ προφήτης ἀφαιρεθῆναι (τοῦτο γάρ ἐστιν
ἡ ἀδικία), καὶ τῷ νόμῳ αὐτοῦ
καὶ ταῖς ἐντολαῖς
αὐτοῦ ἐλεηθῆναι. Λέγει γὰρ,
Ὁδὸν ἀληθείας ᾑρετισάμην· τουτέστιν,
ἠγάπησα, ἐξελεξάμην· καὶ τούτου
ἕνεκεν οὐδὲ τὰ κρίματά σου ἐπελαθόμην, καὶ οὐδὲ τῆς μνήμης τῶν
μαρτυρίων σου λήσμων γέγονα. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Οὐχ ἁπλῶς,
εἶπεν, ἠκολούθησα τοῖς μαρτυρίοις
σου, οὐδὲ παρέργως, ἀλλ' Ἐκολλήθην·
τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα
τὸν ἐμαυτοῦ λογισμὸν, ἀλλὰ διὰ παντὸς ἐν αὐτοῖς ἀνετρεφόμην μὴ ἀποσπώμε νος ἐξ αὐτῶν. ∆ιὸ δὴ μηδὲ καταισχύνῃς με, ὅταν ἑκάστῳ ἀποδιδῷς κατὰ τὰ ἔργα αὐτοῦ.
Ζητῶ δὲ τρυ γῆσαι τῆς τοιαύτης διαθέσεως καρπὸν, τὸ μηδεμιᾶς πεῖραν
αἰσχύνης λαβεῖν. Ὁδὸν ἐντολῶν
σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας
προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμη θείας.
Οὔτε γὰρ ἡ θεία χάρις δίδοται
τοῖς τὴν ἀγαθὴν
οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι
τῶν ἐντολῶν σου τὴν
ὁδὸν ἔτρεχον ἀκωλύτως,
παρ' αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν.
Πλατύτητα γὰρ τὴν εὐκολίαν
ἐκάλεσε· καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς
μοι· καὶ πάλιν·
Ἐπλάτυνας τὰ διαβήματά
μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου, ὅταν εὔκολα καὶ εὐχερῆ ἐποίη
σας τὰ κατ' ἐμὲ, καὶ ἀπεδίωξας ἀπ' ἐμοῦ πᾶσαν στραγ γαλιώδη καὶ σκολιὰν προσβολὴν
τοῦ ἐχθροῦ. Τοῦτο γάρ ἐστιν, Ὅταν ἐπλάτυνας τὴν
καρδίαν μου, ὁδὸν ἐν τολῶν σου ἔδραμον. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· Οὕτω
τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δου λαγωγῶ, Ὡσαύτως καὶ πάντες οἱ ἅγιοι. Νομοθέτησόν μοι, Κύριε,
τὴν ὁδὸν
τῶν δικαιωμάτων σου,
καὶ ἐκ ζητήσω
αὐτὴν διαπαντός. Τὸ Νομοθέτησον ὁ Σύμμαχος, Ὑπόδειξον εἶν· Ἀκύλας δὲ καὶ
Θεοδοτίων, Φώτισον ∆ιαπαντὸς, φησὶ, τῆς
σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας. ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκολούθως ὁδεύειν. Πᾶσα
οὖν δό σις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν
ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν
φώτων. Καὶ ἡμεῖς προαιρούμενοι ἀγαθόν τι ποιεῖν, εἰ μὴ αὐτόθεν ἔχομεν τὴν
συνεργίαν. ἀτελής ἐστιν ἡ ἔφεσις ἡμῶν. Εὔχεται οὖν ὁ προφήτης, καὶ ἡμεῖς οἱ ψάλλοντες (ὅσα οὖν προε γράφη, διὰ τὴν ἡμετέραν σωτηρίαν
προεγράφη), τὸν Θεὸν συνεργὸν ἔχειν. ∆ιὸ καὶ ἐπιφέρει· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον
σου, καὶ φυλάξω αὐ τὸν ἐν ὅλῃ καρδίᾳ μου. Τῆς αὐτῆς θεωρίας ἔχεται
καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμη νείαν. Καὶ γὰρ ὁ Κύριος
προσέταξεν ἐρευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι
τὸ θηρώμενον. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐ τὴν ἠθέλησα. Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν
αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ
δεικνὺς τῆς πορείας τὸν πόθον. Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς
πλεονεξίαν. Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε
τῶν ὑδάτων ἡ φύσις, κἄν
τινος ἐπιλάβηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ· οὕτω τοῦ διαβόλου
τὴν ἐπὶ τὴν ἁμαρ τίαν ὁδὸν διανοίξαντος,
τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ προφήτης ἁρμοδίως
ἀν τιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ θάτερον φορᾶς
τὴν πεῖραν διαφυγεῖν. Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς
γέγραπται. Εὐχό μεθα οὖν διδασκόμενοι ὑπὸ τοῦ προφήτου κλιθῆναι τὰς καρδίας ἡμῶν
εἰς τὰ μαρτύρια αὐτοῦ, καὶ μὴ εἰς πλεον εξίαν, εἰς ἁρπαγὰς καὶ ἀδικίας, καὶ εἰς
περισπασμοὺς τοῦ κόσμου τούτου. Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ. Ἐκ τούτων γὰρ καὶ συνάγεται πλοῦτος, ὅστις καὶ μαμωνᾶς
καλεῖται. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν μα ταιότητα· ἐν τῇ ὁδῷ
σου ζῆσόν με.
ςʹ. Παρακαλεῖ ὁ προφήτης
μὴ μετεωρίζεσθαι τοῖς ὀφ θαλμοῖς διά τινων θεάτρων, ἵππων τε καὶ ἡλίκων δρομαῖς,
καὶ ὀρχηστικῶν λυγισμάτων, ἅτινά ἐστι ματαιότητος, καὶ ἀκερδῆ καὶ ἀνόνητα· ἐπεὶ
καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες
αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συν τείνουσαι πρὸς πάθη
σαρκικὰ, ματαιότητές εἰσι. ∆ιὸ καὶ ἐν τῷ
Ἐκκλησιαστῇ εἴρηται· Ματαιότης
ματαιοτήτων, καὶ πάντα
ματαιότης, τὰ γήϊνα δηλονότι· ἐπάγει γάρ· Τίς περισσεία τῷ
ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν
ἥλιον; Γενεὰ πορεύεται, καὶ
γενεὰ ἔρχεται· καὶ αὖθις· Ὠκοδόμησά
μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας,
ἐποίησά μοι κήπους καὶ παραδεί σους, κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν. Ἐκτησάμην
δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίων καὶ
ποιμνίων πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας
τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Συνήγαγόν μοι καί γε ἀργύριον καὶ
χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν.
Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας,
καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου, οἰνοχόους καὶ οἰνο χοούσας· καὶ οὐκ ἀπεκώλυσα
τὴν καρδίαν μου ἀπὸ πάσης
εὐφροσύνης. Καὶ ἰδοὺ τὰ πάντα ματαιότης,
καὶ προαίρεσις πνεύματος. Μάταιον
δέ ἐστι τὸ ἀκερ δὲς καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερ πνά. Ἱκετεύει
τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν
παρόντων ματαιότητι μὴ θελχθῆναι.
Τὸ δὲ, Ἐν τῇ ὁδῷ σου ζῆ σόν με, κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Βέβαιον ἐν τοῖς σοῖς λόγοις
ἀπόφηνόν με, ἀπερί τρεπτον φυλάττων τῷ φόβῳ σου, ἀντὶ τοῦ, ἐπικείσθω μοι
ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων
σου, εἰς τὸ περιελεῖν ἀπ' ἐμοῦ πᾶσαν
κακίαν καὶ ἁμαρτίαν. Οὕτω τοίνυν δέομαι γενέσθαι ἐν ἐμοὶ τῷ δούλῳ σου. Φόβος γὰρ
Θεοῦ, γέγραπται, εἰς ζωὴν ἀνδρί· καὶ, Τῷ φόβῳ
Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ
ἐν τοῖς ἑξῆς δὲ τοῦ αὐτοῦ ψαλμοῦ ὁ προφήτης
λέγει· Καθήλω σον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἐπικείσθω μοι οὖν ὁ φόβος
σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός. Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον
Παῦλον τὸν ἀπόστολον.
Περίελε τὸν ὀνειδισ
μόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ
Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος,
Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα
καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον.
Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει,
καὶ ὕποπτον ἔζη ζωήν. ∆ιὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα,
ἀλλ', Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους.
Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν
ἁμαρτήσαντα· καὶ ὄνει δός μοι τοῦτό ἐστιν,
ὅτι κατ' εἰκόνα σου κτισθεὶς
εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ' ἐμοῦ, ὅτι
οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς
μετανοοῦσι πλέον σωτηρίαν.
Χρηστὰ γὰρ κρί ματά σου, κατ' ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζού σης γὰρ τῆς ἀγαθότητος
ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντο λάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία
τὸ ἐν ταῖς ἐντολαῖς σου
πορεύεσθαι· γλιχομένῳ δέ
μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. Τοῦτο γὰρ ποιῶν, τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν κέ κτημαι. Καὶ ἔλθοι ἐπ' ἐμὲ
τὸ ἔλεός σου. Κύριε. Πάν τες γὰρ ἐνδεεῖς ἐσμεν τῆς θείας φιλανθρωπίας· καὶ ὁ αὐτὴν κατειληφὼς
τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς· ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες
καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐνδεεῖς γὰρ πάντες τῆς
θείας φιλανθρωπίας, καὶ Πάντες ὑστεροῦμεν τῆς δόξης τοῦ Θεοῦ, δικαιού μενοι
δωρεὰν τῇ αὐτοῦ χάριτι. Μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργίας καὶ ὁ ἁμαρτάνων ἐπιστρέφει ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ
ὁ ἀγαθὸς ἀγαθύνεται καὶ συντη ρεῖται τῇ ἀγαθωσύνῃ.
Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.
ζʹ. Ἣν ὑπέσχου. ∆έσποτα,
σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις, παράσχου, ἵνα τοῖς τωθάζουσί μοι σὺν παῤῥησίᾳ
διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν, φέρει τὰ ὀνείδη σι γῶν· ὁ δὲ τὸν θυμήρη βιοτεύων
βίον, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν
τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με· ἀλλ' οὖν ἀποκριθήσομαι αὐτοῖς
λόγον· ὅτι ἔστησεν ἡμέραν Χριστὸς ὁ Θεὸς
ἡμῶν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην,
καὶ ἑκάστῳ ἀποδοῦναι Κατὰ τὰ ἔργα
αὐ τοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι,
ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πει θομένοις δὲ τῇ
ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ στενοχω ρία, καὶ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ
κατεργα ζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον
καὶ Ἕλλη-νος. ∆ιὸ καὶ ὁ πλούσιος ἤκουσεν· Ἀπέλαβες ἐν τῇ ζωῇ σου τὰ ἀγαθά σου,
ὁμοίως καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο ἐκεῖνος μὲν ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
Τὸ δὲ, Ἤλπισα ἐπὶ τοὺς λόγους
σου, τί ἐστι; Τῆς γὰρ σῆς ἐπαγγελίας
ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα,
ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Τίμιον ἡ ἀλήθεια, ὥστε καὶ αὐτὸς ὁ Χριστὸς ἔφη·
Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἕτερος προφήτης διδάσκει· Οὗτοι οἱ λόγοι, οὓς
ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον ὑμῶν, καὶ ὅρκον ψευδῆ
μὴ ἀγαπᾶτε. Τὸ δὲ ἐναντίον τῆς ἀληθείας
τὸ ψεῦδος, ὃ καὶ ἐκ τοῦ πονηροῦ ἐστιν. Αὐτὸς γὰρ πρῶτος ψευσάμενος ἐψιθύρισε τῇ
Εὔᾳ. Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ
τοῦ Θεοῦ τῶν ὅλων σὺν προ θυμίᾳ πολλῇ. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐντεῦ θεν μὲν ἐν τῇ ζωῇ ταύτῃ φυλάξω
τὸν νόμον σου καὶ τὰς ἐντολάς σου διατηρήσω· ἀπόκειται δέ μοι τὰ ἀγαθὰ τοῦτο ποιοῦντι· οὕτω γὰρ καὶ
προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. ∆ιὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι
τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ
ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ δίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα
γὰρ Ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ἐπορευόμην ἐν πλα τυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Μετὰ πολλῆς, φησὶν,
εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς
βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυνα
στείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιού μην
διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός· καὶ τούτου μάρτυς ὁ μέγας ∆αυΐδ.
Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας μετὰ πολλῆς τῷ
Σαοὺλ διαλέγεται παῤῥη σίας· μετὰ δὲ τὴν
ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδι δράσκων υἱὸν, κύπτων εἰς γῆν καὶ τὴν κεφαλὴν καλύπ των ἐβάδιζε. Πλατυσμὸν δὲ ἐνταῦθα τὴν εὐχέρειαν
καὶ τὴν εὐκολίαν λέγει, ἣν οἱ ἀγαθῶς βιοῦντες
πορεύονται, καὶ οὐκ ἐκκλίνουσι δεξιᾷ οὔτε ἀριστερᾷ, εἰ μὴ πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ
ἔχουσι τὸν νοῦν αὐτῶν. Πρὸς γὰρ τοὺς σκο
λιοὺς σκολιὰς ὁδοὺς ἐπαποστέλλει Κύριος. Καὶ ἐπειδὴ ἐν πλατυσμῷ
τῶν ἐντολῶν σου ἐπορευόμην, Ἐλάλουν
ἐν τοῖς μαρτυρίοις σου ἐναντίον
βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Τοιοῦτος
ἦν Ἠλίας ὁ πάνυ,
τῇ δικαιοσύνῃ θαῤῥῶν, ἐλέγχων τὴν
παρανομίαν τοῦ Ἀχαάβ.
Τοιοῦτος ἦν ὁ θεσπέσιος
∆ανιὴλ, λέγων τῷ Ναβουχοδονόσορ· Καὶ νῦν, βασιλεῦ, ἡ βουλή
μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας
σου ἐν οἰκτιρμοῖς πενήτων. Τοιοῦτος ἦν Ἰωάν
νης, ἐλέγχων τὴν μοιχείαν τοῦ Ἡρώδου, λέγων
αὐτῷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Οὕτως ὁ θεῖος
Παῦλος πρὸς τὸν Ἀγρίπ παν καὶ τὸν Φῆστον καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ
καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν
βασι λέων. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγά πησα σφόδρα. Καὶ ἦρα τὰς
χεῖράς μου πρὸς τὰς ἐν τολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί
σου. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ, Ὁ ποιήσας καὶ
διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ∆ιά τοι τοῦτο καὶ ὁ
θεῖος προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προστέθεικεν. Εἰρηκὼς γὰρ, Ἐμελέτων ἐν ταῖς ἐντο λαῖς σου, ἃς ἠγάπησα σφόδρα, καὶ
τὸν θερμὸν ἐπι δείξας πόθον, ἐπήγαγε· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς
σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἃ γὰρ διὰ τῶν θείων λόγων
ἐδι δασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Ἡ γὰρ μελέτη τῶν θείων λόγων καὶ ἡ ἀκρόασις
τῆς ἀναγνώσεως πρὸς ἔργα ἀγαθὰ καταντᾷ.
Τοῦτο γάρ ἐστι τὸ, Ἦρα τὰς χεῖ ράς μου πρὸς τὰς
ἐντολάς σου. Αἱ χεῖρες γὰρ πρά ξεών
εἰσι δηλωτικαί· ἔφη γὰρ ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι
παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ, Ἡ πίστις
χωρὶς τῶν ἔργων
νεκρά ἐστι, καὶ τὰ ἔργα χωρὶς τῆς
πίστεως. ∆ιὸ καὶ ὁ Κύριος ἔλεγε· Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ
ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν
ἄμμον· καὶ κατέβη ἡ βρο χὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ
προσέῤῥιψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε,
καὶ ἦν ἡ πτῶσις αὐτῆς
μεγάλη. Ὅστις δὲ ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω
αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη
ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ,
καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Τὸ δὲ, Ἠδολέσχουν ἐν τοῖς δικαιώ
μασί σου, ἐνδελεχῶς, φησὶ, τὴν τούτων ἐποιούμην με λέτην. Μνήσθητι τῶν λόγων
σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.
ηʹ. Νομοθετῶν ὁ Θεὸς,
καὶ τοῖς
φυλάττουσι νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις
τὴν τιμωρίαν. Μνησθῆναι
τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑπο σχέσεων ἱκετεύει. Εἰς ἐκείνας
γὰρ, φησὶν, ἐλπίζειν ἐδί δαξάς με. Μνήσθητι οὖν, ∆έσποτα, τῶν ὑποσχέσεων, ὧν ἐπηγγείλω ἡμῖν. Ἔφης γὰρ τοῖς μαθηταῖς σου· Ἰδοὺ ἐγὼ
μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συν τελείας τοῦ αἰῶνος. Καὶ οὐ μόνον αὐτοῖς
τοῦτο ἐπηγ γείλω, ἀλλὰ καὶ ἡμῖν πᾶσι τοῖς
πιστεύουσι δι' αὐτῶν εἰς τὸ ὄνομά σου.
Μνήσθητι οὖν ἡμῶν, καὶ μεθ' ἡμῶν
γενοῦ, καὶ μὴ ἀποστῇς ἀφ' ἡμῶν, ἵνα μὴ
ἀπολώμεθα. Αὐτή με παρεκάλεσεν ἐν τῇ
ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ταύτην γὰρ ἔσχον παραψυχὴν
ἐν ταῖς συμφοραῖς
καὶ ἐν ταῖς
θλίψεσιν. Αὐτὴ ἡ ὑπόσχεσις
πα ράκλησίς μοι
γέγονε καὶ ἀναψυχὴ,
καὶ ἐπὶ ταύτης
ὀχού μενος ὑπερέπλευσα τῶν κυμάτων. ∆ιὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου
ποιεῖσθαι. Ὑπερήφανοι παρ ηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου οὐκ ἐξ έκλινα. Ὑπερηφάνους
καλεῖ τὸν Σαοὺλ, τὸν
Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν
βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς
ἀποσταλέντας παρ' αὐτοῦ πεποιηκότα.
Ἀλλ' ἐκεῖνοι μὲν παράνομον ἠσπάσαντο βίον, ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα
νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ 86 καλλίνικοι μάρτυρες, ὑπὸ τῶν ἀπηνῶν καὶ δυσσεβῶν τυράννων
τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες.
Ὑπερηφανεύοντο δὲ σφόδρα
καὶ οἱ Φαρισαῖοι
μὴ προ αιρούμενοι ἀκοῦσαι τῆς διδασκαλίας τοῦ Χριστοῦ. ∆ιὸ καὶ ἔλεγεν αὐτοῖς· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρι σαῖοι ὑποκριταὶ, ὅτι
κλείετε τὴν βασιλείαν
τῶν οὐ ρανῶν. Οὐ μόνον γὰρ ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέ λοντας
εἰσελθεῖν κωλύετε. Ἔτι ὑπερηφανεύοντο οἱ ἄρ χοντες καὶ οἱ ἱερεῖς τῶν Ἰουδαίων
κατὰ τῶν ἀποστόλων, λέγοντες
αὐτοῖς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν
μηδενὶ λαλεῖν τὸν λόγον τοῦτον;
Καὶ ἰδοὺ πεπλη ρώκατε τὴν Ἱερουσαλὴμ
τῆς διδαχῆς ὑμῶν. Οἱ δὲ ἀπεκρίναντο αὐτοῖς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ
Θεοῦ ὑμῶν μᾶλλον
ἀκούειν, ἢ τοῦ
Θεοῦ, κρίνατε. Ἐμνήσθην
τῶν κριμάτων σου ἀπ' αἰῶ νος, Κύριε,
καὶ παρεκλήθην. ∆ιωκόμενος
οὖν ὁ χο ρὸς τῶν ἀποστόλων καὶ μαρτύρων
πάντων ἐμιμνή σκοντο τῶν
κριμάτων τοῦ Θεοῦ τῶν
ἀπ' αἰῶνος· οἷα πέπονθεν
ὁ Ἄβελ ὑπὸ τοῦ ἀδελφοκτόνου
Κάϊν· οἷα ὁ Ἀβραὰμ, οἷα
ὁ Μωϋσῆς· τὰ κατὰ τὸν Ἰσαὰκ τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ
τὸν Ἰώβ· καὶταῦτα ἐγίνετο αὐτοῖς παράκλησις καὶ παραμυθία· καὶ ὅπως ποικίλοις
περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ
περιφανεῖς ὕστερον καὶ περίβλεπτοι ἐγένοντο.
Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν
ἐκαρπωσάμην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐγὼ μὲν
πάσχων κακῶς, τῇ μνήμῃ τῶν σῶν ἐψυχαγω
γούμην κριμάτων· ἠνιώμην δὲ ὅλως
καὶ διετέλουν ἀσχάλλων πολλοὺς
ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νό
μους. Ταῦτα καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· τῶν γὰρ τελείων ἐστὶν ὁ λόγος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς
σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ἐν Ἀθήναις ὢν, Παρωξύνετο τὸ πνεῦμα αὐτοῦ·
ἐθεώρει γὰρ κατείδωλον τὴν πόλιν οὖσαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ,
ὁρῶντές τινας καταλιμπάνοντας τὸν νόμον τοῦ
Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ,
ἐν ἀθυμίᾳ γινώμεθα, ἐπειδὴ γέγραπται· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς
σεαυ τόν· καὶ κατόπιν ἐν τούτῳ τῷ ψαλμῷ
εἴρηται· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην,
ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ
παροικίας μου. Παρῴκησε μὲν ὁ μακά ριος ∆αυῒδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, παρὰ τοῖς Ἀλ λοφύλοις· παροικίαν
δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ
ὡς κατοικῶν, ἀλλ' ὡς παροικῶν,
αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον
διώδευσεν. Οὕτω γὰρ ἡρμή νευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· Ἄσματα ἦν μοι τὰ
προστάγματά σου ἐν τόπῳ τῆς παροικίας μου. Πάν τες οὖν οἱ ἅγιοι καὶ οἱ κατὰ Θεὸν
ζῶντες, ὡς παροικίαν
ἔσχον ταύτην τὴν ζωὴν, κατοικίαν
ἔχοντες τὴν μέλλου
σαν. Ψαλτὰ οὖν αὐτοῖς εἰσι τὰ
δικαιώματα τοῦ Θεοῦ ἐν τῷδε τῷ βίῳ. Εἰς τοῦτο γὰρ καὶ ἔκτισται ἄνθρωπος, ἵνα αἰνῇ καὶ δοξάζῃ τὸν Θεόν. Ἐμνήσθην ἐν
νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον
σου, Οὐ μόνον γὰρ διημερεύων τοῦτο πεποίηκα, ἀλλὰ καὶ ἐν νυκτὶ, ὅτε ἡ ἀνάπαυσίς
ἐστι τοῦ σώματος, καὶ πρὸς φαν τασίας ἀνυπάρκτους ὀνειροπολεῖ, καὶ λογισμοὶ ἀηδεῖς
ἀνατυποῦνται· οὐ δέδωκα χώραν τούτοις, ἀλλ'
ἐμιμνη σκόμην τοῦ ὀνόματός σου. ∆ιὸ Καὶ ἐφύλαξα τὸν νόμον σου. Καὶ ὁ τῶν ἁγίων
δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμε νος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν.
Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν
πειρασμῶν τὸν καιρὸν
ὀνο μάζεσθαι· ζόφον
γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων
ἡ μνήμη, ψυχαγωγοῦσα
καὶ παρα θαῤῥύνουσα
καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. Αὕτη ἐγενήθη
μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Τίς, Αὕτη; Ἡ νυκτερινὴ
μελέτη. Οὕτω γὰρ,
φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ
τῶν σῶν δικαιωμάτων προ ελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν,
ἐπειδὴ τὰ δικαιώματά
σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος. Οὐκοῦν, ἀδελφοὶ,
διδασκώμεθα διανυ κτερεύειν ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ. Μερίς μου εἶ, Κύριε· εἶπα
τοῦ φυλάξασθαι τὸν νόμον σου. Οὐ πάντων ἐστὶ
μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς
καὶ κλῆρος ἐγένετο. Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευὶ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος. Οὕτω καὶ ἐν
τῷ πεντεκαιδεκάτῳ ἔφη ψαλμῷ· 87 Κύριος
μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτη
ρίου μου. Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν
ἄλλων ἁπάντων ὑπεριδὼν,
σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ
πλοῦτον. ∆ιὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νό μους. Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες
ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι. Εἶπε γὰρ ὁ Κύριος· Οὐ δύ νασθε
Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐδεήθην τοῦ
προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. ∆ιδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι,
ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ' ὄψιν παριστάμεθα. Ἐδεήθην γὰρ τοῦ προσώπου
σου. Ἢ καὶ πρόσωπον ὁ Υἱὸς τοῦ Πατρὸς, καθὼς ὁ θεῖος ἀπόστολος ἔφη· Ἀπαύγασμα τῆς
δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· καὶ δι' αὐτοῦ ἀναφέ ρομεν Θυσίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα τρείαν
ἡμῶν. Πανταχοῦ δὲ τὸ, Ἐν ὅλῃ καρδίᾳ, ὁ ∆αυῒδ προστίθησι τῷ νόμῳ, καὶ ἐν
τούτῳ πειθόμενος προσκεῖ σθαι Θεῷ, διδάσκων
ἡμᾶς τὸ ἀγαπᾷν αὐτὸν ἐν ὅλῃ καρ δία. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν
σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας
σου. Τὸ δὲ, Ἐλέησόν με κατὰ τὸ λόγιόν σου, ἕτερον οὐδέν ἐστιν ἢ, ὅτι ἐν σοὶ ἀνατί
θημι πάντα τὰ κατ' ἐμέ· καὶ ὡς βούλει ἐλέησόν με. Ἐλέησόν με κατὰ τὸ λόγιόν
σου.
θʹ. Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ, ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ
συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ· ὡς οἶδας, θεράπευσον· ὡς ἡ τέχνη διαγορεύει.
Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος
εἴποι ἂν τῷ
κυβερνήτῃ· κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον
τὸ σκάφος· ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν
θεῖον ἔλεον ἐπαγγέλλειν.
Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέους
τὸν τρόπον. Πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται
σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία, φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς καὶ τέμνει
καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται,
καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται,
καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. ∆ιελογισάμην τὰς ὁδούς σου,
καὶ ἐπέτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσάν μου τὴν προαίρεσιν
εἰς τὰς σὰς ἐντολὰς ἀνέθηκα, τούτου χάριν τὴν τῶν μαρτυρίων
σου ἐπορεύ θην ὁδόν. Ὁ δὲ Ἑβραῖος, Τὰς ὁδούς μου, ἔχει· ὡσαύτως δὲ καὶ οἱ
ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ καὶ οἱ ἑβδομή κοντα ἐν τῷ ἑξαπλῷ. Λέγει δὲ, ὅτι λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας
κατεύ θυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης
ὁδοῦ. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ
φυλάξα σθαι τὰς ἐντολάς σου. Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν
δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσ βολῆς οὐχ ὑπέμεινα ζάλην.
Τοιοῦτος ἦν ὁ μακάριος
∆α νιὴλ ὁ στόματα
λεόντων χαλινώσας· τοιοῦτοι ἦσαν
οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν· οὕ τως οἱ θαυμάσιοι
Μακκαβαῖοι· τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες. Οὕτως ἅπαντες
τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Πρὸ γὰρ τῶν κιν δύνων ἡτοίμαζον ἑαυτοὺς,
διὰ τὴν τοῦ Θεοῦ ἀγάπην καθ' ἡμέραν ἀποθνήσκοντες, πάντα ἐν δευτέρῳ ἔχοντες καὶ εἰς οὐδέν. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς ἁγίοις
εὐαγ γελίοις παρεγγυᾷ, Γρηγορεῖτε, λέγων, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν
μοι, καὶ τοῦ νόμου σου οὐκ
ἐπελα θόμην. Τὰς ἐπιβουλὰς
ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων,
σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ ὁ Ἡσαΐας·
Οὐαὶ οἱ ἐπισπώμε νοι τὰς ἁμαρτίας αὐτῶν,
ὡς σχοινίῳ μακρῷ. Τούτων δὲ φησὶ,
τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσει σάμην τοῦ θείου νόμου τὴν μνήμην.
Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν
δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς
λογισμοὺς, τὰς σαρκικὰς κινήσεις· Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται·
καὶ ὅτε ἂν ἁμαρτήσῃ τις, ἐὰν μὴ συντόμως
ἑαυτὸν ἀνα καλέσηται καὶ ἔλθῃ εἰς
συναίσθησιν, εἰς ἑτέραν πάλιν καταπίπτει ἁμαρτίαν. Οὕτως οὖν ἁμαρτήσας ὁ Κάϊν, τὸν ἴδιον ἀδελφὸν ἀποκτείνας, ψεῦδος ἔσχεν ἀκόλουθον, ὡς
σχοινίον συμπεπλεγμένον. Εἶπε γὰρ αὐτῷ ὁ Θεός· Ποῦ Ἄβελ ὁ ἀδελφός σου;
Καὶ αὐτὸς ἀπεκρίνατο· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι; καὶ ἐψεύσατο τῷ Θεῷ τῷ πάντα ἐρευνῶντι,
καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν.
Οὕτως ὁ Ἑβραῖος λαὸς, καθίσαντες
Φαγεῖν καὶ πιεῖν, ἀνέστησαν παίζειν, καὶ ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ ἐνεί ραντες, ἐμοσχοποίησαν
εἰδωλολατρεύσαντες, ἐν τῇ ἐρήμῳ. Οὕτως οὖν
καὶ ὁ Ἰούδας φιλάργυρος ὢν, προδότης τοῦ διδασκάλου ἐγένετο, καὶ τέλος ἀπήγξατο.
Ὁ δὲ Πέτρος ἀρνησάμενος, κλαύσας
πικρῶς ἐπὶ τῇ ἀρνήσει, ἐδικαιώ
θη, μὴ προσθεὶς ἁμαρτίαν. Οὕτως
οὖν καὶ ἡμεῖς,
ἀδελ φοὶ, εἰ ἁμαρτάνομεν, ἐπιστρέψωμεν,
καὶ μὴ γενώμεθα καταφρονηταὶ,
ἵνα μὴ ἀκολουθήσῃ ἡμῖν ἁμαρτία ἐφ' ἁμαρτίαν, ὡς σχοινίον μακρόν. Μεσονύκτιον
ἐξηγει ρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Οὐ γὰρ μεθ' ἡμέραν μόνον,
ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Προείρηται οὖν, ὅταν πάντες τὴν ἀνάπαυσιν ἔχωσιν,
ὅταν τῷ ὕπνῳ τῷ σώματι ἀναπαύωνται, Ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ
κρίματα τῆς δικαιοσύνης σου. Ποῖα δέ εἰσι ταῦτα; Ὅτι μέλλει κρίνειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν τῇ
δευτέρᾳ αὐτοῦ παρουσίᾳ Χριστὸς ὁ Θεὸς ἡμῶν.
Τοῦτο γὰρ ἡ δικαιοσύνη· καὶ διδάσκει ἡμᾶς, ἵνα καὶ ἡμεῖς καὶ ἐν ἡμέρᾳ καὶ ἐν
νυκτὶ ἐξομολογώμεθα καὶ παρακαλῶμεν τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει γὰρ
καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς· Καὶ ἦν Ἰησοῦς
διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, ἡμᾶς
δι δάσκων τοῦτο ποιεῖν. Τοῦτο καὶ ὁ θεῖος
ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε. Πεπεδημένος
γὰρ σὺν τῷ Σίλᾳ, καὶ τῇ ποδοκάκκῃ
προσδεδεμένος μετὰ αἰκίας
καὶ μάστιγας τῇ προσευχῇ τὴν ὑμνῳδίαν
ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε
τὸν καρπόν· τῆς θείας
γὰρ φιλοτι μίας ἀπέλαυσαν. Μέτοχος
ἐγώ εἰμι πάντων
τῶν φο βουμένων σε, καὶ τῶν
φυλασσόντων τὰς ἐντολάς
σου. Ὁ δὲ Σύμμαχος ἀντὶ
τοῦ Μέτοχος, Συνημμένος εἴρηκεν· ὁ δὲ Σύρος, Φίλος. Ἀποστρεφόμενος γὰρ
τοὺς τἀναντίᾳ τοῖς σοῖς προαιρουμένους, κοινωνοὺς
εἶχον καὶ συνήθεις
τοὺς τὸν σὸν φόβον
περὶ πολλοῦ ποιουμένους καὶ βιοτεύειν ἐννόμως
προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ
φίλοι σου, ὁ Θεός. Παροιμιακῶς οὖν ἠκούσαμεν· Ὁ συμπο ρευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμε
νος ἄφροσι, γνωσθήσεται. Ὅσοι οὖν τὴν
φιλοξενίαν τοῦ Ἀβραὰμ κέκτηνται, μέτοχοι τούτου γεγόνασιν· ὡσαύ τως τοῦ Ἠλίου τὸν
ζῆλον, Μωϋσέως καὶ ∆αυῒδ τὴν πρα ότητα· ἐπεὶ
ὅσοι μιμηταὶ κακῶν γεγόνασιν ἔργων, ἀκούουσιν· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα
σου ἐτίθεις. Μὴ οὖν γενώμεθα, ἀδελφοὶ,
συμμέτοχοι τούτων, ἀλλὰ τῶν τὰ ἀγαθὰ
πραξάντων. Πολλαχῶς γὰρ ἀπολώλασί
τινες ἁμαρτίας ποιοῦντες, καὶ ἑτέρους μετ' αὐτῶν
συναπολ λύντες. Ἀλλ' ὅταν τις
προσκαλῆται ὑμᾶς πρὸς ἁμαρτίαν,
ἀποκρίθητε αὐτῷ· Οὐκ ἐκάθισα μετὰ συνεδρίου μα ταιότητος, καὶ μετὰ παρανομούντων
οὐ μὴ εἰσέλθω· καὶ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ·
τὰ δικαιώματά σου δίδαξόν με.ιʹ. Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐγχέεις τὰς τοῦ ἐλέους
σου πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ
δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέ
ρεις μὲν τοὺς διορύττοντας γάμους ἀλλοτρίους, καὶ τοὺς αἵματι μιαινομένους ἀδίκῳ, καὶ ἄλλους σφετεριζομένους τὰ μὴ προσήκοντα, καὶ ταῖς βλασφημίαις τὴν γλῶτταν μολύνοντας,
καὶ ἄλλους ἄλλο τι τῶν παρανόμων
τολμῶν τας. Τοσαύτῃ
τοίνυν φιλανθρωπίᾳ χρώμενος,
κἀμὲ ταύ της ἀξίωσον, ∆έσποτα, τῶν σῶν δικαιωμάτων παρέχων
τὴν γνῶσιν. Ὅμοιον τοίνυν καὶ ὁ προφήτης Ἡσαΐας λέγει· Γῆ σύμπασα γνώσεται
τὸν Κύριον. Καὶ γὰρ ἐπὶ τῆς γῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλθόντος, πάντα τὰ πέρατα
τῆς χάριτος αὐτοῦ ἐνεπλήσθη, καὶ τὰ δικαιώ ματα
αὐτοῦ ἐδιδάχθησαν παρὰ τῶν
αὐτοῦ μαθητῶν. Ἔχει δὲ καὶ
ἑτέραν ἔννοιαν ὁ λόγος,
ὅτι τοῦ ἐλέους
αὐ τοῦ πάντες ἀπολαύομεν.
Βρέχει γὰρ ἐπὶ
δικαίους καὶ ἁμαρτωλοὺς, καὶ μακροθύμως φέρει ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ οὐκ ἀπάγει ὀργήν. Χρηστότητα ἐποίησας
μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος,
διόπερ αὖθις ταύτης ἀπολαῦσαι
παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς
διαβιῶναι νόμους ἀντιβολῶ.
Ἐπεὶ δὲ τοῦ ἐλέους σου πεπλήρωται ἡ γῆ, Χρηστότητα ἐποίησας μετὰ
τοῦ ἀνθρωπείου γέ νους,
καθὼς ἐπηγγείλω διὰ τῶν προφητῶν
σου.
Ἀγαθὸς δὲ οὖν ὁ Θεὸς ἀγαθὰ
ἡμῖν ἐδωρήσατο, καὶ ἁμαρτανόν των ἡμῶν παιδεύει ἡμᾶς πρὸς νουθεσίαν ἐπιστρέφων. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα
υἱὸν, ὃν
παραδέχεται, κατὰ τὸν
παροιμιακὸν λόγον. Οὐκοῦν πταίομεν, καὶ
δικαίως σωφρονίζει, ἵνα ἐπιστρέ φωμεν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. Γέγραπται
γάρ· Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος
αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς
αὐτοῦ πιστεύειν ἡμῖν
τὴν σωτηρίαν δο θήσεσθαι.
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδα ξόν με, ὅτι ταῖς ἐντολαῖς
σου ἐπίστευσα. Οἶδεν ὁ προφήτης
τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρω
πίᾳ χρώμενος ὁ ∆εσπότης, ταύτην ἐπιφέρει
τοῖς ἀνθρώ ποις· οὗ δὴ χάριν ταύτης
μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ
χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει· ἡ δὲ παιδεία τὴν γνῶσιν. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν
ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν
ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυ στῆρα ἐπιζητεῖ. Εἶτα διδάσκει, πόθεν ἔγνω τῆς
παιδείας τὸ χρήσιμον. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημ μέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
Ἐπειδὴ εὐημερῶν ἐν τῷ κόσμῳ τούτῳ καὶ πλουτῶν πάντως ἥμαρτον· τοῦτο γὰρ
δηλοῖ, Πρὸ τοῦ με ταπεινωθῆναι· ὁ πλοῦτος
γὰρ πάντως ἐξ ἀδικίας συνάγεται· ἀλλ' ἐπί στρεψόν με, ἵνα φυλάξω τοὺς λόγους
σου. Ἐγὼ γὰρ, φη σὶν, ἐμαυτὸν εἰς παιδείαν προυξένησα. Ἀδικίας γὰρ ἐλευθέρα τῆς
τιμωρίας ἡ ψῆφος. Τῇ ἁμαρτίᾳ ἠκολούθη σεν ἡ παιδεία, τῇ δὲ παιδείᾳ τῶν νόμων ἡ
φυλακή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. Χρηστὸς εἶ σὺ, Κύριε. Τῷ ὄντι γὰρ χρηστὸς
ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ' ὑπερβολὴν ἀγαθός· καὶ τῇ σῇ ἀγα θότητι
ἐν τοῖς δικαιώμασί σου διατήρησόν με. Παρὰ σοῦ γάρ ἐστι πάντα σωτήρια. Καὶ ἐν τῇ
χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. ∆ιὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ
λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνώσιν. Ἐπληθύνθη
ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
Πάν τες οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ
Θεοῦ, καὶ κατ επαιρόμενοι κατὰ τῆς γνώσεως
αὐτοῦ, αὐτοί εἰσιν ὑπερ ήφανοι. Καὶ εἰ καὶ μέσον τοιούτων ἀνθρώπων
ἀναστρέ φομαι, φησὶν, ἀλλ' οὖν τούτοις οὐκ ἐπακολουθήσω,
ἀλλ' ἐξερευνήσω ἐν ὅλῃ
καρδίᾳ μου τὰς ἐντολάς σου, μένων πεπαγιωμένος ἐν αὐταῖς. Οἱ μὲν
γὰρ ἀλαζονείᾳ χρώμε
νοι, πᾶν εἶδος ἐπιβουλῆς
καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. Ταῦτα
δὲ πρὸς νουθεσίαν
ἡμῶν ἐγράφησαν, ἵνα ὦμεν
ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι εἰς τὸ ἀγαθόν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ
δὲ τὸν νόμον σου ἐμελέτησα. Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ· Ἐπαχύνθη γὰρ ἡ καρδία
τοῦ λαοῦ τούτου; καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν.
Ἔοικε δὲ καὶ τοῖς ἐν Ἐξόδῳ περὶ τοῦ Φαραὼ
εἰρημένοις· Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ.
Οἱ οὖν Ἰουδαῖοι ὡς τυρὸς ἐπάγησαν·
ὁ δὲ τῶν ἀποστόλων χορὸς,
καὶ οἱ πιστεύσαντες δι' αὐ τῶν, ἐν
μελέτῃ τῶν λόγων τοῦ Θεοῦ ἀναστρέφονται, τῷ εὐαγγελίῳ τοῦ Θεοῦ πειθαρχήσαντες. Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς
σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ
τοῦ νόμου τοῦ σοῦ προστέτηκα. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις,
τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. Ἀνωτέρω μὲν γὰρ εἶπε, Πρὸ τοῦ με
ταπεινωθῆναι ἐγὼ ἐπλημμέλη σα· ἐνταῦθα δὲ λέγει, Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Πρὸς παιδείαν γὰρ καὶ ἐπιστροφὴ περιπίπτει
τις εἰς θλίψεις καὶ συμφοράς· καὶ
οἱ ἐν ὑπομονῇ ταύτας δεχόμενοι λέγουσιν·
Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ἵνα τὰ
δικαιώματά σου μάθω. Ἀγαθός μοι ὁ νόμος
τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
ιαʹ. Εἰ γὰρ καὶ τῆς
βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην,
ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. Ὁ αὐτὸς δὲ προ φήτης ἐν τοῖς ἐπιοῦσι λέγει,
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά· ὧδε δὲ λέ 90 γει, Ὑπὲρ
χιλιάδας χρυσίου καὶ ἀργυρίου ἀγαθώτε ρός μοι ὁ νόμος σου, ἡμᾶς ἀσφαλιζόμενος, ἵνα
τοῦτον τηρῶμεν, τουτέστι τὰς ἐντολὰς αὐτοῦ, καὶ ταύτας φυ λάττωμεν, καὶ ἐν αὐταῖς
ἀναστρεφώμεθα. Ἐν αἷς ἀξιω θείητε, ἀδελφοὶ, τὸν βίον ὑμῶν διευθύνειν, ἵνα
καταντή σητε ἐν τοῖς ἀποκειμένοις αἰωνίοις ἀγαθοῖς, καὶ ἐν τῷ νῦν αἰῶνι φυλαχθείητε ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας· χάριτι καὶ οἰκτιρμοῖς
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου