Ὑψηλὸς ὑπὲρ ὠμίας καὶ ἐπάνω. Τί δὲ τοῦ Πνεύματος ὑψηλότερον; ἢ ποία ὑπεροχὴ κατὰ τὴν δωρεὰν τὴν ἐκεῖθεν εὑρίσκεται, ἣν ὑψούμενος ὁ Χριστὸς διαμερίζει, ἀλλὰ μὴν καὶ διαμετρεῖ, τουτέστι, πρὸς μέτρον διαιρεῖ; Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον δίδοται. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου. Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν. Τὸν μέντοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω. Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· ὁ δὲ Ζοροβάβελ καὶ τούτων κἀκείνων ἡγεῖτο· κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, πάσης βασιλεύει τῆς κτίσεως. Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ πεντηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ εἴρηται. Λευκότερον καὶ σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, παρ' οἷς εἴρηται· Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου. Οἶδα δ' ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ, παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ' ἧς γίνεται ∆αυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς γεγέννηται. ∆οκεῖ δέ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὴ δὴ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλλεται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. ∆ηλοῖ δὲ τῶν ἑξῆς ἡ προαγόρευσις. Ἰδουμαῖοι γὰρ ἦσαν ἀπὸ τοῦ μεμισημένου Ἡσαῦ. Ἐπιβαλῶ οὖν τὸ ὑπόδημά μου ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν· ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας· Οὐχὶ σὺ, ὁ ἀπωσάμενος ἡμᾶς; Μαθὼν ὁ προφήτης τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ διὰ τοῦ νθʹ ψαλμοῦ μακαρίζει τοὺς ἀξιουμένους ἰδεῖν τὰ περὶ τῶν Ἰουδαίων, εὐχόμενος εἷς ὑπάρχειν αὐτῶν. Τὸ δὲ, Περιοχῆς, Περιπεφραγμένην ἐξέδωκε Σύμμαχος, ἥτις ἐστὶν, ἡ Ἐκκλησία. Εὔχεται δὲ καὶ εἰς τὴν Ἰδουμαίαν ἐλθεῖν, ἐφ' ἣν ἐκτενεῖ τὸ ὑπόδημα καὶ τὴν χάριν τὴν δοθησομένην τοῖς ἔθνεσι. Τὸ δὲ, Οὐχὶ σὺ, Εἰ μὴ σὺ ὁ Θεὸς, ἐξέδωκε Σύμμαχος, ὁ μηκέτι συμμαχῶν ἡμῖν, ἀλλὰ δούλους ποιήσας. Οὐ γὰρ ἡττώμεθα, σοῦ στρατηγοῦντος ἡμῶν. Πλὴν καὶ τότε τῇ σῇ δυνάμει ἄλλων ἀποβληθέντων, ἡμεῖς τῆς μακαρίας μερίδος ἐσόμεθα διὰ σοῦ δυναμούμενοι. ∆ιὸ καὶ ἐπήνεγκε· Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Ὁ δὲ Σύμμαχος· Καὶ μὴ προελθὼν Θεὸς ἐν ταῖς στρατεύσεσιν ἡμῶν; Οὐ γὰρ ἡττήθημεν πώποτέ σου στρατηγοῦντος καὶ τῆς φάλαγγος ἡγουμένου. ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, Κύριε· καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον· οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρὰ ἀνθρώπων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν. ∆ιὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δευτέρα 3 Οκτωβρίου 2016
ΨΑΛΜΟΣ ΡΖʹ Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΖʹ.
Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.
Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς
τὴν Ἰουδαίων ἐπάνοδον προθεσπίζει, καὶ τῶν
ἐθνῶν προαγορεύει τὴν σωτηρίαν. Πολλὴν δὲ ἔχει τὴν συγγένειαν πρός τε τὸν
πεντηκοστὸν ἕκτον καὶ πρὸς τὸν πεντηκοστὸν ἔννατον.
Ὠδὴν δὲ ψαλ μοῦ τὴν ἐν συνέσει
δοξολογίαν λέγει· τοῦτο γὰρ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία
μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Καὶ
ἤδη προειρήκαμεν, ὡς δόξαν
οἰκείαν ὁ προ φήτης τὴν
προφητικὴν χάριν καλεῖ.
Τῇ τῆς προφητείας, φησὶ, χρώμενος
μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς ἑδραίαν ἔχω μου τὴν καρδίαν καὶ ἑτοίμην
εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. Μακάριοι γὰρ, φησὶν, οἱ καθα ροὶ τῇ καρδίᾳ,
ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οἳ καὶ θαῤῥοῦντες ἐροῦσιν, Ἑτοίμη ἡ καρδία μου, ὁ
Θεός. ∆υνάμει δέ φησιν ὁ προφήτης·
Ἰδού σοι, ∆έσποτα, τὰ παρὰ τῆς
ἐμῆς δυνάμεως παρεσκεύασται· πέμπε
σου τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν προφητικὴν
δωροῦ χάριν· εἰς γὰρ τὴν ταύτης ὑπηρεσίαν τὴν ἐμὴν ἡτοίμασα γλῶσσαν. Ἄσω
τε καὶ ψαλῶ. εἴ μου πληρώσῃς τὴν ἐπιθυμίαν,
μᾶλλον δὲ τὴν καρδίαν. Ἡ ἐμὴ δόξα,
ἡ χάρις ἡ προφη τικὴ, ἤγουν ἕξις ἡ θεωρητική τε καὶ πρακτική. Ἐξεγέρθητι
ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον
καὶ κιθάρα, Ἐξεγερθήσομαι ὄρθρου· ἐξομολογήσομαί σοι ἐν λαοῖς.
Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ψαλτήριον καὶ κιθά ραν ἑαυτὸν ὁ προφήτης καλεῖ.
Ὡς ἐν ὀργάνῳ γὰρ μου σικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν ἀνεκρούετο μελῳδίαν. Εὐτρεπίζεται γὰρ πρὸς τὴν
θείαν ἐπίπνοιαν, ψυχήν τε καὶ σῶμα κινῶν· διὰ μὲν τῆς κι θάρας τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια,
δι' ὧν ὁ νοῦς ἀνακρούεται πᾶν ὅ τι βούλεται· διὰ δὲ τοῦ ψαλ τηρίου τὰς λογικὰς
τῆς ψυχῆς δυνάμεις. Ὡς δὲ τὰς ἀπαρχὰς τῆς ἑαυτοῦ ζωῆς ἀναθεὶς τῷ Θεῷ,
τοὺς ὄρθρους ἀπολαμβάνει καὶ τοὺς καιροὺς
τοῦ φωτὸς, ὡς ἐπιτη δειοτέρους τῆς ὅλης ἡμέρας. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν
τοῦ ∆εσπότου, ἀποκρίνεται πάλιν καὶ ὑπ
ισχνεῖται ὄρθρου τοῦτο ποιήσειν· ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν
ὕμνον, ἀλλὰ καὶ μετὰ μυρίων ἐθνῶν
καὶ λαῶν τὴν θείαν ᾠδὴν ποιησόμενος.
Ὄρθρον δὲ καλεῖ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν. Ἐξ ἐκείνου γὰρ ἀνέτειλε τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν οἰκουμένην
ἐν τοῖς ἁπάντων
στόμασιν ὁ μακάριος
ᾄδει ∆αυῒδ, καὶ τὰς θείας εὐεργεσίας ὑμνεῖ. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν
τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ
σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν ὡς νεφέλας καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ τοὺς
διδασκαλικῆς χάριτος τετυ χηκότας καλεῖ.
∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφε λῶν,
τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει·
∆ι' αὐτῶν γὰρ τὰ ἀληθῆ
μεμαθήκαμεν δόγματα. Ἔλεος δὲ καὶ ἀλήθεια τῆς οἰκονομίας Χριστοῦ τὸ μυστήριον, ὥστε
τὸν προφήτην τοῦτον ἀλλαχόσε λέγειν· Ἔλεος καὶ ἀλήθεια συνήντησαν εἰς ἕν·
ἡ τοῦ Χριστοῦ θεότης καὶ ἀνθρωπότης τῇ τοῦ
Λόγου σαρκώσει κατήντησεν. Ἀλλὰ τὸ μὲν ἔλεος ἁρμόττει τῇ τοῦ Λόγου
σαρκωθέντος θεό τητι· αὕτη γὰρ τὸ πλάσμα τὸ οἰκεῖον ἠλέησεν· ἡ ἀλήθεια δὲ τῇ
σαρκί. Οὐδὲ γὰρ κατὰ φαντασίαν, ὥς
τινες τῶν αἱρετικῶν
δοκοῦσιν, ἀληθείᾳ δὲ ὁ Θεὸς Λόγος σεσάρκω ται. Τοῦτο
γὰρ ἑρμηνεύων ὁ ∆αυῒδ πάλιν ἔλεγεν,
Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, τὴν ἀνθρωπότητα
τοῦ Κυρίου λέγων, τὴν ἀπὸ τῆς ἡμετέρας γῆς, δηλαδὴ
τῆς ἀνθρωπότητος, ἀνατείλασαν. Μέγα τοίνυν ἐπάνω τῶν οὐρανῶν ἡ τοῦ Χριστοῦ θεότης διὰ τὴν δόξαν, ἢν παρὰ τῶν
οἰκείων δυνάμεων ἐδοξάζετο.
Ἐπὶ γῆς γὰρ ἠγνοεῖτο, καὶ τῇ σαρκὶ
συνεσκιάζετο. Ὑψώθητι ἐπὶ τοὺς οὐρα νοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ
δόξα σου. Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀμβακούμ· Ἐκάλυψενοὐρανοὺς ἡ ἀρετὴ
αὐτοῦ, καὶ τῆς
συνέσεως αὐτοῦ πλήρης ἡ γῆ. Τοῦτο
καὶ ὁ μακάριος ∆αυῒδ ἐν τῷ ὀγδόῳ ψαλμῷ ἔφη· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά
σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλο πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Τὸ οὖν,
Ὑψώθητι, ἀντὶ τοῦ, δείχθητι ὑψηλὸς καὶ πάντων
ὑπέρτερος, καὶ πᾶσα ἡ γῆ τὴν σὴν μαθέτω δόξαν. Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί
σου· σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκου σόν μου. Αἰτεῖ γὰρ ταχέως ἐπιστῆναι τὴν χάριν,
καὶ τὸν ὑψούμενον ἐν οὐρανοῖς φανερῶσαι τὴν δόξαν ἐπὶ πᾶσαν τὴν γῆν, ὅπως ἂν ῥυσθῶσιν
οἱ δυνάμενοι λέγειν· Καθὼς ἐξελέξατο ἡμᾶς
ἐν αὐτῷ πρὸ καταβολῆς κό σμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας εἰς υἱοθεσίαν διὰ Ἰησοῦ
Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀγαπητοὶ δὲ τοῦ Θεοῦ εἰσιν οἱ σωθέντες διὰ τῆς ἀγάπης αὐτοῦ τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον
ἄνθρωποι, οὕσπερ καὶ ὑψωθεὶς εἰς οὐρανὸν ἀπὸ τῆς ἀρχαίας αἰχμαλωσίας ἐῤῥύσατο,
καθά φησιν ὁ Παῦλος· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,
ἔλαβες δόματα ἐν ἀνθρώποις. ∆εξιὰν
δὲ τοῦ Θεοῦ λέγει τὴν ἀγαθὴν ἐνέργειαν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ Θεοῦ δάκτυλος
ὀνομάζεται, ὡς τῆς Τριάδος μίαν ἐχούσης οὐσίαν, δύναμίν τε καὶ ἐνέργειαν. Σωθῆναι
τοίνυν ἡμᾶς ὁ προφήτης καὶ ἐπακουσθῆναι παρακαλεῖ
τῷ Πνεύματι, ἵνα πνευματικοὶ γενώμεθα καὶ τῆς
θείας χάριτος μέτοχοι.
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·
ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα,
καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Οὗπερ ᾔτησεν ὁ προφήτης ἀπέλαυσε, καὶ ἐπειδὴ
εἶπεν, Ὑψώθηθι, ἀποκρίνεται λέγων ὁ
∆εσπότης, Ὑψωθήσομαι δείκνυσι καὶ τὸν τρόπον· ∆ιαμεριῶ Σίκιμα. Πόλις δὲ αὕτη κατ' ἐξαίρετον τῷ Ἰωσὴφ δεδομένη. Ἀλλὰ
καὶ τὴν κοιλάδα
τὴν ἔρημον γενομένην,
καὶ ποιμένων δεξαμένην σκηνὰς ἄνωθεν,
οἰκητόρων πληρώσω, καὶ
διανεμηθῆναι τοῖς ἐπανελθοῦσι παρασκευάσω. Τούτοις τοῖς ὀνόμασι
τὴν δωρεὰν χαρακτηρίζει τοῦ Πνεύματος· κοιλάδα μὲν τῶν
σκηνῶν, τῶν Ἐκκλησιῶν
δηλονότι τυγχάνουσαν, ἐπειδὴ
τὴν τῶν νοητῶν ὑδάτων συναγωγὴν (φημὶ δὲ τοῦ βαπτίσματος) ἐν τῇ κοιλάδι ταύτῃ
τῇ χορηγίᾳ τοῦ Πνεύματος κέκτηνται, περὶ ἧς ἀλλαχοῦ φησιν ὁ ∆αυΐδ· Καὶ αἱ κοιλάδες
πληθυνοῦσι σῖτον· ἐπειδὴ τῆς ἡμετέρας σωτηρίας ὁ καρπὸς ἐν ταῖς κολυμβήθραις πληθύνεται
τοῦ βαπτίσματος. Σίκιμα δὲ, ὠμίασις ἑρμηνεύεται, τουτέστιν, ἐξοχή· τοῦτο
γὰρ ὁ ὦμος παρὰ τῇ θείᾳ Γραφῇ δηλοῖ. Ὅθεν περὶ τοῦ Σαούλ·
Ὑψηλὸς ὑπὲρ ὠμίας καὶ ἐπάνω. Τί δὲ τοῦ Πνεύματος ὑψηλότερον; ἢ ποία ὑπεροχὴ κατὰ τὴν δωρεὰν τὴν ἐκεῖθεν εὑρίσκεται, ἣν ὑψούμενος ὁ Χριστὸς διαμερίζει, ἀλλὰ μὴν καὶ διαμετρεῖ, τουτέστι, πρὸς μέτρον διαιρεῖ; Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον δίδοται. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου. Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν. Τὸν μέντοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω. Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· ὁ δὲ Ζοροβάβελ καὶ τούτων κἀκείνων ἡγεῖτο· κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, πάσης βασιλεύει τῆς κτίσεως. Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ πεντηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ εἴρηται. Λευκότερον καὶ σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, παρ' οἷς εἴρηται· Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου. Οἶδα δ' ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ, παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ' ἧς γίνεται ∆αυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς γεγέννηται. ∆οκεῖ δέ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὴ δὴ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλλεται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. ∆ηλοῖ δὲ τῶν ἑξῆς ἡ προαγόρευσις. Ἰδουμαῖοι γὰρ ἦσαν ἀπὸ τοῦ μεμισημένου Ἡσαῦ. Ἐπιβαλῶ οὖν τὸ ὑπόδημά μου ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν· ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας· Οὐχὶ σὺ, ὁ ἀπωσάμενος ἡμᾶς; Μαθὼν ὁ προφήτης τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ διὰ τοῦ νθʹ ψαλμοῦ μακαρίζει τοὺς ἀξιουμένους ἰδεῖν τὰ περὶ τῶν Ἰουδαίων, εὐχόμενος εἷς ὑπάρχειν αὐτῶν. Τὸ δὲ, Περιοχῆς, Περιπεφραγμένην ἐξέδωκε Σύμμαχος, ἥτις ἐστὶν, ἡ Ἐκκλησία. Εὔχεται δὲ καὶ εἰς τὴν Ἰδουμαίαν ἐλθεῖν, ἐφ' ἣν ἐκτενεῖ τὸ ὑπόδημα καὶ τὴν χάριν τὴν δοθησομένην τοῖς ἔθνεσι. Τὸ δὲ, Οὐχὶ σὺ, Εἰ μὴ σὺ ὁ Θεὸς, ἐξέδωκε Σύμμαχος, ὁ μηκέτι συμμαχῶν ἡμῖν, ἀλλὰ δούλους ποιήσας. Οὐ γὰρ ἡττώμεθα, σοῦ στρατηγοῦντος ἡμῶν. Πλὴν καὶ τότε τῇ σῇ δυνάμει ἄλλων ἀποβληθέντων, ἡμεῖς τῆς μακαρίας μερίδος ἐσόμεθα διὰ σοῦ δυναμούμενοι. ∆ιὸ καὶ ἐπήνεγκε· Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Ὁ δὲ Σύμμαχος· Καὶ μὴ προελθὼν Θεὸς ἐν ταῖς στρατεύσεσιν ἡμῶν; Οὐ γὰρ ἡττήθημεν πώποτέ σου στρατηγοῦντος καὶ τῆς φάλαγγος ἡγουμένου. ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, Κύριε· καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον· οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρὰ ἀνθρώπων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν. ∆ιὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ὑψηλὸς ὑπὲρ ὠμίας καὶ ἐπάνω. Τί δὲ τοῦ Πνεύματος ὑψηλότερον; ἢ ποία ὑπεροχὴ κατὰ τὴν δωρεὰν τὴν ἐκεῖθεν εὑρίσκεται, ἣν ὑψούμενος ὁ Χριστὸς διαμερίζει, ἀλλὰ μὴν καὶ διαμετρεῖ, τουτέστι, πρὸς μέτρον διαιρεῖ; Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον δίδοται. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου. Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν. Γαλαὰδ γὰρ ὄνομα τόπου, Μανασσῆς δὲ προσηγορία φυλῆς. Ἀλλὰ καὶ τῷ Ἐφραῒμ τὴν προτέραν ἀποδώσω δύναμιν. Τὸν μέντοι Ἰούδαν πασῶν τῶν φυλῶν βασιλεύειν παρασκευάσω. Μετὰ γὰρ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· ὁ δὲ Ζοροβάβελ καὶ τούτων κἀκείνων ἡγεῖτο· κυρίως δὲ καὶ ἀληθῶς ὁ ∆εσπότης Χριστὸς, ὁ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, πάσης βασιλεύει τῆς κτίσεως. Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τοσαύτην δὲ τῷ ἐμῷ λαῷ παρέξω ἰσχὺν, ὥστε καὶ τῶν ἀλλοφύλων κρατῆσαι, καὶ Μωαβίτας καὶ Ἰδουμαίους ὑπηκόους λαβεῖν. Ἀκριβέστερον δὲ ταῦτα ἐν τῷ πεντηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ εἴρηται. Λευκότερον καὶ σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις, παρ' οἷς εἴρηται· Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δοχεῖον τοῦ λουτροῦ μου. Οἶδα δ' ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ, παραληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ' ἧς γίνεται ∆αυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς γεγέννηται. ∆οκεῖ δέ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι τὴν χάριν τῆς κλήσεως διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Ἐπειδὴ δὴ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλλεται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. ∆ηλοῖ δὲ τῶν ἑξῆς ἡ προαγόρευσις. Ἰδουμαῖοι γὰρ ἦσαν ἀπὸ τοῦ μεμισημένου Ἡσαῦ. Ἐπιβαλῶ οὖν τὸ ὑπόδημά μου ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν· ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων αὐτούς. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας· Οὐχὶ σὺ, ὁ ἀπωσάμενος ἡμᾶς; Μαθὼν ὁ προφήτης τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ διὰ τοῦ νθʹ ψαλμοῦ μακαρίζει τοὺς ἀξιουμένους ἰδεῖν τὰ περὶ τῶν Ἰουδαίων, εὐχόμενος εἷς ὑπάρχειν αὐτῶν. Τὸ δὲ, Περιοχῆς, Περιπεφραγμένην ἐξέδωκε Σύμμαχος, ἥτις ἐστὶν, ἡ Ἐκκλησία. Εὔχεται δὲ καὶ εἰς τὴν Ἰδουμαίαν ἐλθεῖν, ἐφ' ἣν ἐκτενεῖ τὸ ὑπόδημα καὶ τὴν χάριν τὴν δοθησομένην τοῖς ἔθνεσι. Τὸ δὲ, Οὐχὶ σὺ, Εἰ μὴ σὺ ὁ Θεὸς, ἐξέδωκε Σύμμαχος, ὁ μηκέτι συμμαχῶν ἡμῖν, ἀλλὰ δούλους ποιήσας. Οὐ γὰρ ἡττώμεθα, σοῦ στρατηγοῦντος ἡμῶν. Πλὴν καὶ τότε τῇ σῇ δυνάμει ἄλλων ἀποβληθέντων, ἡμεῖς τῆς μακαρίας μερίδος ἐσόμεθα διὰ σοῦ δυναμούμενοι. ∆ιὸ καὶ ἐπήνεγκε· Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Ὁ δὲ Σύμμαχος· Καὶ μὴ προελθὼν Θεὸς ἐν ταῖς στρατεύσεσιν ἡμῶν; Οὐ γὰρ ἡττήθημεν πώποτέ σου στρατηγοῦντος καὶ τῆς φάλαγγος ἡγουμένου. ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, Κύριε· καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν. Παῦσον τοίνυν τὰ λυπηρὰ, καὶ τὴν σὴν ῥοπὴν ὄρεξον· οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν. Πᾶσα γὰρ ἡ παρὰ ἀνθρώπων συμμαχία, σοῦ μὴ συνεργοῦντος, ματαία καὶ ἄχρηστος. ∆ιά τοι τοῦτο τὴν σὴν ἐπικαλούμεθα πρόνοιαν. ∆ιὰ ταύτης γὰρ μόνης περιγενέσθαι τῶν δυσμενῶν δυνησόμεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου