Δευτέρα 3 Οκτωβρίου 2016
Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ,
καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ,
τῷ μακαρίῳ ∆αυῒδ πολυτρόπους ἐπινοεῖν ἐμφάσεις
ἐπὶ τοῖς προφητικῶς παρ' αὐτοῦ ᾀδομένοις.
Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας
καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ
τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγ
χειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας
καὶ τοῦ ἐλέους αὐτοῦ. ∆ιὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστινὅτε ὁ
Θεὸς ἐπιβλέπει κατ' ὀργὴν, ὡς εἴρηται
παρὰ τῷ προφήτῃ Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη
ἔθνη· ὅτε δὲ ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν
ἐπιβλέπει, ἔλεος καὶ
σωτηρίαν ἐργάζεται. Ταύτην οὖν ἐζήτησεν ὁ προφήτης· διὰ
τοῦτο καὶ ἐπήγαγε·
Κατὰ τὸ κρίμα
τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμε νείας,
οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων
τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά
μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ
κατακυριευ σάτω μου πᾶσα ἀνομία.
Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ
παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. Τοῦ
οὖν Θεοῦ κατευθύνοντος ἡμᾶς ἐν ταῖς ὁδοῖς
αὐτοῦ, καὶ ἡμῶν παρεχόντων τὸ πρόθυμον,
οὐχ ἕξει καθ' ἡμῶν ἡ ἁμαρτία δύναμιν, οὔτε
ἡ ἀνομία. Ἐπαγγέλλεται γὰρ ἐν ἑτέρῳ ψαλμῷ
τῷ φοβουμένῳ αὐ τόν· Οὐ
φοβηθήσῃ ἀπὸ φόβου
νυκτερινοῦ, ἀπὸ βέλους
πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπο ρευομένου· ἅ ἐστιν ἡ ἀνομία.
Λύτρωσαί με ἀπὸ συ κοφαντίας ἀνθρώπων, καὶ φυλάξω
τὰς ἐντολάς σου. Κατὰ μὲν τὸ ῥητὸν
πολλοὺς πειρασμοὺς ὁ ∆αυῒδ ὑπέμει νεν ὑπὸ τῶν ἀνθρώπων, τοῦ τε Σαοὺλ, καὶ ἑτέρων τινῶν. Λέγει γὰρ καὶ
τῷ ἑξῆς ψαλμῷ· Κύριε, ῥῦσαι τὴν ψυ χήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης
δολίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσ σαν δολίαν; Καὶ αὖθις πάλιν
ἐν ἑτέρῳ ψαλμῷ· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες
αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν
μάχαιρα ὀξεῖα. Εὔχεται οὖν λυτρωθῆ
ναι ἀπ' αὐτῶν. Καὶ ὁ ∆εσπότης
Χριστὸς τοὺς ὀνειδιζο
μένους καὶ συκοφαντουμένους ζηλωτοὺς
καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ
εὔχεσθαι παρηγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νό μοις καὶ τοῦ προφήτου ἡ προσευχή. Ὁ δὲ ἅγιος Ἀθανάσιος κατὰ διάνοιαν ἑρμηνεύων
τὸ ῥητὸν, συκοφαντίας ἀνθρώπων λέγει, τὰς τῶν αἱρετικῶν καὶ παρανόμων
ἀθυροστομίας καὶ γλωσσαλγίας. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, τῷ πατρὶ ἐξακολουθοῦντες, ἐκφύγωμεν
ἀπὸ πάσης αἱρέ
σεως, τέως δὲ ἐκ τῶν
νυνὶ ἐπιπολαζόντων ἡμῖν τῶν τε εἰκονοκλαστῶν καὶ τῶν Παυλικιανῶν καὶ Μανιχαίων· καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ
μεθ' ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ
παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον,
καὶ μὴ συμπορευθῶμεν μετ'
αὐτῶν. Τὸ πρόσωπόν
σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Ἀσώματον μὲν τὸ θεῖον, τὸ ἁπλοῦν καὶ ἀσύνθετον· σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώ πων μετροῦσα τοὺς λόγους·
ἐπεὶ χαρακτὴρ τῆς ὑποστά σεως τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ ἀπαύγασμα, ὡς τῇ ἀληθείᾳ καὶ τῷ μακαρίῳ Παύλῳ δοκεῖ. Ἐπιποθεῖ οὖν τὴν
παρ ουσίαν αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους κατ ιδεῖν. Αὐτὸς γὰρ ἡμῖν ἐπιφανεὶς ἐδίδαξε πᾶσαν δικαιο σύνην. Τοιγαροῦν τοῦ θείου
προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν καὶ τὴν τῶν ἀγαθῶν χορ ηγίαν. ∆ιεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος.
Εἰ γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. Τὴν εὐαγγελικὴν τοίνυν
ὁ προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρα νομίας ὀλοφυρόμενος· διεξόδους δὲ ὑδάτων τὸ πλῆθος
τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον
τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας
θεώμενος. Τοιαύτης λύπης συνέχονται οἱ ἅγιοι ἐπὶ τοῖς παρα βεβηκόσιν. Ὠλοφύρετο γὰρ καὶ ὁ Μωϋσῆς, ὅτε ὁ Ἰσραηλίτης λαὸς ἐξέκλινεν
ἐκ τοῦ Θεοῦ μοσχοποιήσας, λέγων πρὸς τὸν Θεόν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν,
ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου
τῶν ζώντων. Καὶ πάλιν
ὁ Ἀπόστολος ὁρῶν
τοὺς Ἰουδαίους ἀλλοτριουμένους τοῦ Εὐαγγελίου, ἔφη· Ηὐχόμην αὐτὸς ἀνάθεμα εἶναι
ἀπὸ τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν
μου τῶν κατὰ σάρκα. ∆ίκαιος εἶ, Κύ ριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύ
νην, τὰ μαρτύριά
σου, καὶ ἀλήθειαν σφόδρα.
∆ικαίως ἅπαντα διέπεις, ὦ ∆έσποτα,
καὶ τῶν ἀνθρώπων κηδό μενος, καὶ δικαιοσύνης
ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι
τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ
τὸ, Ἀλήθειαν σφόδρα. Ἔστησε γὰρ ἡμέραν, ἐν
ἧ μέλλει κρίνειν τὴν οἰκουμένην,
καὶ ἀποδιδόναι Ἑκάστῳ κατὰ τὰ ἔργα
αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι,
ζωὴν αἰώνιον· τοῖς δὲ πειθομέ νοις τῇ ἀδικίᾳ, ἀπειθοῦσι
δὲ τῇ ἀληθείᾳ,
θυμὸς καὶ ὀργὴ
καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν
ψυχὴν ἀνθρώπου τοῦ
κατεργαζομένου τὸ κακόν. ∆ιὰ δὲ τοῦ εἰπεῖν, Ἀλήθειαν
σφόδρα, τὴν βεβαιότητα καὶ τὴν ἔκβασιν
τοῦ πράγματος ἐδήλωσεν. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι
ἐπελάθοντο τῶν λόγων
σου οἱ ἐχθροί μου. Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην
ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος
τὸν Φινεὲς ἀνεκήρυξεν· οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε·
τούτῳ πυρπολούμενος ὁ καλ
λίνικος Στέφανος, τὴν Ἰουδαίων
ἀπιστίαν διήλεγξεν. Ἔχει δὲ τοῦ ἀνωτέρω στίχου τὴν
ἔννοιαν· ὅπερ γὰρ ἐκεῖ ἔλεγε,∆ιεξόδους
ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ὧδε λέγει, Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο
τῶν λόγων σου οἱ ἐχθροί μου. Τοιοῦτος ἦν, ὡς ἔφην, ὁ Φινεὲς, ἐκκεντήσας τὸν
πορνεύσαντα· Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τοιοῦτος ἦν ὁ θεσπέσιος Παῦ λος, ὅλον ἐν ἑαυτῷ
τὸν Χριστὸν περιφέρων· διὸ καὶ ἔλεγε· Τίς
ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ὁ μακάριος
δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνέσχετο Τὸ πνεῦμα αὐ τοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πό λιν. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦ λός σου ἠγάπησεν αὐτό.
βʹ. ∆όκιμος, φησὶ, καὶ ἀκίβδηλός
ἐστιν ὁ σὸς λόγος καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ
φίλτρον. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· Τὰ λό για Κυρίου, λόγια ἁγνά· ἀργύριον
πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Οὐδὲν οὖν
τῶν τοῦ Θεοῦ κριμάτων ἀδόκιμον, ἢ νόθον, ἢ κί βδηλον, ἀλλὰ πάντα μώμου παντὸς ἐλεύθερα.
Ἐν τῇ καθαρότητι οὖν αὐτῶν, ἀδελφοὶ, τὸν βίον ἡμῶν διευθύνωμεν. Νεώτερος
ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ
δικαιώματά σου οὐκ ἐπελαθόμην. Μικρὸς ἦν ὁ ∆αυῒδ, καὶ ἐλάχιστος
ἐν τοῖς υἱοῖς τοῦ πατρὸς αὐτοῦ· ἀλλὰ διὰ τὸν
πόθον, ὃν εἶχε
πρὸς τὸν Θεὸν, ἐξελέγη, καὶ τὴν βασιλείαν
ἔλαβε καὶ χάριν προφητικήν. Οἶδε γὰρ ὁ Θεὸς μισθοὺς ἀποδιδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐν τῷ νῦν αἰῶνι, πλέον
δὲ ἐν τῷ μέλλοντι. Ἡνίκα τοίνυν τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ
βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους
καὶ ῥώμῃ καὶ μεγέθει
καὶ κάλλει σώματος
κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας,
ἤρετο δὲ τὸν Ἰεσσαὶ, εἰ ἐκλέ
λοιπε τὰ παιδάρια·
τοῦ δὲ εἰρηκότος
ὑπολελεῖφθαι μει ράκιον,
ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον εἰς βασιλέα, ἐκέλευσεν ὁ
προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ προφήτης
ἐμνήσθη, καί φησι· καὶ
νέον ὄντα με καὶ
τοῖς γεγενημένοις εὐτελῆ νομισθέντα
σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα ἐποίη σας· οὗ
δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν
ἐφίεμαι δικαιώματα· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς αἰῶνα· καὶ ὁ νόμος
σου ἀλήθεια. Ὁ τοῖς ἀνθρω πίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον
τῆς παρὰ τῶν
νομοθετούντων ἀπολαύει τιμῆς·
ὁ δὲ ταῖς
θείαις ἀκολουθῶν ἐντολαῖς μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος
ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη·
Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν
αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ οὖν τοῦ Θεοῦ δικαιοσύνη καὶ ὁ
νόμος ἀλήθεια εἰς τὸν αἰῶνα. ∆ιὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ μακάριος Παῦλος·
Τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Θλίψεις
καὶ ἀνάγκαι εὕρησάν με. Ταῦτα γὰρ
συνέζευκται τοῖς ἐργάταις
τῆς ἀρετῆς. Τοῦτο
δὲ ὅμοιόν ἐστι τῷ παρὰ τῷ Παύλῳ εἰρημένῳ· Τίς ἡμᾶς χωρίσει
ἀπὸ τῆς ἀγάπης
τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία,
ἢ διωγμὸς, ἢ λιμὸς,
ἢ γυμνότης; Ὅτι ἕνεκα σοῦ
θανατούμεθα ὅλην τὴν ἡμέραν,
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Τοιοῦτοι τῶν ἁγίων οἱ ἀγῶνες καὶ τὰ σκάμματα. Αἱ
ἐν τολαί σου μελέτη μου. Ἐκ τῆς γὰρ τούτων διδασκα λίας τὴν ἀνδρείαν μανθάνω,
καὶ φέρω γενναίως τὰ
λυ πηρά. ∆ικαιοσύνη τὰ
μαρτύριά σου εἰς τὸν αἰῶνα· ἀντὶ
τοῦ, πρόξενα τῶν αἰωνίων ἀγαθῶν.
Συνέτισόν με, καὶ ζήσομαι. Ὑπὸ γάρ σου φωτιζόμενος, τῆς ἀληθοῦς ζωῆς ἀπολαύσω. Ἐκέκραξα
ἐν ὅλῃ καρδίᾳ μου· ἐπ άκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Κραυγὴν πάλιν τῆς ψυχῆς τὴν
προθυμίαν καλεῖ. ∆ιὰ τοῦτο προστέθεικε τὸ, Ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωϋσῆς ἐβόα
σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ
Θεὸς ἔφη· Τί βοᾷς πρός με; Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν,
οὐχὶ τὴν κραυγὴν διὰ στόματος. Ἔφη γὰρ καὶ ὁ θεῖος Παῦλος· Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Ἐκέ κραξά
σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ
τῶν σῶν γενήσομαι νόμων. Οἱ οὖν φυλάσσοντες τὰ μαρτύρια τοῦ Θεοῦ, πάντως καὶ σώζονται παρ' αὐτοῦ. Προέφθασα ἐν ἀωρίᾳ, καὶ
ἐκέκραξα· εἰς τοὺς λόγους
σου ἐπήλπισα. Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυ ζόμενος,
καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος
ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων
τὰς τῶν ἀλεκτρυόνων ᾠδάς· οὕτως ἐπόθει τὸν πεποιηκότα Θεόν· οὕτω
προθύμως τὴν ἐκεῖθεν ᾔτει βοή θειαν. Οὐκ
ἔγνω γὰρ καιρὸν ὁ προφήτης τοῦ αἰνεῖν καὶ εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ (τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν ἀωρίᾳ), διδάσκων καὶ ἡμᾶς πάντοτε ἐπὶ μνήμης
φέρειν τὸν Θεόν. Μνημονευτέον γὰρ
Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον, ὡς ὁ
θεολόγος ἔφη Γρηγόριος. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Οὐ μόνον δὲ κατὰ τὸν και ρὸν τοῦ
γλυκυτάτου ὕπνου, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον
τὴν τῶν θείων νόμων πεποίητο μελέτην· ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ
πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ
οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν
τὸν ὕμνον προσφέρομεν. Προασφαλίζεται οὖν ἡμᾶς ὁ προφήτης με λετᾷν
τὰ λόγια τοῦ Θεοῦ κατὰ τὴν ὥραν τοῦ ὄρθρου. Καὶ ὁ Κύριος ἔφη, Γρηγορεῖτε,
μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς.
Καί τις τῶν προφητῶν ἀποδυρόμενος
τοῖς τοιούτοις ἔφη· Ὅλην τὴν νύκτα
ὕπνου, Ἐφραΐμ. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου· κατὰ τὸ κρίμα
σου ζῆσόν με. Ὁ τοσούτοις κομῶν ἀγαθοῖς, ἐλέους τυχεῖν ἀξιοῖ· καὶ οὐκ ἀορίστως
αἰτεῖ τὸν ἔλεον, ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. Παρακαλεῖ τοίνυν καὶ ἱκετεύει
τὸν Θεὸν, ἵνα τὴν ζωὴν ἐν τοῖς κρίμασι τοῦ Θεοῦ ἕξῃ, δι' ἑαυτοῦ δὲ καὶ ἡμᾶς
καθοδηγήσῃ τοῦτο προσεύ χεσθαι. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ
τοῦ νόμου σου ἐμακρύνθησαν. Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τὸν δίκαιον πειρώμενοι
πολεμεῖν. Καὶ γὰρ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι κατεδίωκον τοὺς ἀποστόλους, προσεγγίζοντες τῇ ἀνομίᾳ, οἷς
ὁ Κύριος ἔφη· Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, καὶ ὁ ἀθετῶν ἐμὲ, ἀθετεῖ τὸν ἀποστείλαντά με· καὶ, Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι
τοῖς ἀντικειμένοις σοι. ∆ιὰ τοῦτο καὶ ἐμακρύνθησαν ἀπὸ τοῦ νόμου
τοῦ εὐαγγελικοῦ, ἀπειθήσαντες τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων. Ἐγγὺς εἶ σὺ, Κύριε·
καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
γʹ. Ὁρᾷς, φησὶν, ἅπαντα,
∆έσποτα· οὐ γὰρ ἀφέστηκας
ἀφ' ἡμῶν, ἀλλὰ τὴν
οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος
πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· Θεὸς ἐγγίζων
ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Πάντα γὰρ οἶδε καὶ ἐρευνᾷ, καὶ τὰ βάθη τῶν
καρδιῶν ἡμῶν. Καὶ ὁ Μακάριος Παῦ λος· Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.
Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Μαρτύρια
καλεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Καταβὰς γὰρ, φησὶ, διαμάρτυραι αὐτοῖς τὸν οὐρανὸν
καὶ τὴν γῆν. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· Πρόσεχε, οὐρανὲ,
καὶ λαλή σω· ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἐν δὲ τούτοις ὁρᾶται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι βῶς, ὡς ἐγγὺς εἶ, καὶ πάρει τοῖς γινομένοις, καὶ λανθά
νει σε τῶν πραττομένων
οὐδέν. Καὶ ἄλλως ἐκ προοιμίων,
φησὶν, ἔγνων ὅτι βέβαιά εἰσι τὰ παρὰ σοῦ λαλούμενα, ∆έσποτα, καὶ διηνεκεῖς σου αἱ ἐντολαί. Οὐδὲ γὰρ ὥσπερ τῶν βασιλέων καὶ τῶν πόλεων οἱ
νόμοι μετατίθενται, οὕτω καὶ οἱ τοῦ Θεοῦ· ἀλλ' ὥσπερ ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς τὸν
αἰῶνα μένει, οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαί. Ἐπ' αὐ τοῖς γὰρ, φησὶν, οὐκ ἔστι
προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἔφη δὲ καὶ ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ
παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθω σιν. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ
με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, κατὰ τὴν τοῦ Κυρίου φωνήν· καὶ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι,
ὅτι αὐτῶν ἐστιν ἡ
βασιλεία τῶν οὐρανῶν.
Ταύτῃ καὶ ὁ θεῖος προφήτης
τὰς ἄλλας ἐκόσμησεν ἀρετὰς, καὶ
ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλεται βοήθειαν. Πολλὰ δέ εἰσιν εἴδη τῆς
ταπει νώσεως· ταπεινοῦται γάρ τις καὶ ἐν θλίψει καὶ ἐν συμφοραῖς καὶ ὑπὸ ἀνθρωπίνων
ἐπηρειῶν. Ἡ δὲ ἀληθὴς ταπείνωσίς ἐστιν, ὅταν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπι στρέφωμεν·
οἷον ἐταπεινώθη αὐτὸς ὁ ∆αυῒδ εἰπὼν καὶ ποιήσας· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί
μου τὴν στρωμνήν
μου βρέξω· καὶ, Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου· καὶ ἄφες πάσας τὰς ἁμαρτίας
μου. Ὡσαύτως, καὶ ἐὰν ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν
χεῖρα τοῦ Θεοῦ, ἀγα 55.704
πῶντες καὶ φυλάττοντες τὰ προστάγματα
αὐτοῦ, περὶ ὧν ὁ Κύριός φησι· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ ματι. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί
με· διὰ τὸν λόγον σου ζῆσόν με. Ἐπειδὴ ἐκ τοῦ ἀρχεκάκου ἐχθροῦ διὰ τῆς ἀναβάσεως
ἀπέστη τὸ ἀνθρώπινον γένος ἐκ τοῦ Θεοῦ,
εὔχεται ὁ προφήτης
κριθῆναι καὶ σωτηρίας
τυχεῖν τὸ ἀνθρώπινον γένος· αὕτη δὲ
γίνεται διὰ τοῦ λόγου τοῦ εὐαγγελικοῦ.
Τοῦ γὰρ Εὐαγγελίου κη ρυχθέντος ἐν πάσῃ
τῇ οἰκουμένῃ, κατηργήθη ὁ διάβολος,
καὶ σέσωσται τὸ ἀνθρώπινον
γένος ζωοποιηθὲν Πνεύ ματι. Ἀναμιμνήσκει τοίνυν
ὑποσχέσεων τὸν ∆εσπότην,
καὶ παρ' αὐτοῦ
τὴν σωτηρίαν αἰτεῖ, καὶ
κρῖναι αὐτῷ καὶ
τοῖς δυσμενέσιν ἀντιβολεῖ.
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι
τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας ἑαυτοὺς ἐστέρησαν
οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. Τοῦτο
δὲ παραίτιον τῆς ἀπ ωλείας, τὸ μὴ ἐκζητεῖν ἡμᾶς τὰ τοῦ Θεοῦ δικαιώματα. Καὶ οὐκ
εἶπε μόνον, ὅτι οὐκ ἐπίστευσαν, ἀλλ', Ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Ἐν
γὰρ τῷ κατα φρονεῖν ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, μακρύνει ἀφ' ἡμῶν τὴν σωτηρίαν. Οἱ
οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. Οὗτος ὁ στίχος προφανῆ τὴν διάνοιαν
ἔχει, καὶ οὐ δέεται λόγων εἰς ἑρμηνείαν· λέ γει γάρ· πολὺς τῆς σῆς φιλανθρωπίας
ὁ πλοῦτος, δι καία σου ἡ ψῆφος·
τὴν ἀπὸ τούτων σωτηρίαν αἰτῶ. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν
μαρτυρίων σου οὐκ ἐξέκλινα. Πολλαῖς, φησὶ, περι στοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημέ νων οὐκ ἠνεσχόμην τι
παραβῆναι. Καὶ τὴν ὑπόθεσιν εἰρηκότες τοῦ ψαλμοῦ εἴπομεν, ὡς ἅπαντα ὁ θεῖος ∆αυῒδ
τὰ συμβεβηκότα αὐτῷ ἐν τούτῳ συνήγαγε τῷ ψαλμῷ, καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ
τοῦ Σαοὺλ προγεγε νημένοις αὐτῷ λυπηροῖς,
τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσα λώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε·
τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείρατος
ἦν. Πολλοὶ οὖν τοὺς ἁγίους
ἐδίωκον, καὶ εἰς θάνατον ἀπ ήγαγον,
ἀλλ' αὐτοὶ ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ οὐκ ἐξ έκλιναν. Ἐμέμνηντο
γὰρ τοῦ Κυρίου λέγοντος· Μακάριοι οἱ
διωκόμενοι ἕνεκεν δικαιοσύνης,
ὅτι αὐτῶν ἐστιν ἡ
βασιλεία τῶν οὐρανῶν· ὡσαύτως καὶ τοῦ ἀποστόλου Παύλου· Ὅτι διὰ πολλῶν θλίψεων
δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τούτου ἕνεκεν διῆλθον διὰ πυρὸς καὶ ὕδατος οἱ μακάριοι καὶ ἀοίδιμοι
μάρτυρες, καὶ ἔδωκαν τὰ σώματα αὐτῶν διὰ τὴν τοῦ Θεοῦ ὁμολογίαν καὶ ἀγάπην·
ἀλλ' ἔχουσιν ἀντάμειψιν, γεγονότες
σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξ
ετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους
ὠδύρετο· οὕτως αὐτὸς ὁ ∆εσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο·
οὕτως ὁ θεῖος
Ἱερεμίας τὴν τοῦ
λαοῦ παρανομίαν ἐθρήνησε. Τοιούτους
χρὴ εἶναι ἡμᾶς, ἀδελφοί· ἐκτήκεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῶν ἀτάκτως
περιπατούντων, καὶ ἐλέγχειν αὐτοὺς καὶ
παρακαλεῖν, πρόδηλον τὴν ἡμετέραν ζωὴν
διευθύνοντες· Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης
ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει
πλῆ θος ἁμαρτιῶν· εἰ δὲ ἀδιόρθωτοι
μένουσι, στέλλεσθε ἀπὸ τῶν τοιούτων, ὡς ὁ Ἀπόστολος διδάσκει· Στέλλε σθε γὰρ, φησὶν,
ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως
περι πατοῦντος· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος
ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος,
ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ
συνεσθίειν. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆ σόν με.
Συνεχῶς ἐντολῶν καὶ δικαιωμάτων καὶ νόμων
μνημονεύει καὶ μαρτυρίων, τὸν περὶ ταῦτα πόθον δει κνύς.
∆ιδάσκει δὲ ἡμᾶς τὸ ῥητὸν,
ἵνα, κατὰ τὸν ἀδελφό θεον Ἰάκωβον, ἀγαπῶμεν μὴ λόγῳ καὶ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ.
Οὕτω γὰρ ἂν ἐν τῷ ἐλέει τοῦ Θεοῦ ζησόμεθα. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς
τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
δʹ. Ἀψευδεῖς ἔχεις
τὰς ὑποσχέσεις, ἀληθείᾳ
τὰς ἐπαγ γελίας
κοσμεῖς, ἔργῳ βεβαιοῖς σου τοὺς λόγους.
Ἐν τῇ κατ' ἀρχὰς τοίνυν κοσμογενείᾳ εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν
τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ
φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ'
αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἐκράτη σεν οὖν αὐτὴ ἡ ἀπόφασις εἰς τὸν αἰῶνα· τὸ γὰρ
παρα κοῦσαι Θεοῦ θάνατον ἐπεισφέρει. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Γέγραπται γάρ· Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ·
Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα
τὰ ἔθνη· ὅς ἐστι Χριστός. ∆ι' αὐτοῦ οὖν εἰς τὸν αἰῶνα
γέγονεν ἡ δικαιοσύνη τῷ γένει
τῶν ἀνθρώπων. Ἀρχὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος· ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις,
καὶ ηὔξησε τὸν λαὸν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι δὲ αὐτοῦ
ηὐλόγησε, κατὰ τὰς ἐπαγγελίας, πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ
εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Προφήτης γὰρ ὢν ἑώρα τοῦ
Χριστοῦ τὸ αἰώνιον κράτος. ∆ιὸ καὶ ἀληθείᾳ ἔφησε κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρ χήν.
Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· Ἔργα χειρῶν αὐ τοῦ ἀλήθεια καὶ κρίσις. Ἄρχοντες
κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρ δία μου. Τοὺς πολεμοῦντας,
φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην· τοὺς δὲ σοὺς ἔδεισα νόμους. ∆ιὸ καὶ καθεύδοντα
τὸν πολέμιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτόλμησα. Καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ
μυσαρὸν παῖδα οἰκτείρων ἔλεγον· Φείσασθέ μοι τοῦ παιδαρίου. Ταῦτα μὲν ὁ ∆αυῒδ
διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἔλεγε· κατὰ δὲ
θεωρίαν καὶ διάνοιαν ἄρχοντές εἰσι τὰ πονηρὰ πνεύματα, ὡς ὁ μακά ριος Παῦλος ἡμᾶς
διδάσκει· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς
τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Αὐτοὶ οὖν προσβάλλουσιν ἡμῖν,
βουλόμενοι ἀπατῆσαι· ἀλλ' ἀπὸ τῶν λόγων τοῦ Θεοῦ φοβηθῶμεν. Εἶπε γὰρ ὁ Κύριος·
Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα,
τὴν δὲ ψυχὴν μὴ δυναμένων τι βλάψαι· φοβήθητε δὲ μᾶλλον
τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπ ολέσαι ἐν γεέννῃ.
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά
σου, ὡς εὑρίσκων σκῦλα πολλά. Ἐπειδὴ πολε μίων ἐμνημόνευσε διωκόντων,
εἰκότως καὶ τῶν σκύ λων
τὴν μνήμην παρήγαγε. Λέγει δὲ, ὅτι πάντας εἰ ἀνεῖλον
ἐκείνους καὶ σκυλεύσας πλεῖστα ὅσα συν ήγαγον λάφυρα,
οὐκ ἂν οὕτως εὐφράνθην, ὡς τοῖς σοῖς ἀγάλλομαι νόμοις. Ὅπερ δὲ ἄνω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει.
Ἐκεῖ γὰρ ἔφη· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ, Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. ∆ιδάσκει οὖν, ἵνα ὑπὲρ πᾶσαν εὐφροσύνην χαίρωμεν
καὶ ἀγαλλιώμεθα ἐπὶ ταῖς ἐντο λαῖς
τοῦ Θεοῦ. Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς
περὶ τὰ θεῖα
διακείμενος, τἀναντία μυσάττεται.
Καὶ γὰρ ὁ μισῶν τὴν ἀδι κίαν, πάντως τὴν δικαιοσύνην ἐπισπᾶται. ∆ύο γὰρ ἐναντίους
λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει. Εἶπε δὲ καὶ ὁ Κύριος·
Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἑπτάκις
τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τινὲς τὸ, Ἑπτάκις,
Πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ προφήτου δηλοῖ.
Τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. Ἀδιαλείπτως τοίνυν χρὴ καὶ ἡμᾶς αἰνεῖν
τὸν Θεὸν, τουτέστιν, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Οἱ δὲ ἐπιεικέστε ροι
καὶ εὐλαβεῖς ἑπτάκις ποιοῦνται τὴν στάσιν
αὐ τῶν πρὸς τὸν Θεὸν νύκτωρ καὶ μεθ' ἡμέραν· πρῶτα μὲν διανυκτερεύοντες, ὃ καὶ ὄρθρον ὀνομάζομεν· εἶθ' οὕτως, ἀνατέλλοντος τοῦ ἡλίου,
εὐχαριστοῦσι τῷ ἀγα γόντι τὴν ἡμέραν· τρίτῃ ὥρᾳ, ὅτε τὸ Πνεῦμα τὸ ἅγιον
ἐπὶ τοὺς ἀποστόλους ἐπεδήμησε· τῇ ἕκτῃ, ὅτε Χριστὸς ὁ Θεὸς ἡμῶν σαρκὶ ἐπὶ τῷ
σταυρῷ προσηλώθη, καὶ ἐξήλειψε τὸ καθ' ἡμῶν χειρόγραφον· τῇ ἐννάτη, ὅτε τὸ αἷμα
ἐξέχεε καὶ παρέδωκε τὸ πνεῦμα, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου κατοχῆς·
περὶ ἡλίου δυσμὰς, ὃ καὶ λυχνικὸν ὀνομάζομεν,
διὰ τὸ εὐχαριστεῖν ἡμᾶς ἐπὶ τῇ παρελεύσει τῆς ἡμέρας·
πάλιν δὲ, ὅταν πρὸς τὸν
ὕπνον ὑπάγωμεν. Ταῦτα οὖν
συναριθμούμενα Ἑπτάκις γίνεται. Εἰρήνη πολλὴ
τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οἱ τῷ θείῳ
πυρπολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάν των ἀνθρώπων πολεμῶνται,
θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ'
οὐ κατα λιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ'
οὐκ ἀπολλύμενοι. Καὶ ὁ Κύριος δὲ
τοὺς ἱεροὺς ἀποστόλους ὡς πρόβατα ἐν μέσῳ λύκων εἰς πᾶσαν ἀποστείλας τὴν οἰ
κουμένην, ἔφη πρὸς αὐτούς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Αὐτοὶ γὰρ καὶ τὸν εὐαγγελικὸν
νόμον ἔλαβον, καὶ πανταχοῦ ἐκήρυξαν. Τοῦτο γὰρ δηλοῖ τὸ,
Πολλή. Καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Συνετρίβη γὰρ ὁ σατανᾶς ὑπὸ τοὺς πόδας αὐτῶν.
Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς
περιστοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν σὴν ἀναμένων
σωτηρίαν διετέλεσα, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς· ἐπειδήπερ οἱ ἀγαπῶντες τὰς ἐντολὰς τοῦ Θεοῦ ἀντάμειψιν ζητοῦσι τῆς ἀγάπης καὶ τῆς φυλακῆς, καὶ προσδοκῶσιν ἀποκεῖσθαι αὐτοῖς τὴν τῶν οὐρανίων ἀγαθῶν
ἀπόλαυσιν. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι
αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Εἰδὼς γὰρ
ὡς ἅπαντα ἐφορᾷς,
ὡς ὑπὸ σοὶ θεατῇ
πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά
σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερ μῆς τοῦτο δέδρακα διαθέσεως. Ταῦτα δὲ
ὁ προφήτης πρὸς ἡμετέραν νουθεσίαν καὶ παράκλησιν διαλέγεται, ἵνα φυλάττωμεν τὰς
ἐντολὰς τοῦ Θεοῦ καὶ τὰ μαρτύρια
αὐτοῦ. Ὅσοι οὖν οὐ δι'
ἐμπορίαν καὶ αἰσχροκερδίαν, οὐδὲ
διὰ τὸ θεαθῆναι καὶ ἐπαινεθῆναι παρὰ τῶν ἀνθρώ πων, ἀγαθὰ ποιοῦσιν, οὗτοι λέγουσι·
Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Ἐγγισάτω
ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ
λόγιόν σου συνέτι σόν με.
εʹ. Πᾶσαν τὴν ἱκετείαν
προσενεγκὼν, ἀντιβολεῖ δεχθῆ ναι, καὶ μὴ
ἀποῤῥιφῆναι τὴν δέησιν. Καὶ παρακαλεῖ σύν εσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λόγων τὴν γνῶσιν. Ὁ οὖν ἐν ἁμαρτίαις ζῶν καὶ ἀναστρεφόμενος
οὐ δύναται εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Ἔφη γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου·
Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὥστε ἐκ τῶν ἁμαρτημάτων πρῶτον
ἐπιστρέψαι δεῖ, καὶ τότε εἰπεῖν·
Ἐγγισάτω ἡ δέησίς
μου ἐν ώπιόν
σου, Κύριε· ἐπεὶ οὐδὲ ψάλλειν
ἁμαρτωλῷ ἔξεστι· γέγραπται γάρ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ τωλοῦ·
καὶ, Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην
μου διὰ στόματός σου; Σὺ δὲ ἐμί σησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Καὶ,
Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐ τοῦ, οὐχ οἱ ἀνόσιοι. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν
σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί
με. Ἀξίωμα τὴν ἱκεσίαν καλεῖ. Τοῦτο γὰρ
καὶ παρὰ τοῖς ἄλλοις
εὗρον ἑρμηνευταῖς, ἵνα ᾖ ἡ
ἔννοια οὕτως· εἰσέλθοι ἡ ἱκεσία καὶ ἡ δέησίς
μου ἐνώπιόν σου, Κύριε. Καὶ ἐπειδὴ προσδέχῃ τὴν δέησίν μου κατὰ τὸ λόγιόν σου, ὃ
ἐπηγγείλω μετανοοῦσιν ἁμαρτωλοῖς, λῦσαί με τῶν ἁμαρτιῶν μου. ∆ιαφόροις μέντοι
χρώμενος λόγοις ὁ προφήτης, τὸν ∆εσπότην μειλίσσεται. Ἐξερεύξονται τὰ χείλη μου
ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώ ματά σου. Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ.
Τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώματα, σοὶ τῷ
τῶν τοιούτων δι δασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν. Ὅταν τοίνυν
τὰς ἀρε τὰς καὶ τὰς ἐντολὰς τοῦ
Θεοῦ κατορθώσωμεν, τοῦτον ἐξερευγόμεθα ὕμνον αἰνέσεως, καὶ ἑλκύομεν Πνεῦμα συνέσεως·
ἐπεὶ ἐν ἁμαρτίαις ζῶντες οὐδαμῶς
ἐρευγό μεθα ὕμνον. Φθέγξαιτο ἡ γλῶσσά
μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Εἰς μελέτην
τῶν σῶν λογίων τὴν γλῶτταν
ἀφιερώσω, εἰδὼς πάσῃ δι καιοσύνῃ κεκοσμημένας
τὰς ἐντολάς σου. Καὶ ἡ φωνὴ εὐ
κτικὴ, διδάσκουσα ἡμᾶς, ὅσης κατακρίσεως ὑπεύθυνοι γί νονται οἱ τὰ πορνικὰ ᾄσματα
φθεγγόμενοι, οἱ κολακείας καὶ εὐφημίας ἀνθρώποις
προσφέροντες, οἱ κωμικὰς φλυαρίας ἀναφωνοῦντες, οἱ διὰ λοιδορίας ψιθυρίζοντες, οἱ ψευ δηγορίας, οἱ κραυγὰς ἐν ἱπποδρομίαις
θρυλλοῦντες. Οὐδὲ γὰρ ἕτερόν τι χρὴ φθέγγεσθαι,
ἢ τὰ λόγια τοῦ Θεοῦ. Τούτου ἕνεκεν καὶ ἐπιφέρει λέγων·
Ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Τὸ Ἡρετισάμην, ὁ μὲν
Σύμμαχος, Εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ ὁ
Θεοδοτίων, Ἐξελεξάμην, εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν,
ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. Τοῦτο γὰρ χεὶρ τοῦ Θεοῦ. Οἱ γὰρ
ἐκλεγόμενοι τὰς ἐντολὰς
τοῦ Θεοῦ πάντως καὶ τὴν παρ' αὐτοῦ
σωτηρίαν κομίζονται. Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστίν. Ἱμείρομαι, φησὶ, παρὰ
σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ. Ποῖον δὲ σωτήριον; Ὃ
γέγονεν, ἐνανθρωπήσαντος τοῦ ἑνὸς τῆς ἁγίας
Τριάδος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Τότε γὰρ ἐσώθημεν ἐκ τῆς κατοχῆς τοῦ ἐχθροῦ, καὶ
ἐμάθομεν μελετᾷν τὰ εὐαγγε λικὰ προστάγματα.
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε· κατὰ τὰ κρίματά σου βοήθησαί μοι. Ζωὴν ἐνταῦθα τὴν ἔνθεον
λέγει τὴν αἰνέσει τοῦ Θεοῦ γινομένην·
αἰτεῖ δὲ συνέπεσθαι αὐτῷ εἰς βοήθειαν τὰ κρίματα τοῦ Θεοῦ. Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι
τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς
ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. Ἐπλανήθην
ὡς πρόβατον ἀπ ολωλός. Τοῦτο καὶ τῷ προφήτῃ
λέγειν μετὰ τὴν ἁμαρ τίαν ἥρμοττε, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων
φύσει. Ζή τησον τὸν δοῦλόν σου· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Ἐκπεπτωκότος
τοῦ Ἀδὰμ διὰ τῆς παραβάσεως τοῦ παραδείσου, εἰς πάντας διῆλθε τὸ ἁμάρτημα, ὡς ὁ
Ἀπόστολος ἔφη, καὶ ὡς πρόβατον ἀπολωλὸς ἐπλα
νήθησαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰς φάραγ γας τῆς ἁμαρτίας, ὅπου οὐκ ἦν ἐπισκοπὴ τοῦ
Θεοῦ, λατρεύοντες δαίμοσι καὶ εἰδώλοις. Ἀλλ'
ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, τοῦ ζητῆσαι
καὶ σῶσαι τὸ ἀπολωλός·
καὶ ζητήσας πλα νώμενον, εὗρε,
καὶ τοῦτο ἀνεκαλέσατο, καὶ ἐπὶ τῶν ὤμων ἐβάστασε, καὶ
συγκατέμιξεν αὐτὸ τῇ ἰδίᾳ ποίμνῃ. Εἰρηνοποίησε γὰρ τὰ ἐπίγεια τοῖς οὐρανίοις ἐν τῇ ἐν σάρκῳ αὐτοῦ παρουσίᾳ. ∆ιὸ καὶ ποιμένες
μετ' ἀγγέλων ἐν τῇ γεννήσει αὐτοῦ ἐδόξαζον λέγοντες· ∆όξα ἐν ὑψί στοις Θεῷ, καὶ
ἐπὶ γῆς εἰρήνη. Ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ
λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην
μὲν ὁ προφήτης προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ὡς δὲ ἀνωτέρω εἴρηται, ἔδραμεν ὁ ποιμὴν ὁ καλὸς ἐπὶ τὸ πλανώμενον
πρόβατον, καὶ ζητήσας εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἐπανήγαγε, καὶ εὐφράνθη ἐπ'
αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις· τοῦτο δηλοῦντος τοῦ λόγου, ὁσάκις τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπι-λανθανόμεθα, ζητεῖ ἡμᾶς ὁ Θεὸς
εἰς ἑαυτὸν ἀνακαλούμενος. Σκοπήσωμεν δὲ
τὴν τοῦ ψαλμοῦ ἀρχὴν καὶ τὸ τέλος. Λέγει γὰρ ἐν προοιμίοις· Μακάριοι οἱ ἄμωμοι ἐν
ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ τέλει τούτου· Ζήτησον τὸν δοῦλόν
σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Οἱ οὖν πορευόμενοι ἐν νόμῳ Κυρίου, πάντως
τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθάνονται· καὶ οἱ
μὴ
ἐπιλανθανόμενοι τὰς ἐντολὰς, πορεύονται ἐν νόμῳ Κυρίου. Ἡμεῖς
δὲ τοῦ ψαλμοῦ
τὴν ἑρμηνείαν ἐν
κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας,
μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ
ταῦτα τῷ προφήτῃ
προσήκειν, ἀλλ' ἕκαστον τὴν πρόσφορον
ἐκ τούτων ὠφέλειαν λαβεῖν,
καὶ φάρμακον ἀλεξητήριον
τοῖς οἰκείοις κατασκευάσαι παθήμασι. Καὶ ταῦτα μὲν, ἀδελφοὶ,
τῶν πατέρων τὰ ὑπομνήματα καὶ τὰ διδάγματα,
ἐξ ὧν καὶ ἡμεῖς ἀρυσάμενοι μετεδώκαμεν ὑμῖν
μετὰ τῆς δεούσης ἐπιφροσύνης, ὅπως αἱ ἐντολαὶ
τοῦ Θεοῦ προκόπτωσιν εἰς ὑμᾶς. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ἴδιον, ἵνα κατὰ τὴν εἰλικρινῆ
ἡμῶν πίστιν καὶ αἱ πράξεις ἀγαθαὶ ὦσιν. Ἐν αἷς στηρίξει ὑμᾶς Κύριος ὁ Θεὸς,
δωρούμενος ὑμῖν πλούσια τὰ ἐλέη αὐτοῦ καὶ
τοὺς οἰκτιρμοὺς αὐτοῦ, φυλάττων ὑμᾶς ἀπὸ
παντὸς κακοῦ, καὶ τῆς οὐρανίου
αὐτοῦ βασιλείας ὑμᾶς ἀξιῶν, πρεσβείαις
τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου
καὶ ἀειπαρθένου, καὶ πάντων αὐτοῦ τῶν
ἁγίων, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το
Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου