Eρωτοαποκρίσεις
Ἀπόκρισις
Πρῶτον καί πρό πάντων δοξάζω τήν ἁγίαν καί ὁμοούσιον Τριάδα λέγων' δόξα Πατρί καί Ὑὶῷ καί ἁγίῳ Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οὐκ ἀκαίρως δέ προεσημειωσάμην ἐν τοῖς προοίμιοις τήν τοιαύτην δοξολογίαν, ἀλλά δεικνύων τῷ μισοκάλῳ δαίμονι ὅτι ἐν ταῖς παρ᾿ αὐτοῦ φαινομέναις φαντασίαις, οὐδέν φαίνεται τῆς τοιαύτης δοξολογίας, ἀλλά ταραχή καί λύπη καί ἀδημονία. Λοιπόν, ἀδελφέ, ἔλθωμεν εἰς τήν τοῦ Θεοῦ εὐχαριστίαν, ἐπί τῇ λυτρώσει τοῦ μεγάλου πειρασμοῦ τοῦ φθάσαντος ἡμᾶς ὡς ἀσυνέτους. Καί οὐκ ἀφῆκεν ἡ φιλανθρωπία αὐτοῦ ἀπολεσθῆναι ἡμᾶς εἰς τέλος“ ἀεί γάρ ἀληθινός ὁ εἰπών' «ζῶ ἐγώ λέγει Κύριος, ὅτι οὐ θέλω τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν». Τοίνυν τῷ σώσαντι ἡμᾶς καί ἀεί σώζοντι, δώσωμεν τήν εὐχαριστίαν διαπαντός' ῷ εὐχαριστοῦσιν Ἄγγελοι, δυνάμεις ὑπερκόσμιοι, στρατιαί ἐπουράνιοι, Χερουβίμ καί Σεραφείμ ταῖς εὐπρεπεστάταις φωναῖς, ἀκαταπαύστως καί ἀδιαλείπτως, ἀναβοῶντα καί κεκραγότα καί λέγοντα“ ᾿Ἀγιος, ᾿Ἀγιος, ᾿Ἀγιος Κύριος Σαβαώθ, καί τά λοιπά.
Read More ->>




























