ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ,

Τετάρτη 5 Οκτωβρίου 2016

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ,




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς  
ΕΙΣ ΤΟΝ Μ∆ʹ ΨΑΛΜΟΝ.Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν  τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ  ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σω σανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν.  Ἄλλος,  Ἐπιστήμονος  ᾆσμα πρὸς  φιλίας.  Ἄλλος,  Τοῖς ἠγαπημένοις·  ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.

αʹ. Ἐβουλόμην παρεῖναι νυνὶ  Ἰουδαίους ἅπαντας  καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ  ἐν  τοῖς  δικαστηρίοις  καὶ  πανταχοῦ   τότε  μάλιστα  ἀνύποπτος     μαρτυρία  τῶν πραγμάτων  γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν  αὕτη φέρηται. Ἵν' οὖν καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρεχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καταισχύνωνται·  Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες  παρὰ τῶν  ἐχθρῶν  τὰ βιβλία  ἡμῖν  φερόμενα.  Οὐ γὰρ δήπου πεπλάσθαι  παρ' ἡμῶν  αὐτὰ δυνήσονται  λέγειν,  οὐχ ἡμῶν,  ἀλλὰ  τῶν  τὸν Χριστὸν σταυρωσάντων  τὰ βιβλία παρεχομένων  ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως διαλεγόμενα. Ἀλλ' εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας ἁψώμεθα.


 Εἰς γὰρ τὸν Χριστὸν ὁ ψαλμὸς οὗτος ἀναγέγραπται·  διὸ καὶ, Εἰς τὸν ἀγαπητὸν,  καὶ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τὴν προγραφὴν ἔχει. Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων  μεταβολὴν  καὶ μετάστασιν. Ταύτην τὴν ἀλλοίωσιν  δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. ∆ιὸ καὶ ἀρχόμενος οὐχ οὕτω φησίν· Εἶπεν ἡ καρδία μου. Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν  λεγομένων,  ἀλλ' οὐράνια καὶ πνευματικὰ διηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ' ἐκ θείας ἐνεργείας,   τῷ   ὀνόματι   τῆς  ἐρυγῆς   τοῦτο   παρίστησιν.  Ἐρευγόμεθα  γὰρ  οὐχ  ὅτε βουλόμεθα· τὸν μὲν γὰρ λόγον τοῦτον φθεγγόμεθα ὅτε θέλομεν, καὶ λέγομεν, καὶ κατέχομεν· τὴν δὲ ἐρυγὴν οὐχ ὁμοίως. ∆εικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης  σπουδῆς ἐστι τὰ  λεγόμενα,  ἀλλὰ  θείας  ἐπιπνοίας   τῆς  κινούσης  αὐτὸν,  ἐρυγὴν  τὴν  προφητείαν ἐκάλεσεν. Ὥσπερ γὰρ ἐπὶ τῆς ἐρυγῆς, τῆς τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς  διδασκαλίας. Τοιαῦτα τοίνυν  ἠρεύγετο, οἷα καὶ ἐσιτεῖτο. Ὅρα δὲ καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα  τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ' ἡδονῆς ἐσθίοντα. Ἐγένετο γὰρ, φησὶν, ἐν  τῷ  σώματί  μου  ὡς  μέλι  γλυκάζον.  Ἐπεὶ  οὖν  ἐδέχοντο  τὴν  πνευματικὴν   χάριν, τοιαῦτα καὶ ἠρεύγοντο. Ὅτι γὰρ οὐ περὶ ἐρυγῆς ὁ λόγος τῆς αἰσθητῆς ταύτης, οὐδὲ περὶ σιτίων, ἄκουσον τί ἐρεύγεται, καὶ τίς ἐστιν ὁ ἐρευγόμενος. Οὐχ ὁ στόμαχος ὁ τὰ σιτία δεχόμενος, ἀλλ' ἡ καρδία. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου. Καὶ τί ἐρεύγεται; Οὐ σῖτον,  οὐδὲ  ποτὸν,  ἀλλὰ   τὰ  συγγενῆ   τῇ  τραπέζῃ,  Λόγον  ἀγαθὸν,   τὸν  περὶ  τοῦ Μονογενοῦς· οὗτος γὰρ μάλιστα ἀγαθός. Ἦλθον γὰρ, φησὶν, οὐχ ἵνα κρίων τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάντα προσηνῆ, πάντα κολάσεως ἀπηλλαγμένα.  Ἐρεύγεται δὲ τοιαῦτα,  ἐπειδὴ  τὴν  καρδίαν  αὐτοῦ  ἐξεκάθαρεν.  Ὥσπερ γὰρ ἡ γαστὴρ, ὅταν  μὲν ῥυπαρῶν  γέμῃ χυμῶν,  συγγενῆ  τούτοις  ἐρεύγεται, ὅταν δ' ὑγιεινή  τις οὖσα τυγχάνῃ, κατάλληλον    ποιεῖται   τὴν   ἐρυγήν·   οὕτω   καὶ      καρδία   τοῦ   Προφήτου,   ἐπειδὴ ἁμαρτημάτων ἦν ἀπηλλαγμένη, Πνεύματος ἐδέξατο χάριν, καὶ λόγον ἐρεύγεται ἀγαθόν.
 Ἐντεῦθεν  καὶ ἕτερόν τι μανθάνομεν,  ὅτι οἱ προφῆται  οὐχ ὡς οἱ μάντεις  ἦσαν.  Ἐκεῖ μὲν γὰρ ὁ δαίμων, ὅταν εἰς τὴν ψυχὴν ἐμπέσῃ, πηροῖ τὴν διάνοιαν, καὶ σκοτοῖ τὸν λογισμὸν,  καὶ  οὕτως  ἅπαντα  φθέγγονται,   οὐδὲν  τῶν  λεγομένων   ἐπισταμένης  τῆς διανοίας  αὐτῶν, ἀλλ' οἷον αὐλοῦ τινος ἀψύχου φθεγγομένου.  Τοῦτο καί τις τῶν παρ' αὐτοῖς φιλοσόφων  ἔφη, οὕτως εἰπών· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις  λέγουσι μὲν πολλὰ, ἴσασι δὲ μηδὲν ὧν λέγουσιν. Ἀλλ' οὐ τὸ Πνεῦμα τὸ ἅγιον οὕτω ποιεῖ, ἀλλὰ καρδίαν ἀφίησιν εἰδέναι τὰ λεγόμενα. Εἰ γὰρ μὴ ᾔδει, πῶς ἔλεγεν, Λόγον ἀγαθόν; Ὁ μὲν γὰρ  δαίμων,  καθάπερ  ἐχθρὸς  καὶ  πολέμιος,  πολεμεῖ  τῇ  φύσει  τῇ  ἀνθρωπίνῃ· τὸ  δὲ Πνεῦμα  ἅγιον,  καθάπερ  κηδόμενον   καὶ  εὐεργετοῦν,   κοινωνεῖν   τῆς  γνώμης   τοὺς δεχομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων  διανοίας ἀποκαλύπτει  τὰ λεγόμενα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἄλλος, Τὰ ποιήματά μου. Ἔργα ποῖά φησι; Τὴν προφητείαν. Καθάπερ γὰρ τοῦ  χαλκέως  ἔργον,  τὸ  σκέπαρνον  ἐργάσασθαι, καὶ  τοῦ  οἰκοδόμου  τὸ οἰκίαν  ποιῆσαι, καὶ τοῦ ναυπηγοῦ  τὸ ναῦν  συγκολλῆσαι· οὕτω καὶ τοῦ προφήτου  τὸ προφητείαν ὑφᾶναι. Ὅτι γὰρ καὶ τοῦτο ἔργον ἐστὶν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος περὶ τῶν ἀποστόλων· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Καὶ Παῦλος· Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Εἰ δὲ μὴ ἔργον ἦν, πῶς κόπον εἶχε; Τί γὰρ τοῦ ἔργου τούτου τιμιώτερον;  τί δὲ χρησιμώτερον; Πασῶν τῶν  τεχνῶν  ἐστιν ἀνώτερον.  Τί οὖν ἐστι τὸ ἔργον, ὃ λέγει  τῷ βασιλεῖ; Τὸν ὕμνον  τοῦτον,  τὴν  προφητείαν  ταύτην.  Καὶ οὐκ εἶπε ποίῳ  βασιλεῖ, δηλῶν  ὅτι τῷ Θεῷ τῶν  ὅλων.  Ὥσπερ γὰρ ὅταν  λέγωμεν  τὸν  Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προστίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων   ὁμοίως·  ὅταν  δὲ  τὸν  ἡμέτερον  λέγωμεν,   οὐ  δεόμεθα  προσθήκης,  ἀλλ' ἀρκούμεθα τῷ εἰπεῖν βασιλέα· οὕτω καὶ ὁ Προφήτης, ἐπειδὴ περὶ τοῦ ὄντως βασιλέως ἔλεγεν,  ἀρκεῖται  τῷ εἰπεῖν,  Βασιλεῖ. Ὥσπερ γὰρ παντοκράτορα  εἰπόντες,  οὐ δεόμεθα προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον παντοκράτορα· οὕτω βασιλέα λέγοντες, οὐ δεόμεθα ἑτέρας  προσθήκης,  διὰ  τὸ  μὴ  εἶναι  ἕτερον  βασιλέα  Θεόν. Ἄλλως  δὲ  καὶ    λέγων, βασιλεὺς ἦν. Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ· διὰ τοῦτο οὐκ εἶπε, Βασιλεῖ, ἀλλὰ, Τῷ βασιλεῖ, τῇ προσθήκῃ τοῦ ἄρθρου τὴν κυριότητα παριστάς.

βʹ. Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης  ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν  μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ δὲ κάλαμος ταῦτα γράφει, ἅπερ ἂν ἡ κατέχουσα αὐτὸν κελεύῃ χείρ. Ἕτερος δέ φησιν· Ἡ γλῶσσά μου ὡς γραφεῖον γραφέως ταχινοῦ. Τί βούλεται τὸ, Ταχινοῦ; Ἵνα κἀντεῦθεν  τὴν χάριν δείξῃ. Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος,  μέλλει  καὶ βραδύνει μελετῶν,  συντιθεὶς, ἐμποδιζόμενος  καὶ ἀγνοίᾳ  καὶ ἀμαθίᾳ  καὶ μελλήσει,  καὶ πολλά  ἐστι τὰ λυμαινόμενα  τῷ  τάχει  τοῦ λόγου· ὅταν  δὲ Πνεῦμα κινῇ τὴν διάνοιαν, οὐδὲν τὸ κωλύον· ἀλλ' ὥσπερ ὕδατος  ῥύμη πολλῷ τῷ ῥοίζῳ  φερομένη  προέρχεται,  οὕτω  καὶ    τοῦ  Πνεύματος  χάρις  μετὰ  πολλῆς   τῆς ταχύτητος  πρόεισι, πάντα  λεῖα,  πάντα  εὐμαρῆ  προφέρουσα.  Εἶτα πάλιν  αὐτὸ  τοῦτο διακαθαίρων,  καὶ  δεικνὺς  οὐδὲν  ἀνθρώπινον   ὃν  τῶν  λεγομένων,  ἐπήγαγεν  Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων  Τινὲς μὲν οὖν περὶ τῆς γλώττης  εἰρῆσθαι τοῦτο λέγουσιν,  ὅτι κάλαμος ὡραῖος κάλλει·  ἐμοὶ δὲ δοκεῖ λοιπὸν  περὶ τοῦ Χριστοῦ λέγειν αὐτόν. ∆ιὸ καὶ ἕτερός φησιν ἑρμηνευτής· Κάλλει ἐκαλλωπίσθης  ἀπὸ υἱῶν  ἀνθρώπων. Εἰς γὰρ αὐτὸν τρέπει τὸν λόγον ὑπὸ πολλῆς θερμότητος, καὶ τῆς περὶ αὐτὸν διαθέσεως, ὡς καὶ Ἰακὼβ ἔλεγεν·  Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν  ἐκοιμήθης  ὡς λέων. Ἔνθους γὰρ γενόμενος, αὐτῷ λοιπὸν διαλέγεται, καὶ πρὸς αὐτὸν ἀποτείνει τὸν λόγον.
Τοῦτο δὲ οὐ κατὰ σύγκρισίν φησιν· οὐ γὰρ εἶπεν, Ὡραιότερος, ἀλλ', Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.  Ἄλλο τοῦτο, φησὶ, τὸ κάλλος παρ' ἐκεῖνο. Καὶ σκόπει πῶς τὸν περὶ τῆς οἰκονομίας  πρῶτον  κινεῖ λόγον. Ὅτι δὲ περὶ τῆς οἰκονομίας  ἐστὶ τοῦτο, δῆλον  ἐκ  τῶν  ἑξῆς.  Εἰπὼν  γὰρ,  Ὡραῖος  κάλλει  παρὰ  τοὺς  υἱοὺς  τῶν  ἀνθρώπων, ἐπήγαγεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χείλη δὲ ὁ Θεὸς οὐκ ἔχει, ἀλλὰ τῆς οἰκονομίας ἐστὶν    λόγος.  Ἕτερος  δὲ  ἑρμηνευτὴς   εἰπὼν,   Ἀνεχύθη   χάρις   τοῖς  χείλεσί   σου, σαφέστερον τοῦτο  ἐποίησε. Τί δέ ἐστιν, Ἀνεχύθη,  ἢ ὡς  ἂν  εἴποι  τις, Ἡ ἔνδον  οὖσα ἀνέβλυσεν,  ἐπήγασε; Πῶς οὖν  ἕτερος προφήτης  λέγει· Εἴδομεν αὐτὸν,  καὶ οὐκ εἶχεν εἶδος,  οὐδὲ  κάλλος,  ἀλλὰ  τὸ  εἶδος  αὐτοῦ  ἄτιμον,  ἐκλεῖπον  παρὰ  τοὺς  υἱοὺς  τῶν ἀνθρώπων;  Οὐ περὶ  ἀμορφίας  λέγων,  μὴ  γένοιτο,  ἀλλὰ  περὶ  τοῦ  εὐκαταφρονήτου. Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν  ἁπάντων  διῆλθεν, οὔτε μητέρα  βασιλίδα  ἐπιγραψάμενος,  οὔτε  ἐν  καιρῷ  τῶν  σπαργάνων  ἐπὶ  κλίνης  τεθεὶς χρυσῆς, ἀλλ' ἐν  φάτνῃ,  οὔτε  ἐν  οἰκίᾳ  τραφεὶς  πολυτελεῖ,  ἀλλ' ἐν  εὐτελεῖ  τέκτονος δωματίῳ. Καὶ λαβὼν μαθητὰς πάλιν, οὐ ῥήτορας καὶ φιλοσόφους  καὶ βασιλέας ἔλαβεν, ἀλλ' ἁλιέας, καὶ τελώνας· καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος,   ὑβριζόμενος,  καταφρονούμενος,   ἐλαυνόμενος,   διωκόμενος.   Ταῦτα  δὲ ἐποίει, ἐκ πολλῆς  τῆς περιουσίας τὸν  τῦφον  πατῶν  τὸν ἀνθρώπινον.  Ἐπεὶ οὖν οὔτε φαντασίαν τινὰ καὶ κόμπον περιεβέβλητο, οὔτε ἀκολούθους εἶχε καὶ δορυφόρους, ἀλλ' ἔστιν ὅτε καὶ μόνος περιῄει, ὡς εἷς τῶν πολλῶν,  διὰ τοῦτο ἐκεῖνος μέν φησιν· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος· οὗτος δέ φησιν, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν  ἀνθρώπων·  τὴν  χάριν  δηλῶν,  τὴν  σοφίαν,  τὴν  διδασκαλίαν,  τὰ θαύματα.  Εἶτα ὑπογράφων  τὴν ὡραιότητα,  φησίν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Ὁρᾷς ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος; Τίς δέ ἐστιν αὕτη ἡ χάρις; ∆ι' ἧς ἐδίδασκε, δι' ἧς  ἐθαυματοποίει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα,  φησὶ,  καταβαῖνον   ὡσεὶ  περιστερὰν,  καὶ  μένον  ἐπ'  αὐτὸν,  οὗτός  ἐστιν  ὁ βαπτίζων.  Πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον.  Οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ  τὸ Πνεῦμα· Ἡμεῖς  μὲν  γὰρ ἐκ τοῦ  πληρώματος  αὐτοῦ  ἐλάβομεν·  ὁ δὲ ναὸς ἐκεῖνος ὁλόκληρον  τὴν χάριν ἔλαβε. Τοῦτο καὶ ὁ Ἡσαΐας δηλῶν  ἔλεγεν· Ἀναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας. Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ἀλλ' ἐκεῖ μὲν ὁλόκληρος ἡ χάρις· ἐπὶ δὲ τῶν ἀνθρώπων  μικρόν τι, καὶ ῥανὶς ἀπὸ τῆς χάριτος ἐκείνης. ∆ιὰ τοῦτο οὐκ εἶπε,
∆ίδωμι τὸ Πνεῦμα, ἀλλ', Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

γʹ. Τοῦτο γοῦν  καὶ ἐξέβη. Πᾶσα γὰρ ἡ οἰκουμένη  ἐκ τοῦ Πνεύματος ἐδέξατο ἐκείνου.  Ἤρξατο μὲν  γὰρ  ἐκ Παλαιστίνης  τὸ  δῶρον·  προῆλθε  δὲ  εἰς  Αἴγυπτον,  εἰς Φοινίκην, τὴν τῶν Σύρων, τὴν Κιλίκων, τὸν Εὐφράτην, τὴν Μέσην τῶν ποταμῶν, τὴν Καππαδοκῶν, τὴν Γαλατῶν, τὴν Σκυθῶν, τὴν Θρᾳκῶν, τὴν Ἑλλάδα, τὴν Γάλλων, τὴν Ἰταλῶν, τὴν Λιβύην ἅπασαν, τὴν Εὐρώπην, τὴν Ἀσίαν, εἰς αὐτὸν τὸν Ὠκεανόν. Καὶτί δεῖ τὰ πολλὰ λέγειν; Ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπῆλθεν ἡ χάρις αὕτη· καὶ ἡ σταγὼν αὕτη, καὶ ἡ ῥανὶς τοῦ Πνεύματος τὴν οἰκουμένην  ἅπασαν ἐνέπλησε τῆς γνώσεως. ∆ιὰ ταύτης τὰ σημεῖα ἐγίνετο,  τὰ ἁμαρτήματα πάντων  ἐλύετο. Ἀλλ' ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη  χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών. ∆οὺς γὰρ, φησὶ, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος  μερίζεται.  Ὅρα δὲ τὴν  πηγὴν,  ὅση τίς  ἐστιν· Ὧ μὲν  γὰρ διὰ  τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ  δὲ χαρίσματα ἰαμάτων,  ἄλλῳ  δὲ ἐνεργήματα  δυνάμεων  ἐν τῷ αὐτῷ Πνεύματι,  ἄλλῳ   δὲ  προφητεῖαι,   ἑτέρῳ  δὲ  διακρίσεις  πνευμάτων,   ἑτέρῳ  δὲ  γένη γλωσσῶν. Καὶ τοσαῦτα χαρίσματα ἐν τοσούτοις ἔθνεσιν ἡ ἐν τῷ βαπτίσματι χάρις ἐπὶ τὴν γῆν ἅπασαν ἐξέτεινε· καὶ πάντα ταῦτα ἡ ῥανὶς τοῦ Πνεύματος ἐργάζεται. Ὅτι γὰρ ῥανὶς ἦν, ἐδήλωσε τῷ εἰπεῖν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ τῷ ἀῤῥαβῶνα καλέσαι.∆ιὰ γὰρ τούτου δῆλον, ὅτι μικρόν τι τοῦ παντὸς ἐδόθη. ∆ιὰ τοῦτο καὶ Ἰωάννης  τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ἐκ τοῦ ὑπερβλύζοντος,  ὡς ἂν εἴποι τις, ἐκ τοῦ περιττεύοντος,  ἐκ τοῦ ὑπερεκχεομένου  πάντες ἐλάβομεν. Ἐννόησον τοίνυν  Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις· καὶ οὐδὲ οὕτω περιγράφεται,  οὔτε ἀναλίσκεται,  ἀλλὰ πάντας μὲν ἐμπίπλησι πλούτου  καὶ χάριτος, αὐτὴ δὲ οὐδαμοῦ δαπανᾶται.  Εἶτα ἐπειδὴ πολυώνυμόν  τί ἐστι τὸ ὄνομα τοῦ πνεύματος καὶ γὰρ καὶ ἄγγελος, καὶ ψυχὴ, καὶ ἄνεμος τοῦτο  καλεῖται,  καὶ  ἕτερα  πλείονα,  ἐπήγαγεν,  Ἀπὸ τοῦ  Πνεύματός  μου. Ὥσπερ οὖν  ἀνθρώπου πνεῦμα συγγενές ἐστι τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ τοῦ Θεοῦ, ἀλλ' ἐν ἰδίᾳ ὑποστάσει μένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου  τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐ συγχέων  τὰς ὑποστάσεις, μὴ γένοιτο,  ἀλλὰ τὴν εὐγένειαν  τοῦ Πνεύματος δηλῶν.  Ὅση γοῦν  ψυχῆς  αὐτῆς  πρὸς ἑαυτὴν  ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια.  Ὥσπερ οὖν καὶ ὁ Υἱὸς Λόγος λέγεται,  ἀλλ' οὐκ  ἀνυπόστατος,  ἀλλὰ  διὰ  τοῦτο  τὸ  πρὸς  τὸν  Πατέρα συγγενὲς  ἵνα μάθωμεν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα λέγεται, ἀλλ' οὐκ ἀνυπόστατον.  Καὶ ὥσπερ ἐπειδὴ γνήσιός ἐστιν Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο υἱοθεσίαν ἡμῖν χαρίζεται· οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει. Ἐπεὶ καὶ  ἄνθρωπος,   ἐπειδὴ   φύσει  ἄνθρωπός   ἐστι,  διὰ  τοῦτο   γράψαι   δύναται   εἰκόνα ἀνθρώπου. ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἄλλος λέγει, Ἐπὶ τούτῳ. Ὁρᾷς πῶς δι' ὅλου πρὸς αὐτὸν ἀποτείνεται  ἐκ διαθέσεως; ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ οὐχ ἁπλῶς προφητεύει,  ἀλλ'  ἐν σχήματι ἐγκλήματος,  ὡς ὅταν  λέγῃ· Ἵνα τί ἐφρύαξαν  ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; οὕτω δὴ καὶ ἐνταῦθα λέγων, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Οὐδὲν γὰρ περὶ τῆς γεννήσεως αὐτοῦ διαλεχθεὶς, οὐδὲ περὶ ἀνατροφῆς, οὐδὲ περὶ  τῶν  ἄλλων,  ἐντεῦθεν  ἐμβάλλει  τὸν  περὶ  αὐτοῦ  λόγον.  Τί δήποτε; Ὅτι τὸ μὲν ἅπαντα κατὰ ἀκολουθίαν λέγειν, τῶν εὐαγγελιστῶν ἐστι· διὸ καὶ ἐκείνοις αὐτὰ ἐτήρησε· καὶ γὰρ τῆς ἐκείνων διηγήσεως ἦν· προφητείας δέ ἐστιν ἔργον, μέρη τινὰ ἀπολαμβάνειν καὶ περὶ τούτων διαλέγεσθαι. ∆ιὰ δὴ τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν· ὀλίγα τινὰ  γὰρ εἰς τὴν  ἱστορίαν ἐμβάλλοντες  καὶ συσκιάζοντες ἀναχωροῦσι.  ∆ιὰ τοῦτο καὶ οὗτος, Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα· οὕτως εἰπὼν, ὅτι τοσαύτης χάριτος ἔγεμεν  αὐτοῦ τὰ ῥήματα. Σκόπει γοῦν  τὴν  δύναμιν  τῆς χάριτος· Παρεπορεύετό ποτε παρὰ τὴν θάλασσαν, καὶ εὑρίσκει Ἰάκωβον καὶ Ἰωάννην,  καὶ λέγει αὐτοῖς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων  Οἱ δὲ καὶ τὸν πατέρα ἀφέντες  καὶ τὰ δίκτυα, ἠκολούθησαν  αὐτῷ.  Εἶτα ἄλλοτε  πᾶσι  τοῖς  μαθηταῖς  λέγων·  Μὴ καὶ  ὑμεῖς  θέλετε ὑπάγειν;   λέγει   αὐτῷ   Πέτρος·   Κύριε,  ῥήματα   ζωῆς   αἰωνίου    ἔχεις,   καὶ   ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν  ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Τί λέγω τοὺς μαθητάς; Αὐτοὶ οἱ Φαρισαῖοι ἀποστείλαντες ὑπηρέτας, ἤκουον  λεγόντων·  Οὐδέποτε ἐλάλησεν  οὕτως  ἄνθρωπος,  ὡς οὗτος ὁ ἄνθρωπος.  Καὶ ἕτεροι πάλιν ἔλεγον, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Καὶ ἐξεπλήσσοντο, φησὶν,  ὅτι  ἐδίδασκεν  αὐτοὺς  ὡς  ἐξουσίαν  ἔχων,  καὶ  οὐχ  ὡς  οἱ  γραμματεῖς  αὐτῶν  καὶ  οἱ  Φαρισαῖοι.

δʹ. Εἰ δὲ βούλει μαθεῖν  καὶ σὺ τὴν χάριν, ἄκουε τῶν  ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲ . μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν,  φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ' ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέσθαι· τοσαύτη  ἦν  αὐτοῦ  ἡ χάρις.  Καίτοι τί  ψυχῆς  οἰκειότερον;  Ἀλλὰ  καὶ  αὕτη καταπεφρόνηται  διὰ τὸ πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ,  τῆς  χείλη  ἐχούσης,  περὶ  τῆς  δεχομένης   τὴν  χάριν,  περὶ  τῆς  δεχομένης  τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ  ὁ Πατὴρ ἐγείρει,  φησὶ,  τοὺς  νεκροὺς  καὶ  ζωοποιεῖ· οὕτω  καὶ  ὁ Υἱὸς οὓς  θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ  τὸ,  Καθὼς,  ἀπαραλλαξίας   ἐστίν.  Ἀλλ'  ἐνταῦθα  περὶ  τῆς  οἰκονομίας    λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν  λέγοντος·  ∆ιὰ τοῦτό  με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ  τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τούτου αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν·  Οὗτός ἐστιν    Υἱός μου    ἀγαπητός;  Ἀλλὰ  θέλων  δεῖξαι  τὸ  μέγεθος  τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐνταῦθα ἡ αἰτία δήλη. ∆ιὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰκονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ' ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονομίαν  δηλῶν  μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ  αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει. Καὶ ἄλλος προφήτης  φησί· Πατάξει τὴν  γῆν  λόγῳ  τοῦ  στόματος αὐτοῦ,  καὶ  πνεύματι  χειλέων ἀνελεῖ  ἀσεβῆ· τὰ αὐτὰ τῷ  Παύλῳ φθεγγόμενος  λέγοντι·  Ὃν ὁ Κύριος ἀναλώσει  τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ  τῆς παρουσίας αὐτοῦ. Ἵν' οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων μὴ γένοιτο,  ἀλλὰ  τὴν  ἕνωσιν  δεικνύς.  ∆ιὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη   κατάρας·  οὗτος  δὲ  ἀπεναντίας   ἐκείνῳ   πολλῆς   τῆς  εὐλογίας.   Ἐκεῖνος ἤκουσεν,  Ἐπικατάρατος   σὺ  ἐν  τοῖς  ἔργοις  σου·  καὶ    μετ'  ἐκεῖνον   πάλιν,   καὶ, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις  ἐν τῷ βιβλίῳ  τούτῳ· καὶ, Ἐπικατάρατος  ὁ κρεμάμενος  ἐπὶ ξύλου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε ὁ Χριστὸς, γενόμενος  κατάρα. Ὥσπερ γὰρ ἐταπείνωσεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθάνατον  ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ  κατάρας  εὐλογίαν  χαρίζηται;  Οὐ γὰρ  αὐτὸς  ἐδεήθη  εὐλογίας,  ἀλλὰ  σοὶ ταύτην δίδωσιν.  Ὥσπερ  γὰρ  ὅταν  εἴπω,  ὅτι  ἐταπεινώθη,   οὐ  μεταβολὴν   λέγω,  ἀλλὰ  τῆς οἰκονομίας  τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλογίας,  ἀλλὰ  πάλιν  τῆς οἰκονομίας  δείκνυμι  τὴν  συγκατάβασιν. Ηὐλογήθη  τοίνυν  ἡ ἀνθρωπίνη  φύσις. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ' ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν  σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν  σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί  σου καὶ τῷ κάλλει  σου. Ἄλλος  φησὶ, Τὸν ἔπαινόν  σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥημάτων;  Περὶ γὰρ διδασκάλου  διαλεγόμενος  τοῦτο  γάρ ἐστι τὸ, Ἐξεχύθη  χάρις  ἐν χείλεσί  σου, ἐξαίφνης   ἡμῖν  βασιλέα  καθωπλισμένον   ὑπογράφει,  καὶ  οὐκ  ἐν  τάξει προφητείας,  ἀλλ' ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ εἶπε· Περιζώσεται τὴν  ῥομφαίαν  αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ  κάλλει  σου. Εἶτα τοξότην·  Τὰ βέλη γάρ σου, φησὶν,  ἠκονημένα,  δυνατέ.  Καὶ πάλιν  νικητὴν  καὶ τροπαιοῦχον·  Λαοὶ ὑποκάτω  σου, φησὶ, πεσοῦνται  ἐν καρδίᾳ τῶν ἐχθρῶν  τοῦ  βασιλέως.  Καὶ τοῦτον  δὲ  αὐτὸν  πάλιν  εἰσάγει  μύροις  χριόμενον  τὸν ὁπλίτην,  καὶ βασιλέα, καὶ τοξότην,  καὶ νικητήν· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου.

εʹ. Τίς οὖν κοινωνία  ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ,  τόξοις  καὶ  ὡραϊσμῷ;  Τὰ μὲν  γάρ ἐστιν  εἰρήνης  σύμβολα, τὰ  δὲ μάχης  καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος;  ὁ προϊὼν  ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων  τῶν  ἐχθρῶν, καὶ  τοσαύτας  ἐργαζόμενος  σφαγάς;  Πῶς λύσομεν  τὴν  ἀπορίαν  ταύτην;  Ἂν  γνῶμεν ἀκριβῶς  ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα  λέγεται.  Καὶ γὰρ καὶ αὐτὸν  εἰσάγει ὁ Προφήτης ἀλλαχοῦ  ὁπλιζόμενον,  ὡς ὅταν  λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε,  τὴν  ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε,  καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη  θανάτου.  Καὶ πάλιν  ἀλλαχοῦ·  Ἐνδύσεται  θώρακα  δικαιοσύνην.  Ὅρα δὲ  καὶ αὐθεντίαν  τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν  αὐτοῦ στιλβώσει, οὐ παρά τινος  κελευσθεὶς,  ἀλλ' αὐτὸς  ἀφ' ἑαυτοῦ· οὕτω  καὶ  ἐνταῦθα,  Τὰ βέλη  τοῦ  δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου .190 πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν  τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν,  φησὶν,  ἐνέργειαν  δέχῃ,  ἀλλ'  αὐτὸς  ἑαυτῷ  ἀρκεῖς.  Ἄκουε  δὲ  καὶ  αὐτοῦ λέγοντος  τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον  βαλεῖν  ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον  εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγηγερμένοι  ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων  σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες,  λύητε παρ' ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα  ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν  σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει,  οὐ πάθος αὐτῷ  περιάπτουσα, ἀλλὰ  διὰ τῆς λέξεως  ταύτης  τὴν ἐνέργειαν  αὐτοῦ τὴν κολαστικὴν  παριστῶσα, καὶ τῶν παχυτέρων  καθαπτομένη·  οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν,  ἀλλὰ δι' ἑτέρων ὀργάνων   τιμωρούμεθα,   θέλων   δεῖξαι  τὴν   τιμωρητικὴν   αὐτοῦ  δύναμιν,   διὰ  τῶν γνωρίμων   ἡμῖν  ὀνομάτων  ἐδήλωσεν,  οὐχ  ἵνα  ὅπλα  περὶ  Θεὸν νοήσωμεν,  ἀλλ' ἵνα ἐμφαντικώτερον  τὴν   κόλασιν   αὐτοῦ  ἀκούσωμεν.  Ἀλλὰ  πολλοὶ,   φησὶν,  ἐντεῦθεν ἐβλάβησαν. Ἀλλ' εἰκῆ καὶ μάτην καὶ ὑπὸ τῆς οἰκείας ἀνοίας· μάλιστα μὲν γὰρ ἀκούοντες Θεὸν, ὤφειλον  συνιέναι,  ὅτι τροπικώτερον  εἴρηται· νυνὶ  δὲ οὐ διὰ ῥημάτων  ἑτέρων αὐτοὺς παιδεῦσαι τὸ ἀπαθὲς τοῦ Θεοῦ ἠμέλησεν ἡ Γραφή. Ἄκουσον γοῦν ἀλλαχοῦ πῶς αὐτοῦ  δείκνυσι  τὴν  εὐκολίαν  τῆς  τιμωρίας,  λέγων·  Ἀναστήτω    Θεὸς, διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Μὴ χρεία ὅπλων; μὴ χρεία ῥομφαίας; Ἀρκεῖ μόνον, φησὶν, ἡ ἀνάστασις. Ἀλλὰ καὶ τοῦτο πάλιν παχύ· διὸ πολλαχοῦ λέγει· Ὁ ἐπιβλέπων  ἐπὶ τὴν  γῆν, καὶ ποιῶν  αὐτὴν  τρέμειν. Καὶ πάλιν·  Ἀπὸ προσώπου αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Ἀλλὰ καὶ τοῦτο παχύ. Ἄκουσον τὸ ὑψηλότερον· Πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἀρκεῖ γὰρ αὐτῷ  τὸ θελῆσαι  μόνον.  Σκόπει δὲ πῶς  καὶ  ἐν  αὐτοῖς  τοῖς  παχυτέροις  τούτοις δείκνυσι  τὸ  ἀνενδεὲς  τοῦ  Θεοῦ. Οὐ γὰρ  πρότερον  ὅπλων  ἐμνημόνευσεν,  ἕως  ὅτε δυνατὸν αὐτὸν ἐκάλεσε· καὶ πάλιν καταλέξας τὰ ὅπλα, ὅλην τὴν νίκην τῇ δεξιᾷ αὐτοῦ ἐλογίσατο, τουτέστι, τῇ φύσει αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ. Ὅπερ καὶ ἄλλος προφήτης δηλῶν  ἔλεγεν· Ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· οὐχ ἵνα ὦμον νοήσῃς μὴ γένοιτο, ἀλλ' ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας. Περίζωσαι τὴν ῥομφαίαν  σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τί οὖν ἐνταῦθα λέγει; ∆ιὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν αὐτοῦ δείκνυσι, δι' ἧς τὴν οἰκουμένην κατώρθωσε, δι' ἧς τὸν  πόλεμον  ἔλυσε, καὶ τὸ τρόπαιον  ἔστησε. Καὶ γὰρ πόλεμος  ἦν χαλεπὸς,  πολέμων   ἁπάντων     πικρότατος,  οὐ  βαρβάρων  πολεμούντων,  ἀλλὰ  τῶν δαιμόνων  ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην  διαφθειρόντων ἅπασαν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Ἡσαΐας ἔλεγε· Καὶ τῶν ἰσχυρῶν μεριεῖται σκῦλα· καὶ πάλιν· Πνεῦμα Κυρίου ἐπ'  ἐμέ·  οὗ  ἕνεκεν   ἔχρισέ  με,  εὐαγγελίσασθαι   πτωχοῖς   ἀπέσταλκέ   με,  κηρῦξαι αἰχμαλώτοις  ἄφεσιν. ∆ιὰ δὴ τοῦτο καὶ Παῦλος πανταχοῦ  τῶν  ἐπιστολῶν  προγράφων ἔλεγε· Χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.  Καὶ πάλιν·  Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν  νομίσῃς αἰσθητὴν, ἄκουε τῶν  ἑξῆς. Εἰπὼν γὰρ, Περίθου τὴν μάχαιράν σου, ἐπήγαγε, Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου· τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ,  καὶ τὸ κάλλος  αὐτοῦ,  καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα,  καὶ ἡ μεγαλωσύνη.  καὶ ἡ μεγαλοπρέπεια.  Οὐδενὸς γὰρ δεῖται ἡ οὐσία ἐκείνη εἰς τὸ κατορθῶσαι τὰ προκείμενα· ἀνενδεὴς  γάρ ἐστι. Παρακαλεῖ τοίνυν  ὁ προφήτης,  ὑπὲρ τῆς οἰκουμένης  εἰς πόλεμον αὐτὸν ἐξάγων. Εἶτα ἀπὸ τῶν ὑψηλῶν  πάλιν ἐπὶ τὰ παχύτερα κατάγει τὸν λόγον. Εἰπὼν γὰρ μάχαιραν καὶ μηρὸν, ἀνῆλθεν εἰς τὴν ὡραιότητα· καὶ πάλιν ἐκεῖθεν κάτεισιν ἐπὶ τὰ σωματικώτερα, καί φησιν· Καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε. Εἰπὼν δὲ, Ἔντεινε, τὸ τόξον  ἡμῖν  ἐδήλωσε καὶ τὸ βέλος. Εἶτα δεικνὺς  πάλιν,  ὅτι οὐχ ὅπλων  αὐτῷ  δεῖ, ἐπήγαγε,   Καὶ  κατευοδοῦ,   καὶ  βασίλευε.  Ἕτερος  δὲ  ἑρμηνευτής   φησι,  Πρόκοπτε. Βασιλείαν δὲ  ἐνταῦθα  λέγει,  ἣν  ἐλθὼν  κατώρθωσεν  ἐν  ὑστάτοις  καιροῖς,  τὴν  κατ' οἰκείωσιν καὶ γνῶσιν.

Ταῦτα δὲ τὰ ῥήματα τοῦ πόθου μάλιστά ἐστι τοῦ προφητικοῦ, ὁρῶντος ἤδη τὰ κατορθώματα, καὶ τὴν οἰκουμένην  πρὸς ἀλήθειαν  χειραγωγουμένην. ∆ιὰ τοῦτο τρόπῳ παρακελευομένῳ  κέχρηται τῷ σχήματι τῆς λέξεως. Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν διαθερμαινόμενοι   πρὸς  τοὺς  μείζους  ὦσι,  ταύταις  κεχρῆσθαι  ταῖς  λέξεσιν.  Ἕνεκεν ἀληθείας  καὶ  πραότητος  καὶ  δικαιοσύνης.  Ἐπιῤῥήματι  ἀληθείας  χρῆται.  Ὁρᾷς  πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν;  Ὁ γὰρ ὅπλων μνημονεύσας, καὶ ῥομφαίας, καὶ τόξων, πῶς πραότητος ἐνταῦθα μέμνηται; Ποία γὰρ κοινωνία  πραότητι καὶ πολέμῳ, ἐπιεικείᾳ  καὶ μάχῃ; Πολλὴ μὲν οὖν, ἐάν τις
ἀκριβῶς ἐξετάσῃ. Ἐπεὶ καὶ ∆αυῒδ καὶ Μωϋσῆς πρᾶοι ἦσαν. ∆ιὸ περὶ μὲν ἐκείνου φησὶν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· περὶ δὲ Μωϋσέως, ὅτι Ἦν πραότατος Μωϋσῆς πάντων  ἀνθρώπων  τῶν ἐπὶ τῆς γῆς· ἀλλ' ὅμως φαίνονται οὗτοι οἱ πάντων  πραότατοι, μάλιστα πάντων  ἀμυνόμενοι. Ἀλλ' εἰ βούλεσθε, πρότερον τὴν  πραότητα  αὐτῶν  εἴπωμεν·  Πολλάκις  λαβὼν    μακάριος  οὗτος  τὸν  Σαοὺλ, καὶ γενόμενος  κύριος ἀνελεῖν,  οὐκ ἐπήγαγε  τὴν χεῖρα· ἀλλὰ καὶ ἑτέρων  ἐγκελευομένων, ἐφείσατο,  καὶ  τὸν  θυμὸν  ἐχάλασε.  Καὶ τοῦ  Σεμεεὶ  δὲ  τοιαῦτα  ὑβρίζοντος,  καὶ  τῇ συμφορᾷ τότε ἐπεμβαίνοντος  ἐκείνου, καὶ τῶν στρατηγῶν  ἀξιούντων  διαβῆναι καὶ  ἀποτεμεῖν  τὸν  ὑβριστὴν  τοιαῦτα  ἐμπαροινοῦντα,  οἷα  φθέγγεται   ῥήματα  πάσης σοφίας γέμοντα! Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκόλαστον νεανίσκον, πῶς παρακατατίθεται    τοῖς   ἑαυτοῦ   στρατηγοῖς   λέγων·   Φείσασθέ  μοι   τοῦ   παιδαρίου Ἀβεσσαλώμ; Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελφοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι; λέγων. Τί δὲ Μωϋσῆς; Ὑπὲρ τῶν λιθασάντων  αὐτὸν, ὑπὲρ τῶν ἀνελόντων, τό γε εἰς αὐτοὺς ἧκον, ἄκουσον τί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ  ἐξάλειψον   ἐκ  τῆς  βίβλου  ἧς  ἔγραψας.  Ἑτέρων  δὲ  πάλιν   αὐτὸν  εἰς  ζῆλον κινούντων, καὶ παροξυνόντων  εἰς ἀγανάκτησιν, τὰ φιλόσοφα ἐκεῖνα ἐφθέγξατο ῥήματα λέγων·  Τίς δώῃ πάντα τὸν λαὸν Κυρίου προφήτας  εἶναι; Ὑπὲρ δὲ τῆς ἀδελφῆς  πάλιν λοιδορησάσης αὐτὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν! Καὶ πολλαχόθεν  ἑτέρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας  διαλέγεται  τοῖς Ἰουδαίοις. Ἀλλ' ὅμως οὗτος ὁ πρᾶος τὸν   ∆αθὰν   καὶ   Ἀβειρὼν   καὶ   Κορὲ  ἠξίωσε   καταποθῆναι,   ἡνίκα   τῇ   ἱερωσύνῃ ἐπανέστησαν,  ὑπὸ  τῆς  γῆς,  καὶ  τοὺς  ἄλλους  ἐμπρησθῆναι,  ὅτε  προσήνεγκαν  πῦρ ἀλλότριον. Καὶ ὁ ∆αυῒδ δὲ τὸν Γολιὰθ κατήνεγκεν  ὁ πρᾶος, καὶ τὸ στρατόπεδον ἤλασε, καὶ τὴν νίκην ἤρατο. Τοῦτο γὰρ μάλιστά ἐστι πράου, τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι, τοῖς δὲ ἀδικουμένοις  ἀμύνειν· καθάπερ καὶ ὁ Χριστὸς ἐποίησεν. Εἰς γὰρ τὸν σταυρὸν ἀναβὰς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ θρηνῶν πάλιν τὴν Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν  τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ  οἶκος  ὑμῶν  ἔρημος.  Καὶ ῥαπιζόμενος,  οὐκ  ἀντεῤῥάπισεν,  ἀλλ'  ἀπολογεῖται   τῷ ῥαπίζοντι· καὶ δαιμονῶν καλούμενος, δαίμονας ἐξέβαλε· καὶ πλάνος καὶ ἀντίθεος καλούμενος,  εἰς βασιλείαν  αὐτοὺς ἐχειραγώγει.  Καὶ τοῖς μαθηταῖς  ἐκέλευε  πανταχοῦ μαστιγοῦσθαι,  διώκεσθαι,  ἐλαύνεσθαι,  καὶ  τὴν  ἐλάττω  καταδέχεσθαι  τάξιν·    γὰρ θέλων  ἐν ὑμῖν εἶναι  πρῶτος, φησὶν, ἔστω ὑμῶν  διάκονος.  Καὶ τὸ ὑπόδειγμα  οἴκοθεν ἐπῆγε λέγων· Καθάπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι,  ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην  ἀναιρεῖ καὶ τοῦτο μάλιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους  ἐλευθεροῦν, τὸ τοὺς ἐπιβουλεύοντας  δαίμονας ἀναστέλλειν,  τοὺς  δὲ ἐπηρεασθέντας  ἀπαλλάττειν   τῶν  δεινῶν.  Τί δέ ἐστιν, Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης; Εἶπε τὸν πόλεμον, εἶπε τὴν παράταξιν, ἔδειξε τὸν ὁπλίτην· λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι  βασιλεύοντες πολεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας, ἢ κενοδοξίας· αὐτὸς δὲ δι' οὐδὲν τούτων, ἀλλ' ἕνεκεν  ἀληθείας, ἵνα αὐτὴν ἐν τῇ γῇ φυτεύσῃ· καὶ πραότητος, ἵνα θηρίων ὄντας χαλεπωτέρους,  πράους ἐργάσηται· καὶ δικαιοσύνης, ἵνα ὑπὸ τῆς ἀνομίας τυραννουμένους,   δικαίους  ποιήσῃ,  πρῶτον  μὲν  ἀπὸ  χάριτος,  δεύτερον  δὲ  καὶ  ἀπὸ  κατορθωμάτων.  Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἄλλος, Καὶ φωτίσει  σε ἐπὶ φοβερὰ ἡ δεξιά σου. Ἄλλος, Καὶ ὑποδείξει σοι φοβερὰ ἡ δεξιά σου.

ζʹ. Εἶδες πῶς πάλιν  παρήνοιξεν  ἡμῖν τοῦ τὰ τοιαῦτα κατορθοῦντος  τὸ ἀξίωμα; Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας  τὸν ἀκροατὴν ἤγαγεν· οὕτω πάλιν  ἐπὶ τὸ παχύτερον  καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει  πάλιν  τὸν ἀκροατὴν, λέγων  τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν  καὶ πραότητα καὶ δικαιοσύνην· εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης. Ποῖον δὲ τοῦτον; Καὶ ὁδηγήσει σε, φησὶ, θαυμαστῶς ἡ δεξιά σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὴ ἑαυτῇ  ἀρκεῖ  ἡ φύσις,  αὐτὴ  ἑαυτῇ  ἀρκεῖ  ἡ δύναμις  εἰς  τὸ  καὶ  ἰδεῖν  τὰ πρακτέα, καὶ τέλος αὐτοῖς ἐπιθεῖναι. Καὶ καλῶς ἕτερος εἶπε, Φοβερὰ ἡ δεξιά σου· πολὺ γὰρ φοβερὰ  τὰ κατωρθωμένα  καὶ  φρίκης  γέμοντα.  Θάνατος ἐλύθη,  ᾅδης  ἀνεῤῥάγη, παράδεισος  ἀνεῴχθη,  ὁ οὐρανὸς  ἀνεπετάσθη,  δαίμονες  ἐπεστομίσθησαν,  ἀνεμίγη  τὰ κάτω  τοῖς  ἄνω,  Θεὸς ἄνθρωπος  γέγονεν,  ἄνθρωπος  ἐπὶ  βασιλικοῦ  κάθηται  θρόνου· ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν  ἀποῤῥήτων  ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ παρουσίας κατώρθωσε. ∆ιὰ δὴ τοῦτο εἶπεν, Ὁδηγήσει σε ἐπὶ τὰ φοβερὰ ταῦτα ἡ δεξιά σου, δεικνὺς ὅτι ἀρκεῖ ἑαυτῇ ἡ φύσις, φησὶ, καὶ ἡ δύναμις εἰς τὸ  καὶ  εὑρεῖν  καὶ  ἀνύσαι  τὰ  προκείμενα.  Οἱ δὲ  Ἑβδομήκοντα  φασίν·  Ὁδηγήσει  σε θαυμαστῶς ἡ δεξιά σου· τουτέστιν, Οὐ μόνον τὰ κατωρθωμένα  δεῖ θαυμάζειν, ἀλλ' ὅτι καὶ  παραδόξως  κατωρθώθη.  ∆ιὰ θανάτου  γὰρ  θάνατος  ἐλύθη,  διὰ  κατάρας  κατάρα ἀνῃρέθη,   καὶ   εὐλογία   ἐδόθη·   διὰ   βρώσεως   ἐξεβλήθημεν   πρώην,   διὰ   βρώσεως εἰσήχθημεν  πάλιν.  Παρθένος ἡμᾶς ἐξέβαλε παραδείσου, διὰ παρθένου  ζωὴν  εὕρομεν αἰωνίαν.  ∆ι' ὧν  κατεκρίθημεν,  διὰ τούτων  ἐστεφανώθημεν.  Ταῦτα τοίνυν  ἐννοῶν  ὁ Προφήτης  ἔλεγεν·  Ὁδηγήσει σε θαυμαστῶς  ἡ δεξιά  σου. Μή τι  ὅπλων  χρεία; μή τι ῥομφαίας, μή τι τόξων καὶ βελῶν; Εἶδες πῶς αὐτάρκης αὐτὴ ἑαυτῇ ἡ φύσις, ἡ δύναμις; Ἀλλ' ὅρα πάλιν  αὐτὸν,  καθάπερ  ἄριστον  χορευτὴν,  πάλιν  ἀπὸ τῶν  ὑψηλῶν  ἐπὶ  τὰ παχύτερα   καταβαίνοντα.   Τὰ  βέλη   σου  ἠκονημένα,   δυνατέ.   Λαοὶ  ὑποκάτω   σου πεσοῦνται, ἐν καρδία τῶν ἐχθρῶν  τοῦ βασιλέως. Ἄλλος φησὶ, Κατὰ καρδίας οἱ ἐχθροὶ τοῦ  βασιλέως.  Ὅρα  πάλιν,   ὅτε  βελῶν   ἐμνημόνευσε,  πῶς  τὸ  ῥῆμα  τοῦ  δυνατοῦ προσέλαβεν, ἵνα μάθῃς, ὅτι οὐ βελῶν δεῖται, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τὸ δὲ, Λαοὶ ὑποκάτω   σου πεσοῦνται, παρέγκειται  μέσον. Ἐνταῦθα τοίνυν  διπλῆ εἶναί μοι  δοκεῖ  ἡ ἐξήγησις· ἢ γὰρ τὴν  ἅλωσίν  φησι  τὴν  Ἰουδαϊκὴν,  καὶ  τὸν  τῆς  πόλεως ἀνδραποδισμὸν καὶ τὴν πανωλεθρίαν,  ἢ κατὰ ἀναγωγὴν  τὴν τοῦ λόγου δύναμιν  βέλη καλεῖ. Καὶ γὰρ βελῶν ὀξύτερον τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, καὶ τῶν πρὸ τούτου ἐχθρῶν τοῦ βασιλέως τῆς καρδίας ἥψατο, οὐχ ἵνα ἀνέλῃ, ἀλλ' ἵνα ἐπισπάσηται· ὅπερ καὶ ἐπὶ  Παύλου γέγονεν.  Οὐ γὰρ  ἄν  τις  ἁμάρτοι  τὸ  ῥῆμα ἐκεῖνο  βέλος  εἰπὼν,  ὅπερ ἐξ οὐρανοῦ  ἀκοντισθὲν  ἥψατο  τῆς καρδίας τοῦ πρὸ τούτου  ἐχθροῦ, καὶ φίλον  ἐποίησε. Λαοὶ ὑποκάτω σου πεσοῦνται. Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα; τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; τὴν διδασκαλίαν; τὴν κατήχησιν; Ἡ γὰρ πρόσπτωσις αὕτη, καὶ τὸ ὑποκάτω  αὐτοῦ, πᾶσιν ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων  πλάνης, ἑαυτῷ ὑπέταξεν. Οὕτω καὶ ἕτερος προφήτης δείκνυσιν αὐτὸν ᾑμαγμένον, οὕτω λέγων· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ' ἱμάτια. Παχύτερον μὲν τὸ ῥῆμα, πλὴν  τούτου  λεπτότερον·  ὅμως καὶ ἐν τῇ παχύτητι,κἀκεῖ κατὰ μικρὸν πρὸς τὰ ἀσώματα ἀνάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐρωτᾷ ὁ προφήτης, πόθεν ἐρυθρὰ τὰ ἱμάτια, φησί· Ληνὸν ἐπάτησα μονώτατος,  τὴν εὐκολίαν  δεικνὺς  τῆς νίκης,  καὶ τὸ μηδένα  σχεῖν  τὸν  συνεργοῦντα  αὐτῷ,  ἀλλ' ὅτι  αὐτὸς  ἑαυτῷ  ἤρκεσεν. Ὥσπερ γὰρ ἐνταῦθά φησιν, Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· οὕτω καὶ ἐκεῖ, Ληνὸν ἐπάτησα μονώτατος.  Ὃν τρόπον  γὰρ τῷ  ληνοβάτῃ  ῥᾴδιον  καταπατεῖν  τοὺς  βότρυς· οὕτω  τῷ  Θεῷ, ἐργάσασθαι ἅπερ ἠθέλησε· μᾶλλον  δὲ οὐδὲ  οὕτως,  ἀλλὰ  καὶ  πολλῷ πλεῖον. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄλλος, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος,  καὶ ἔτι. Ὁ δὲ Ἑβραῖός φησι τὸ, Ὁ Θεὸς, ὁ Θεός σου, Ἐλωεὶμ Ἐλωάχ. Τί ἐνταῦθα εἴποι ὁἸουδαῖος; Περὶ τίνος γὰρ τὰ λεγόμενα; Τί δὲ ὁ αἱρετικός; Εἰ γὰρ δὴ λέγοι περὶ τοῦ Πατρὸς λέγεσθαι, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πῶς ἁρμόσει αὐτῷ  τὸ ἑξῆς· ∆ιὰ τοῦτο  ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου; Οὐ γὰρ δὴ ὁ Πατήρ ἐστιν ὁ Χριστὸς, οὐδὲ αὐτὸς κέχρισται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Μονογενοῦς ὁ λόγος, περὶ οὗ καὶ τὰ ἔμπροσθεν εἴρηται· ὅπερ καὶ ὁ Ἡσαΐας ἔλεγεν, ὅτι Τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

ηʹ.  Ἀλλ'  ἴσως  ἄν  τις  ἐκεῖνο   ζητήσειε,  τί  δήποτε  νῦν   περὶ  τῆς  θεότητος διαλέγεται, πρότερον περὶ τῆς οἰκονομίας ποιησάμενος τὸν λόγον; Ὅτι καὶ ὁ Ματθαῖος οὕτω  ποιεῖ.  Ἀπὸ γὰρ τῆς  σαρκὸς ἄρχεται,  καὶ προοιμιάζεται  οὕτω· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Ὁμοίως καὶ Λουκᾶς καὶ Μάρκος· ὁ Ἰωάννης δὲ μόνος ἑτέρως. Πρότερον γὰρ περὶ τῆς θεότητος εἰπὼν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ πολλὰ περὶ αὐτῆς διαλεχθεὶς, τότε εἶπε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ  ἐσκήνωσεν  ἐν  ἡμῖν.  Εἰ δὲ καὶ  ἀπεναντίας  τοῖς  ἄλλοις  ἐχρήσατο  τῇ  γραφῇ  τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ οὕτω μεγάλην πρὸς αὐτοὺς τὴν συμφωνίαν  ἐπέδειξε. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐν τῷ ἐναντίῳ συμφωνίαν  εἶναι; Οὐκ οἶσθα, ὅτι καὶ τὸ ἐσθίειν τῷ  μὴ ἐσθίειν  ἐναντίον  ἐστὶ, καὶ τὸ πίνειν  τῷ  μὴ πίνειν,  τὸ δοῦναι  τῷ  μὴ δοῦναι; Πολλάκις δὲ καὶ ἰατρὸς πολλὰ τοιαῦτα ποιεῖ, οὐχ ἑαυτῷ μαχόμενος, ἀλλὰ καὶ σφόδρα συμφωνῶν· πρὸς γὰρ ἓν ὁρᾷ τέλος, τοῦ κάμνοντος  τὴν ὑγείαν. Τοῦτο δὴ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν  γέγονεν. Ἐπεὶ καὶ τὸ θέρος ἀπεναντίας  τοῦ χειμῶνός ἐστιν, ἀλλὰ πρὸς ἓν βλέπει τέλος, τὴν τῶν καρπῶν  ἀκμὴν, καὶ εὐθηνίαν.  Καὶ ὁ κόσμος ἅπας ἐξ ἐναντίων συνέστηκεν, ἀλλὰ πολλὴν εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδείκνυται  τὴν συμφωνίαν. Καὶ πρὸς τὸν Ἰωάννην  δὲ ἀπεναντίας  ὁ Χριστὸς ἦλθεν. Ὁ μὲν γὰρ ἤσθιεν· ὁ δὲ οὐκ ἤσθιεν. Ἦλθε γὰρ Ἰωάννης, φησὶ, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ  ἀνθρώπου  ἐσθίων  καὶ  πίνων,  καὶ  λέγουσιν,  Ἰδοὺ  ἄνθρωπος  φάγος,  καὶ οἰνοπότης. Ἀλλ' εἰ καὶ ἐναντία  ἦν τὰ γινόμενα,  ἀλλ' ὅμως πρὸς ἓν ἔβλεπε τέλος, τῶν μελλόντων σαγηνεύεσθαι τὴν σωτηρίαν. Οὕτω δὴ καὶ ἡ τάξις αὕτη ἡ περὶ τῆς θεότητος καὶ περὶ τῆς οἰκονομίας,  εἰ καὶ ἀπεναντίας  τοῖς  ἄλλοις  γέγονε  παρὰ Ἰωάννου,  ἀλλ' ὅμως σφόδρα συμφώνως  αὐτοῖς. Καὶ πῶς, ἐγὼ λέγω. Ὅτι παρὰ μὲν τὴν ἀρχὴν οὐδέπω τοῦ λόγου σπαρέντος, ἀκόλουθον ἦν τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ, καὶ περὶ τὴν τῆς  σαρκὸς  γυμνάζειν  διδασκαλίαν,  ἀπὸ  τῶν  παχυτέρων  καὶ  αἰσθητῶν προοιμιαζομένους· ἐπειδὴ δὲ ἐπάγη τὰ τῆς γνώσεως, καὶ ἐδέξαντο τὸ κήρυγμα, λοιπὸν εὔκαιρον  ἦν  ἄνωθεν   ἄρχεσθαι.  ∆ιὰ  τοῦτο  καὶ  οἱ  προφῆται,   εἴ  ποτε  περὶ  αὐτοῦ διαλέγονται,  ἀπὸ τῆς οἰκονομίας  ποιοῦνται  τὴν ἀρχὴν, καὶ τὰ προοίμια. Ὅρα γοῦν ὁ Μιχαίας πῶς κάτωθεν ἄρχεται· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ' ἡ σάρξ. Ἀλλ' οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,  ὅ ἐστι μεθερμηνευόμενον,  Μεθ' ἡμῶν  ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον·  φησὶ γάρ· Παιδίον ἐγεννήθη  ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται  τὸ ὄνομα αὐτοῦ, μεγάλης  βουλῆς ἄγγελος,  θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων  εἰρήνης, πατὴρ τοῦ μέλλοντος  αἰῶνος.  Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου,  καὶ τῆς  κατὰ  σάρκα οἰκονομίας,  ὥσπερ διά τινων  βαθμῶν  ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων  τὸ γένος τῶν ἀνθρώπων  ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυμάζεις, εἰ   ἐπὶ   τῶν   δογμάτων    οὕτως   ἐχρήσατο   τῇ   οἰκονομίᾳ,   ὅπου   γε   καὶ   ἐπὶ   τῶν παραγγελμάτων καὶ  ἐπὶ  τῶν  ἐντολῶν  αὐτὸ  τοῦτο  ποιεῖ; ∆ιὰ δὴ τοῦτο  καὶ  .ὁ προφήτης   οὕτως   ἐνταῦθα   κέχρηται   τῷ  λόγῳ,   ἀπὸ  τῆς  σαρκὸς  ἐπὶ  τὴν  θεότητα ἀναβαίνων  τὰ γὰρ χείλη  τῆς σαρκός ἐστι, καὶ ἀπὸ τῆς θεότητος  πάλιν  ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα  τοῦ αἰῶνος·  θρόνον  ἐνταῦθα  οὐ θρόνον  ἁπλῶς λέγων,  ἀλλὰ  τὴν βασιλείαν. Ἐνταῦθα μὲν αἰώνιον  λέγει, ἀλλαχοῦ  δὲ ὑψηλόν·  Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον  ἐπὶ θρόνου ὑψηλοῦ.  Καὶ πάλιν·  Ὅτι ὑψηλός  σου ὁ θρόνος. Καὶ ἄλλος  δὲ προφήτης  βλέπει καθήμενον  ἐπὶ θρόνου δόξης· ὁ δὲ ∆αυῒδ καὶ φιλανθρωπίας τὸν  θρόνον  δείκνυσιν·  Ἔλεος γὰρ, φησὶ,  καὶ  κρίσις  κατόρθωσις  τοῦ θρόνου αὐτοῦ.

θʹ. Ταῦτα δὲ πάντα περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος τοῦτο γάρ ἐστιν  εἰς αἰῶνα  αἰῶνος,  ὅτι ἔνδοξος,  ὅτι ὑψηλὴ,  ὅτι κραταιὰ καὶ ἰσχυρά. Πάλιν ὅτι ἄναρχος,  ὅταν  λέγῃ·  Ἡ βασιλεία  σου, βασιλεία  πάντων  τῶν  αἰώνων.  Ὥσπερ οὖν  ὁ θρόνος  τῆς  βασιλείας  σύμβολον,  οὕτω  καὶ    ῥάβδος  καὶ  τῆς  βασιλείας,  καὶ  τῆς δικαστικῆς ἐξουσίας. ∆ιό φησι· Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν ἐκεῖ τὸ ὀρθὸν, οὐδὲν ἐκεῖ ἐπισκιαζόμενον. Ἀκουέτωσαν οἱ μαινόμενοι,  καὶ παραπλῆγες· μᾶλλον δὲ οἱ τούτων  χείρους. Τίνες δέ εἰσιν οὗτοι; Οἱ τῇ τοῦ Θεοῦ προνοίᾳ ἐγκαλοῦντες,  καὶ λέγοντες· ∆ιὰ τί τὸ καὶ τὸ οὕτω γέγονε; Πῶς γὰρ οὐκ  ἄτοπον   τέκτονι   μὲν  παρακαθήμενον,   καὶ  διακλῶντα   ξύλα,  καὶ  διαπρίζοντα θεώμενον,  μὴ ἀπαιτεῖν  λόγον, μηδὲ εὐθύνας· καὶ ἰατρὸν τέμνοντα  καὶ καίοντα σάρκα, καὶ ἐν οἰκίσκῳ κατακλείοντα,  καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μήτε τῶν παρεστώτων τινὰ, μηδὲ αὐτὸν τὸν πάσχοντα περιεργάζεσθαι τὰ γινόμενα· καὶ κυβερνήτην  τείνοντα σχοινίον, καὶ χαλῶντα ἱστία, καὶ πάλιν ἀνιέντα καὶ βαπτίζοντα τοῖχον νηὸς, μὴ πολυπραγμονεῖν, μηδὲ  περιεργάζεσθαι  καθ' ἕκαστον  τῶν  δημιουργῶν  τούτων,  ἀλλ' ἡσυχάζειν καὶ σιγᾷν, καίτοι γε πολλάκις αὐτῶν διαμαρτανόντων περὶ τὴν τέχνην· τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν, τὴν κηδεμονίαν  τὴν ἀπέραντον ταύτην περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ ποίας ταῦτα οὐ μανίας; Καὶ βοηθῆσαι μὲν, καὶ προέσθαι  χρήματα   ὑπὲρ  ἀδικουμένων,   καὶ  πενομένων,   οὐκ  ἂν  ῥᾳδίως   ἕλοιντο· ἐξετάζουσι δὲ δι' ὅλου, διὰ τί ὁ δεῖνα  πένης,  διὰ τί ὁ δεῖνα  πτωχὸς,  διὰ τί ὁ δεῖνα πλούσιος. Πονηρὲ δοῦλε καὶ ἀνόητε, οὐ κύπτεις κάτω, οὐδὲ καταγινώσκεις σαυτοῦ, οὐδὲ ἐπιτίθης  χαλινὸν  τῇ γλώσσῃ, οὐδὲ καταστέλλεις  τὴν  διάνοιαν,  οὐδὲ ἀφεὶς  τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα   σοι,  εἰς   τὸ   πέλαγος   τῶν   ἁμαρτημάτων,   καὶ   εἰ   περίεργος   εἶ   καὶ πολυπράγμων,  ἀπαίτησον  ἑαυτὸν εὐθύνας  τῶν  ῥημάτων,  τῶν  πραγμάτων,  ὧν κακῶς εἶπες,  ὧν  κακῶς  ἐποίησας·  νῦν  δὲ  σαυτὸν  μὲν  ἀνεξέταστον  ἀφεὶς,  καίτοι  γε  τῆς ῥᾳθυμίας ταύτης κόλασιν φερούσης, τῆς δὲ πολυπραγμοσύνης  σωτηρίαν, τῷ Θεῷ κάθῃ δικάζων, καὶ προστιθείς σου τοῖς ἁμαρτήμασιν. Οὐκ ἀκούεις τοῦ Προφήτου πρὸς αὐτὸν λέγοντος,  Ῥάβδος εὐθύτητος,  ἡ ῥάβδος βασιλείας  σου; Καὶ ἑτέρου πάλιν·  Τὸ κρίμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται. Εἰ δὲ οὐκ οἶσθα ἀκριβῶς πάντα τὰ τοῦ ∆εσπότου σου, καὶ διὰ τοῦτο αὐτὸν δόξασον, διὰ τοῦτο μάλιστα αὐτὸν προσκύνησον, διὰ τὸ ἄφατον αὐτοῦ  τῆς  μεγαλωσύνης,  διὰ τὸ ἀκατάληπτον  αὐτοῦ  τῆς  προνοίας,  διὰ τὸ ποικίλον αὐτοῦ καὶ σοφὸν τῆς κηδεμονίας. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τὰ τρόπαια, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι  ἀληθείας  αὐτὴν  ἐνέπλησεν,  ὅτι  πραότητος,  ὅτι  δικαιοσύνης,  δεικνὺς  ὅτι  οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων ἐραστὴς, ὅτι μισοπόνηρος. Ἐπειδὴ τοιοῦτός  ἐστιν, φησὶ, διὰ τοῦτο τοιαῦτα  αὐτῷ  κατώρθωται. Μηδεὶς τοίνυν ἀπιστείτω, φησίν. Ὁ γὰρ κατορθώσας τοσαῦτα, καὶ δυνάμενος καὶ βουλόμενος  ταῦτα κατώρθωσε. Τὰ τῆς θεότητος  ὑψηλὰ  γοῦν αὐτοῦ εἰπὼν,  πάλιν  ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον, καί φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἄλλος φησὶν, Ἐπὶ τούτῳ ἤλειψέ σε. Ἐπὶ τῷ κατορθῶσαι τὰ εἰρημένα, φησὶν, ἀνομίαν ἐκβαλεῖν, δικαιοσύνην φυτεῦσαι, ποιῆσαι ἅπερ ἐποίησας. Σὺ δὲ μὴ θορυβηθῇς ἀκούων, ὅτι ταῦτα τῷ Πατρὶ λογίζεται. Οὐ γὰρ αὐτὸν ἀποστερῶν τῶν κατορθωμάτων  ταῦτά φησιν, ἀλλὰ τὰ τοῦ Παιδὸς τῷ Πατρὶ ἀνατιθεὶς, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς αὐτοῦ φησιν εἶναι· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστιν,  καὶ  τὰ  σὰ ἐμά. Ἐπεὶ καὶ  περὶ  τῆς  ἀναστάσεως  ὁ μὲν  Παῦλος διαλεγόμενος  λέγει, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὁ δὲ Ἰωάννης  φησί· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἔλαιον ἀγαλλιάσεως; Καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι ἁγίῳ. ∆ιὰ τοῦτο προσέθηκε, Παρὰ τοὺς μετόχους σου· τοῦτο αὐτὸ δηλῶν, ὅτι οὐδεὶς οὕτως ὡς αὐτός. Πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτως δὲ οὐδὲ εἷς· ὥσπερ πολλοὶ  ἀμνοὶ, αὐτὸς δὲ ἐξαίρετος· οὕτω πολλοὶ υἱοὶ, αὐτὸς δὲ ὁ Μονογενής. Πάντα γὰρ τὰ αὐτοῦ ἐξαίρετα, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας· πνεύματι γὰρ οὐδεὶς ἐχρίσθη τοιούτῳ. Εἰ δὲ ἔλαιον αὐτὸ καλεῖ, μὴ θαυμάσῃς· προφήτης γὰρ ὢν, αἰνιγματωδέστερον διαλέγεται. Καὶ καλῶς εἶπεν, Ἀγαλλιάσεως, ἵνα δείξῃ, ὅτι εὐφροσύνης. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Ἄλλος δὲ, Ἐλαίῳ ἀγλαϊσμοῦ, εἶπεν. Ὁ δὲ ἙβραῖοςΣασὼν, τουτέστι, καλλωπισμοῦ,  δόξης, κόσμου. Εἰ δὲ καὶ  εὐφροσύνης,  καὶ  τοῦτο  ἀληθές.  Ὥσπερ οὖν ῥομφαίαν ἀκούσας, οὐ ῥομφαίαν νοεῖς, καὶ βέλη καὶ τόξα, οὐ τόξα καὶ βέλη, ἀλλὰ τὴν ἐνέργειαν   αὐτοῦ  τὴν  τὰ  τοιαῦτα  κατορθώσασαν,  ἅπερ  προεῖπον·  οὕτω  καὶ  ἔλαιον ἀκούσας, μὴ ἁπλῶς ἔλαιον νόμιζε, ἀλλὰ τὴν χρῖσιν νόει. Καὶ γὰρ τὸ ἔλαιον σύμβολον τοῦ Πνεύματος ἦν, καὶ τὸ προηγούμενον  καὶ ἀναγκαῖον  τὸ Πνεῦμα ἦν Τούτου τοίνυν  τοιούτου  ὄντος  μηδὲν  ἀμφίβαλλε  Χριστὸν αὐτὸν  καλεῖν,  ἐπεὶ  καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ' οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν· ὥσπερ ὅταν λέγῃ· Μὴ ἅπτεσθε τῶν  χριστῶν  μου, καὶ ἐν τοῖς προφήταις  μου μὴ πονηρεύεσθε. Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Μετόχους δὲ ἐνταῦθα  πάντας καλεῖ τοὺς πνευματικοὺς,  καθάπερ Ἰωάννης  φησίν· Ἡμεῖς πάντες  ἐκ τοῦ πληρώματος  αὐτοῦ ἐλάβομεν· περὶ δὲ αὐτοῦ, Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός. Καὶ πάλιν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ἐκεῖ δὲ οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ' ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διὸ καὶ ἔφησεν· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων  σου. Ἄλλος, Εἰς τὸν ἱματισμόν σου. Ἄλλος, Πάντα τὰ ἱμάτιά σου.

ιʹ. Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον τῆς χρίσεως δηλοῦν.  Οὐ γὰρ ἐκ τούτων  τῶν  μύρων  τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ' ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ  τῶν  ὑλῶν  τὴν  διαφορὰν  τῆς  ἐνεργείας  ἐδήλωσε.  Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων  σου, δείκνυσιν,  ὅτι  καὶ  τὰ  ἱμάτια  αὐτοῦ  τῆς  χάριτος  ἔγεμεν.  Οὕτω γοῦν  ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρουνοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν οὐδὲν γὰρ κωλύει πάλιν τὰ αὐτὰ λέγειν τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν  ἐλεφαντίνων, ὅθεν εὔφρανάν  σε, ἐν τῷ τιμᾷν  σε. Ἄλλος,   Ἐν  τοῖς   ἐνδόξοις   σου.  Εἰπὼν     κατώρθωσε,   λέγει   καὶ   τὴν   ἀπὸ   τῶν κατορθωμάτων   αὐτοῦ  ἀκολουθήσασαν  τιμήν·  ὅτι  ἐν  ναοῖς  μέλλει   προσκυνεῖσθαι πολυτίμοις.  Τὸ γὰρ παλαιὸν  αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν  ἐλεφαντίνων. ∆ιὸ καὶ ἄλλος  προφήτης  ἔλεγεν·  Οὐαὶ οἱ καθεύδοντες  ἐπὶ κλινῶν ἐλεφαντίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ ἰδιωτῶν  ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν  πραγμάτων  γινόμενα.  Βουλόμενος  γὰρ ὁ προφήτης  δεῖξαι  τοῦ  κηρύγματος  τὴν ἰσχὺν, λέγει  πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας,  ἄνδρας ἰδιώτας,  πλουσίους, αὐτοὺς τοὺς  τὰ διαδήματα  περικειμένους,  καὶ  τὰς  συνοικούσας  αὐτοῖς,  ὡς  πανταχοῦ  ναοὺς ἐγείρειν  τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν  εἰς τοῦτον  ἐξέβη τὸν λόγον,  πλατύτερον  αὐτὸν ὑφαίνει,   τοὺς  θεραπευτὰς  αὐτοῦ  καὶ  ἱκέτας  ὑπογράφων.   Καὶ πῶς  λαοὶ  ὑπέπεσον δεικνὺς,  πῶς τῆς καρδίας αὐτῶν   ἥψατο, πῶς τῶν  ἐχθρῶν  περιεγένετο,  πῶς ἡ δεξιὰ  αὐτοῦ   κατευώδωσεν   αὐτῷ,   πῶς   ἀλήθειαν   καὶ  πραότητα   καὶ  δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μεταφορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν Ἐκκλησίαν  ὑπογράφων,  καὶ ἅπερ μετὰ ταῦτα  οἱ ἀπόστολοι  εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην,  νυμφίος  ἐστίν· ὁ δὲ, Ὡμοιώθη  ἡ βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν  σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βεβαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ φησιν, ὅτι Πύλαι ᾅδου οὐ   κατισχύσουσιν   αὐτῆς.   Εἶδες  τιμῆς   ὑπερβολήν;   εἶδες   ὄγκον   ἀξιώματος;   τὴν πεπατημένην,  τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν,  ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμάλωτος,  ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς, εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν  λειτουργικῶν παρέστηκε δυνάμεων.  Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότιμος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ', Ἐν Χριστῷ· τουτέστι, διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησὶν, ἐστὶν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς  ἄνω καθημένης, καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἑστήκαμεν. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.  Ἄλλος, Ἐν διαδήματι χρυσοῦ ἐκ Σουφείρ. Ὥσπερ ἐπὶ τοῦ βασιλέως οὐ τόξα καὶ βέλη νοοῦμεν, οὕτω μηδὲ ἐπὶ τῆς νύμφης ἱμάτια νόει· ἀλλὰ διὰ τῶν αἰσθητῶν θεοπρεπῆ νοήματα ἐκλάμβανε. Ἵνα γὰρ μηδέν τι τοιοῦτόν  τις  ὑποπτεύσῃ,  ἐπήγαγε  λέγων·  Πᾶσα ἡ δόξα τῆς  θυγατρὸς  τοῦ  βασιλέως ἔσωθεν. Καὶ μὴν τὰ ἱμάτια μάλιστα πάντων  ἔξωθεν,  καὶ χάριν  τῶν  ὁρωμένων  ἐστὶν, ἀλλ' ὅταν ᾖ σωματικά· ὅταν δὲ περὶ πνευματικῶν ὁ λόγος ᾖ, ἔνδον στρέφε τὸ ὄμμα τῆς διανοίας. Τοῦτο τὸ ἱμάτιον ὁ βασιλεὺς ὕφηνε, καὶ ἐνέδυσεν αὐτὴν διὰ τοῦ βαπτίσματος. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πρὸ γὰρ τούτου γυμνὴ ἦν  καὶ  ἀσχημονοῦσα,  προκειμένη  πᾶσι  τοῖς  παραπορευομένοις  ὁδόν·  ἀφ'  οὗ  δὲ  τὸ ἱμάτιον  ἐνεδύσατο τοῦτο, πρὸς τὸ ὕψος ἀνηνέχθη  ἐκεῖνο, καὶ τῆς ἐκ δεξιῶν  στάσεως ἠξιώθη. Καλῶς δὲ αὐτὸ καὶ ποικίλον  φησίν. Οὐ γὰρ μονοειδὲς  τὸ ἱμάτιον.  Οὐ γὰρ ἐκ χάριτός ἐστι σωθῆναι μόνον, ἀλλὰ χρεία καὶ πίστεως, καὶ μετὰ τὴν πίστιν καὶ ἀρετῆς. Ἀλλὰ νῦν οὐ περὶ ἱματίων  ὁ λόγος. Οὐδὲ γὰρ τῷ Πνεύματι τοσαύτη σπουδὴ ἦν, ὥστε ἱμάτια  γυναικὸς  διαγράφειν  χρυσᾶ. Εἰ γὰρ ταῖς  καλλωπιζομέναις γυναιξὶν  ὁ Ἡσαΐας ἐγκαλεῖ,  καὶ πανταχοῦ  τὰ τῆς τρυφῆς  ἐκβέβληται· πῶς ἂν ἐνταῦθα  ἐπῄνεσε γυναῖκα καλλωπιζομένην; Ἄκουσον, θύγατερ; καὶ ἴδε, καὶ κλῖνον  τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἄλλος φησὶν, Ἵνα ἐπιθυμήσῃ. Ὅτι αὐτός ἐστι Κύριός σου. Ἄλλος, Αὐτὸς γὰρ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ. Ἄλλος,  Καὶ προσκύνει αὐτῷ. Καὶ θυγάτηρ  Τύρου ἐν δώροις. Ἄλλος, Ἡ δὲ θυγάτηρ κραταιὰ δῶρα οἴσει. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ιαʹ. Ὁρᾷς πῶς οὐδὲν αἰσθητόν; πῶς οὐδὲν σωματικὸν, ἀλλὰ πάντα νοερά; Πῶς γὰρ    νύμφη   θυγάτηρ  τοῦ  αὐτοῦ  ἐστι;  πῶς  δὲ    θυγάτηρ  νύμφη;  Ἐπὶ  μὲν  τῶν σωματικῶν  οὐκ  ἔνι  τοῦτο  ἀλλ'  ἕτερον  τοῦτο,  καὶ  ἕτερον  ἐκεῖνο·  ἐπὶ  δὲ  τοῦ  Θεοῦ ἀμφότερα  ἔνι.  Αὐτὸς γὰρ αὐτὴν  ἀνεγέννησε  διὰ  τοῦ  βαπτίσματος,  αὐτὸς  αὐτὴν  καὶ ἡρμόσατο. Ἄκουσον, θύγατερ, καὶ ἴδε. ∆ύο αὐτῇ παρέσχε, καὶ διδασκαλίαν τὴν διὰ τῶν ῥημάτων, καὶ ὄψιν τὴν διὰ τῶν θαυμάτων, καὶ τὴν διὰ τῆς πίστεως· καὶ τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο. Ἄκουσον τοίνυν τῶν ῥημάτων τῶν ἐμῶν, ἴδε μου τὰ θαύματα καὶ τὰ ἔργα,  καὶ  ἀνέχου  τῶν  παραινέσεων.  Καὶ ὅρα ποῖον  παράγγελμα  ποιεῖται  πρότερον. Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ἐπειδὴ γὰρ ἐξ ἐθνῶν  αὐτὴν ἡρμόσατο,  τοῦτο   αὐτῇ  πρότερον   παραγγέλλει,   ἀποξῦσαι  τὴν   συνήθειαν   ἐκείνην, ἀποστῆσαι τῆς μνήμης, ἐκβαλεῖν αὐτὰ τῆς διανοίας, μὴ μόνον αὐτὰ φυγεῖν, ἀλλὰ μηδὲ μεμνῆσθαι αὐτῶν παραινῶν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅταν δὲ εἴπῃ καὶ λαὸν καὶ οἶκον, πάντα τὰ ἐκεῖ πραττόμενα λέγει παρ' αὐτῶν, καὶ βίον καὶ δόγματα. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁρᾷς ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος· ἂν γὰρ ταῦτα ποιήσῃς, τότε ἔσῃ καλὴ, τότε ὁ βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους. Καὶ μὴν σωματικὸν κάλλος ταῦτα οὐκ ἐργάζεται. Καὶ γὰρ ἐν ἀπίστοις ὁρῶμεν κάλλος σωματικὸν, καὶ γυναῖκας εὐμόρφους Ἑλληνίδας οὔσας. Ἀλλ' ἵνα μάθῃς. ὅτι οὐ περὶ σωματικοῦ κάλλους  ὁ λόγος, ἐκ τῆς ὑπακοῆς αὐτοῦ συνίστασθαι τοῦτό φησιν· ἡ ὑπακοὴ  δὲ οὐ τὸ  σωματικὸν  κάλλος  συνίστησιν,  ἀλλὰ  τὸ  ψυχικόν.  Ἐὰν γὰρ ταῦτα ποιήσῃς, φησὶ, τότε ἔσῃ καλὴ, τότε ἐπέραστος τῷ νυμφίῳ.  Ὅτι αὐτός σου ἐστὶ Κύριος. Ἰδοὺ  ὁ πατὴρ  καὶ νυμφίος  καὶ δεσπότης  ἀνεφάνη.  Ἐπειδὴ γὰρ ἐπέταξεν  ἀποστῆναι πατρῶν, ἐπιλαθέσθαι λαῶν, ἐκβαλεῖν τὴν συνήθειαν, δείκνυσι τῶν ἐπιταγμάτων τὸ δικαίωμα μέγιστον ὂν, καὶ πολλὴν οὖσαν τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ὀφεῖλον τοῦτο γενέσθαι. Εἰ γὰρ καὶ πατήρ σου αὐτὸς, καὶ νυμφίος αὐτὸς, καὶ κύριος αὐτὸς, δίκαιον ἂν εἴη πάντων ἐκείνων ἀποστᾶσαν, τούτῳ ἑαυτὴν ἀναθεῖναι. Καὶ οὐκ εἶπεν, Ὅτι αὐτός σού ἐστι πατήρ· ἀλλ',  Ὅτι αὐτός σού ἐστι Κύριος, ἵνα τούτῳ μάλιστα αὐτῆς καθίκηται· ὅτι καὶ ὁ κύριος καὶ δεσπότης καὶ πατήρ σου εἵλετο γενέσθαι καὶ νυμφίος· μᾶλλον  δὲ καὶ αὐτὸ τὸ γενέσθαι κύριον πολλῆς κηδεμονίας ἐστὶ καὶ φιλανθρωπίας, τὸ τὴν δαιμόνων δούλην, καὶ ὑπὸ τῆς πλάνης πατουμένην,  ταύτην ἑλέσθαι ἑαυτῷ. Οὐ μόνον δὲ δούλην, ἀλλὰ καὶ θυγατέρα καὶ νύμφην  ἐποίησεν. Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐ γὰρ πρὸς ἀλλότριόν τινα ἔρχῃ, ἀλλὰ πρὸς τὸν ποιήσαντά σε, καὶ πάντων ἐκείνων  οἰκειότερον,  καὶ κηδόμενόν  σου καὶ φροντίζοντα.  Αὐτὸς γάρ σου κύριος καὶ πατὴρ, καὶ πάντα  αὐτός σοι δέδωκε. Καὶ προσκυνήσουσιν αὐτῷ· καὶ .201 θυγάτηρ Τύρου ἐν δώροις. Ποία αὕτη ἀκολουθία; Καὶ σφόδρα ἀρίστη· προτροπῆς γὰρ εἶδος τοῦτο μέγιστον.   Πρόσελθε,  φησί·   καὶ   γὰρ   μεγάλη   αὐτοῦ      ἰσχύς·   καὶ   πάντες   αὐτῷ ὑπακούσονται. Καὶ ἀφεὶς τὴν οἰκουμένην  εἰπεῖν  ὁ Προφήτης, τὴν γείτονα  λέγει πόλιν τὴν  ἐν  ἀσεβείᾳ  τότε  κατεχομένην,   τὴν  ἀκρόπολιν  τοῦ  διαβόλου,  τὴν  ὄνομα  μέγα ἔχουσαν ἐπὶ πολυτελείᾳ,  ἀπὸ τοῦ μέρους τὸ ὅλον αἰνιττόμενος.  Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀσέβειαν πᾶσαν οὕτω καλέσαι καὶ τὴν ἀσωτίαν· οἶδε γὰρ ἀπὸ πόλεων τρόπους χαρακτηρίζειν, ὡς ὅταν λέγῃ· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· ἐνωτίσασθε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας. Καὶ μὴν πρὸς Ἰουδαίους διελέγετο· ἀλλ' ἐπειδὴ τὰ Σοδόμων ἔπραττον, ἀπὸ τῶν ὀνομάτων τῶν Σοδόμων καλεῖ αὐτούς. Καὶ τί θαυμάζεις, εἰ ἀπὸ πατρίδος αὐτοὺς οὕτω καλεῖ, ὅπου γε καὶ πατέρας αὐτοῖς τοιούτους δίδωσι λέγων· Ὁ πατήρ  σου Ἀμοῤῥαῖος, καὶ    μήτηρ  σου Χετταία; Καὶ οὐδὲ  ἐνταῦθα  ἵστησι  τὴν κατηγορίαν,  ἀλλὰ  καὶ  ἐπὶ  θηρία  ἐξάγει  τὸν  λόγον,  ἐν  μὲν  τῇ  καινῇ  οὕτω  λεγούσῃ Γραφῇ· Ὄφεις γεννήματα  ἐχιδνῶν·  καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ἀλλαχοῦ· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι; Οὕτω δὴ καὶ ἐνταῦθα  τοὺς  ἐν  ἀσεβείᾳ καὶ ἀσελγείᾳ  βεβιωκότας  Τυρίους ἐκάλεσεν.  Ἀλλὰ καὶ τούτων περιέσομαι, φησὶ, καὶ κρατήσω, καὶ οὕτω κρατήσω, ὡς καὶ προσκυνεῖν αὐτοὺς, καὶ οὐχ ἁπλῶς  προσκυνεῖν,  ἀλλὰ  καὶ δῶρα προσφέρειν  καὶ ἀπαρχὰς,  ὅπερ μέγιστον εἶδος  λατρείας  ἐστὶ,  καὶ  τῆς  μεθ'  ὑπερβολῆς  ὑπακοῆς  σημεῖον.  Τὸ πρόσωπόν  σου λιτανεύσουσιν  οἱ πλούσιοι τοῦ λαοῦ. Τί ἐστι, Λιτανεύσουσι; Τιμήσουσι, δοξάσουσιν οἱ μεγάλοι καὶ ὑψηλοὶ νῦν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοῦτο γίνεται, τοὺς ἐν ἀρετῇ ζῶντας τιμῶσι, θεραπεύουσιν ἅπαντες,  κἂν πλούτῳ  καὶ ἀξιώμασιν ὦσι κομῶντες.  Πάσης γὰρ εὐπορίας μείζων ἀρετή.

ιβʹ. Καὶ τὴν  Ἐκκλησίαν  ὁρᾶτε παρὰ πάντων  τιμωμένην.  Καὶ καλῶς  εἶπε,  Τὸ πρόσωπόν σου, τουτέστι, τὴν δόξαν σου, τὸ κάλλος σου, τὴν εὐμορφίαν σου. Εἶτα ἐπειδὴ τοῦ προσώπου ἐμνήσθη, καὶ ἱματίων, καὶ κάλλους, ἵνα μή τις τῶν παχυτέρων  αἰσθητόν τι νοήσῃ, ἐπήγαγε λέγων,  Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Πρὸς τὴν διάνοιαν  εἴσελθε, φησὶ, τὸ κάλλος  καταμάνθανε  τῆς ψυχῆς· περὶ ἐκείνων  διαλέγομαί σοι, κἂν  ἱματισμὸν  εἴπω,  κἂν  κάλλος  εἴπω,  κἂν  χρυσίον  εἴπω,  κἂν  κρόσσους, κἂν διάχρυσα εἴπω, κἂν ὁτιοῦν τοιοῦτον ἕτερον, περὶ διανοίας ὁ λόγος, περὶ ψυχῆς ἡ διδασκαλία,  περὶ  ἀρετῆς  τὸ  λεγόμενον,  περὶ  τῆς  ἔνδον  δόξης.  ∆ιὰ δὴ  τοῦτο  πάλιν θαῤῥούντως ἐπὶ τὰς σωματικὰς εἰκόνας ἄγει τὸν λόγον, ἅπαξ διορθωσάμενος τὸν παχὺν ἀκροατὴν  τοῖς  εἰρημένοις.   Ἐν  κροσσωτοῖς  χρυσοῖς  περιβεβλημένη,   πεποικιλμένη.Ἄλλος, ∆ιὰ συσφιγκτήρων χρυσῶν ἠμφιεσμένη ποικίλα· πάλιν τῷ ὀνόματι τοῦ χρυσίου τὴν  ἀρετὴν  καλέσας.  Οὕτω καὶ  Παῦλός φησι·  Εἴ τις  ἐποικοδομεῖ  ἐπὶ  τὸν  θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· τὴν ἀρετὴν καὶ τὴν κακίαν ταῖς προσηγορίαις τῶν ὑλῶν  τούτων  ἡμῖν παριστάς. Ἵνα γὰρ .202 μὴ ταῦτα νομίσῃς  τὸ  ἔσωθεν  κείμενον,  οὐκ  ἀφίησί  σε τὰ  ἔξω  φαντάζεσθαι,  ἀλλ'  ἕλκει  τὴν διάνοιαν ἔνδον. Ὥσπερ γὰρ σῶμα φαίνεται  καλὸν τούτοις περιβεβλημένον· οὕτω ψυχὴ καλλωπίζεται  ἀρετὴν ἐνδεδυμένη.  Ἀπενεχθήσονται  τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἄλλος, Ἀκολουθήσουσιν. Ἄλλος, Ἀνενεχθησονται.  Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται  ἐν  εὐφροσύνῃ  καὶ  ἀγαλλιάσει·  ἀχθήσονται  εἰς ναὸν  βασιλέως. Εἶδες τὰ ἱμάτια τὰ κροσσωτά; εἶδες τὴν χρυσῆν στολὴν, τῆς παρθενίας τὸ ἄνθος; Τοῦτο τῆς Ἐκκλησίας τὸ ἱμάτιον. Καὶ θέα μοι τοῦ Προφήτου τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ οὐκ εὐθέως, τῆς Ἐκκλησίας συστάσης, τὸ τῆς παρθενίας  ἤνθησε καλὸν,  ἀλλ'  ὕστερον καὶ μετὰ χρόνον τινὰ, διὰ τοῦτο καὶ αὐτὸς μετὰ ταῦτα τίθησιν αὐτὸ, μετὰ τὸ ἐπιλαθέσθαι αὐτὴν  τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς, καὶ ἐνδύσασθαι τὸν κόσμον ἐκεῖνον,  καὶ λάμψαι  τῷ  κάλλει.  ∆ιό φησιν·  Ὀπίσω  αὐτῆς  αἱ  πλησίον  αὐτῆς  ἀπενεχθήσονται.  Αἱ πλησίον, οὐ τόπῳ ἁπλῶς, ἀλλὰ καὶ τρόπῳ, καὶ τοῖς δόγμασιν αὐτῇ συνᾴδουσαι· ὡς τάς γε  τῶν  αἱρετικῶν  οὐκ ἄν  τις  εἴποι  παρθένους·  οὐ γάρ εἰσι πλησίον  τῆς  βασιλίδος. Ἀπενεχθήσονται   ἐν   εὐφροσύνῃ   καὶ   ἀγαλλιάσει.   Ὅρα  τὸ   ἀποστολικὸν   ἐνταῦθα διαλάμπον,  καὶ τὴν ἀπόφασιν  ἐκείνην  διαδεικνυμένην καὶ ἐν τῷ Προφήτῃ. Ποίαν δὴ ταύτην; Ὅτι Θλίψιν τῇ σαρκὶ ἕξουσιν αἱ γαμούμεναι. Ὥσπερ δὲ ἐκεῖναι θλίψιν,  οὕτως αὗται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἡ μὲν γὰρ τέκνα, καὶ ἄνδρα, καὶ οἰκίαν, καὶ οἰκέτας, καὶ συγγενεῖς, καὶ κηδεστὰς, καὶ γαμβροὺς, καὶ ἔγγονα, καὶ πολυπαιδίαν,  καὶ ἀπαιδίαν μεριμνᾷν  ἀναγκάζεται  οὐδὲ γὰρ καιρὸς νῦν τὰς νιφάδας  ὑπογράφειν  τοῦ γάμου· ἡ δὲ παρθένος ἐσταυρωμένη, καὶ τῶν παρόντων ἀπαλλαγεῖσα, καὶ τῶν βιωτικῶν  φροντίδων ἀνωτέρα  γενομένη,  καὶ  τὸν  εὔριπον  διαδῦσα, καὶ  πρὸς  τὸν  οὐρανὸν  καθ' ἑκάστην βλέπουσα τὴν ἡμέραν, ἀπολαύει τῆς χαρᾶς τοῦ Πνεύματος, ἐντρυφᾷ τῇ ἀγαλλιάσει. Οὐ τὰ παρόντα δὲ μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὰ μέλλοντα  αἰνίττεται,  ὅταν φαιδρὰς καὶ λαμπρὰς  ἔχουσαι λαμπάδας  ἀπαντῶσι,  τὸν  νυμφίον  ὑποδεχόμεναι.  Ναὸν δὲ ἐνταῦθα βασιλέως, τὰ βασίλεια, καὶ νυμφῶνα τὰς παστάδας λέγει. Ἀντὶ τῶν πατρῶν σου ἐγεννήθησαν  υἱοί σου. Ἄλλος,  Ἔσονταί σοι υἱοί σου. Ἐπειδὴ ἄνω  λαοῦ  καὶ πατρῶν ἐμνήσθη, λέγων,  Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· δεικνὺς  ὅτι πολλῆς  ἀπολαύσεται  καὶ  κατ' αὐτὸ  τὸ  μέρος εὐημερίας,  τοῦτο  ἐπήγαγεν.  Ἔστι γὰρ μήτηρ μυρίων παίδων  ἡ στεῖρα. Ὥστε εἰ καὶ γονέων  ἀπεσπάσθης, ἀλλ' οἱ τῶν παίδων χοροὶ οὕτως ἐπίδοξοι, οὕτω λαμπροὶ καὶ περιφανεῖς  ἔσονται, ὡς πᾶσαν ἐμπλῆσαι τὴν οἰκουμένην.  ιγʹ. Ἐμοὶ δὲ δοκεῖ  τοὺς  ἀποστόλους  λέγειν,  τοὺς  διδασκάλους  ἐν  αὐτῇ γενομένους.  Εἶτα ὑπογράφων  αὐτῶν  τὴν δύναμιν  καὶ τὴν ἰσχὺν, καὶ τὴν δόξαν, φησί· Καταστήσεις αὐτοὺς  ἄρχοντας  ἐπὶ πᾶσαν τὴν  γῆν.  Ἆρα ταῦτα  ἑρμηνείας  δεῖται;  Οὐκ ἔγωγε οἶμαι, ὥσπερ οὖν οὐδὲ ὁ ἥλιος, ὅτε φαιδρός ἐστι· τὰ δὲ εἰρημένα τούτου φανερώτερα·  καὶ γὰρ τὴν  οἰκουμένην  ἅπασαν ἐπέδραμον  οἱ ἀπόστολοι, καὶ πάντων ἀρχόντων  ἄρχοντες ἐγένοντο  κυριώτεροι, βασιλέων δυνατώτεροι.  Οἱ μὲν γὰρ βασιλεῖς ζῶντες κρατοῦσι, τελευτήσαντες  δὲ καταλύονται·  οὗτοι δὲ τελευτήσαντες  μᾶλλον  κρατοῦσι. Καὶ τὰ μὲν τῶν βασιλέων νόμιμα εἴσω τῶν οἰκείων ὅρων ἔχει τὴν ἰσχὺν,τὰ  δὲ  τῶν  ἁλιέων   προστάγματα  πανταχοῦ   τῆς  οἰκουμένης   ἐξετάθη.    Ῥωμαίων βασιλεὺς  οὐκ  ἂν  δύναιτο   νομοθετεῖν   Πέρσαις,  οὐδὲ    Περσῶν  Ῥωμαίοις·   οἱ  δὲ Παλαιστινοὶ οὗτοι καὶ Πέρσαις, καὶ Ῥωμαίοις, καὶ Θρᾳξὶ, καὶ Σκύθαις, καὶ Ἰνδοῖς, καὶ  Μαύροις, καὶ πάσῃ τῇ οἰκουμένῃ  νόμους ἔθηκαν· καὶ οὐχὶ ζώντων  αὐτῶν  ἐκράτησαν μόνον, ἀλλὰ καὶ τελευτησάντων· καὶ μυριάκις ἂν ἕλοιντο οἱ νομοθετηθέντες τὴν ψυχὴν ἀφεῖναι,  ἢ τῶν  νόμων  ἀποστῆναι  ἐκείνων.  Μνησθήσομαι τοῦ ὀνόματός  σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί  σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν, Ἀναμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεάν.  ∆ιὰ τοῦτο λαοὶ  ὑμνήσουσί σε διηνεκῶς.  Ἄλλος,  Ἐπὶ τούτῳ  λαοὶ  ἐξομολογήσονταί  σοι. Εἶπε τὸ μέγεθος τῆς ἀρχῆς ἀπὸ τοῦ μήκους τῆς γῆς, ἀπὸ τοῦ πλάτους τῆς οἰκουμένης, ἀπὸ τοῦ πλήθους  τῶν  ἐθνῶν  τῶν  ὑποταγέντων.  Λέγει καὶ ἑτέρωθεν  αὐτῆς τὸ ἀξίωμα, ὅτι οὐ πανταχοῦ   τῆς  οἰκουμένης   ἐκταθήσεται   μόνον,   ἀλλὰ   καὶ  πανταχοῦ   τοῦ  αἰῶνος. Ἀθάνατος γὰρ ἔσται, φησὶν, ἡ μνήμη σου, ἀνάγραπτος  ἐν ταῖς βίβλοις ταῖς ἡμετέραις, ἀνάγραπτος  ἐν ταῖς πολιτείαις,  ἀνάγραπτος  ἐν τοῖς προστάγμασιν. Ὅρα πῶς  καὶ τῆς οἰκείας προφητείας τὸ διαρκὲς προφητεύει. Εἰπὼν γὰρ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, τοῦτο ἐδήλωσε. Κἂν ἐγὼ τελευτήσω, φησὶν, ἀλλ' ᾄσομαι εἰς σὲ καὶ  τελευτῶν.  Τὸ μὲν  γὰρ σῶμα διαλυθήσεται·  τὰ δὲ γράμματα  μένει,  καὶ  ὁ νόμος διαρκής. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί  σοι. Ὅθεν ἤρξατο, ἐνταῦθα  κατέλυσεν, εἰς τὸν  Χριστόν. ∆ιὰ τοῦτο.  Ποῖον; Ὅτι τοσαῦτα  κατώρθωσας,  ὅτι  τοιούτους  ἄρχοντας ἐπέστησας,  ὅτι  κακίαν  ἤλασας,  ὅτι  ἀρετὴν  ἐφύτευσας,  ὅτι  τὴν  φύσιν  ἡρμόσω  τὴν ἡμετέραν, ὅτι τὰ ἀπόῤῥητα ταῦτα εἰργάσω ἀγαθά· πᾶσά σοι ἡ οἰκουμένη ὕμνον ἀνοίσει, οὐκ ἐν βραχεῖ χρόνῳ,  οὐδὲ ἐν δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν  ἔτεσιν, οὐδὲ ἐν μέρει τῆς οἰκουμένης,  ἀλλὰ γῆ καὶ θάλαττα, οἰκουμένη τε καὶ ἀοίκητος διὰ παντὸς τοῦ αἰῶνος ᾄσονται,  χάριν  ὁμολογοῦντες  ἐπὶ  τοῖς  ἀγαθοῖς  τοῖς  γεγενημένοις.  Ὑπὲρ δὴ τούτων ἁπάντων  καὶ ἡμεῖς  εὐχαριστήσωμεν  τῷ  φιλανθρώπῳ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων. Ἄλλος, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Ἄλλος, Ὑπὲρ νεοτήτων ᾆσμα. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ἄλλος, Ἐν θλίψεσιν εὑρισκόμενος. ∆ιὰ τοῦτο οὐ φο βηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

αʹ. Τῇ συνήθει  κέχρηται  φιλοσοφίᾳ  ὁ προφήτης,  τῶν  μὲν  βιωτικῶν  ἀπάγων πραγμάτων, εἰς δὲ τὴν ἐλπίδα τὴν ἄνωθεν ἀνάγων  τὸν ἀκροατήν. Μὴ γάρ μοι ὅπλα καὶ τείχη  καὶ  τάφρους  εἴπῃς,  φησὶ,  μηδὲ  περιουσίαν  . χρημάτων,  καὶ  πολεμικῶν ἐμπειρίαν, καὶ πλῆθος ἵππων, μηδὲ τόξα, καὶ βέλη, καὶ θώρακας, μηδὲ συμμάχων πλήθη, καὶ στρατιωτῶν  φάλαγγας,  μηδὲ σώματος ἰσχὺν, καὶ πολεμίων  πεῖραν.  Πάντα ταῦτα ἀράχνης  καὶ  σκιᾶς  ἀδρανέστερα.  Ἀλλ'  εἰ  βούλει  τὴν  ἄμαχον  ἰδεῖν  δύναμιν,   τὴν καταφυγὴν  τὴν ἀχείρωτον,  τὸ φρούριον τὸ ἄσυλον, τὸν πύργον τὸν ἄσειστον, ἐπὶ τὸν Θεὸν κατάφευγε, ἐκείνην ἐπισπῶ τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν, Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ  δύναμις·   δεικνὺς   ὅτι  ποτὲ   μὲν   φεύγοντες   νικῶμεν,   ποτὲ   δὲ  ἱστάμενοι   καὶ πολεμοῦντες.  Καὶ γὰρ ἀμφότερα  ταῦτα  δεῖ ποιεῖν,  καὶ ὁμόσε χωρεῖν,  καὶ ἐκκλίνειν. Τοῦτο καὶ Παῦλος ἐποίει, ποτὲ μὲν ὑποχωρῶν, ποτὲ δὲ ἐπεμβαίνων  τοῖς ἐναντιουμένοις τῷ λόγῳ τῆς ἀληθείας. Τοῦτο καὶ ὁ Χριστὸς ἐποίει διδάσκων ἡμᾶς· τοῦτο καὶ ἡμᾶς δεῖ  ποιεῖν, καὶ εἰδέναι μετὰ ἀκριβείας καιρῶν ἐπιτηδειότητα, καὶ εὔχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς   πειρασμὸν   κατὰ   τὸ   λόγιον   ἐκεῖνο   τὸ   εὐαγγελικόν·   παραγενομένου   δὲ,  μὴ μαλακίζεσθαι, ἀλλ' ἑστάναι γενναίως.  Βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὃ   πολλάκις    εἶπον,   καὶ   νῦν   λέγω.   Οὐ  κωλύει   τὰς   θλίψεις    ἐπελθεῖν,    ἀλλὰ παραγενομένων παρίσταται, χρησίμους ἡμᾶς ἐργαζόμενος καὶ δοκίμους. Τὸ δὲ Σφόδρα τῷ  Βοηθὸς προσνεμητέον.  Καὶ γὰρ οὐχ ὡς ἔτυχε  βοηθεῖ, ἀλλὰ  μετὰ τῆς ὑπερβολῆς, πλείονα παρέχων τὴν ἀπὸ τῆς συμμαχίας παράκλησιν τῆς ἀπὸ τῶν θλίψεων  ὀδύνης. Οὐ γὰρ ὅσον ἀπαιτεῖ  τῶν  δεινῶν  ἡ φύσις, τοσαύτην  ἡμῖν  παρέχει  τὴν  συμμαχίαν,  ἀλλὰ πολλῷ πλείονα. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα, φησὶν, ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Ὁρᾷς πῶς πλείονα  παρέχει τὴν  βοήθειαν,  καὶ ἐκ πολλῆς  τῆς περιουσίας; Οὐ γὰρ εἶπεν, Οὐ μόνον οὐχ ἁλωσόμεθα, οὐδὲ πεσούμεθα, ἀλλ' Οὐδὲ ὃ κοινὸν τῆς φύσεώς ἐστι πεισόμεθα, τὸ φοβηθῆναι  καὶ δεῖσαι. Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τοῦ τὴν συμμαχίαν ἐκ περιουσίας ἐπιέναι. Γῆν δὲ ἐνταῦθα, καὶ ὄρη, καὶ καρδίαν θαλασσῶν, οὐ τὰ στοιχεῖά φησιν, ἀλλὰ τῷ ὀνόματι  τούτων  τοὺς  ἀφορήτους  κινδύνους  αἰνίττεται.  Κἂν πάντα  ἴδωμεν συγκεχυμένα,  φησὶ,  κἂν  ταραχὴν  ἀφόρητον,  κἂν  ταῦτα  συμβαίνοντα,    μηδέποτε γέγονε,  κἂν  αὐτὴν,  ὡς ἂν εἴποι  τις, τὴν  κτίσιν  συῤῥηγνυμένην  ἑαυτῇ, καὶ τοὺς τῆς φύσεως κινουμένους  ὅρους, καὶ πάντα ἐκ βάθρων ἀνασπώμενα, καὶ τὰ πρῶτα στοιχεῖα συγχεόμενα, καὶ τοσαύτην γινομένην  τὴν ταραχὴν, οὐ μόνον οὐχ ἁλωσόμεθα, ἀλλ' οὐδὲ δείσομεν. Τὸ δὲ αἴτιον,  ὅτι ὁ πάντων  τούτων  ∆εσπότης βοηθεῖ, καὶ χεῖρα ὀρέγει, καὶ παρίσταται.  Εἰ δὲ  τούτων  γινομένων οὐκ  ἂν  ἐνδοίημεν,  οὐδὲ  καταμαλακισθείημεν· πολλῷ  μᾶλλον  ἐπιόντων  τῶν  ἐχθρῶν,  καὶ τῶν  πολεμίων  παραταττομένων.  Ἤχησαν καὶ  ἐταράχθησαν  τὰ  ὕδατα  αὐτῶν.  Ἐταράχθησαν  τὰ  ὄρη ἐν  τῇ  κραταιότητι  αὐτοῦ. Ἄλλος  φησίν· Ἠχούντων  καὶ θολουμένων  τῶν  ὑδάτων,  καὶ σειομένων  ὀρέων ἐν τῷ ἐνδοξασμῷ αὐτοῦ. Εἰπὼν, ὅτι οὐ δείσομεν συῤῥηγνυμένων  ἁπάντων,  λοιπὸν  περὶ τῆς δυνάμεως   αὐτοῦ  διαλέγεται,   ὅτι  ἄμαχος  αὐτοῦ    ἰσχύς.  Καὶ  εἰκότως   φησὶν,  οὐ δεδοίκαμεν, καὶ ὅπερ ἀεὶ ποιεῖ, νῦν  μὲν ἀπὸ τῆς κτίσεως, νῦν δὲ ἀπὸ τῶν τοῖς ἀνθρώποις συμβαινόντων  ἀνακηρύττει αὐτοῦ τὴν ἰσχὺν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ὃ δὲ λέγει  τοιοῦτόν  ἐστι· Σείει πάντα,  σαλεύει, μετατίθησιν,  ὅταν  βούληται·  οὕτως  αὐτῷ ῥᾴδια καὶ εὔκολα πάντα. Ἐμοὶ δὲ δοκεῖ τὰ πλήθη ἐνταῦθα αἰνίττεσθαι  τῶν ἀνδρείων, καὶ τοὺς ὑψηλοὺς  τῶν  πολεμίων,  καὶ τὸν ἄπειρον λαὸν  τῶν  ἐναντίων.  Τοσαύτη γὰρ αὐτοῦ    δύναμις,  φησὶν,  ὡς  ἁπλῶς  νεῦσαι,  καὶ  ταῦτα  πάντα  γίνεσθαι.  Πῶς  οὖν δυνάμεθα φοβεῖσθαι τοιοῦτον  ἔχοντες ∆εσπότην; ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Τοῦ ποταμοῦ τὰ ὁρμήματα. Ἄλλος, ∆ιαιρέσεις. Ὁ δὲ Ἑβραῖος, Φαλαγαῦ. Εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἄλλος φησὶ, Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸς πρωῒ πρωΐ. Ἄλλος φησὶ, Περὶ τὸν ὄρθρον. Ἄλλος, Τὸ νεῦσαι πρωΐαν. Εἰπὼν περὶ τῆς δυνάμεως  αὐτοῦ καὶ τῆς ἰσχύος, καὶ ὅτι ῥᾴδια αὐτῷ πάντα, εἰς τὴν τῆς Ἰουδαϊκῆς προνοίας  ὑπόθεσιν  μετατίθησι  τὸν  λόγον,  τὰ  δεδομένα  αὐτοῖς  ἀγαθὰ  διὰ  βραχέων λέξεων παριστάς. Οὗτος γὰρ, ὁ οὕτω δυνατὸς, ὁ οὕτως ἰσχυρὸς καὶ φοβερὸς, καὶ πάντα ἄγων  καὶ φέρων,  ὁ πάντα σείων καὶ κινῶν,  καὶ μετατιθεὶς  καὶ μεθιστὰς, μυρίων  τὴν πόλιν  ἡμῶν  ἐνέπλησεν  ἀγαθῶν.  Ποταμὸς γὰρ ἐνταῦθα  τὸ δαψιλὲς  τῆς χορηγίας  τῶν ἄνωθεν  δωρεῶν,  καὶ  τὸ  ἀκώλυτον  καὶ  τὸ  ἐκκεχυμένον  παρίστησιν,  ὡσανεὶ  ἔλεγε· Καθάπερ ἐκ  πηγῶν  ἡμῖν  ἅπαντα  ἐπιῤῥεῖ  τὰ  ἀγαθά.  Ὥσπερ γὰρ  ποταμὸς  εἰς  μυρία σχιζόμενος μέρη, τὴν ὑποκειμένην ἄρδει χώραν· οὕτως ἡ τοῦ Θεοῦ πρόνοια πανταχόθεν ἐπιῤῥεῖ, δαψιλῶς φερομένη, καὶ ῥοιζηδὸν ἐπιοῦσα, καὶ πάντα πληροῦσα. Οὐκ ἀσφάλειαν δὲ παρέχει μόνον ἡμῖν, οὐδὲ βοήθειαν ἀῤῥαγῆ, ἀλλὰ καὶ πνευματικὴν  χαράν· διό φησιν· Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ τοῦτο δὲ εὐεργεσίας αὐτὸ μέρος οὐ μικρὸν, τὸ σκήνωμα αὐτοῦ καλέσαι τὸν τόπον.

βʹ. Καὶ οὐχ ἁπλῶς τέθεικε τὸ, Ὁ Ὕψιστος. Ὁ οὖνοὕτως  ὑψηλὸς, ὁ μηδενὶ τόπῳ περιεχόμενος,  ἡ ἄφραστος οὐσία, κατηξίωσε  σκήνωμα αὐτοῦ καλέσαι τὴν  πόλιν  τὴν ἡμετέραν,  καὶ  πάντοθεν  αὐτὴν  συνέχει.  Τοῦτο  γὰρ  ἔστιν,  Ἐν  μέσῳ  αὐτῆς,  ὡς  καὶ ἀλλαχοῦ  λέγει·  Ἰδοὺ  ἐγὼ  μεθ' ὑμῶν  εἰμι. Πάντοθεν  αὐτὴν  συγκροτεῖ· διὰ τοῦτο  οὐ μόνον  οὐδὲν  πείσεται  δεινὸν,  ἀλλ' οὐδὲ  σαλευθήσεται.  Καὶ τὸ  αἴτιον,  ὅτι  ταχίστης ἀπολαύει τῆς συμμαχίας, ἑτοίμου καὶ παρεσκευασμένης οὔσης· τοῦτο γάρ ἐστι τὸ Πρωΐ· οὐ μελλούσης, οὐδὲ βραδυνούσης, ἀλλὰ νεαρᾶς ἀεὶ καὶ ἀκμαζούσης, καὶ ἐν καιρῷ τῷ προσήκοντι. Ἐταράχθησαν ἔθνη. Ἄλλος, Συνήχθησαν ἔθνη. Ἔκλιναν βασιλεῖαι. Ἔδωκε φωνὴν  αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. ∆είκνυσιν αὐτοῦ τῆς βοηθείας ἐνταῦθα  τὴν δύναμιν.   Οὐ  γὰρ  δὴ  τῶν   τυχόντων   ἐπιόντων,   ἀλλὰ  βασιλέων,  ἐθνῶν   πάντοθεν συνιόντων,   κυκλούντων,   πολιορκούντων  πόλιν  μίαν,  οὐ  μόνον  οὐδὲν  ἔπαθεν  ὑπ' αὐτῶν  δεινὸν,  ἀλλὰ  καὶ  περιεγένετο,  καὶ  ἐκράτησε, καὶ  περιέτρεψε  τοὺς  ἐπιόντας. Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν  αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, Αὐτοβοεὶ  τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώτερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ' ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψηλοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορικῶς εἴρηται, καὶ τροπικώτερον,  καὶ συγκαταβατικώτερον  ὁ γὰρ Θεὸς οὐδενὸς τούτων  δεῖται, ἐπήγαγεν, Ἔδωκε φωνὴν  αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δεικνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων  μεθ' ἡμῶν. Ἀντιλήπτωρ  ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶτοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων  δήμους, εἰς τὰ ἔθνη τῶν  ἀρχαγγέλων,  εἰς τὰς δυνάμεις  τὰς ἄνω. Τί γάρ μοι λέγεις  στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους  ἀπολλυμένους;  φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν  τοῖς  οὐρανοῖς  βασιλείας,  ὅσα  στρατόπεδα  τῶν  ἀοράτων  δυνάμεων   ὑφ'  ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύμενος· ὅπερ καὶ ἀλλαχοῦ  φησι· ∆υνατοὶ  ἰσχύϊ, ποιοῦντες  τὸν λόγον  αὐτοῦ. Καὶ γὰρ εἷς ἄγγελός  ποτε ἐξελθὼν,  ἑκατὸν ὀγδοήκοντα  πέντε χιλιάδας  ἀνεῖλε.  Τί οὖν εἰ δυνατὸς  μέν ἐστιν, οὐ βούλεται  δὲ ἡμῖν  χεῖρα ὀρέξαι; Ἀλλὰ μηδὲ τοῦτο  δείσῃς, φησί· διὰ τοῦτο  ἐπήγαγεν, Ἀντιλήπτωρ  ἡμῶν. Οὐκοῦν καὶ βούλεται καὶ δύναται· μὴ τοίνυν φοβοῦ. Τί οὖν εἰ ἡμεῖς ἀνάξιοι; Ἀλλὰ πατρῴαν  πρὸς αὐτὸν  ἔχομεν  φιλανθρωπίαν. ∆ιὸ καὶ τοῦτο προστιθεὶς ἔλεγεν, Ὁ Θεὸς Ἰακὼβ, ὡσανεὶ ἔλεγεν· Ἀεὶ τοῦτο τὸ ἔθοςαὐτῷ, φησὶν, ἄνωθεν,  καὶ ἐξ ἀρχῆς. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν  πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον  ἄλλος  λέγει, Συνέκλασε, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἄλλος,  Καὶ ἁμάξας ἐμπρήσει ἐν  πυρί. Εἰπὼν περὶ τῆς γῆς, περὶ τῆς θαλάσσης, περὶ τῶν  ὀρῶν,  περὶ τῆς πνευματικῆς  χορηγίας τῆς εἰς αὐτοὺς γεγενημένης,  περὶ τῆς συμμαχίας, πάλιν ἐκτείνει τὴν ὑπόθεσιν πρὸς τοὺς θεατὰς, ἐπὶ τὰ τρόπαια αὐτοὺς καλῶν ἐξ ἡδονῆς πολλῆς, καὶ τῆς πρὸς τὸν ∆εσπότην διαθέσεως, καὶ τὰς νίκας  ἀναγορεύων,  ἃς ὑπὲρ αὐτῶν  εἰργάσατο. Καὶ καλῶς εἶπε, Τέρατα, οὐκ εἶπε, νίκας καὶ τρόπαια. Οὐ γὰρ κατὰ ἀκολουθίαν  ἐγίνετο  τὰ γινόμενα,  οὐδὲ ὅπλοις  καὶ δυνάμει  σωμάτων  τὰ τῆς  μάχης  ἐκρίνετο,  ἀλλὰ  Θεοῦ νεύματι,  τῶν  πραγμάτων   δηλούντων,   ὅτι  αὐτὸς  ἦν    στρατηγῶν.  Ἐπειδὴ  γὰρ  οἱ ἀσθενεῖς  τοὺς  δυνατοὺς   ἐνίκων,   οἱ  ὀλίγοι   τοὺς  πολλοὺς,   οἱ  κεκρατημένοι   τοὺς κρατοῦντας,  καὶ παρ' ἐλπίδα  τὰ πράγματα  ἐγίνετο,  εἰκότως  αὐτὰ  τέρατα  καλεῖ,  ἅτε παραδόξως συμβαίνοντα, καὶ πανταχοῦ τῆς γῆς ἐκτεταμένα.

γʹ. Τοῦτο δὲ  οὐκ  ἄν  τις  ἁμάρτοι  καὶ  κατὰ  ἀναγωγὴν   ἐκλαβὼν,  καὶ  εἰς  τὸν παρόντα  καιρόν. Καὶ γὰρ πόλεμον  χαλεπὸν  κατέλυσε τὸν  τῶν  δαιμόνων,  καὶ παντα χοῦ τῆς οἰκουμένης τὴν εἰρήνην ἐξέτεινε, καὶ τὸν αἰσθητὸν δὲ αὐτῶν πόλεμον συγκατέβαλεν. Ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν  ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ  οὐ  μὴ  μάθωσιν  ἔτι  πολεμεῖν.  Πρὸ μὲν  γὰρ  τῆς  τοῦ  Χριστοῦ παρουσίας  πάντες ἄνθρωποι ὅπλα ἐτίθεντο, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν, καὶ πόλεις πρὸς τὰς πόλεις ἐμάχοντο, καὶ διόλου τὰ τῶν πολέμων  συνεκροτεῖτο· νῦν δὲ τὸ πλέον τῆς οἰκουμένης  ἐν εἰρήνῃ, πάντων  ἐν ἀδείᾳ καὶ τέχνας  μετιόντων,  καὶ γῆν ἐργαζομένων, καὶ θάλατταν  πλεόντων·  ὀλίγον  δέ ἐστι τὸ στρατιωτικὸν  πρὸ τῶν  ἄλλων  ἁπάντων τεταγμένον.  Καὶ τούτου δὲ ἂν ἡ χρεία κατελύθη, εἰ τὰ προσήκοντα ἐπράττομεν, καὶ μὴ ἐδεόμεθα τῆς ἀπὸ τῶν θλίψεων  ὑπομνήσεως. Πῦρ δὲ ἐνταῦθα τὴν ὀργὴν αὐτοῦ καλεῖ, καὶ πρᾶγμα συμβεβηκὸς λέγει, ὅτι τὰ ὅπλα αὐτῶν κατέκαυσαν, κατὰ κράτος νικήσαντες, καὶ τὰ ἅρματα, ὅπερ Ἰεζεκιήλ φησι· καὶ ὅσοι φιλομαθεῖς, ἴσασι τὴν ἱστορίαν. Σχολάσατε, καὶ γνῶτε,  ὅτι ἐγώ εἰμι ὁ Θεός. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσι, ὑψωθήσομαι  ἐν τῇ γῇ. Ἄλλος  φησὶν,  Ἰάθητε  καὶ  γνῶτε.  Ἄλλος,Ἐάσατε,  ἵνα  γνῶτε.  Ὁ δὲ  Ἑβραῖός φησιν, Οὐαρφοῦ οὐαδοῦ.  Ἐνταῦθά  μοι  δοκεῖ  πρὸς  τὰ  ἔθνη  διαλέγεσθαι,  μονονουχὶ   τοῦτο λέγων·  Ἔγνωτε  μὲν  αὐτοῦ  τὴν  ἰσχὺν,  φησὶ,  καὶ  τὴν  δύναμιν   τὴν  πανταχοῦ   τῆς οἰκουμένης  ἐκτεταμένην· δεῖ δὲ ὑμῖν  σχολῆς, δεῖ δὲ ὑμῖν ὑγιαινούσης  ψυχῆς.  Καὶ τὸ Ἐάσατε δὲ τὸ αὐτὸ δηλοῖ· ἄφετε τὴν πλάνην,  ἀπαλλάγητε  τῆς προτέρας ἀναστροφῆς, ἀναπνεύσατε  ἐκ τῆς ἀχλύος τῶν κατεχόντων ὑμᾶς πονηρῶν  πραγμάτων,  ἵνα ἀπὸ τῆς τῶν  θαυμάτων  διδασκαλίας  χειραγωγούμενοι καὶ  τὴν  ψυχὴν  σχολάζουσαν  ἔχοντες, ἐπιγνῶτε  τὸν  τῶν  ὅλων  Θεόν. Οὐδὲ γὰρ ἀρκεῖ τὰ θαύματα μόνον,  ἐὰν μὴ καὶ ψυχὴ εὐγνώμων  ᾖ. Ἐπεὶ καὶ ἐπὶ τῶν  Ἰουδαίων  ἐγένετο  θαύματα, καὶ οὐδὲν πλέον  ἐγένετο πρὸς τὴν σωτηρίαν ἐκείνων. Ὥσπερ γὰρ οὐκ ἀρκοῦσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, ἐὰν μὴ καὶ ὁ ὀφθαλμὸς καθαρὸς ᾖ, καὶ ὑγιαίνων·  οὕτω δὴ οὐδὲ ἐνταῦθα τὰ θαύματα μόνον ἀρκεῖ. ∆ιὸ  δὴ  περὶ  ἐκείνων   διαλεχθεὶς,   παραινεῖ  τοῖς  μέλλουσιν  αὐτῶν  καρποῦσθαι  τὴν ὠφέλειαν,  ἀναπνεῦσαι ἐκ τῶν κατεχόντων αὐτοὺς κακῶν, ὥστε μαθεῖν τὸν Θεὸν τὸν ἐπὶ τῶν ὅλων. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, οὐ τὰ εἴδωλα, οὐδὲ τὰ ξόανα. Σχολάσατε τοίνυν, καὶ πολλὰς ὑμῖν παρέξομαι τὰς ἀποδείξεις. Τοῦτο γάρ ἐστι τὸ, Ὑψωθήσομαι  ἐν τοῖς ἔθνεσιν,  ὑψωθήσομαι  ἐν τῇ γῇ· τουτέστι,  ∆ιὰ τῶν  ἔργων  ὑμῖν δειχθήσομαι  μέγας καὶ ὑψηλός.  Ἔχει μὲν γὰρ τὸ οἰκεῖον  ἡ φύσις ὕψος, ἡ ἀκήρατος ἐκείνη καὶ ἄφραστος. Ἐπειδὴ δὲ τοῦτο ὑμεῖς οὐ συνορᾶτε, καὶ διὰ τῶν ἔργων ὑμῖν αὐτὸ ἐπιδείξω. Οὐ μόνον δὲ ἐν τῇ Παλαιστίνῃ, οὐδὲ μόνον ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ παρ' ὑμῖν  τοῖς  ἔθνεσιν.  Οὕτω γοῦν  ὑψοῦται,  κρατῶν  αὐτῶν  καὶ  περιγινόμενος,  θαύματα ἐργαζόμενος ἐν Βαβυλῶνι, θαύματα ἐν Αἰγύπτῳ, θαύματα ἐν ἐρήμῳ, θαύματα πανταχοῦ τῆς οἰκουμένης, ὡς πανταχόθεν  αὐτοὺς διδασκαλίαν ἔχειν τῆς αὐτοῦ γνώσεως. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ  ἡμῶν ὁ Θεὸς Ἰακώβ. Οὗτος τοίνυν ὁ . Θεὸς, ὁ  πανταχοῦ  μέγας,    πανταχοῦ  ὑψηλὸς,  οὗτος  ἀεὶ  μεθ'  ἡμῶν  ἕστηκε.  Μηδὲν  οὖν φοβεῖσθε, μηδὲ ταράσσεσθε, οὕτως ἔχοντες ἄμαχον ∆εσπότην· ᾧ πρέπει πᾶσα τιμὴ καὶ δόξα σὺν τῷ  ἀνάρχῳ  Πατρὶ καὶ ζωοποιῷ  αὐτοῦ Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΕΙΣ ΤΟΝ Μς ʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέ γας ἐπὶ πᾶσαν τὴν γῆν.

αʹ. Τῆς αὐτῆς ὑποθέσεως καὶ οὗτος ὁ ψαλμὸς ἔχεται, νίκας λέγων καὶ τὰ τρόπαια τὰ κατὰ τῶν  πολεμίων  συμβεβηκότα, καὶ τὴν οἰκουμένην  πᾶσαν καλῶν  εἰς τὴν ὑπὲρ τῶν  γεγενημένων  εὐφημίαν.   Ἀλλ'  ἴσως  τισὶν  ἀνάξιον  εἶναι  δοκεῖ  τῆς  τοῦ  θείου Πνεύματος παραινέσεως τὸ προοίμιον, καὶ ἡ τοιαύτη παρακέλευσις, κρότοι, καὶ πάταγοι, καὶ ὀλολυγαί.  Οὐ γὰρ τοῖς ἐν τῷ σεμνῷ τούτῳ  διδασκαλείῳ  συνιοῦσι προσήκει ἴσως ταῦτα, ἐρεῖ τις, ἀλλὰ τοῖς μὲν ἐν σκηνῇ καὶ συμποσίοις ἠσχολημένοις,  τὸ κροταλίζειν, καὶ ταῖς χερσὶ πατάσσειν· ἀνδράσι δὲ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος  παιδευομένοις ἡσυχία  καὶ  εὐταξία  πρέπει.  Τί  τοίνυν   βούλεται     λόγος  ἐμφῆναι,   καὶ  τίνα   τὸν ἀλαλαγμὸν,  καὶ τίνα  τὸν κρότον φησί; Καὶ γὰρ καὶ σύνηθες τοῦτο τοῖς ἐν παρατάξει πολέμου καὶ μάχης ποιεῖν, ἀλαλάζειν  λέγω, καὶ μέγα κροτεῖν πρὸς τὸ καταπλήττεσθαι τοὺς πολεμίους· γαληνιαίας  δὲ ψυχῆς τοῦτο ἀλλότριον. Ὁ δὲ ψαλμὸς ἀμφότερα διακελεύεται, καὶ κροτεῖν, καὶ ἀλαλάζειν. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Οὐδὲν ἕτερον, ἀλλ' ἡδονὴν  ἐνδείκνυται   καὶ  νίκης  σύμβολον.  Ἐπεὶ καὶ  ἑτέρωθι  ὁ Προφήτης  τοὺς ποταμοὺς  εἰσάγει  κροτοῦντας·  Ποταμοὶ,  φησὶ,  κροτήσουσι  χειρὶ  ἐπὶ  τὸ  αὐτό·    δὲ Ἡσαΐας, καὶ δένδρα τοῦτο ποιοῦντα εἰσάγει, αὐτὸς δὲ οὗτος πάλιν, καὶ ὄρη σκιρτῶντα, καὶ  βουνοὺς,  οὐχ  ἵνα  τοῦτο  νοήσωμεν,  ὅτι  τὰ  ὄρη σκιρτᾷ, καὶ  οἱ  βουνοὶ,  οὐδ' ἵνα ποταμοὺς  κροτοῦντας,    χεῖρας  ἔχοντας  τοῦτο  γὰρ  ἐσχάτης  ἀνοίας,  ἀλλ'  ἵνα  τὴν ὑπερβολὴν τῆς ἡδονῆς μάθωμεν. Οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων  ἔστιν ἰδεῖν. Καὶ διὰ τί μὴ εἶπε, Χάρητε, καὶ σκιρτήσατε, ἀλλὰ Κροτήσατε, καὶ, Ἀλαλάξατε; Τὴν μεθ' ὑπερβολῆς ἡμῖν  ἡδονὴν  ἐνδεικνύμενος.   Ὥσπερ γὰρ  Χριστὸς, ὅταν  λέγῃ,  Σὺ δὲ  ὅταν  νηστεύῃς ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, οὐκ ἀλοιφὴν  κελεύει γενέσθαι οὐδεὶς  γὰρ ἡμῶν  τοῦτο  ποιεῖ,  ἀλλὰ  τὴν  ἡδονὴν  ἐνδείκνυσθαι,  καὶ  τὸ  φαιδρὸν  τῆς διανοίας κελεύει γὰρ γεγηθότα νηστεύειν, μὴ σκυθρωπάζοντα, οὕτω δὴ καὶ ἐνταῦθα οὐ τοῦτο ἐπετάγημεν ὥστε κροτεῖν τὰς χεῖρας, ἀλλ' ἥδεσθαι, καὶ εὐφραίνεσθαι ψάλλοντες.∆ικαίως δ' ἄν τις τὸν ψαλμὸν κατὰ ἀναγωγὴν  μᾶλλον ἐκλάβοι, τῆς ἱστορίας ἀνώτερος γενόμενος.  Εἰ γὰρ καὶ τὴν ἀρχὴν καὶ τὸ προοίμιον ἀπὸ τῶν αἰσθητῶν ἔχει, ἀλλ' ὅμως ἐπὶ τὰ νοητὰ χειραγωγεῖ  τὸν ἀκροατήν. Ὅπερ γὰρ καὶ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν ερῶ· τὰ μὲν ὡς εἴρηται ἐκληπτέον, τὰ δὲ ἀπεναντίας  τοῖς κειμένοις, οἷον ὡς ἔχει ἐπ'  ἐκείνου·  Λύκοι  καὶ  ἄρνες  ἅμα  βοσκηθήσονται.  Οὐ γὰρ  δὴ  λύκους  καὶ  ἄρνας ἐκληψόμεθα, οὐδὲ ἄχυρα, καὶ βοῦν, καὶ ταῦρον, ἀλλὰ τὰ τῶν ἀνθρώπων  ἤθη διὰ τῆς τῶν  ἀλόγων  εἰκόνος  χαρακτηρίζομεν·  τὰ  δὲ  κατὰ  διπλῆν  ἐκδοχὴν,  τά  τε  αἰσθητὰ νοοῦντες,  καὶ τὰ νοητὰ ἐκδεχόμενοι·  ὥσπερ ἐπὶ τῆς ἀναγωγῆς  τοῦ υἱοῦ τοῦ Ἀβραάμ. Ὅτι γὰρ ὁ υἱὸς ἀνηνέχθη ἴσμεν, καὶ ἕτερόν τι ἐγκεκρυμμένον τῷ νοήματι ἐκλέγομεν διὰ  τοῦ υἱοῦ, τὸν  σταυρόν. Καὶ ἐπὶ τοῦ προβάτου δὲ τοῦ ἐν Αἰγύπτῳ, πάλιν  ὁμοίως  τοῦ πάθους τὴν εἰκόνα χαρακτηρίζομεν.  Τοῦτο δὴ καὶ ἐνταῦθα  ποιεῖν  χρή. Οὐδὲ γὰρ περὶ Ἀράβων ἁπλῶς  ὁ λόγος,  καὶ τῶν  γειτόνων,  ἀλλὰ  πάντα  τὰ ἔθνη  καλεῖ.  Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνίστησι τοίνυν  ἐκ προοιμίων τὸν ἀκροατὴν, πρὸς τοσοῦτον ὄγκον Εὐαγγελίων καλῶν, καὶ πρὸς τὴν τῆς οἰκουμένης πανήγυριν,   καὶ  θείαν   τινὰ   καὶ  πνευματικὴν   ἑορτὴν,   καὶ  τὴν   ἐκ  τῶν   οὐρανῶν κατενεχθεῖσαν  μυσταγωγίαν.  ∆ιὰ δὴ τοῦτο, Κροτήσατε, φησί· τουτέστι, χάρητε, σκιρτήσατε. Καὶ γὰρ καὶ ὁ εὐαγγελικὸς λόγος τοῦτο παρακελεύεται λέγων, Σκιρτήσατε· οὐ πάντως παρακελευόμενος  ἐξάλλεσθαι, καὶ πηδᾷν τοῦτο γὰρ ἀνελεύθερον, ἀλλὰ τῆς χαρᾶς τὸ ἐπιτεταμένον  δηλῶν. Καὶ γὰρ πολλῆς ἡδονῆς ἄξιον τὸ γινόμενον. Ὅσην γὰρ ὁ ἥλιος ἐφορᾷ γῆν, ὁ εὐαγγελικὸς λόγος ἐπέδραμε, καὶ πᾶσα ἐσώθη ἡ οἰκουμένη, καὶ τῆς λατρείας  τῆς  Ἰουδαϊκῆς  οἱ  πρὸ τούτου  τῇ  πλάνῃ  κατεχόμενοι  μείζονα  ἐπεδείξαντο φιλοσοφίαν.  Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. Τὰς μιαρὰς ἐκείνας πρὸ τούτου, φησὶν, τὰς ἐναγεῖς, τὰς αἵματι μολυνομένας  καθ' ἑκάστην ἡμέραν διὰ τῶν ἀκαθάρτων θυσιῶν, δι' ὧν  παῖδας  ἐσφάξατε,  καὶ  τὰ  αἰσχρὰ  ἐτολμήσατε,  καὶ  κατὰ  τῆς  φύσεως  αὐτῆς ἐχωρήσατε, διὰ τούτων κροτήσατε νῦν. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ∆ιὰ τῆς γλώττης  ἐκείνης,  δι' ἧς ἐγεύσασθε τῶν  ἐναγῶν,  δι' ἧς τὰ βλάσφημα ἐξηνέγκατε ῥήματα, διὰ ταύτης  ἀλαλάξατε  τὴν  ἐπινίκιον  ᾠδήν.  Καὶ γὰρ ἔθος τοῖς στρατοπέδοις, ὅταν κλίνῃ τῶν ἐναντίων τὸ στρατόπεδον, μηκέτι τῇ συστάδην κεχρῆσθαι μάχῃ, ἀλλ' ὁμοφώνῳ  βοῇ καὶ ἀλαλαγμῷ  τὰς ἤδη καταβληθείσας  αὐτῶν  κατασείειν  ψυχάς· ὅπερ ἐστὶ  νίκης  λαμπρᾶς  καὶ  τροπαίου  μέγιστον  τεκμήριον,  ὅταν  μὴ  χερσὶν    πόλεμος κρίνηται, ἀλλ' ἡ βοὴ καὶ ἀντὶ χειρῶν, καὶ ἀντὶ ὅπλων ἀρκῇ.

βʹ. Τὸ μὲν οὖν ἔργον ἅπαν τοῦ Χριστοῦ γέγονε· τὸν γὰρ χαλεπὸν  τοῦτον αὐτὸς κατέλυσε πόλεμον, δήσας τὸν ἰσχυρὸν καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας. Φιλάνθρωπος δὲ ὢν, τοὺς οὐδὲν πονήσαντας, τούτους ποιεῖ τῆς νίκης καὶ τῶν τροπαίων ἀπολαύειν, καὶ τὴν  ἐπινίκιον  παρασκευάζει ἀναφέρειν  φωνὴν,  καθάπερ τοὺς κατωρθωκότας  αὐτοὺς καὶ κρατήσαντας. ∆ιὸ καὶ βοῶμεν ἅπαντες, οὐκ ἄσημόν τινα φωνὴν,  ἀλλὰ καὶ σφόδρα εὔσημον· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ πάλιν, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Τοῦτο γὰρ ἐν τῷ ψαλμῷ τούτῳ εἴρηται. Καὶ πάλιν ἀλλαχοῦ· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας  αἰχμαλωσίαν,  ἔλαβες δόματα ἐν ἀνθρώ ποις. Ἀνήνεγκάν ποτε καὶ Ἰουδαῖοι ἐπινίκιον  φωνὴν, ὅτε τῶν Αἰγυπτίων τὸ στρατόπεδον κατεποντίζετο, λέγοντες· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἀλλ' ἡ ἡμετέρα πολλῷ μείζων, οὐκ  Αἰγυπτίων,  ἀλλὰ  τῶν  δαιμόνων   καταποντισθέντων·  οὐ  τοῦ  Φαραὼ  ἀλλὰ  τοῦ διαβόλου  νικηθέντος·  οὐ  τῶν  ὅπλων  ληφθέντων τῶν  αἰσθητῶν,  ἀλλὰ  τῆς  κακίας ἀναιρεθείσης· οὐκ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀλλ' ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας·  οὐκ εἰς τὴν  γῆν  τῆς ἐπαγγελίας  ἐξιόντων,  ἀλλ' εἰς τὸν  οὐρανὸν  μεθορμιζομένων·  οὐ μάννα ἐσθιόντων,  ἀλλὰ σῶμα σιτουμένων  δεσποτικόν· οὐχ ὕδωρ πινόντων ἀπὸ πέτρας, ἀλλ' αἷμα  ἀπὸ πλευρᾶς.  ∆ιὰ τοῦτό  φησι· Κροτήσατε χεῖρας,  ὅτι  λίθων  ἀπαλλαγέντες  καὶ ξύλων,  ὑπερέβητε τοὺς οὐρανοὺς, καὶ τοὺς οὐρανοὺς  τῶν  οὐρανῶν,  καὶ πρὸς αὐτὸν ἔστητε τὸν θρόνον τὸν βασιλικόν. Ἀλαλάξατε τοίνυν  τῷ Θεῷ, τουτέστιν, Ἐκείνῳ τὴν εὐχαριστίαν  ἀνενέγκατε,  ἐκείνῳ  τὴν  νίκην,  ἐκείνῳ  τὸ τρόπαιον.  Οὐκ ἀνθρώπινος  ὁ πόλεμος οὐδὲ αἰσθητὴ ἡ μάχη, οὐδὲ ὑπέρ τινος τῶν βιωτικῶν  ὁ ἀγὼν, ἀλλ' ὑπὲρ τῶν οὐρανῶν  αὐτῶν,  καὶ τῶν  ἐν οὐρανοῖς.  Αὐτὸς τὸν  πόλεμον  ἐστρατήγησε τοῦτον,  καὶ ἡμῖν τῆς νίκης μετέδωκεν. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν  γῆν. Ποῦ νῦν εἰσιν οἱ τοῦ Μονογενοῦς τὴν δόξαν καθαιροῦντες; Ἰδοὺ βασιλεὺς μέγας ὁ Υἱὸς λέγεται, ὃ περὶ τοῦ Πατρὸς εἴρηται· Μὴ ὀμόσῃς γὰρ, φησὶ, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος αὐτοῦ ἐστι· μήτε εἰς τὰ Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ βασιλέως. Καὶ ἀλλαχοῦ πάλιν· Θεὸς ἰσχυρὸς, ἐξουσιαστής· ὅπερ ἐστὶ βασιλεύς. Ὅταν τοίνυν  ἀκούσῃς ὅτι ἀνεσκολοπίσθη σου ὁ ∆εσπότης, ὅτι ἐκρεμάσθη ἐν τῷ σταυρῷ, ὅτι ἐτάφη, ὅτι κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, μὴ καταπέσῃς, μηδὲ ἀδημονήσῃς· ὕψιστος γάρ ἐστι, καὶ ὕψιστος φύσει. Τὸ δὲ ὑψηλὸν φύσει οὐκ ἄν ποτε μετασταίη τοῦ ὕψους, οὐδ' ἂν γένοιτο ταπεινόν·  ἀλλὰ καὶ ἐν τῇ ταπεινώσει  αὐτοῦ μένει τὸ ὕψος καὶ διαδείκνυται.  Ἐπεὶ καὶ ἀποθανὼν,  τότε  μάλιστα  τὴν  κατὰ τοῦ θανάτου  ἰσχὺν  ἔδειξε. Τὸ φῶς  ἐν  τῇ σκοτίᾳ φαίνει,  φησὶ,  καὶ  ἡ σκοτία αὐτὸ  οὐ κατέλαβεν·  οὕτω  δὴ καὶ  τὸ  ὕψος  αὐτοῦ  ἐν  τῇ ταπεινότητι  ἐφάνη. Ὅρα γοῦν αὐτὸν ἐν τῷ ᾅδῃ ὄντα, καὶ τὰ ὑψηλὰ ἅπαντα σείοντα. Ὁ γὰρ ἥλιος τότε τὰς ἀκτῖνας  ἀπέστρεψε, πέτραι ἐσχίζοντο, τὸ καταπέτασμα ἐῤῥήγνυτο, ἐκλονεῖτο  ἡ γῆ, Ἰούδας  ἀπήγχετο,  Πιλάτος καὶ ἡ τούτου  γυνὴ  ἐδειματοῦτο,  αὐτὸς ὁ δικάζων  ἀπελογεῖτο.  Ὅταν τοίνυν  ἀκούσῃς, ὅτι ἐδέθη καὶ ἐμαστιγώθη, μὴ συγχυθῇς· ἀλλ' ὅρα αὐτὸν  καὶ ἐν τῷ  δεσμῷ τὴν  ἰσχὺν  ἐπιδεικνύμενον. Εἶπε, Τίνα ζητεῖτε; καὶ πάντας   ἔῤῥιψεν   ὑπτίους.   Εἶδες  πῶς   φοβερὸς,  φωνῇ   μόνῃ   καὶ  νεύματι   τοσαῦτα ἐργαζόμενος;  Ὅταν  οὖν  ἴδῃς  αὐτὸν  νεκρὸν,  ἐννόησον  τὸν  λίθον  αἰρόμενον,  τοὺς ἀγγέλους  τοὺς μετὰ φόβου παραμένοντας  τῷ τάφῳ, τὸν ᾅδην λυόμενον,  τὸν θάνατον τηκόμενον,  τοὺς δεσμώτας ἀπολύοντα·  καὶ τότε ὄψει αὐτοῦ τὸ φοβερόν. Εἰ δὲ ἐν τῷ καιρῷ τῆς ἀτιμίας τοσαῦτα ἐπεδείξατο, ἐν οὐρανῷ, ἐν γῇ, ἐν ᾅδῃ, τίνα οὐκ ἐπιδείξηται ἐν  τῷ  καιρῷ  τῆς  μελλούσης  παρουσίας; Ἄκουσον  τῶν  δαιμόνων  ἐν  τῷ  καιρῷ  τῆς ταπεινώσεως   τί  λέγουσι,  τῶν   ἀφριζόντων,   τῶν   δεσμὰ  διαλυόντων,   τῶν   ἄβατον ποιούντων  τὴν  ὁδόν· Τί ἡμῖν  καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;  Ἦλθες ὧδε πρὸ καιροῦ, βασανίσαι ἡμᾶς; Εἰ τοίνυν ταῦτα τότε, ὅταν παραγένηται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλεύωνται, καὶ ὁ ἥλιος μεταστραφῇ εἰς σκότος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς, τί ἐροῦσι; ∆ιὰ τοῦτό φησιν· Ὕψιστος, φοβερός. Μᾶλλον δὲ, τί ἄν τις ἄξιον εἴποι, τὴν ἡμέραν  ἐκείνην  διηγούμενος,  ὅταν  πέμπῃ  τοὺς  ἀγγέλους  πανταχοῦ  τῆς οἰκουμένης, ὅταν πάντα σείηται, ὅταν ἡ γῆ κλονῆται τὴν παρακαταθήκην τῶν νεκρῶν ἀποδιδοῦσα, ὅταν τὰ μυρία σώματα ἐγείρηται, ὅταν ὁ οὐρανὸς συστέλληται, καθάπερ τι καταπέτασμα συστελλόμενον· ὅταν τὸ βῆμα τιθῆται τὸ φοβερὸν, ὅταν οἱ ποταμοὶ τοῦ πυρὸς ἕλκωνται, ὅταν αἱ βίβλοι ἀνοίγωνται,  ὅταν ἑκάστῳ τὰ ἐν σκότῳ πεπραγμένα εἰς μέσον ἄγῃ· ὅταν αἱ ἀφόρητοι  κολάσεις  ἐκεῖναι  καὶ τιμωρίαι,  ὅταν  αἱ ἀπειληφόροι  δυνάμεις,  ὅταν  αἱ ῥομφαῖαι  ἐσπασμέναι, ὅταν αἱ πρὸς τὴν γέενναν  ἀπαγωγαί·  ὅταν πάντα  τὰ ἀξιώματα λύηται, καὶ βασιλέων, καὶ στρατηγῶν, καὶ ὑπάτων, καὶ ὑπάρχων· ὅταν τοσοῦτος δῆμος ἀγγέλων  παρῇ, ὅταν  τάγματα  μαρτύρων,  προφητῶν,  ἀποστόλων,  ἱερέων,  μοναχῶν, ὅταν τὰ ἔπαθλα ἐκεῖνα τὰ ἀπόῤῥητα, ὅταν βραβεῖα, ὅταν οἱ στέφανοι, ὅταν τὰ ἀγαθὰ τὰ ὑπερβαίνοντα τὸν νοῦν;

γʹ. Τίς παραστήσει τοῦτο λόγος; Εἰ γὰρ τὴν κτίσιν ἐπιὼν ὁ Προφήτης, ἀπέκαμε, καὶ ἀπεπήδησε, λέγων·  Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε· καὶ ἓν εἶδος ἀνερευνῶν προνοίας  ὁ Παῦλος ἐβόησεν εἰπών·  Ὢ βάθος  πλούτου·  τί  ἄν  τις  εἴποι,  τὴν  ἡμέραν ἐκείνην   ὑπογράφων;   Ταῦτα  ἅπαντα  προϊδὼν    Προφήτης,  ἔλεγε·  Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, τὴν οἰκουμενικὴν σωτηρίαν ἐμφαίνων.  Ἦν μὲν οὖν καὶ πρὸ τούτου βασιλεὺς μέγας, ἀλλ' ἠγνοεῖτο. Ὁ γὰρ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Νυνὶ δὲ καὶ τοῦτο κατώρθωσε, ὡς καὶ κατὰ τὴν οἰκείωσιν  ἡμῶν  γενέσθαι  βασιλεὺς  μέγας. Πῶς γὰρ οὐ μέγας, ὁ πένητας  ἁλιεῖς,  ἀγραμμάτους, ἰδιώτας  ἕνδεκα τὸν ἀριθμὸν, ἀσήμους, ἀπόλιδας, ἰχθύων  ἀφωνοτέρους,  μονοχίτωνας, ἀνυποδέτους,    γυμνοὺς,    πανταχοῦ    τῆς   οἰκουμένης    ἀποστείλας,   καὶ   ὥσπερ   ἐξ ἐπιτάγματος  πάντας  λαβών;  Τοῦτο  ἀληθῶς  βασιλεὺς  μέγας·    τὴν  οἰκουμένην  τῆς πλάνης  ἐκκαθάρας, καὶ τὴν  ἀλήθειαν  ἐπαναγαγὼν ἐν βραχείᾳ  καιροῦ ῥοπῇ, καὶ τοῦ διαβόλου τὴν τυραννίδα καθελών· ὁ καὶ πρὸ τῶν ὑπηκόων μέγας βασιλεὺς, οὐκ ἐν τοῖς δούλοις ἔχων τῆς ἀρχῆς τὴν ἰσχὺν, οὐκ ἐν σχήματι καὶ ἱματίοις, ἀλλ' ἐν αὐτῇ τῇ φύσει. Ἐγὼ γὰρ, φησὶν, εἰς τοῦτο γεγένημαι. Τοῦτο βασιλεὺς μέγας· ὁ μὴ ἐπείσακτον ἔχων τὴν τιμὴν, ὁ μηδενὸς δεόμενος ἵνα ᾖ βασιλεὺς, ὁ πάντα ποιῶν ὅσα βούλεται. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὁ λόγος ἔργον ἐγένετο. Θέλω, καθαρίσθητι. Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν, ἔξελθε ἀπ' αὐτοῦ. Σιώπα, πεφίμωσο. Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν  πρὸ καταβολῆς  κόσμου. Ὁρᾷς πανταχοῦ  τὴν  ἐξουσίαν; ὁρᾷς τὴν  δύναμιν; Οὕτω  γὰρ  εἷλε  τοὺς  ὑπακούσαντας,  ὡς  πεῖσαι  τὴν  ψυχὴν  προέσθαι  μᾶλλον,    τὸ ἐπιταχθὲν  παρελθεῖν.  Ὁ μὲν γὰρ βασιλεὺς παρ'  αὐτῶν  τῶν  ὑπηκόων   ἔχει τὰς τιμάς· οὗτος δὲ τοῖς ὑπηκόοις παρέχει τὴν τιμήν. ∆ιὰ δὴ τοῦτο, τοῦτο μὲν ὄνομα μόνον ἐστὶν, ἐκεῖνο δὲ πρᾶγμα. Βασιλεὺς μέγας, ὃς τὴν οἰκουμένην  ἅπασαν οὐρανὸν ἐποίησε, καὶ βαρβάρους φιλοσοφεῖν  παρεσκεύασε, καὶ ἀγγέλους μιμεῖσθαι προὔτρεψεν. Ὑπέταξε λαοὺς  ἡμῖν,  καὶ ἔθνη  ὑπὸ τοὺς πόδας ἡμῶν.  Ὢ τοῦ θαύματος! Τοὺς σταυρώσαντας, τούτους ἔπεισε προσκυνεῖν, τοὺς ὑβρίζοντας, τοὺς βλασφημοῦντας, τοὺς λίθοις προσηλωμένους,  τούτους  ἐδίδαξε καὶ ψυχὰς  προέσθαι κατὰ τὸ αὐτῷ δοκοῦν. Οὐ γὰρ τῶν ἀποστόλων  ἦν τὸ κατόρθωμα, ἀλλὰ τοῦ προοδοποιοῦντος  αὐτοῖς, καὶ τὴν αὐτῶν κινοῦντος   ψυχήν.   Πῶς  γὰρ    ἁλιεὺς       σκηνοποιὸς   τοσαύτην   ἂν   μετέθηκαν οἰκουμένην, ἀλλ' ἢ τὰ ἐκείνου ῥήματα πάντα ταῦτα καθῄρει τὰ κωλύματα; Καὶ γόητας, καὶ τυράννους, καὶ ῥήτορας, καὶ φιλοσόφους, καὶ πάντας τοὺς ἀνθισταμένους  καθάπερ κόνιν ἀποσοβοῦντες, καὶ καπνὸν διαλύοντες, οὕτως ἔσπειραν τῆς ἀληθείας τὸ φῶς, οὐχ ὅπλοις,  οὐδὲ χρημάτων  περιουσίᾳ, ἀλλὰ  λόγῳ  κεχρημένοι  ψιλῷ·  μᾶλλον  δὲ οὐκ ἦν ψιλὸς  ὁ λόγος,  ἀλλ' ἔργου  παντὸς  δυνατώτερος.  Πῶς οὖν;  Ἐκάλουν  τὸ  ὄνομα  τοῦ σταυρωθέντος,  καὶ    θάνατος   ἐδραπέτευε,  καὶ  δαίμονες  ἐφυγαδεύοντο,   νοσήματα ἐλύετο,  λῶβαι  σωμάτων  διωρθοῦντο,  κακία  ἀπηλαύνετο,  κίνδυνοι  ἠφανίζοντο,  καὶ στοιχεῖα μετεβάλλοντο.  Ὅταν οὖν λέγωσιν  ἡμῖν, ∆ιὰ τί μὴ ἐβοήθησεν ἑαυτῷ ἐπὶ τοῦ σταυροῦ; τοῦτο λέγωμεν, ὅτι τοῦτο θαυμαστότερον ἦν. Οὐ γὰρ ἦν ἴσον ἐκ τοῦ σταυροῦ κατελθεῖν,  καὶ  μετὰ  τὸ  σταυρωθῆναι  ἐπὶ  τῷ  ὀνόματι  αὐτοῦ  τοσούτους  ἀναστῆσαι νεκρούς.  Ὅτι γὰρ καὶ τότε ἑκὼν  ἔμενεν,  ἐκ τῶν  μετὰ ταῦτα  ἔδειξεν.  Ὁ γὰρ ἑτέροις ἐπελθόντα τὸν θάνατον ἐκβαλὼν, πολλῷ μᾶλλον ἐξ ἑαυτοῦ, πρὶν ἢ ἐπελθεῖν, διακρούσασθαι ἠδύνατο· καὶ ὁ ἑτέροις παρέχων ζωὴν, πολλῷ μᾶλλον ἑαυτῷ παρασχεῖν ἠδύνατο· ὅπερ καὶ ἐποίησε μετὰ τρεῖς ἡμέρας ἐγερθεὶς ἐκ πολλῆς  τῆς περιουσίας. Καὶ τοῦτο διὰ τῶν μετὰ ταῦτα ἔδειξεν. Ὅταν γὰρ τὸ ὄνομα αὐτοῦ ἐπὶ σωμάτων ἀλλοτρίων φαίνηται τοσαύτην ἔχον ἰσχὺν, ὡς καλούμενον φυγαδεῦσαι τὸν θάνατον, οὐδεὶς ἀμφιβάλλειν  δύναιτ' ἂν, ὅτι καὶ ἐν τῷ οἰκείῳ πολλὴν ἂν τὴν ἰσχὺν ἐπεδείξατο, καὶ τὸν θάνατον  ὑπέταξεν.  Ὑπέταξε  λαοὺς  ἡμῖν,  καὶ  ἔθνη  ὑπὸ  τοὺς  πόδας  ἡμῶν.  Ὅρα τοῦ Προφήτου τὴν σοφίαν, πάντα  μετὰ ἀκριβείας λέγοντος.  Ὃ γὰρ μετὰ ταῦτα ἔλεγον  οἱ ἀπόστολοι Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει  ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;  τοῦτο  ἄνωθεν  ὁ Προφήτης λέγει.  Τὸ δὲ, Ὑπὸ τοὺς πόδας, τὸ ὑποτεταγμένον δηλοῖ,  μᾶλλον  δὲ  τὴν  πολλὴν  ὑποταγήν.  Καὶ εἰ  βούλει  μαθεῖν  τῆς  ὑποταγῆς  τὴν
 ἐπίτασιν, ἄκουσον· Ὅσοι κτήτορες, φησὶ, χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες  ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ἕτεροι δὲ μετὰ τῶν χρημάτων, καὶ τὴν ψυχὴν προΐεντο. Οἵτινες γὰρ, φησὶν, ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον  ὑπέθηκαν. Καὶ περὶ ἑτέρων δὲ γράφων  ἔλεγεν, Ὅτι, εἰ δυνατὸν, τοὺς  ὀφθαλμοὺς  ὑμῶν  ἐξορύξαντες  ἂν  ἐδώκατέ  μοι. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγεν  ὁ Παῦλος· Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι  ὑμᾶς, πόσην κατειργάσατο ἐν ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ' ἐκδίκησιν· οὕτως αὐτοὺς ἔτρεμον καὶ ἐδεδοίκεισαν. Καὶ ὁ Λουκᾶς πάλιν  γράφων  ἔλεγε· Καὶ τῶν  λοιπῶν  οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν  αὐτοὺς ὁ λαός. Καὶ πάλιν· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;

δʹ. Εἶδες αὐθεντίαν  καὶ ἐξουσίαν; Ταῦτα δὲ πάντα τὸ ῥῆμα ἐκεῖνο ἐποίει, ὅπερ εἴρηκε πέμπων αὐτοὺς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Αὐτὸς τὰ κωλύματα καθῄρει ἔμπροσθεν αὐτῶν  πορευόμενος·  αὐτὸς  ἅπαντα  ἐξευμάριζε, καὶ τὰ δύσκολα ἐποίει  ῥᾴδια. Καίτοι πάντα πολέμων ἔγεμε, πάντα κρημνῶν καὶ σκοπέλων, καὶ οὐδὲ ὅπου ἐρεῖσαι πόδα ἐνῆν, οὐδὲ στῆναι· πάντες  οἱ λιμένες  προσκεχωσμένοι  ἦσαν, πᾶσα οἰκία  ἀποκεκλεισμένη, πάντων τὰ ὦτα ἐμπεφραγμένα· ἀλλ' ὅμως ὁμοῦ τε εἰσῄεσαν, καὶ ἐφθέγγοντο, καὶ πάντα κατέλυον τῶν πολεμίων τὰ ὀχυρώματα, ὡς καὶ αὐτὰς τὰς ψυχὰς προΐεσθαι, καὶ μυρίους λοιπὸν  ἀνέχεσθαι  κινδύνους  ὑπὲρ τῶν  εἰρημένων.  Ἐξελέξατο ἡμῖν τὴν  κληρονομίαν ἑαυτοῦ,  τὴν  καλλονὴν   Ἰακὼβ,  ἢν  ἠγάπησεν.  Ἄλλος,  Τὸν ἐνδοξασμὸν  Ἰακώβ.  Ὅρα προφητείας ἀκρίβειαν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη. Καὶ γὰρ Ἰουδαῖοι πρῶτον προσῆλθον, πρῶτον τρισχίλιοι, εἶτα πεντακισχίλιοι,  καὶ μετὰ ταῦτα τὰ ἔθνη. Καὶ γὰρ αὐτὸς πάλιν  ἔλεγε· Καὶ ἄλλα ἔχω πρόβατα, κἀκεῖνά με δεῖ ἀγαγεῖν,  καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἵνα μὴ ἀκούσας τὸ, Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν  ἑαυτῷ, διαπορῇ τις, καὶ ταλαιπωρῆται,  καὶ λέγῃ· Πῶς οὖν Ἰουδαῖοι νῦν ἀπιστοῦσι;  τῇ  ἐπιδιορθώσει  τὴν  ἀπορίαν  ἔλυσε. Μάλιστα μὲν  γὰρ, τὸ  αὐτοῦ  μέρος, κἀκείνους  ἐξελέξατο,  καὶ  τὸ  εἰς  αὐτὸν  ἧκον,  οὐδένα  ἀφῆκεν.  Εἰ δὲ  καὶ  τὸ  τέλος ἐπιζητοίης, ἄκουε τῶν ἑξῆς· ἐπάγει γάρ· Τὴν καλλονὴν  Ἰακὼβ, ἣν ἠγάπησεν. Ἐνταῦθα γάρ μοι  τοὺς  πιστοὺς  δοκεῖ  λέγειν,  ὅπερ ὁ Παῦλος δηλῶν  ἔλεγεν·  Οὐχ οἷον  δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καλλονὴ δὲ τοῦ λαοῦ εἰκότως ἂν οἱ πιστοὶ λέγοιντο. Τί γὰρ ὡραιότερον ἐκείνων τῶν πιστευσάντων; Κληρονομίαν δὲ αὐτοῦ καλεῖ τὸ ἔθνος, οὐχ ὡς τῶν ἄλλων  ἀμελήσας ποτὲ, ἀλλὰ τὴν ἐπίτασιν τῆς περὶ αὐτοὺς ἀγάπης  καὶ τὴν  οἰκείωσιν,  καὶ τῆς προνοίας  τὴν προσθήκην ἐπιδεικνύμενος.  Καὶ ἵνα μάθῃς τὴν ἀκρίβειαν τὴν προφητικὴν,  ὅρα πῶς τῇ τῶν πολλῶν  κέχρηται λέξει, ᾗ ἐπὶ τῶν ὠνίων  οἱ πολλοὶ  χρῶνται.  Πολλοὶ γὰρ πολλάκις  ὠνούμενοί  τι, καλλονὴν  ἐκεῖνα λέγουσι τὰ τῶν  ἄλλων  ὑπερέχοντα.  ∆εικνὺς τοίνυν  ὅτι οὐ πάντες  σωθήσονται, φησὶ, Τὴν καλλονὴν  Ἰακώβ. Ταῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις δείκνυται διὰ μυρίων παραβολῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Οὐκ εἶπεν, ἀνεβιβάσθη, ἀλλ', Ἀνέβη· δεικνὺς ὅτι οὐχ ἑτέρου τινὸς χειραγωγοῦντος ἀνέβη, ἀλλ' αὐτὸς ταύτην ὁδεύων τὴν ὁδόν. Ὁ μὲν γὰρ Ἠλίας οὐδὲ τοσαύτην ἐλθὼν  ὅσην ὁ Χριστὸς, ὑφ' ἑτέρας ἤγετο δυνάμεως.  Οὐ γὰρ ἦν ἀνθρωπίνης   φύσεως  δύνασθαι  ξένην  ὁδεύειν  ὁδόν.  Ὁ δὲ  Μονογενὴς  ἀνέβη  οἰκείᾳ ἐξουσίᾳ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Λουκᾶς οὕτως ἔλεγε· Καὶ ἦσαν ἀτενίζοντες  πορευομένου  αὐτοῦ  εἰς  τὸν  οὐρανόν.  Οὐκ εἶπεν,  ἀναλαμβανομένου  αὐτοῦ,  οὐδὲ  βασταζομένου· πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον  ἦν. Εἰ δὲ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος  σῶμα, τί θαυμαστὸν, εἰ καὶ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμνε; Ποῦ δὲ Ἐν ἀλαλαγμῷ;  Τίς ἠλάλαξεν,  ὅτε ἀνέβη; Καίτοι σιγῇ τοῦτο  ἐγένετο,  καὶ ἕνδεκα  παρόντων  μαθητῶν  μόνον.  Ὁρᾷς ὅτι οὐχ  ἁπλῶς  δεῖ τὰς λέξεις ἐκλαμβάνειν, ἀλλ' εἰδέναι τὸ ἐξ αὐτῶν σημαινόμενον; Ὅπερ γὰρ ἐν προοιμίῳ τοῦ ψαλμοῦ  ἔλεγον,  ὅτι ἕτερόν τι ὁ ἀλαλαγμὸς  δηλοῖ, τὴν  νίκην,  τὸ τρόπαιον·  ὃ τοίνυν ἐνταῦθά φησιν, Ἐν ἀλαλαγμῷ, τοῦτό ἐστιν, ὅτι ἐν νίκῃ ἀνέβη, περιγενόμενος  θανάτου, καταῤῥίψας τὴν ἁμαρτίαν, τοὺς δαίμονας τροπωσάμενος, τὴν πλάνην  ἐκβαλὼν, πάντα μεταβαλὼν   πρὸς  τὸ  βέλτιον,  πρὸς  τὴν  ἀρχαίαν  πατρίδα,  μᾶλλον   δὲ  πρὸς  πολλῷ βελτίονα, τὴν φύσιν ἀναγαγὼν  τὴν ἡμετέραν. Οὐδεὶς γὰρ αὐτῷ παραγενομένῳ  ἀντέστη, οὐχ ἁμαρτίας τυραννὶς,  οὐ θανάτου δύναμις, οὐ κατάρας ἰσχὺς, οὐ φθορᾶς, οὐ κακίας ἐπίτασις, οὐκ ἄλλο τῶν τοιούτων  οὐδέν· ἀλλὰ πάντα ταῦτα ὥσπερ ἀράχνην διαῤῥήξας, καὶ δαιμόνων φάλαγγας καὶ διαβόλου νεῦρα, καὶ ἅπαντα ταῦτα διαλύσας, ἀνῆλθε κατορθώσας  ἅπερ  ἐβούλετο.  εʹ. ∆ιὸ καὶ  ὁ Παῦλος αὐτοῦ  τὸ  τρόπαιον  διηγούμενος, ἔλεγεν· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καὶ πάλιν· Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον  ἐν τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Κύριος ἐν φωνῇ  σάλπιγγος. Πάλιν τὸ αὐτὸ δηλοῖ, τουτέστιν ἐν νίκῃ λαμπρᾷ. Ἐνταῦθα. δὲ ἕτερόν τι νοητέον, τὸ περιφανὲς,  τὸ σαφὲς, τὸ διωλύγιον.  Καίτοι γε τότε οὐδεὶς  ἔγνω,  τούτου  γενομένου,  ἀλλ' οὕτως  ἐγένετο  σαφὲς, ὡς  σάλπιγγος  ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἐκεῖνο γὰρ τὸ λάθρᾳ γενόμενον  τότε οὐδεὶς σχεδὸν τῶν οἰκούντων  τὴν οἰκουμένην  ἠγνόησεν, ἀλλ' οὕτως αὐτὸ ἐξεκάλυψε τῶν πραγμάτων  ἡ φύσις, ὡς σάλπιγγος  ἠχούσης, μᾶλλον  δὲ καὶ πολλῷ  πλέον. Οὐ γὰρ δὴ οὕτω σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θέαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φωνὴ   τὴν  ἀνάβασιν  ἔδειξε,  βροντῆς  ἁπάσης  ἰσχυρότερον  κατάδηλον   τὸ  πρᾶγμα ποιήσασα. Οὐδὲ γὰρ ἂν βροντὴ οὕτω τὴν οἰκουμένην  ἐκάλεσεν, ὡς ἡ τῶν πραγμάτων ἐπίδειξις  τούς τε ὄντας  τότε, τούς τε μετὰ ταῦτα ἐσομένους. Ἡ μὲν γὰρ βροντὴ τοῖς παροῦσίν ἐστι κατάδηλος· αὕτη δὲ πάσαις γενεαῖς σάλπιγγος λαμπρότερον, καὶ βροντῆς σαφέστερον ἐπιδείκνυται  τὸ γεγενημένον.  Οὐκ ἂν δέ τις ἁμάρτοι σάλπιγγας τὰ στόματα τῶν  ἀποστόλων  εἰπὼν,  οὐχὶ  χαλκηλάτους  σάλπιγγας,  ἀλλὰ  χρυσίου τιμιωτέρας,  καὶ λίθων  πολυτελεστέρας.  ∆ιὰ τί  οὖν  οὐκ εἶπε,  σάλπιγγος,  ἀλλ',  Ἐν φωνῇ  σάλπιγγος; Τὸ ὁμόψυχον  αὐτῶν  δηλῶν,  καθάπερ καὶ ὁ Παῦλος λέγει· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων  ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία· ἐσάλπιζον δὲ, οὐκ εἰς πόλεμον καλοῦντες, ἀλλὰ τὰ νικητήρια εὐαγγελιζόμενοι.  Καθάπερ γὰρ ἐπὶ τῶν  στρατοπέδων,  ὅταν εἰς πόλεμον  εἰσίωσι, μετὰ τῶν σημείων προηγοῦνται  αἱ σάλπιγγες, διανιστῶσαι τοὺς παρόντας, οὐ τῇ ὄψει, ἀλλὰ καὶ τῇ ἀκοῇ, οὕτω  καὶ τότε  ἐγένετο·  τῶν  ἀποστόλων  εἰσιόντων  εἰς ἑκάστην  πόλιν, ἤχουν  αἱ σάλπιγγες,  καὶ πρὸς τὴν ἀκρόασιν ἅπαντες  ἔτρεχον.  Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς.  Ἐβασίλευσεν    Θεὸς ἐπὶ  τὰ  ἔθνη.  ∆ιηγησάμενος  τοίνυν   τὸ  μέγεθος  τοῦ κατορθώματος, καλεῖ τὴν οἰκουμένην  ἐπὶ τὴν εὐφημίαν  μετὰ πολλῆς τῆς σπουδῆς· διὸ καὶ  διπλασιασμῷ  κέχρηται·  καὶ  οὐχ  ἁπλῶς  καλεῖ  ψάλλειν,  ἀλλὰ  μετὰ  πολλῆς  τῆς συνέσεως. Τί ἐστι, Ψάλατε συνετῶς; Καταμαθόντες, φησὶ, τὰ γεγενημένα,  ἐννοήσαντες τὸ μέγεθος τῶν κατορθωμάτων.  Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι διὰ τοῦ εἰπεῖν,
 Συνετῶς· τὸ μὴ φωνῇ μόνον, ἀλλὰ καὶ ἔργοις ψάλλειν· τὸ μὴ γλώττῃ  μόνον, ἀλλὰ καὶ βίῳ. Ἐβασίλευσε γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Ἄλλος φησὶν, Ἐπάνω τῶν ἐθνῶν. Καὶ ποίαν  βασιλείαν  ἐνταῦθά  φησιν;  Οὐκ ἐκείνην  τὴν  κατὰ τὸν  τῆς δημιουργίας  λόγον, ἀλλὰ  ταύτην  τὴν  τῆς οἰκειώσεως.  Ἐβασίλευσε μὲν γὰρ καὶ πρὸ τούτου  πάντων,  ἅτε δημιουργὸς  καὶ ποιητὴς  ὤν· νυνὶ  δὲ καὶ ἑκόντων  καὶ χάριν  εἰδότων·  ὅπερ μεγίστης εὐφημίας ἄξιον καὶ πολλοῦ τοῦ θαύματος, ὅτι ὁ πρὸ τούτου ὑβριζόμενος ὑπὸ Ἰουδαίων, τοσαύτην παρεσκεύασε γενέσθαι τὴν μεταβολὴν, ὡς πανταχοῦ τῆς οἰκουμένης ᾄδεσθαι· καὶ οἱ μήτε προφήτας  ἀναγνόντες,  μήτε νόμῳ συντραφέντες,  ἀλλὰ καὶ θηριώδεις  τὸν τρόπον ὄντες, ἀθρόον μετεβάλλοντο, καὶ πάντα ἐκεῖνα ῥίψαντες τὰ τῆς πλάνης, ὑπετάγησαν,  οὐχὶ  δύο  καὶ  τρία  καὶ  τέσσαρα ἔθνη  καὶ  δέκα,  ἀλλ'  οἱ  πανταχοῦ  τῆς οἰκουμένης  οἰκοῦντες.  Ὁ Θεὸς κάθηται  ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τί ἐστι, Κάθηται ἐπὶ θρόνου; Βασιλεύει, κρατεῖ. Καὶ καλῶς εἶπεν, Ἁγίου. Οὐ γὰρ δὴ βασιλεύει μόνον, ἀλλὰ καὶ ἁγίως βασιλεύει. Τί ἐστιν, Ἁγίως βασιλεύει; Καθαρῶς. Ἄνθρωποι  μὲν γὰρ ἐπὶ τὴν ἀρχὴν ἐρχόμενοι ταύτην, αὐτῇ τῇ δυνάμει πρὸς ἀδικίαν κέχρηνται. Ἐκείνη δὲ ἀνέπαφος ἡ ἀρχὴ παντὸς τοιούτου, καθαρὰ καὶ ἁγία. Οὐδὲ γὰρ ἀπάτη, οὐδὲ ἄλλο τι τῶν τοιούτων τὸ δικαστήριον  ἐκεῖνο  διαφθείρει  καὶ παραλογίζεται,  ἀλλ' ἔστι καθαρὸν,  εἰλικρινὲς, πάσης ἐπέκεινα καθαρότητος ἀπαστράπτον, διαλάμπον ἀφάτῳ τῇ δόξῃ. Ἄρχοντες λαῶν συνήχθησαν  μετὰ  τοῦ  Θεοῦ  Ἀβραάμ·  ὅτι  τοῦ  Θεοῦ  οἱ  κραταιοὶ  τῆς  γῆς  σφόδρα ἐπήρθησαν.

ς  ʹ.  Ἐνταῦθα  δείκνυσι  τὴν  ἐπίτασιν  τοῦ  Εὐαγγελίου,  ὅτι  οὐκ ἰδιωτῶν  ἥψατο μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὸ διάδημα ἐχόντων,  καὶ τῶν ἐπὶ τοῦ θρόνου καθημένων τοῦ βασιλικοῦ. Εἶτα δεικνὺς αὐτὸν ὄντα Καινῆς καὶ Παλαιᾶς ἕνα Θεὸν, φησί· Μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἀντὶ  τοῦ, αὐτὸς οὗτος ὁ καὶ τῶν  προπατόρων  Θεὸς, ὁ καὶ τὸν  νόμον ἐκείνοις δεδωκώς. ∆ιὸ καὶ Ἱερεμίας ἔλεγε· ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς .216 χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, δεικνὺς ὅτι καὶ Καινῆς καὶ Παλαιᾶς εἷς καὶ    αὐτός  ἐστι  νομοθέτης.  Καὶ ὁ  Βαροὺχ πάλιν  ἔλεγεν·  Οὗτος ὁ Θεὸς ἡμῶν,  οὐ λογισθήσεται  ἕτερος  πρὸς αὐτόν.  Ἐξεῦρε πᾶσαν  ὁδὸν  ἐπιστήμης,  καὶ  ἔδωκεν  αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ  ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη,  καὶ τοῖς  ἀνθρώποις  συνανεστράφη,  δεικνὺς  ὅτι ὁ τὸν  νόμον  δεδωκὼς,  αὐτός ἐστιν ὁ σαρκωθείς· καὶ ὁ σαρκωθεὶς αὐτὸς καὶ τὸν νόμον δέδωκε. Τοῦτο καὶ ὁ προφήτης λέγει· Συνήχθησαν  μετὰ τοῦ Θεοῦ, φησὶν, Ἀβραάμ. Ὁ δὲ Ἑβραῖος, ἀντὶτοῦ,  Μετὰ τοῦ Θεοῦ, Ἒμ Ἐλωῒ  Ἀβραάμ. Καὶ πῶςτοῦτο  γέγονεν; Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ  τῆς  γῆς σφόδρα ἐπήρθησαν.  Τίνες  δὲ οἱ  κραταιοὶ  τοῦ  Θεοῦ, ἀλλ' ἢ οἱ  ἀπόστολοι,  εἰ  πιστοὶ πάντες; Ἐπειδὴ γὰρ τοσοῦτον ἔλαμψεν  ἡ δύναμις αὐτῶν, φησὶν, ἐκράτησαν ἁπάντων. Καὶ καλῶς  αὐτοὺς  κραταιοὺς  ἐκάλεσε.  Πῶς γὰρ  οὐ  κραταιοὶ,  οἱ  πρὸς  ἅπασαν  τὴν οἰκουμένην παραταξάμενοι, πρὸς τοὺς δαίμονας, πρὸς τὸν διάβολον, πρὸς δήμους, πρὸς πόλεις. πρὸς ἔθνη, πρὸς τυράννους,  πρὸς τιμωρίας, πρὸς κολάσεις, πρὸς τήγανα, πρὸς καμίνους,   πρὸς  συνήθειαν,   πρὸς  φύσεως   τυραννίδα,   καὶ  πάντα   καθελόντες,   καὶ ὑψηλότεροι  πάντων  γενόμενοι,  καὶ  μηδενὶ  χειρωθέντες;  πῶς  οὐ κραταιοὶ,  καὶ  μετὰ τελευτὴν   τοσαύτην   ἐπιδεικνύμενοι   τὴν   ἰσχύν;  πῶς   οὐ  κραταιοὶ,  ὧν   τὰ  ῥήματα ἀδάμαντός  ἐστι στεῤῥότερα καὶ οὐδεὶς αὐτὰ χρόνος  ἤλεγξεν,  ἀλλὰ  καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν, τοῦ εὐαγγελικοῦ κηρύγματος πάντῃ καὶ πανταχοῦ διατρέχοντος εἰς  τὰ  τῆς  οἰκουμένης  πληρώματα;  Ὑπὲρ δὴ  τούτων  ἁπάντων  εὐχαριστήσωμεν  τῷ φιλανθρώπῳ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |