Τετάρτη 5 Οκτωβρίου 2016
«Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αυΐδ.»
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ.«Εἰς τὸ τέλος ὑπὲρ τῶν
κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ ∆αυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ
καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς
σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν,
ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ
μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ
βραχύτητι διαναπαύων τὸν κάματον.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν
ὅλῃ καρδίᾳ μου,
διηγήσομαι πάντα τὰ θαυμάσιά σου. ∆ιπλοῦν τὸ τῆς ἐξομολογήσεως
εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων
ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν δηλοῖ.
Τί δέ ἐστιν, Ἐν ὅλῃ καρδίᾳ μου; Μετὰ προθυμίας ἁπάσης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας,
ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις. Τοῦτο γὰρ μάλιστα
εὐχαρίστου, τοῦτο φιλοσόφου
ψυχῆς, τὸ καὶ ἐν τοῖς
λυπηροῖς εὐχαριστεῖν, τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν,
ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ
πλείονος μισθοῦ πρόξενον.
Ἐπὶ μὲν γὰρ
τῶν ἀγαθῶν εὐχαριστῶν,
χρέος ἀποδέδωκας· ἐπὶ δὲ τῶν κακῶν, τὸν Θεὸν ὀφειλέτην κατέστησας. Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν
εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν. Ὁ δὲ κακῶς
παθὼν, καὶ δοξάζων,
ὄφλημα κατεσκεύασεν. Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ Θεὸς καὶ τότε καὶ νῦν· ὥστε οὐδὲ αἴσθησιν
ληψόμεθα τῶν δεινῶν.
Οὐδεὶς γὰρ ὑπὲρ ὧν χάριν οἶδε τῷ Θεῷ, ὑπὲρ τούτων ἀλγεῖ· ὥστε καὶ ἕτερον
καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν. Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται
δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει. Τοῦτο τῷ διαβόλῳ καιρία πληγή· τοῦτο
ποιεῖ τὴν διάνοιαν
φιλόσοφον· τοῦτο τὴν ἀληθινὴν περὶ τῶν
παρόντων πραγμάτων ἐγκατασκευάζει κρίσιν. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὐ τὴν οὖσαν ψῆφον ἔχουσι περὶ τῶν ἐνταῦθα·
διὸ καὶ ἀθυμοῦσιν. Οὕτω καὶ οἱ μαινόμενοι φοβοῦνται τὰ οὐ
φοβερὰ, καὶ τὰ οὐχ ὑφεστῶτα
πολλάκις δεδοίκασι, καὶ τὰς σκιὰς φεύγουσι. Τούτοις ἐοίκασι καὶ οἱ χρημάτων
ζημίαν δεδοικότες. Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ τὸ
πρᾶγμα ἦν λυπηρὸν,
πάντας ἔδει ἀλγεῖν
τοὺς ἀπεστερημένους· εἰ δὲ μὴ πάντες ἀλγοῦμεν ἀποτυγχάνοντες, οὐκ ἔτι τῆς
τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς ἀτελοῦς διανοίας. Καθάπερ γὰρ ἐν σκότῳ πολλάκις καὶ σχοινίον τις ἔδεισεν, ὄφιν νομίσας, καὶ πάντα
ὑποπτεύει, καὶ τοὺς φίλους πολεμίους ἡγεῖται·
οὕτω καὶ οἱ ἀλογίᾳ κατεχόμενοι, ὥσπερ
τινὶ σκότῳ βαθεῖ ἁλόντες, οὐκ ἐπιγινώσκουσι τῶν
πραγμάτων τὴν φύσιν, ἀλλ' ἐγκυλινδοῦνται τῷ βορβόρῳ, καὶ τὸν χόρτον οὐχ ἡγοῦνται
χόρτον εἶναι· καὶ τῆς φιλαργυρίας ἐμπεπλησμένοι, οὐκ αἰσθάνονται τῆς δυσωδίας· ἂν
δὲ ἀποστῶσι, τότε εἴσονται. Καὶ καθάπερ οἱ γυναικὸς ἀμόρφου ἐρῶντες, ὅταν παύσωσι
τὸ νόσημα, τότε ἐπίστανται τὸ εἰδεχθές·
οὕτω καὶ οἱ τῆς φιλαργυρίας ἐρασταί. Καὶ
πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα; Πάλιν τῷ αὐτῷ ὑποδείγματι χρήσομαι. Ὥσπερ
ὁ τῆς ἀμόρφου γυναικὸς ἐρῶν, ἐὰν μὲν διηνεκῶς συγγίνηται αὐτῇ, ἀνάπτει τὴν κάμινον,
ἐὰν δὲ μικρὸν ἑαυτὸν
ἀποστήσῃ, κατὰ μικρὸν ὑποῤῥέει
τὸ πάθος· οὕτω καὶ σὺ
μικρὸν ἀπόστηθι, ὀλίγον ἔνδος, καὶ τὸ μικρὸν ἔσται πολὺ διάστημα. Μόνον ἄρξαι
τοῦ κατορθώματος. Ἔχεις οἰκίαν περιττήν; Ἀπόδου, καὶ δὸς τοῖς δεομένοις, μὴ ἐκεῖνο
λογιζόμενος, ὅτι ἀλλοτριοῖς σου αὐτὴν, ἀλλ' ὅτι μᾶλλον οἰκειοῖς. Μὴ τὸ ἀνάλωμα,
ἀλλὰ τὴν πρόσοδον σκόπει· μὴ ὅτι ἀποστερῇ αὐτῆς ἐνταῦθα, ἀλλ' ὅτι κύριος αὐτῆς ἐκεῖ
γίνῃ. Οὕτω καὶ διηγεῖσθαι τὰ θαυμάσια τοῦ Θεοῦ δυνήσῃ διὰ παντός. Τοῦτο γὰρ ἐξ ἀρχῆς
ὁ ψαλμὸς λέγει. Ὡς ὅγε φιλοχρήματος οὐ σφόδρα τούτῳ ἐνδιατρίβειν δύναται· διὰ
παντὸς γὰρ τόκους μεριμνᾷ, συναλλάγματα,
συγγραφὰς, ὤνια, διαθήκας, τιμὰς ἀγρῶν, τιμὰς οἴκων,
κέρδη, καπηλείας, καὶ
διηγούμενος καὶ φροντίζων
οὐ παύεται. Ὅπου δὲ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.
Ταῦτα φθέγγεται, ταῦτα μεριμνᾷ· καὶ καθάπερ οἱ οἰκέται τὰ τῶν
δεσποτῶν μεριμνῶσιν, οὕτω
καὶ οὗτος τὰ τοῦ ∆εσπότου μεριμνᾷ· τί ἐπέταξε; τί ἤνυσται; τί οὐδέπω ἤνυσται,
μέλλει δέ; ∆ιὰ δὴ τοῦτο παραινῶ, τῆς πολιορκίας
ἐκείνης ἀπαλλαγέντα τούτοις ἐνδιατρίβειν
τοῖς διηγήμασι, τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα θαυμάσια τοῦ Θεοῦ διηγούμενον, τὰ ἰδίᾳ καὶ τὰ κοινῇ, τὰ εἰς πάντας καὶ τὰ εἰς
ἕνα ἕκαστον. Γέμει γὰρ τὰ ἐν τῷ βίῳ τούτων τῶν διηγημάτων· καὶ ὅθεν ἂν ἄρξῃ,
λαμπρότερον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρανοῦ, ἄν τε ἀπὸ τῆς γῆς,
ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν· ἂν τὰς
παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χάριτι,
ἂν τὰ μετὰ τὴν ἐντεῦθεν
ἀποδημίαν, ἂν τὰ ἐν
αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη
ταῦτα διηγημάτων. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας,
τοσαῦτα ἔχοντας διηγεῖσθαι, δι' ὧν καὶ ἡδονὴ καὶ κέρδος καὶ ὠφέλεια τῆς ψυχῆς ἐγγίνεται, τῷ βορβόρῳ τὸν λογισμὸν ἀναφύρειν, περὶ
πλεονεξίας καὶ ἁρπαγῆς διηγούμενον;
βʹ. Καὶ εἰ βούλει, τὰ ἄνω
ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν
διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ
αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν
σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων. Ἀπὸ τούτων πάλιν τέμωμεν τῷ λόγῳ
ἑκάστου δένδρου τὸ σχῆμα, τὴν θέσιν, τὸ ὕψος, τὴν εὐωδίαν, τὸν καρπὸν, τὸν καιρὸν,
τὴν διακονίαν, τὰ ἄλλα πάντα ἀναλογιζόμενοι, αὐτῆς τῆς γῆς τὴν κάρπιμον, τὴν ἄκαρπον· οὐδὲν γὰρ αὐτῆς ἄχρηστον. Καὶ γὰρ ἡ
μὲν σίδηρον, ἡ δὲ χαλκὸν, ἡ δὲ χρυσίον, ἡ δὲ ἄργυρον
ἤνεγκεν· ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα
καὶ ποικίλα καὶ παντοδαπά. Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων
μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς
τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν; Ταῦτα πάντα
τῆς ἐρήμου καρπός· αὕτη καὶ ζῶα
καὶ θηρία πάντα τρέφει.
Τί ἄν τις εἴποι
τὰς λίμνας, τὰς
πηγὰς, τοὺς ποταμούς; Καθάπερ
γὰρ αἱ τεκοῦσαι
γυναῖκες, πηγὴν γάλακτος
προχέουσαι, τοῖς ἐκγόνοις παρέχουσι
τροφήν· οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς
ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν
ἀρδείαν. Ἀλλ' ἐπὶ μὲν τῶν γυναικῶν, τὸ
παιδίον δεῖ πρὸς τὴν θηλὴν ἐλθεῖν· ἐνταῦθα δὲ αὐτὴ τοὺς μαστοὺς ἐκτείνει πανταχοῦ ἀπὸ ὑψηλοῦ καταφέρουσα. Ἔχει
καὶ ἑτέραν χρῆσιν ἡ ἔρημος. Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον
παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ
τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ
φροντίδων ὀλίγον ἀναπνεῖν.
Τί ἄν τις εἴποι
τοὺς ὄρνιθας τοὺς ᾠδικοὺς,
τῶν ἁλωσίμων ζώων
τὴν διαγωγήν; Ἔχει
καὶ ἑτέραν χρείαν
ἡ ἔρημος. Πολλάκις γὰρ ἀντὶ τειχῶν
ταῖς χώραις γέγονε, πρὸς ὕψος ἔχουσα ἀνατεταμένα ὄρη, καὶ φάραγγας, καὶ κρημνούς. Τί ἄν τις εἴποι
τὰς βοτάνας τὰς ἐν αὐταῖς τικτομένας, σώμασι κάμνουσι πολλὴν
εἰσφερούσας τὴν λειτουργίαν; Εἰ δὲ ἐρήμων
καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία· εἰ πρὸς
τὴν ἀρόσιμον ἔλθοις, καὶ τὰ ὕπτια πεδία, ἐννόησον πόσας ὄψει
τὰς πηγὰς τῶν
διηγημάτων. Καθάπερ γὰρ ἐν τῷ σώματι
τῷ ἡμετέρῳ τὰ μέν . ἐστιν ὀστᾶ, τὰ δὲ νεῦρα, τὰ δὲ σάρκες· οὕτω καὶ ἐν τῇ
γῇ, τὰ μὲν ὄρη, τὰ δὲ φάραγγες, τὰ δὲ λιπαρὰ χωρία· πάντα δὲ ταῦτα χρήσιμα. Τί
λέγω τὴν γῆν, τοσοῦτον στοιχεῖον; Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν
τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα,
πολὺ ὄψει τὸ διήγημα· εἰ τῶν ὀρῶν τὴν θέσιν,
εἰ τὰ ἄλλα ἅπαντα, εἰ τὸν
ἄνθρωπον αὐτὸν ἐπέλθοις
τῷ λόγῳ, καὶ τὴν
διάπλασιν αὐτοῦ τοῦ σώματος, μυρία
πάλιν κἀνταῦθα πελάγη
εὕροις διηγημάτων. Τούτοις τοίνυν ἐνδιατρίβωμεν, ἐντεῦθεν
ἡμῖν ἔσται ἡδονὴ μεγίστη, ἐντεῦθεν
κέρδος, ἐντεῦθεν φιλοσοφία ἄφατος. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Εὐφρανθήσομαι
καὶ ἀγαλλιάσομαι ἐν σοί. Ἄλλος, Καὶ
γαυριάσω. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἄλλος,
Ἄσω τὸ ὄνομά σου. Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ.
Ὁ γὰρ ἐπὶ τῷ Θεῷ εὐφραινόμενος, ὡς χρὴ,
πᾶσαν ἐκβάλλει βιωτικὴν ἡδονήν. Τί δέ ἐστιν,
Εὐφρανθήσομαι ἐν σοί; Τοιοῦτον, φησὶν, ἔχων
∆εσπότην, τοῦτό μοι ἡδονὴ, τοῦτό μοι ἀγαλλίασις. Εἴ
τις οἶδε ταύτην
τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς
οὐκ αἰσθάνεται. Τοῦτο γὰρ ἡδονὴ κυρίως·
ὡς τάγε ἄλλα πάντα, ὀνόματα
μόνον ἐστὶν ἡδονῆς, πράγματος ἔρημα.
Αὕτη τὸν ἄνθρωπον μετάρσιον ἐργάζεται· αὕτη τοῦ σώματος ἀπαλλάττει τὴν
ψυχήν· αὕτη πρὸς οὐρανὸν πτεροῖ· αὕτη τῶν βιωτικῶν
ὑψηλότερον ποιεῖ· αὕτη κακίας ἀπαλλάττει· καὶ μάλα εἰκότως. Εἰ γὰρ οἱ σώματα
λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν
ἐν τῷ βίῳ, ἀλλ' ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως· ὁ Θεὸν φιλῶν, καθὼς φιλεῖν
δεῖ, τίνος αἰσθήσεται λοιπὸν ἢ χρηστοῦ τῶν ἐν τῷ βίῳ τούτῳ, ἢ λυπηροῦ; Οὐδενός·
ἀλλ' ἔσται πάντων
ἀνώτερος, ἀθάνατα τρυφῶν,
ἐπεὶ καὶ ὁ φιλούμενος
τοιοῦτος. Οἱ μὲν γὰρ τὰ ἄλλα φιλοῦντες,
ταχέως καὶ ἄκοντες εἰς λήθην μεταβάλλονται, ἀπολλυμένων τῶν φιλουμένων καὶ μαραινομένων· οὗτος δὲ ὁ ἔρως ἄπειρος,
ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον· καὶ τούτῳ
πάλιν ψυχαγωγῶν τὸν φιλοῦντα, τῷ μηδέποτε
καταλύεσθαι. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦτο μάλιστα φιλοῦντος
ἔθος. Καὶ γὰρ οἱ ἐρῶντες εἰς τοὺς
φιλουμένους ᾄσματα ᾄδουσι· κἂν μὴ ὁρῶσιν ἐκείνους, διὰ τῆς ᾠδῆς ἑαυτοὺς
παραμυθοῦνται. Οὕτω δὴ καὶ ὁ Προφήτης ποιεῖ· ἐπεὶ τὸν Θεὸν ἰδεῖν οὐ δυνατὸν, ᾄσματα
ποιεῖ εἰς αὐτὸν, διὰ τῶν ᾠδῶν αὐτῷ συγγινόμενος, καὶ τὸν πόθον ἀνάπτων, καὶ αὐτὸν δοκῶν ὁρᾷν· μᾶλλον δὲ διὰ τοῦ ᾄδειν
καὶ ὑμνεῖν εἰς πόθον ἀνάπτει πολλούς. Ὥσπερ γὰρ οἱ φιλοῦντες ἐγκώμια τῶν
φιλουμένων λέγουσι, καὶ τὰ ὀνόματα
αὐτῶν περιφέρουσιν· οὕτω δὴ
καὶ οὗτος, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
γʹ. Ὅρα πῶς ἑαυτὸν
τῆς γῆς διήρτησε,
καὶ πρὸς ἐκείνην
ἀνεκρέμασεν ὅλην ἑαυτοῦ τὴν οὐσίαν, ἀναθεὶς
ἑαυτὸν τῷ Θεῷ. ∆ιὰ
τοῦτο συνεχῶς αὐτοῦ
τὸ ὄνομα περιστρέφει· καὶ γὰρ καὶ
τοῦτο τοῦ φιλοῦντος ἔθος. Ἐν τῷ ἀποστραφῆναι
τὸν ἐχθρόν μου εἰς τὰ . ὀπίσω, ἀσθενήσουσι, καὶ ἀπολοῦνται
ἀπὸ προσώπου σου. Ἄλλος, Ἀνατραπέντων τῶν ἐχθρῶν μου ὀπίσω, προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Καὶ τοῦτο μάλιστα
φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν
διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις· ἀπό τε γὰρ φίλτρου τοῦτο γίνεται, καὶ
αὐτὸ πάλιν ἀνάπτει τὸ φίλτρον. Οὐκ ἂν δέ τις
ἁμάρτοι εἰπὼν καὶ νοητοὺς ἐχθροὺς
ἐνταῦθα αὐτὸν λέγειν. Ἀποστρέφονται γὰρ καὶ οὗτοι, ὅταν ψυχὴν γενναίαν
εὕρωσι. Καθάπερ γὰρ εἰς ἀσπίδα ἐμπεσὸν
δόρυ, μαλακὴν μὲν οὖσαν διατέμνει,
σκληρὰν δὲ καὶ ἀντίτυπον οὐδὲν ἐργάζεται, ἀλλὰ τῆς αἰχμῆς
ἀνακαμφθείσης ἐκπίπτει· οὕτω δὴ καὶ ἐπὶ τῆς
ψυχῆς συμβαίνει. Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ
βάθος· ἐὰν δὲ σκληρὰν καὶ ἰσχυροτέραν, αὐτός
τε ἄπρακτος ἄπεισι, καὶ εἰς ταύτην
οὐδὲν εἰργάσατο δεινόν· καὶ δύο γίνεται
κέρδη, μᾶλλον δὲ καὶ τρία· αὐτήν
τε γὰρ οὐδὲν
ἔβλαψεν, ἀλλὰ καὶ ἰσχυροτέραν ἐποίησεν,
αὐτός τε ἀσθενέστερος ἐντεῦθεν γέγονε. Σκόπει δὲ πῶς ἀνακηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀσθενήσουσι, φησὶ, καὶ ἀπολοῦνται ἀπὸ
προσώπου σου. Πάλιν πρόσωπον
ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς.
Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος. Ὡς ἀλλαχοῦ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν
αὐτὴν τρέμειν· οὕτω δὴ
καὶ ἐνταῦθα τὸ αὐτό
φησιν. Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς. Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ
μᾶλλον Θεοῦ. Εἰ ἡ ἀστραπὴ
αὐτοῦ φαινομένη καταπλήττει
πάντας, ἐννόησον τὴν δύναμιν τὴν ἀνώλεθρον ἐκείνην, πῶς καταπλήττει, πῶς ἀπόλλυσι τοὺς πονηρούς. Εἶδες ὕμνων
εἶδος; εἶδες δοξολογίας τρόπον, καὶ πῶς
περὶ τῆς δυνάμεως αὐτοῦ διηγεῖται; Οὐ μικρὸν κἀντεῦθεν παιδεύει φιλοσοφίας
δόγμα, τῷ εἰπεῖν, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ μόνον
ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ ἐν ταῖς ἀνέσεσιν ἔνηφε. Πολλοὶ μὲν γὰρ ὑπὸ τῶν
κακῶν ταπεινούμενοι, σπουδαιότεροι γίνονται·
ὑπὸ δὲ τῶν ἀγαθῶν,
ῥᾳθυμότεροι καὶ χαυνότεροι·
ὃ περὶ τῶν Ἰουδαίων
προϊὼν λέγει· Ὅταν ἀπέκτεινεν
αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλὰ καὶ ἐν εὐημερίαις νήφει,
καὶ διεγήγερται. Οὐ μικρὸν εἰς φιλοσοφίαν
δὲ τοῦτο. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἄλλος, Ὑπερεδίκασάς
μου. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι,
καὶ ἀπώλετο ὁ ἀσεβής. Ἄλλος,
Ἀπώλεσας. Τὸ ὄνομα
αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅρα πάλιν τὴν φιλοσοφίαν τοῦ ἀνδρὸς, πῶς οὐκ αὐτὸς ἀμύνεται
τοὺς ἐχθροὺς, ἀλλὰ τῷ Θεῷ παραχωρεῖ
τῆς δίκης, τὸ ἀποστολικὸν
τηρῶν παράγγελμα· Μὴ ἑαυτοὺς ἐκδικοῦντες.
Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλ' ὅτι καὶ ἀδίκως
ταῦτα ἔπασχεν. Εἰ μὴ
γὰρ ἀδίκως ἔπασχεν,
οὐκ ἂν ὁ Θεὸς
ἐπεξῆλθεν. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων
δικαιοσύνην. Ἀνθρωπινώτερον φθέγγεται, θρόνον καὶ καθέδραν λέγων.
Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς
οὐσίας φησίν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων
τοῦτο οὐκ ἔστιν εἰπεῖν. Οὐ γὰρ πάντως
κρίνουσι δικαιοσύνην, κἂν
μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ,
ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον· ὁ δὲ Θεὸς τούτων ἁπάντων
ἀπηλλαγμένος, καὶ εἰδὼς καὶ βουλόμενος
δικαίαν ἐκφέρει τὴν ψῆφον. Τὸ οὖν,
Ἐκάθισας ἐπὶ θρόνου, ἐδίκασάς ἐστιν,
ἐπεξῆλθες, ἤμυνας. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ὁρᾷς πῶς οὐχ ὅπλων
αὐτῷ δεῖ, οὐ μαχαίρας, οὐ τόξων καὶ βελῶν,
ἀλλ' ἀνθρωπινώτερον ἐκεῖνα εἴρηται· ἀρκεῖ
γὰρ ἐπιτιμῆσαι τῷ
Θεῷ, καὶ ἀπολέσθαι
τοὺς κολάζεσθαι μέλλοντας. Ἵνα δὲ μάθῃς
αὐτοῦ τὴν ἰσχὺν,
ἄκουε καὶ τῶν ἑξῆς·
Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα,
καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Προῤῥίζους
ἀπώλεσας,
ἀνέσπασας, οὕτως ἠφάνισας,
ὡς καὶ τὴν μνήμην
αὐτῶν παραπολέσθαι. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ἄλλος, Τὰ ἐρείπια. Ὁ δὲ
Ἑβραῖος, Ἀρβώθ. Καὶ πόλεις καθεῖλες. Τί ἐστι
τοῦτο; Ὅτι τὰς μηχανὰς αὐτοῦ
καὶ τὰς βουλὰς
ἀναλώσας, φησὶν, ἔρημον αὐτὸν
τῶν οἰκείων ὅπλων ἐποίησας.
Τοιοῦτον γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ· πάντα ἀφανίζει
καὶ ἀπόλλυσιν. Ἢ ὅπερ ἕτερος ἑρμηνευτὴς διδάσκει, Ἔρημα, εἰπών· ὅτι οὐ τὰς πόλεις
αὐτῶν μόνον, ἀλλὰ καὶ τὰς ἐρήμους ἠφάνισας, καὶ πόλεις καθεῖλες. Οὕτω γὰρ ὁ δίκαιος
ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους,
οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ
τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων.
∆ιὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ
λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ
κράτος ἡ νίκη. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἄλλος, Σὺν αὐτοῖς. Ὁ δὲ Ἑβραῖος,
Ἔμ. Τί ἐστι, Μετ' ἤχου;Ἢ τὴν πανωλεθρίαν φησὶν,
ἢ τὸ διωλύγιον τῶν κακῶν.
Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων
συμφοραῖς καὶ ἕτεροι γένωνται βελτίους.
Τὸ περιφανὲς οὖν δηλοῖ τῆς ἀπωλείας.
δʹ. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει.
Ἄλλος, Καθεδεῖται. Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ
τοῦ μονίμου τῆς οὐσίας κεῖται·
ὡς καὶ Ἱερεμίας
δηλοῖ λέγων, Σὺ καθήμενος
εἰς τὸν αἰῶνα. Καὶ ὁ Ἑβραῖος ἐνταῦθα Ἰησήβ φησι. Συνεχῶς τοῦτο λέγει ὁ
προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων,
δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς
οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος
ἐπίκηρον. Ἡ δὲ ἐκείνου οὐσία καὶ ἡ μεγαλωσύνη ἀτελεύτητος. Τοῦτο
δὲ ποιεῖ τὸν
φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν
αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς
οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ' ὑπερβολῆς κολάζοντα. Εἰ δὲ
χρή τι καὶ κατὰ ἀναγωγὴν εἰπεῖν, οὐ παραιτητέον. Τὰ μὲν γὰρ ἔστι καὶ θεωρῆσαι·
τὰ δὲ οὕτω δεῖ νοεῖν, ὡς εἴρηται μόνον· ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν
καὶ τὴν γῆν· τὰ δὲ ἀπεναντίας ταῖς λέξεσιν·
ὡς τὸ, Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων, ὁμιλείτω σοι. Καὶ πάλιν· Ἔστω σοι
μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί. Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω
μόνῳ. Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ
νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι·
ἀλλ' ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας. Καὶ ἐνταῦθα μὲν οὕτως· ἀλλαχοῦ δὲ δεῖ καὶ τὸ κείμενον δέχεσθαι, καὶ τὸ ἐξ αὐτοῦ δηλούμενον· ὡς ἔχει τὸ,Καθὼς τὸν ὄφιν ὕψωσε Μωϋσῆς. Καὶ γὰρ
τοῦτο δεῖ πιστεύειν ὅτι ἐγένετο ἐγένετο γὰρ, καὶ τὸ ἐξ αὐτοῦ, εἰς τύπον τοῦ
Χριστοῦ. Οὕτω καὶ ἐνταῦθα οὐκ ἄν τις ἁμάρτοι εἰς τὰ Ἰουδαϊκὰ ἐκλαμβάνων τὰ εἰρημένα. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων
δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας
εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος. Τοῦ ἐχθροῦ
ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις
καθεῖλες. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἥ τε γὰρ συμφορὰ αὐτῶν τῶν τὸν
Χριστὸν σταυρωσάντων πανταχοῦ τῆς οἰκουμένης κατάδηλος,
αἵ τε πόλεις
αὐτῶν καθῃρέθησαν, τοῦ τε διαβόλου ἐξέλιπε τὰ μηχανήματα, τῆς τοῦ Χριστοῦ
κηδεμονίας τὰ πάντα καταλαβούσης. Ἀλλὰ ταῦτα τοῖς φιλομαθέσι καταλιπόντες ἁρμόζειν,
τῶν προκειμένων ἐχώμεθα. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Ἄλλος, Ἥδρασεν εἰς κρίσιν. Καὶ αὐτὸς
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἶδες πῶς κατὰ μικρὸν
ἀνάγει τὸν λόγον;
Ἐπειδὴ γὰρ θρόνου ἐμνημόνευσε, δείκνυσι
τοῦ θρόνου τὴν φύσιν, οὐκ ἀπὸ ξύλων συγκειμένην, οὐδέ τινος ὕλης, ἀλλ' ἀπὸ
δικαιοσύνης. Ἐν γὰρ τῇ δικαιοσύνῃ, φησὶν, ἵδρυται. Κρινεῖ τὴν οἰκουμένην
ἐν δικαιοσύνῃ. Καὶ τὰ παρόντα καὶ
τὰ μέλλοντα προαναφωνεῖ. Ἡ μὲν γὰρ καθόλου
κρίσις ἐκεῖ τεταμίευται· ἡ δὲ ἐκ μέρους καὶ ἐνταῦθα· πολλὰ
γὰρ καὶ νῦν ἐργάζεται, ὥστε μὴ τοὺς
ἀναισθήτους ἀπρονόητα εἶναι νομίζειν τὰ ὄντα.
Εἰ δὲ μὴ πάντες ἐνταῦθα τοὺς στεφάνους ἀπολαμβάνουσι, μὴ
θαυμάσῃς. Ἡτοίμασε γὰρ ἡμέραν, ἐν ᾗ μέλλει
κρίνειν τὴν οἰκουμένην· τὸ δὲ
παρὸν, στάδιον, καὶ ἀγὼν, καὶ παλαίσματα. ∆ιὰ δὴ τοῦτο οὐ πάντες τὰ κατ' ἀξίαν ἀπολαμβάνουσιν,
ἀλλὰ τοῖς τε κατορθοῦσιν ἐκεῖ τεταμίευται τὰ δῶρα, τοῖς τε καταπίπτουσιν αἱ κολάσεις·
ἐνταῦθα δὲ ἀνοχὴ καὶ
μακροθυμία ὥστε διὰ
μετανοίας ἀπονίψασθαι τὰ ἡμαρτημένα· ἀλλ' οὐκ ἐκεῖ τοῦτο. Ἐπεὶ καὶ ἀνδροφόνος,
ἕως μὲν ἂν ᾖ ἐν ταῖς ὁδοῖς, κύριός ἐστι μεταβαλέσθαι, καὶ ἀπαλλαγῆναι κολάσεως·
ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ
δικαστοῦ, ξίφος λοιπὸν,
καὶ δήμιος, καὶ βάραθρα.
Οὕτω καὶ ἐνταῦθα. Ἕως μὲν ἂν ἐν τῷ βίῳ τούτῳ ὦμεν τῷ παρόντι, δυνατὸν
διαφυγεῖν τὴν τιμωρίαν μεταβαλομένους· ἐκεῖ δὲ ἀπελθόντες, ἀνήνυτα
οἰμώξομεν· Ἡτοίμασε γὰρ ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Εἰ δέ τις καὶ τὸ, Ἡτοίμασεν,
οὕτως ἐκλάβοι, ὡς εἴρηται, οὐχ ἁμαρτήσεται· πάντα γὰρ παρεσκευασμένα, καὶ τὰ τῶν
κολάσεων, καὶ τὰ τῶν στεφάνων, καὶ τὰ τῆς ψήφου. Οὐκ ἔστι μέλλησις, οὐδὲ χρόνος,
οὐδὲ βραδύτης παρὰ τῷ Θεῷ, ὅταν οἱ ζῶντες οὐ μὴ φθάνωσι τοὺς κοιμηθέντας, ὥσπερ
ὁ Παῦλος λέγει, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν
τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς
κοιμηθέντας. Κρινεῖ λαοὺς ἐν εὐθύτητι.
Ὅρα σοφίαν Προφήτου, πῶς λέγει τὰ παρόντα, πῶς τὰ
μέλλοντα. Τὰ παρόντα·
Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής·
τὰ μέλλοντα· Ἡτοίμασεν ἐν
κρίσει τὸν θρόνον
αὐτοῦ. Καὶ αὐτὸς
κρινεῖ τὴν οἰκουμένην
ἐν δικαιοσύνῃ. Τοῦτο δὲ ποιεῖ, ἵνα οἱ ἐκείνοις ἀπιστοῦντες ἀπὸ τῶν παρόντων
λάβωσι τὴν ἀπόδειξιν. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Ἄλλος,
Τῷ ἐπιτρίπτῳ. Ἄλλος, Τῷ τεθλασμένῳ. Συνεχῶς
ἑαυτὸν καὶ πένητα καὶ πτωχὸν καλεῖ, καίτοι γε ἐν βασιλείοις ὤν. Οὕτω καὶ ἀλλαχοῦ·
Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς
ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις
ἔοικεν ἔξωθεν προσκειμένοις. Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν. Ὅπου ἐὰν ἀπέλθωμεν,
ταύτην περιφέρομεν· ἐκεῖνα δὲ οὐκ ἔτι. Οὐκοῦν τοῦτο ἡμῖν οἰκειότερον, τὰ δὲ ἄλλα
πόῤῥωθεν. Ὥσπερ οὖν οἰκεῖον λέγομεν τὸν πλησίον ἡμῖν ὄντα· οὕτω δὴ καὶ ταύτην τῶν
χρημάτων οἰκειοτέραν καλοῦμεν, ἐπειδὴ
πλησίον ἡμῖν ἀεί.
εʹ. Θέα δέ μοι αὐτοῦ καὶ τὴν εὐγνωμοσύνην, καὶ τὴν φιλόσοφον ψυχήν. Καὶ γὰρ ἵππους ἔχων,
καὶ στρατόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν
σωτηρίαν ἀνατίθησιν. Οὐ γὰρ εἶπεν,
Ἐγένετό μοι στρατόπεδα καταφυγή σου, οὐδὲ χρήματα, οὐδὲ τείχη· ἀλλ', Ἐγένετο
Κύριος καταφυγὴ τῷ πένητι. Αὐτός με, φησὶν,
ἐν ἀσφαλείᾳ κατέστησεν· οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον. Τὰς μὲν
γὰρ ἄλλας καταφυγὰς καὶ ἐπιβουλεύεσθαι ἔνι,
καὶ ταχέως εὑρεῖν οὐκ ἔνι καὶ ἐξ ἑτοίμου,
ἀλλὰ καὶ χρόνῳ καὶ τόπῳ καὶ μυρίαις κωλύονται περιστάσεσι· ταύτην δὲ πλησίον οὖσαν εὑρίσκεις,
μόνον ἐὰν μετὰ ἀκριβείας ἐπιζητήσῃς. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Οὐ τοίνυν
δεῖ δρόμου ἡμῖν,
οὐδὲ ἀποδημίας, ἀλλὰ
καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι
τὴν καταφυγὴν ἔνι. Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων· ποτὲ δὲ καὶ αὐτοὺς ποιεῖ
λαμπροτέρους καὶ τῶν ἐχθρῶν δυνατωτέρους, καὶ ἀμφότερα ἐν καιρῷ τῷ προσήκοντι. Ὅταν γὰρ
μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν. Εἰ δὲ μὴ σφόδρα τοῦτο ἔχοιεν τὸ
κατόρθωμα, μέχρι τοῦ ἑνὸς ἵσταται, ὥστε μὴ τῇ προσθήκῃ τοῦ δευτέρου
εἰς ἀπόνοιαν αὐτοὺς
ἐλθεῖν. Ἵνα δὲ μάθῃς ὅτι
πολλάκις τοῦτο εἰς ἀπόνοιαν
αἴρει, ὁ Ἐζεκίας ἐντεῦθεν ἐπήρθη·
ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν
παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
Βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Τί ἐστιν, Ἐν εὐκαιρίαις; Εἰς καιρὸν, φησὶν,
ἐπικαίρως. ∆ιπλῆν λέγει
τὴν εὐκαιρίαν, ὅτι καὶ βοηθεῖ,
καὶ ὅτι εἰς καιρόν. Εὐκαιρίαν γὰρ ἐνταῦθα τὴν θλίψιν λέγει.
Τί δήποτε; Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ,
καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον,
καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν. Τότε ῥᾳθυμία
ἀνῄρηται, καὶ διάχυσις· τότε
σπουδαιότεροι περὶ τὰς ἱκετηρίας
γινόμεθα. Καὶ καθάπερ ὁ χειμὼν ἐπιτήδειος καιρὸς πρὸς γεωργίαν ἐστὶ τῆς γῆς· οὕτως
ἡ θλίψις πρὸς ἐπιμέλειαν τῆς ψυχῆς.
Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες· τότε δὲ
μάλιστα, ὅταν ἐν θλίψεσιν ὦμεν. Βοηθός. Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο·
ὅτι δεῖ καὶ ἡμᾶς ἐνεργοὺς
εἶναι. Ὁ γὰρ βοηθῶν τῷ ἐργαζομένῳ
βοηθεῖ. Οὐ τοί νυν ἡμᾶς ἀναπεπτωκέναι
δεῖ, ἀλλὰ καὶ ἱκετηρίαν εἰσφέρειν,
καὶ ἐλεημοσύνας, καὶ τὰ
παρ' ἑαυτῶν ἅπαντα.
Ἐπεὶ καὶ σύμμαχοι
τοῖς πολεμοῦσι βοηθοῦσιν, οὐχὶ
τοῖς ἀναπεπτωκόσι καὶ ἀργοῦσιν. Εἰ τοίνυν
βούλει τῆς τοῦ
Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε
τὰ παρὰ σεαυτοῦ προδῷς. Οὕτω καὶ ὁ Ἰὼβ ἐβοηθεῖτο, ἑστὼς καὶ παγκρατιάζων. Οὕτω
καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες
τὸ ὄνομά σου. Ἄλλος,
Καὶ πεποιθήσουσιν. Συνεχῶς τοῦτο
ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων
τὸν λόγον, κοινὸς
διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας. Καλῶς εἶπεν, Ἐλπισάτωσαν οἱ γινώσκοντες τὸ ὄνομά σου. Οἱ γὰρ εἰδότες σε, φησὶ, καὶ τὴν
ἀντίληψίν σου, καὶ τὴν
συμμαχίαν, ἱκανὴν ἄγκυραν
ἔχουσι τὴν ἐλπίδα
τὴν ἐπὶ σὲ, ἱκανὴν
συμμαχίαν, καὶ πύργον ἀῤῥαγῆ, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενον τῶν δεινῶν, ἀλλ'
οὐδὲ παροῦσι τοῖς δεινοῖς θορυβεῖσθαι συγχωροῦντα. Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται
τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς
τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος.
Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς
καμίνου, ἀλλ' οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο. Ἤδεισαν γὰρ τὴν παρὰ
τοῦ Θεοῦ συμμαχίαν. ∆ιά
τοι τοῦτο καὶ ἕτερός φησι·
Καὶ πεποιθήσουσι, ἀντὶ τοῦ,
θαῤῥήσουσι. Πολλῷ γὰρ μείζων
τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς
εἰς τὸν Θεόν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ
θεία καὶ ἄμαχος. Ἐπειδὴ εἶπεν, ὅτι ἐγένετο βοηθὸς, ὅτι ἐγένετο καταφυγὴ, δείκνυσι
καὶ πῶς γίνεται. Πῶς οὖν γίνεται; Ὅταν μένωμεν
διηνεκῶς εἰς αὐτὸν ἐλπίζοντες. Εἰ
δὲ μὴ εὐθέως λύει τὰ δεινὰ, καὶ τοῦτο ὑπὲρ τῆς σῆς γίνεται δοκιμῆς. Ὥσπερ γὰρ
δυνάμενος μὴ ἀφεῖναι ἐπελθεῖν, ἀφίησιν,
ἵνα στεῤῥότερον ἐργάζηται·
οὕτω καὶ δυνάμενος
ἐκ προοιμίων λῦσαι, μέλλει καὶ ἀναβάλλεται πάλιν, ἐπιτείνων σου τὴν εὐτονίαν, καὶ τὴν ἐλπίδα γυμνάζων,
καὶ τὴν πρὸς αὐτὸν διάθεσιν
σπουδαιοτέραν ποιῶν, καὶ οὔτε ἀεὶ θλίβεσθαι συγχωρεῖ, ἵνα μὴ ἀποκάμωμεν, οὔτε ἀεὶ ἀνίεσθαι, ἵνα μὴ ἀναπέσωμεν. Ὅτι οὐκ
ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ἄλλος, Οὐ γὰρ ἐγκατέλιπες. Οὕτω καὶ ἕτερός φησιν, Ἐμβλέψατε
εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἤλπισεν
ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν; Καὶ πῶς ζητεῖται ὁ Θεὸς, φησὶν, ὁ
πανταχοῦ ὤν; Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν
ἁπάντων. Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν
ἔχοντες οὐκ ἴσμεν,
ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις
ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ.
ςʹ. Πῶς οὖν ἔστι ζητεῖν τὸν Θεόν; Ὅταν ἐκεῖ
τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν.
Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς ψυχῆς, . πρὸς ἐκεῖνο τὸ ζητούμενον ἔρχεται.
Καὶ οὐχ ἁπλῶς ζητεῖν χρὴ, ἀλλὰ καὶ ἐκζητεῖν. Ὁ ἐκζητῶν οὐκ αὐτὸς
ζητεῖ μόνον, ἀλλὰ
καὶ ἑτέρους λαμβάνει
βοηθοὺς, ὥστε εὑρεῖν
τὸ ζητούμενον. Ἀλλ' ἐπὶ μὲν τῶν βιωτικῶν
πολλάκις ζητήσαντες, οὐχ εὕρομεν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο,
ἀλλὰ ἀνάγκη πᾶσα
τὸν ζητοῦντα εὑρεῖν.
Ἂν γὰρ ἐξέλθωμεν μόνον ἐπὶ τὸ
ζητῆσαι, οὐκ ἀφίησιν ἡμᾶς πολλὰ κόπτεσθαι ὁ Θεός· διὰ τοῦτο λέγει· Πᾶς ὁ ζητῶν εὑρίσκει. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Ἄλλος, Τῷ καθημένῳ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα
αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, οὗ ἐν τῇ χειρὶ
τὰ πέρατα τῆς γῆς, οὗτος ἐν Σιὼν οἰκεῖ; Ναί· οἴκησιν
γὰρ ἐνταῦθα οὐ τὸ περικλείεσθαι λέγει
ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη, ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον,
καὶ τὸ οἰκείως
ἔχειν πρὸς αὐτὸν,
διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς
συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι· ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ' ἡμῶν,
διὰ τὸ οἰκείως
ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν
ἡμῖν δὲ οἰκεῖν
λέγεται, οὐ περιεχόμενος ὑφ' ἡμῶν,
ἀλλ' οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ
κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία
λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν,
καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον,
καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ
Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα
αὐτοῦ. Κήρυκας εἶναι
βούλεται τῶν εὐεργεσιῶν
τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέγοντας, διά
τε τοὺς ἀκούοντας.
Καὶ γὰρ καὶ τούτοις κέρδος,
κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ
ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη.
Εἶδες τὰ ἐπιτηδεύματα ποῖα λέγει; Τὰς εὐεργεσίας. Ἐνταῦθα
καὶ μέγα τι αἰνίττεται δόγμα·
ὅτι οὐκ ἔστι φόνος
ἀτιμωρητὶ τολμώμενος, ἀλλ' ἐκδικεῖται πάντως· ὃ καὶ ἐν τῇ Γενέσει
Μωϋσῆς δείκνυσι, λέγων· Τὸ αἷμα ὑμῶν ἐκζητήσω. Τοῦτο τῆς ἀπείρου προνοίας δεῖγμα,
τῆς ἐκτεταμένης αὐτοῦ κηδεμονίας. Εἰ δὲ μὴ κατὰ πόδας ἐκζητεῖ, μὴ θαυμάζῃς· δίδωσι
γὰρ τοῖς ἁμαρτάνουσι μετανοίας ἀφορμήν.
Οὐκ ἐπελάθετο τῆς κραυγῆς
τῶν πενήτων. Ὅρα πάλιν
τοὺς πένητας εὐδοκιμοῦντας. Οὐχ ἁπλῶς
δὲ λέγει τοὺς πένητας, ἀλλ' ἐκείνους τοὺς πτωχοὺς
τῷ πνεύματι, καθὼς ὁ
Χριστός φησιν. Οὗτοι γὰρ μάλιστα ἀκούονται εὐχόμενοι, οἱ ταπεινοὶ τῇ καρδίᾳ,
καὶ συντετριμμένοι. ∆ύο δὲ ἐνταῦθα τίθησι, καὶ εὐχὴν, καὶ ταπεινοφροσύνην. Ἐπὶ τίνα
γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν,
καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Ὥστε φλεγμονῆς δεῖ μάλιστα ἀπηλλάχθαι τὸν εὐχόμενον, ὃ καὶ Παῦλος ζητεῖ, λέγων· Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καλῶς εἶπε, Τῆς
κραυγῆς τῶν πενήτων, κραυγὴν λέγων τὴν
διάθεσιν τῆς διανοίας, οὐ τὸν τόνον τῆς φωνῆς· τῷ δὲ εἰπεῖν, Οὐκ ἐπελάθετο, ἐδήλωσεν
ὅτι συνεχῶς ἐκάλουν ἐκεῖνοι, καὶ οὐκ ἐκ προοιμίων ἐτύγχανον. Τί τοίνυν
ἐστὶν ὃ λέγει; Μὴ νομίσητε ὅτι ἐπελάθετο ὁ Θεὸς, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθε·
καὶ γὰρ αὐτοῦ ἴδιον τὸ τὰ τοιαῦτα ζητεῖν, καὶ μηδενὸς παρακαλοῦντος· ὅταν δὲ
παρακαλῶσι, καὶ ταπεινοὶ οἱ παρακαλοῦντες
ὦσι, πολλῷ πλέον. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου. Ὁ ὑψῶν
με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις
σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἄλλος, Τὰς ὑμνήσεις σου. Ἄλλος, Τοὺς ἐπαίνους σου. Ὅρα αὐτὸν διηνεκῶς τῇ εὐχῇ προσηλωμένον. Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν,
καὶ ἐν ἀσφαλείᾳ
γενόμενος, οὐκ ἀφίσταται
τοῦ πάλιν εὔχεσθαι,
λέγων,
Ἐλέησόν
με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν. Ἀεὶ μὲν γὰρ δεόμεθα τῆς τοῦ Θεοῦ
προνοίας, μάλιστα δὲ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ. Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ
προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ
τῆς ἀπονοίας· καὶ σφοδρότερον τότε ὁ διάβολος
πνεῖ. Ὥστε μάλιστα μετὰ τὸ ἀπαλλαγῆναι τῶν κακῶν,
δεόμεθα τῆς ῥοπῆς ἐκείνης, ἵνα εὐκόλως
τὰς εὐημερίας ἐνέγκωμεν.
Ἐπεὶ καὶ Ἰουδαῖοι τῶν Αἰγυπτίων
ἀπαλλαγέντες, ἐν χαλεπῷ ἦσαν πολέμῳ, τῇ ἀπονοίᾳ
καὶ τῇ ῥᾳθυμίᾳ. Τότε γοῦν μάλιστα καὶ ἀπέθανον,
μὴ δυνηθέντες στρατηγῆσαι καλῶς. Ἐπειδὴ
γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν
ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε. Καὶ ὁ
∆αυῒδ ἐπὶ τοῦ Σαοὺλ ἀπαλλαγεὶς τῶν δεινῶν
καὶ τῶν ἄλλων πολεμίων, ἐπειδὴ
ἀνέσεως ἀπέλαυσε, χαλεπώτερον ὑπέστη πόλεμον, τὸν τῆς
ἀκολάστου ἐπιθυμίας, ὃς δὴ καὶ μειζόνως αὐτὸν ἐκόλασε.
∆ιὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν.
ζʹ. Καθάπερ γὰρ θηρίον δεδεμένον οὐχ οὕτω
φοβούμεθα, ὡς ἀφεθέν· οὕτω δὴ καὶ τὴν κακίαν οὐχ οὕτως ἐν θλίψει δεδοικέναι
χρή· τότε γὰρ δέδεται τῇ ἀθυμίᾳ καὶ τοῖς ἄλλοις δεσμοῖς· ἀλλὰ μετὰ τὴν ἄνεσιν,
τότε χρὴ δεδοικέναι. ∆ιὰ δὴ τοῦτο ὄψει πολλάκις τὰς εὐπραγίας
μείζονα τῶν κακῶν ἐργαζομένας δεινά.
Οὕτω καὶ Ἐζεκίας μετὰ τὸ
τρόπαιον ἔμελλεν ἀπόλλυσθαι.
∆ιὸ καὶ οὗτος ἀλλαχοῦ φησιν·
Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς. Ἴδε γὰρ τὴν ταπείνωσίν
μου ἐκ τῶν ἐχθρῶν μου· καὶ ἕτερον πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν
τοῦ θανάτου. Καὶ γὰρ πρὸς τὸν προστάτην καὶ κηδεμόνα καταφεύγω,
καὶ ἀεί μοι χεῖρα παρέχοντα. Εἶδες αὐτὸν
ἐν τῇ αἰτήσει τῶν μελλόντων εὐχάριστον
ὑπὲρ τῶν παρελθόντων
γινόμενον, καὶ διπλῆν
λέγοντα εὐεργεσίαν; Οὐ γὰρ εἶπεν, Ὁ ἀπαλλάττων με τῶν πυλῶν τοῦ θανάτου,
ἀλλ', Ὁ ὑψῶν με. Οὐ γὰρ μέχρι τοῦ λῦσαι τὰ δεινὰ ἵστατο ἡ εὐεργεσία τοῦ Θεοῦ, ἀλλὰ
καὶ θαυμαστοὺς ἐποίει, καὶ ἐπιδόξους, καὶ λαμπροτέρους, καὶ ὑψηλούς. Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ', Ἐκ τῶν
πυλῶν, τὸ πολὺ τῶν κινδύνων
δηλῶν. Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς
θυγατρὸς Σιών. Ὃ ποιεῖν τοῖς ἄλλοις παρῄνεσε, τοῦτο καὶ αὐτὸς ποιεῖ· Ἀναγγείλατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν ἐργάσομαι· καὶ οὐκ ἐργάσομαι
ἁπλῶς, ἑνὸς παρόντος, καὶ δύο, καὶ τριῶν, ἀλλ' ἐν μέσῳ θεάτρῳ. Ἀγαλλιάσομαι ἐπὶ
τῷ σωτηρίῳ σου. Τοῦτό μοι στέφανος, τοῦτό μοι διάδημα, τὸ διὰ σοῦ στῆσαι τρόπαιον,
τὸ διὰ σοῦ σωτηρίας ἀπολαῦσαι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ πάντως
σωθῆναι ζητήσωμεν, μὴ πάντως
ἀπαλλαγῆναι τῶν δεινῶν παντὶ τρόπῳ, ἀλλὰ κατὰ Θεόν. Τοῦτο δὲ λέγω, διὰ τοὺς
ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας
μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας. Τοῦτο γὰρ οὐχὶ
σωθῆναί ἐστιν, ἀλλ' ἀπολέσθαι. Ἡ γὰρ μεγίστη σωτηρία τὸ διὰ τοῦ Θεοῦ σωθῆναι. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ,
ᾗ ἐποίησαν. Ἄλλος, Ἐβαπτίσθησαν.
∆ιαφθορὰν τὴν κακίαν λέγει·
οὐδὲν γὰρ οὕτω
διαφθείρει, ὡς κακία.
Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ πονηροῦ. Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ
ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ
σητός· οὕτω καὶ ὁ πονηρὸς
ὑπὸ τῆς κακίας. Ὥστε καὶ
πρὸ τῆς παρὰ τοῦ Θεοῦ τιμωρίας, αὐτὴ ἡ κακία τὸν ἐργάτην ἀπαιτεῖ
δίκην. Ἐπειδὴ γὰρ πολλὰ περὶ τῆς ἄνω
δίκης διελέχθη καὶ περὶ τῆς τοῦ Θεοῦ ῥοπῆς, αὕτη δὲ οὐ κατὰ πόδας ἔπεισιν, ἀλλὰ μέλλει πολλάκις
καὶ ἀναβάλλεται, καὶ
τοῦτο τοὺς πολλοὺς
ῥᾳθυμοτέρους ποιεῖ, δείκνυσιν ἐπὶ θύραις τὴν
τιμωρίαν οὖσαν, καὶ ταύτην τοὺς
πονηροὺς ὑπομένειν, καθάπερ καὶ ὁ
Παῦλός φησι· Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει
τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν. Ἐνεπάγη, φησί· τουτέστι, κατὰ κράτος
κατεσχέθη, ἄφευκτος αὐτῷ γέγονεν ἡ ἐπιβουλή.
Καὶ πάλιν· Ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη
ὁ ποὺς αὐτῶν.
∆εσμοῖς ἀλύτοις, φησὶν, οἱ
πονηροὶ περιπείρονται. Ταῦτα ἐπὶ
τῶν ἀποστόλων καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους
μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως,
καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες,
καὶ τὸ μὲν κήρυγμα
ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
Καὶ οἱ τοὺς
τρεῖς παῖδας ἐμβαλόντες εἰς τὴν Βαβυλωνίαν κάμινον,
ὑπ' αὐτῆς πάλιν ἑάλωσαν· ὃ δὴ καὶ
ἐπὶ τοῦ
∆ανιὴλ
γέγονεν. Ἀλλ' ἐπὶ μὲν τοῦ ∆ανιὴλ
τοῦτο εἰκότως γέγονεν,
αὐτοὶ γὰρ αὐτὸν ἐνέβαλον· ἐπὶ δὲ
τῶν τριῶν παίδων
τί δήποτε, τοῦ βασιλέως ἁμαρτόντος,
οἱ πρὸ τῆς καμίνου ἑστῶτες οὗτοι
κολάζονται; Ὅτι καὶ οἱ καταφλεχθέντες οὗτοι ἦσαν τῷ ἐπιτάγματι
τοῦ τυράννου ὑπηρετήσαντες, καὶ τῇ
εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες. Ἐν παγίδι, ᾗ ἔκρυψαν. Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν
αὐτῶν τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ αἰσχύνης γέμον ἦν τὸ γινόμενον, διὰ τοῦτο κρύπτουσι,
καὶ λανθάνειν πειρῶνται. Γινώσκεται Κύριος
κρίματα ποιῶν. Ἄλλος, Ἐγνώσθη κρῖμα ποιήσας· τουτέστι, κολάζων, ἐκδικῶν, ἐπεξιών.
Εἶδες ἕτερον εἶδος εὐεργεσίας
ἀπὸ κολάσεως; Οὐ γὰρ
δὴ μόνον,φησὶ, τοὺς κολαζομένους
σπουδαιοτέρους ποιεῖ, ἀλλὰ καὶ τῆς αὐτοῦ θεογνωσίας ἐκλάμπειν παρασκευάζει τὸν
λόγον· καὶ ἴδοι
τις ἂν μᾶλλον
αὐτὸν ἐντεῦθεν ἐπιστρέφοντα τοὺς ἀνθρώπους. Ὅτε γοῦν
κατὰ τῶν κρημνῶν εἴασεν ἐνεχθῆναι τὴν ἀγέλην
τῶν χοίρων, καὶ
καταποντισθῆναι εἰς τὴν
θάλασσαν, τότε μάλιστα ἐξεπλάγησαν. Καὶ ἐν τῇ Παλαιᾷ οἱ Ἰουδαῖοι, Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καθώς φησιν ὁ
Προφήτης. Καὶ τί δήποτε τοῦτο οὐ συνεχῶς ποιεῖ μᾶλλον; Ὅτι οὐ βούλεται βιαιότερον,
ἀλλὰ καὶ προαιρετικώτερον τὰ τῆς ἀρετῆς
κατορθοῦσθαι, καὶ μᾶλλον εὐεργετουμένους ἢ
κολαζομένους. Καὶ πόσῳ, φησὶ,
βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν
ἢ προαιρέσει κακόν; Οὐκ ἔστιν ἀγαθὸν εἶναι ἀνάγκῃ. Ὁ μὲν
γὰρ τῷ δεσμῷ γινόμενος καλὸς, οὐκ ἔσται ἀεί ποτε καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς,
ἐπανήξει πρὸς τὴν κακίαν· ὁ δὲ παιδαγωγούμενος ὥστε προαιρέσει γενέσθαι
καλὸς, γενόμενος, πάγιος μένει. Ἐν τοῖς
ἔργοις τῶν χειρῶν
αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.
Οὐ τῶν χειρῶν τοῦ Θεοῦ εἶπεν, ἀλλὰ τῶν χειρῶν τοῦ ἁμαρτωλοῦ.
ηʹ. Εἶδες πῶς ποικίλλει τὸν λόγον, καὶ τὴν
ἄνωθεν φέρων τιμωρίαν, καὶ τὴν ἀπὸ τῆς κακίας ἐπάγων δίκην; Πῶς τὴν ἄνωθεν
τιμωρίαν; Γινώσκεται Κύριος, φησὶ, κρίματα ποιῶν. Πῶς τὴν ἀπὸ τῆς κακίας δίκην;
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Καὶ πάλιν τὴν ἀπὸ τῆς
πονηρίας· Ἐν τοῖς ἔργοις τῶν
χειρῶν αὐτοῦ συνελήφθη
ὁ ἁμαρτωλός. Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει
πολλάκις καὶ βραδύνει· οὔτε
μόνην τὴν ἀπὸ
τῆς κακίας, ἐπειδὴ
πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν· ἀλλ' ἑκατέρωθεν ἀσφαλίζεται τὸν λόγον. ∆ιό φησιν· Ἐν τοῖς ἔργοις
τῶν χειρῶν αὐτοῦ συνελήφθη. Ἄλλος, Ταρσῶν
αὐτοῦ. Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν
τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς· σεαυτῷ γὰρ πλέκεις τὰ δίκτυα. Ὠδὴ διάψαλμα. Ἄλλος,
Φθογγὴ ἀεί. Ἄλλος, Μελῴδημα ἀεί. Ὁ
δὲ Ἑβραῖος, Ἐγγαὼν σέλ. Ἀπστραφήτωσαν οἱ ἁμαρτωλοὶ
εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἄλλος, Ἀναστρέψουσι. Πάλιν τοῖς αὐτοῖς ἐπιμένει,
δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν
ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια
θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς,
ἡ ὑπομονὴ τῶν πενήτων
οὐκ ἀπολεῖται εἰς τέλος. Ἄλλος ἑρμηνευτής φησιν· Οὐ γὰρ εἰς τέλος ἡ
προσδοκία τῶν πράων ἐπιλησθήσεται. Καλῶς εἶπεν, Εἰς τέλος, δεικνὺς ὅτι οὐκ ἀεὶ ἄνεσίν
τις ἐπιζητεῖ. Ποῦ γὰρ δειχθήσεται τὰ τῆς
ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι; Ὃ δὲ λέγει, τοιοῦτόν
ἐστι· ∆ίκην δώσουσιν οἱ πονηροὶ, καὶ τὰ ἔσχατα πείσονται. Οὐ γὰρ ἀνέξεται
ὁ Θεὸς διὰ παντὸς τοὺς ἀδικουμένους ἐν ἐπιβουλαῖς εἶναι. Ἐντεῦθεν καὶ τούτους
παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ
μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας· πένητας
οὐχ ἁπλῶς, ἀλλὰ
τοὺς συντετριμμένους τῇ
καρδίᾳ. Οὗτοι γὰρ μάλιστά εἰσι καὶ πρὸς ὑπομονὴν ἐπιτήδειοι· μᾶλλον δὲ ἄλληλα συγκατασκευάζει ταῦτα, ἡ
ταπεινοφροσύνη τὴν ὑπομονὴν, ἡ ὑπομονὴ τὴν ταπεινοφροσύνην. Εἰ δέ τις εἴποι· Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη;
ἐκεῖνο ἐροῦμεν, ὅτι αὕτη ἐπιτηδειοτέρα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ πλουτῶν ἀλύει, καὶ θορυβεῖται· ὁ δὲ πένης πάντα ῥᾳδίως
φέρει, καθάπερ ἐν παλαίστρᾳ τῇ πενίᾳ πολλάκις γυμναζόμενος. ∆ιὰ τοῦτο καὶ ὁ
Χριστὸς ἔλεγεν, ὅτι δύσκολον μετὰ πλούτου εἰς τὴν βασιλείαν εἰσελθεῖν. Τί ἐστιν,
Ἡ ὑπομονὴ τῶν πενήτων
οὐκ ἀπολεῖται εἰς τέλος; Οὐδέποτε, φησὶν, ἀλλὰ πάντως
ἀπολήψεται τὸν οἰκεῖον καρπόν. Ὅπερ ἐπὶ τῶν βιωτικῶν
οὐκ ἔνι, ἀλλ' ἐκπίπτει τοῦ τέλους
πολλάκις, τῶν πόνων ἀπολωλότων. Καὶ γὰρ
καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος· πολλάκις
δὲ ὑπὸ τῆς τῶν ἀέρων ἀνωμαλίας ἀμφότεροι
τοῦ καρποῦ τῶν πόνων
ἐκπίπτουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι
τοῦτο, ἀλλὰ ἀνάγκη
πάντως ἀπολαῦσαι τοῦ τέλους.
Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον,
τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους. Ἀνάστηθι,
Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἄλλος,
Μὴ θρασυνέσθω. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Ἄλλος, Καὶ κατὰ πρόσωπόν σου. Εἰπὼν τὴν
κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ
διηγησάμενος τὴν πονηρίαν,
τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ
τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων
βοηθείας. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα,
μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ' ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης,
ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους,
οὕτω παρακαλεῖν τὸν Θεόν. Ἀνάστηθι, Κύριε,
μὴ κραταιούσθω ἄνθρωπος. Τί δέ ἐστιν, Ἀνάστηθι, Κύριε; Ἐπέξελθε, φησὶ, βοήθησον,
κόλασον τοὺς ἀδικοῦντας. Καὶ καλῶς τοῖς ὀνόμασι γυμνοῖς ἐχρήσατο, εἰπὼν, Ἀνάστηθι, καὶ, Μὴ κραταιούσθω ἄνθρωπος· ὥστε δηλῶσαι, ὅτι ὁ εὐτελὴς, ὁ ἀπὸ
γῆς, ὁ τέφρα καὶ, σποδός. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τί ἐστι τοῦτο; ∆ότωσαν δίκην,
φησὶ, τῶν ἁμαρτημάτων. Οὐ γεγόνασι
τῇ μακροθυμίᾳ βελτίους· ἀπαίτησον εὐθύνας
τῶν τετολμημένων. Κατάστησον, Κύριε,
νομοθέτην ἐπ' αὐτοῖς. Γνώτωσαν ἔθνη, ὅτι
ἄνθρωποί εἰσι. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Τί ἐστι, Κατάστησον νομοθέτην αὐτοῖς; Ἐπεὶ, φησὶ, καθάπερ ἐν αὐτονομίᾳ πάντα
πράττουσι, μὴ θέλοντες διδόναι δίκην, ἐπέξελθε,
καὶ γενέσθω αὐτοῖς
ἡ τιμωρία ἀντὶ
νουθεσίας. Τοῦτο καὶ ἕτερος δηλῶν εἶπε, Κατάστησον, Κύριε, φόβημα αὐτοῖς. Ὅρα πῶς
οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ
νουθεσίαν καὶ διόρθωσιν,
καὶ τὸ μὴ
παρανόμως ζῇν. Ἔσται γὰρ
ἡ τιμωρία αὐτοῖς, φησὶν, ἀντὶ νουθεσίας· οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ ἑτέροις.
Καὶ ἵνα μάθῃς ὅσον τὸ κέρδος, καὶ πῶς καταστέλλει νόσημα, ἄκουε τοῦ ἑξῆς. Γνώτωσαν
ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν,
ἐπελάθοντο τῆς φύσεως,
εἰς μανίαν ἐξώκειλαν,
ἠγνόησαν ἑαυτούς. Καὶ
καλῶς προσέθηκε τὸ, Ἀεὶ, ἵνα δηλώσῃ, ὅτι οὐκ ἐν ταῖς δυσπραγίαις μόνον, ἀλλὰ
καὶ .ἐν ταῖς εὐημερίαις. Ἀλλὰ γάρ, ἂν κολάσῃς αὐτοὺς νῦν, ἔχοντες τὸν φόβον ἀκμάζοντα,
καὶ τὴν μνήμην τῶν
συμβεβηκότων δεινῶν, κἂν εἰς εὐημερίαν
ἔλθωσιν, εἴσονται τὴν ἑαυτῶν
φύσιν. θʹ. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν
ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν
ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος
χαλεπώτερον. Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν,
ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσι; Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν
θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν· μὴ γένοιτο. Ἐπεὶ
καὶ πολλοὶ τῶν θλιβομένων ὑπὸ τῆς ὀδύνης πρὸ τοῦ προσήκοντος καιροῦ ἀξιοῦσι γενέσθαι τὴν κρίσιν· καθάπερ οἱ τεμνόμενοι, μηδέπω
τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα· ἐπιβλαβῆ
μὲν χάριν αἰτοῦντες, τῷ δὲ μὴ φέρειν τὰς ὀδύνας τοῦτο πάσχοντες. Καὶ πολλάκις πρὸς τοὺς ἰατροὺς βοῶσιν, Ἐβασάνισάς με, ἀπώλεσάς
με, ἀνεῖλές με· ἀλλ' οὐκ ἔστι ταῦτα τῆς
διανοίας ῥήματα, ἀλλὰ τῆς ὀδύνης. Οὕτω δὴ
πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι
λέγουσι, τοὺς πόνους οὐ φέροντες. Καὶ ὁ Σοφονίας δὲ τοιοῦτόν τινα μεταχειρίζει
λόγον. Ἀλλὰ ταῦτα ἐν τῇ Παλαιᾷ, ὅτε σύμμετρα ἦν τὰ σκάμματα· τῆς δὲ ἐν τῇ Καινῇ
πόῤῥω ταῦτα φιλοσοφίας. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἄλλος, Συλληφθήτωσαν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς
ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ,
καὶ ὁ ἀδικῶν εὐλογεῖται. Παρώξυνε τὸν
Κύριον ὁ ἁμαρτωλός. Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν
ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη
τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης· ὅτι πρὸ τῆς κολάσεως καὶ τῆς
τιμωρίας ὀδυνᾶται ὁ ἀδικούμενος, οὐ φέρων τὴν εὐημερίαν τοῦ πονηροῦ. Οὐ μικρὰ δὲ
καὶ τοῦτο τιμωρία. Εἶτα ἀξιοῖ δοῦναι αὐτοὺς δίκην, καὶ αὐτοῖς περιτραπῆναι τὰς ἐπιβουλὰς
αὐτῶν· καὶ λέγει κακίας εἶδος ἀφόρητον. Ποῖον δὴ τοῦτο; Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐφ' οἷς, φησὶν, αἰσχύνεσθαι, ὑπὲρ τούτων
θαυμάζεται, ἐπαινεῖται. Πῶς δ' ἂν
γένοιτο τούτου ἴασις λοιπὸν,
ὅταν ἐπαινῆται ἡ κακία; Καὶ γὰρ καὶ
νῦν τοῦτο γίνεται. Ὁ δεῖνα θαυμάζεται ὡς δυνάστης· ὁ δεῖνα ὡς ἐχθροὺς ἀμυνόμενος·
ὁ δεῖνα ὡς φρόνιμος, ἐπειδὴ τὰ πάντων
συνήγαγε· καὶ ὅτε ἀπολέσῃ ἑαυτὸν,
λέγουσιν· Εὗρεν ἑαυτόν· καὶ ἕτεροι ἄλλα
φασί· καὶ οὐδεὶς περὶ πνευματικῶν
λόγος αὐτοῖς. Οὐδαμοῦ
ἀπράγμων ἐπαινεῖται ταχέως,
οὐδὲ ὁ πενίας ἐραστής· ἀλλ' ὁ χρηματιστὴς, ὁ κάπηλος,
ὁ κόλαξ, ὁ δουλοπρεπεῖς ὑπομένων διακονίας
ὑπὲρ οὐδενὸς χρησίμου. Ταῦτα θρηνεῖ ὁ Προφήτης, ὅτι οὕτως ἐκράτησεν ἡ κακία, ὡς
καὶ ἐγκαλλωπίζεσθαι, καὶ παῤῥησιάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ αἰσχύνεται,
οὐδὲ μόνον αὐτὸς ἑαυτὸν ἐπαινεῖ ἐπὶ τοῖς γινομένοις, ἀλλὰ καὶ ἑτέρους ἔχει τοὺς
ἐπαινέτας. Τί ταύτης γένοιτ' ἂν χεῖρον τῆς μανίας; Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός.
Ἄλλος δέ φησιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ, καὶ
πλεονέκτης εὐλογή .136 σας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς
αὐτοῦ, καὶ πλεονέκτης
εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς
κατὰ μετεωρισμὸν θυμοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον
ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ
τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς
λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει,
λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ
τοῦ ἀσεβοῦς τοῦτο
δείκνυσιν ὂν, λέγων,
Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας
ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς
ὁμοφύλους ἐστὶν ἐχθρὸς
καὶ πολέμιος, τῆς ἀρετῆς
ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν,
ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμπέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ ὀφθαλμῶν. Ἀλλ' ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ
πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος,
∆ι' ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ. Βεβηλοῦνται
αἱ ὁδοὶ αὐτοῦ ἐν
παντὶ καιρῷ, ἀνταναιρεῖται
τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ἄλλος, Ἦρται ἡ κρίσις σου. Εἶδες τῆς
κακίας τὸν καρπόν; Σβέννυται αὐτοῦ τὸ φῶς, πηροῦνται
οἱ διαλογισμοὶ, αἰχμάλωτος δίδοται
τῇ πονηρίᾳ. Ὥσπερ γὰρ ὁ πεπηρωμένος
εἰς βάραθρα πίπτει συνεχῶς, οὕτω
δὴ καὶ αὐτὸς, ἐπειδὴ τοῦ Θεοῦ τὸν φόβον οὐκ ἔχει πρὸ τῶν ὀφθαλμῶν, διὰ παντὸς ἐν
κακίᾳ διατρίβει· οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν
δὲ ἐν κακίᾳ, ἀλλ' ἀεὶ
ἐν κακίᾳ, καὶ οὐδὲ
τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης
κρίσεως, οὐδὲ τῶν εὐθυνῶν· ἀλλ' ὥσπερ χαλινὸν ἅπαντα ταῦτα τὰ
βοηθήματα ἐκβαλὼν, καθάπερ
πλοῖον ἀνερμάτιστον πονηροῖς
ἐκδίδοται πνεύμασι καὶ κύμασιν ἀγρίοις, οὐδενὸς ὄντος τοῦ παιδαγωγοῦντος
αὐτοῦ τὴν διάνοιαν. Εἶδες τὸν πονηρὸν ἐν αὐτῇ τῇ κακίᾳ τὴν δίκην ὑπέχοντα; Τί γὰρ
ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου,
τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;
ιʹ. Ἀλλὰ τούτων ἁπάντων
ἀθλιώτερος ὁ ἐν κακίᾳ ζῶν, τὸ ἀπὸ
τοῦ φόβου τοῦ Θεοῦ φῶς σβέσας, καὶ αἰχμάλωτος ἐκδοθείς. Πάντων τῶν ἐχθρῶν αὐτοῦ
κατακυριεύσει. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ. Ἄλλος, Πάντας τοὺς ἐχθροὺς αὐτοῦ ἐκφυσᾷ,
λέγων ἐν καρδίᾳ αὐτοῦ· Οὐ περιτραπήσομαι
εἰς γενεὰν καὶ γενεάν. Οὐ γὰρ ἔσομαι ἐν κακώσει. Εἶδες τὴν ἀπόνοιαν; εἶδες τὴν ἄφατον ἀπώλειαν; εἶδες τὸν κατὰ
μικρὸν αὐξανόμενον ὄλεθρον; εἶδες τὰ παρὰ
τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται; Ἐπαινεῖται
ἐν τοῖς ἁμαρτήμασιν, εὐλογεῖται ἐν ταῖς ἀδικίαις. Πρῶτον βάραθρον τοῦτο, καὶ ἱκανὸν
ἐκτραχηλίσαι τὸν μὴ προσέχοντα. ∆ιὸ δὴ μᾶλλον τοὺς αἰτιωμένους καὶ διορθουμένους ἀποδέχεσθαι χρὴ, ἢ τοὺς ἐπαινοῦντας καὶ ἐπ' ὀλέθρῳ κολακεύοντας. Τοὺς γὰρ βλᾶκας οὗτοι διαφθείρουσι, καὶ
πρὸς μείζονα ὠθοῦσι
κακίαν· καθάπερ καὶ τοῦτον τὸν ἁμαρτωλὸν ἐμφυσήσαντες,
ἐπαιδοτρίβησαν εἰς ἄνοιαν.
∆ιὸ καὶ Παῦλος
Κορινθίοις τοῦτο . αὐτὸ λέγει ἐπὶ
τῷ πορνούσαντι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Πολλὰ τὸν ἁμαρτάνοντα
πενθεῖν, οὐκ ἐπαινεῖν δεῖ. Εἶδες διεστραμμένην
κακίαν, ὅτι μὴ μόνον οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ εὐφημεῖται; Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ
Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ· ἐντεῦθεν ἐπελάθετο καὶ τῆς οἰκείας φύσεως. Ὁ γὰρ
τῶν κριμάτων ἐπιλανθανόμενος τοῦ Θεοῦ,
καὶ ἑαυτὸν λοιπὸν ἀγνοεῖ τῷ χρόνῳ. Ὅρα γοῦν οἷα λογίζεται· Οὐ μὴ
σαλευθῶ εἰς γενεὰν καὶ γενεὰν, ἀλλ' ἔσομαι ἄνευ κακοῦ. Τί ταύτης ἀνοητότερον τῆς διανοίας, ἄνθρωπον ὄντα, καὶ ἐπίκηρον, καὶ τοῖς προσκαίροις
συμπεπλεγμένον πράγμασι, καὶ μυρίαις
μεταβολαῖς ὑποκείμενον, τοιαῦτα φαντάζεσθαι; Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τῆς ἀνοίας.
Ὅταν γὰρ ἀνόητος ἀνὴρ πολλῆς ἀπολαύῃ τῆς
εὐημερίας, καὶ τῶν ἐχθρῶν κρατῇ, καὶ ἐπαινῆται καὶ θαυμάζηται, πάντων ἀθλιώτερος γίνεται. Τῷ γὰρ μὴ προσδοκᾷν
μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος
καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται. Ἀλλ' οὐχ ὁ Ἰὼβ οὕτως· ἀλλὰ καὶ ἐν
τῇ εὐημερίᾳ καθ' ἑκάστην ἡμέραν δυσημερίαν ἤλπιζε· διὸ καὶ ἔλεγε· Φόβος γὰρ, ὃν
ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα,
οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή. ∆ιὸ καὶ ἕτερος ἔλεγε· Μνήσθητι καιροῦ λιμοῦ
ἐν καιρῷ πλησμονῆς, πτωχείας καὶ ἐνδείας
ἐν ἡμέρᾳ πλούτου. Ἀλλ' οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται,
ἀλλ' ἀκίνητα αὐτῷ εἶναι νομίζει
διὰ τῆς εὐπραγίας·
ὅπερ ἐσχάτης ἀνοίας καὶ
διαφθορᾶς ὑπόθεσις, καὶ ἐξωλείας ἐστὶν ἀφορμή. Μὴ δὴ μακάριζε τοὺς
πλουτοῦντας, τοὺς τῶν ἐχθρῶν περιγινομένους, τοὺς ἐπαινουμένους ἐπὶ
τούτοις. Μεγάλα γὰρ ταῦτα βάραθρα
καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ
γέμει, καὶ πικρίας, καὶ δόλου. Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Ἄλλος, Ἀνωφελές.
Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον.
Ἄλλος, Ἐνεδρεύων παρὰ τὰς αὐλάς. Οἱ ὀφθαλμοὶ
αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ἄλλος, Ὡς ἐν τῷ περιφράγματι αὐτοῦ. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι
πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν.
Ἄλλος, Ἐν ἑλκυσμῷ αὐτοῦ.
Ἐν τῇ παγίδι αὐτοῦ
ταπεινώσει αὐτόν. Ἄλλος, Ἐν τῇ
σαγήνῃ. Κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων. Ἄλλος, Ὁ δὲ θλασθεὶς καμφθήσεται, ἐπιπεσόντος
αὐτοῦ μετὰ τῶν ἰσχυρῶν αὐτοῦ τοῖς ἀσθενέσιν.
Εἶδες καὶ θηρίον αὐτὸν
γενόμενον; Καθάπερ γὰρ θηρίον
ὑπογράφων ὁ Προφήτης, οὕτω περὶ
αὐτοῦ διαλέγεται, τοὺς δόλους, τὰς ἐνέδρας, τὰς ἐπιβουλὰς ἐκπομπεύων. Τί τούτου
γένοιτ' ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων; Τοῦτον οὖν, εἰπέ μοι, πλούσιον φήσομεν; Οὐκοῦν
καὶ τὸν κλέπτην, καὶ τὸν τοιχωρύχον. Ἄπαγε, φησί. Τί γὰρ εἰ καὶ μὴ διορύττει
δικαστήρια; τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν,
ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς
τοῦ δικάζοντος; Τί γὰρ εἰ μὴ καθευδόντων
. ἐπέρχεται, ἀλλ' ἐγρηγορότων ἁπάντων;
Οὗτος γὰρ ἰταμώτερος. Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ' ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι. Εἶδες πενίαν; εἶδες ὠμότητα; Πενίαν, ὅτι τῶν τοῦ πένητος
ἐπιθυμεῖ· ὠμότητα, ὅτι οὐδὲ τῇ
συμφορᾷ ἐπικλᾶται, ἀλλ' ἢν ἐλεεῖν δεῖ καὶ διορθοῦσθαι πενίαν, ταύτην ἐπιτρίβει.
Ἀλλ' ὅμως οὐκ ἀτιμώρητα ταῦτα ἐργάζεται·
ἀλλ' ὅταν κρατήσῃ, ὅταν δόξῃ περιγενέσθαι, ὅταν ἀχείρωτος εἶναι νομίσῃ,
τότε ἀπολεῖται· ἵνα καὶ τοῦ Θεοῦ τὸ εὐμήχανον φαίνηται, καὶ τῶν πενήτων ἡ ὑπομονὴ, καὶ τούτου τὸ ἀδιόρθωτον, καὶ τῆς
τοῦ Θεοῦ μακροθυμίας ἡ ἀνεξικακία. ∆ιὰ
τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν· ἀλλ' ὅταν μηδὲν ἀπὸ τῆς μακροθυμίας κερδάνῃ,
τότε αὐτὸν ἀπὸ τῆς τιμωρίας νουθετεῖ. Οὗτοι μὲν γὰρ ἀδικηθέντες, οὐδὲν ἐβλάβησαν· ἀλλὰ καὶ βελτίους ἐγένοντο καὶ λαμπρότεροι ἀπὸ τῆς θλίψεως· ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο,
ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς
μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον· ὅτι ὅταν
ἑαυτοῦ ᾖ δυνατώτερος, τότε αὐτοῦ
περιγίνεται· οὗτος δὲ ἀδιόρθωτος
μείνας, τὴν ἐσχάτην
δίδωσι δίκην. Οὐ
μικρὸς δὲ οὗτος σωφρονισμὸς τοῖς εὐημεροῦσι.
ιαʹ. Μὴ τοίνυν, ὅταν κρατήσῃς τῶν ἐχθρῶν, καὶ πάντα
σοι ἐξ οὐρίας φέρηται, θάῤῥει ζῶν ἐν πονηρίᾳ, ἀλλὰ τότε μᾶλλον
δέδιθι. Καὶ γὰρ αὔξεται τὰ τῆς πονηρίας, ἀναιρεῖταί σοι τὰ τῆς ἀπολογίας, ἐκκόπτεταί
σοι τὰ τῆς συγγνώμης μένοντι πονηρῷ. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται
ὁ Θεός· ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος. Ἴδε πρὸς ὅσον βάραθρον
ἀπωλείας κάτεισιν, οἷα δόγματα συνάγει, ἃ διὰ τὸ ἀναίσχυντον ἐξενεγκεῖν μὲν οὐ
τολμᾷ, παρ' ἑαυτῷ δὲ στρέφει, πρὸς τὴν ἀλήθειαν μαχόμενος, καὶ τὰ ἡλίου φανερώτερα
συσκιάζων διὰ τὴν πήρωσιν τῆς ἑαυτοῦ διανοίας. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἄλλος, Ἔπαρον τὴν χεῖρά σου. Ἕνεκεν τίνος παρώργισεν
ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Βλέπεις, ὅτι σὺ πόνον
καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου. Ἄλλος,
Εἶδες ὅτι σὺ πόνον καὶ
παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου. Ἄλλος, Ἵνα δοθῶσιν εἰς
χεῖράς σου. Ὁ μὲν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὡς μὴ
διδοὺς δίκην· ὁ δὲ Προφήτης
ἀναιρῶν αὐτοῦ τὰ δόγματα,
τὸν περὶ τῆς
μακροθυμίας ἀναπληροῖ λόγον.
Ἐκεῖνος μὲν γάρ
φησιν· Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ,
τοῦ μὴ βλέπειν εἰς τέλος· αὐτὸς δὲ ἀπεναντίας· Καὶ βλέπεις,
καὶ κατανοεῖς, καὶ μακροθυμεῖς, ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Τί ἐστιν,
Ἕως ἂν αὐτοὶ δοθῶσιν εἰς χεῖράς σου; Ἀνθρωπινώτερον εἴρηκεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἀναμένεις,
ἀνεξικακεῖς, ὥστε τῇ ὑπερβολῇ τῆς
πονηρίας αὐτοὺς παραδοθῆναι.
∆υνατὸς
μὲν γὰρ εἶ καὶ ἐξ ἀρχῆς ἑλεῖν,
καὶ χειρώσασθαι· ἀλλ' ἄφατόν σου τῆς
ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος,
καὶ οὐκ ἐπεξιόντος, ἀλλ' ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν. Εἰ δὲ μὴ βούλονται, τότε κολάζεις, ὅταν μηδὲν ἐκ τῆς μακροθυμίας
κερδαίνωσιν. Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς
κατασκευάζει· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Ἄλλος, Σὺ ἐγένου.
Ἄλλος, Σὺ ἔσῃ. Ὃ δὲ λέγειτοιοῦτόν ἐστιν· Τοῦτο ἔργον σὸν, τοῦτο ἐξαίρετον σόν. Οὐκ
ἂν δὲ
τὸ ἑαυτοῦ εἴασε,
καὶ προὔδωκεν. Ὡς γὰρ τεχνίτου
τὸ οἰκοδομεῖν, καὶ κυβερνήτου τὸ εὐθύνειν τὸ σκάφος, καὶ ἡλίου τὸ φωτίζειν·
οὕτω δὴ καὶ σὸν τὸ ὀρφανῶν
προΐστασθαι, τὸ πτωχοῖς
χεῖρα ὀρέγειν. Οὐδεὶς
οὕτω προστάτης τούτων, ἀλλὰ σὺ
μόνος. Τὸ γὰρ, Ἐγκαταλέλειπται, τοῦτο παρίστησιν. Οὐδεὶς, φησὶν, ἄλλος, ἀλλὰ σὺ μόνος
ὀρφανῶν καὶ πτωχῶν προστάτης. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ
οὐ μὴ εὑρεθῇ δι' αὐτήν. Ἄλλος, Ἐκζητηθήτω ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός.
Οὐχ ἁπλῶς τὸν ἁμαρτωλὸν ἀξιοῖ συντριβῆναι, ἀλλὰ τὴν ἰσχὺν, τὴν δυναστείαν, τὸ ὑπέκκαυμα
αὐτοῦ τῆς πονηρίας· εἶτα ἀξιοῖ εὐθύνας αὐτὸν ὑποσχεῖν, καὶ λόγον δοῦναι τῶν
πεπραγμένων, καὶ δεικνὺς τὸ μέγεθος τῆς ἀδικίας
φησίν· Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται,
οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων. Μηδεὶς
οὖν ὀρφανίαν θρηνείτω,
μηδεὶς πτωχείαν. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα,
τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται
τοῦ Θεοῦ. Μηδεὶς
ἐπὶ δυναστείᾳ μεγαλοφρονείτω, μηδὲ φυσάσθω. Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον
καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει
μετ' εὐκολίας πολλῆς. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος. Ἐνταῦθα πρὸς τοὺς θορυβουμένους καὶ ταραττομένους, διὰ τὸ μὴ δοῦναι
δίκην εὐθέως τοὺς ἁμαρτάνοντας, ἀποκρίνεται. Τί, φησὶ, φοβῇ; τί δέδοικας; Μὴ γὰρ πρόσκαιρος ὁ δικαστής; μὴ γὰρ
τέλος ἔχει τὰ τῆς βασιλείας αὐτοῦ; Κἂν μὴ νῦν δῷ, δώσει
πάντως. Μένει γὰρ ὁ ἀπαιτῶν, καὶ βασιλεύει διηνεκῶς. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς
γῆς αὐτοῦ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας,
Κύριε· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν
προσέσχε τὸ οὖς σου. Ἄλλος, Τὴν πρόθεσιν τῆς καρδίας αὐτῶν ἠκροάσατο τὸ
οὖς σου. Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου. Κρῖναι ὀρφανῷ καὶ
ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν
ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἄλλος, Κρῖναι ὀρφανῷ
καὶ τεθλασμένῳ. Ὁρᾷς τὸν προφήτην
τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν
πονηρῶν ἐπιμελείας ποιούμενον;
Τούτων γὰρ μάλιστα τὸ κακῶς πάσχειν.
Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων
ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων
ὁ κίνδυνος. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν;
Ἐπίτασις τοῦτο ἀναισθησίας καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς χρὴ ἐλεεῖν· τοῦτο ἀτελοῦς
διανοίας. Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ
πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα. Τούτοις ἐοίκασιν οἱ πλεονέκται,
πενίαν μὲν δεδιότες,
ὅπερ οὐκ ἔστι
φοβερὸν, ἀλλὰ καὶ ἀσφαλείας
ὑπόθεσις· πλοῦτον δὲ ἄδικον καὶ πλεονεξίαν περὶ πολλοῦ
ποιούμενοι, ὃ πυρός ἐστι παντὸς φοβερώτερον.
Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν.
Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ
ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν
παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, πανωλεθρίαν αὐτοῖς .ἀπειλῶν, καὶ ἀξιῶν γενέσθαι βοηθὸν καὶ
ἔκδικον
τῶν ἀδικουμένων, ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους
σωφρονισθῆναι. Μηδεὶς τοίνυν διωκέτω χρημάτων
περιουσίαν. Πολλὰ ἐντεῦθεν τοῖς μὴ
προσέχουσι τίκτεται κακά· ἀπόνοια, ῥᾳθυμία, φθόνος, κενοδοξία, καὶ ἕτερα πολλῷ
πλείονα τούτων. Ἀλλ' ἵνα ἀπαλλαγῆτε τούτων ἁπάντων, τὴν ῥίζαν ἐκκόψατε· μὴ μενούσης
γὰρ αὐτῆς, οὐ βλαστάνει τὰ πονηρὰ βλαστήματα.
∆ιὰ τοῦτο καὶ ταῦτα εἴρηται,
οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ'
ἵνα καὶ διορθώμεθα,
καὶ πολλὴν τὴν ἀρετὴν ἐν
Χριστῷ Ἰησοῦ ἐπιδειξώμεθα· ᾧ ἡ δόξα
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος τῷ ∆αυΐδ. Ἄλλος,
Ἐπινίκιος τῷ ∆αυΐδ. Ἄλλος, Τῷ νικοποιῷ.
αʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ
ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἄλλος, Ἀναστατοῦ εἰς τὰ ὄρη ὡς
στρουθίον Ἄλλος, Μετακινοῦ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη
εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ
τοὺς εὐθεῖς τῇ
καρδίᾳ. Ἄλλος, Ὡς ἐν ζόφῳ. Ὅτι
ἃ σὺ κατηρτίσω,αὐτοὶ καθεῖλον. Ἄλλος, Ὅτι οἱ θεσμοὶ κατελύθησαν. Ἄλλος, Ὅτι αἱ διδασκαλίαι συντριβήσονται. Μεγάλη
τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις,
φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον,
συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις
ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα
πόρον. ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων,
καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι
μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν. Καὶ
τί θαυμαστὸν εἰ πολεμίων ἐκράτησαν, ὅπου
γε καὶ αὐτοῦ τοῦ κόσμου περιεγένοντο; Τὰ
γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι
θηρία ἦν, οὐδὲ ἡ κάμινος,
κάμινος. Ἡ γὰρ εἰς τὸν Θεὸν ἐλπὶς
πάντα μεταῤῥυθμίζει. Ὀδόντες τεθηγμένοι,
καὶ δεσμωτήριον στενὸν, φύσεως
ἀγριότης, καὶ λιμὸς ὁπλίζων τὴν φύσιν, διάφραγμα οὐδαμοῦ, καὶ στόματα τοῦ
σώματος πλησίον τοῦ Προφήτου· ἀλλ' ἡ εἰς τὸν Θεὸν ἐλπὶς
χαλινοῦ παντὸς ἰσχυροτέρα,
εἰς τὰ στόματα ἐμπεσοῦσα, εἰς τοὐπίσω ταῦτα ἀνεῖλκε.
Ταῦτα δὴ καὶ οὗτος φιλοσοφῶν, ἔλεγε πρὸς τοὺς κελεύοντας αὐτῷ
φεύγειν καὶ δραπετεύειν, καὶ ἀπὸ τῆς
τῶν τόπων ἀσφαλείας
τὴν σωτηρίαν ἑαυτῷ πορίζεσθαι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ
μου; Τί λέγεις; Τὸν τῆς οἰκουμένης ∆εσπότην
ἔχω σύμμαχον· τὸν
πανταχοῦ εὐκόλως ἐργαζόμενον πάντα, ἐκεῖνον στρατηγοῦντα ἔχω
καὶ παριστάμενον· καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις
τὴν ἀσφάλειαν; Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ' εὐκολίας ἁπάσης; Τί με τὸν ὡπλισμένον ἰσχυρῶς, καθάπερ γυμνὸν καὶ ἄοπλον,
δραπετεύειν παρασκευάζεις, καὶ
μετανάστην εἶναι κελεύεις; Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ
τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας
καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος
ἂν ἐφάνης ταῦτα συμβουλεύων· τὸν δὲ ἔχοντα τὸν τῆς οἰκουμένης ∆εσπότην μεθ' ἑαυτοῦ
ἐξορίζεις, καὶ φυγαδεύεις, καὶ μετανάστην
ποιεῖς, διὰ τὸν
παρὰ τῶν ἁμαρτωλῶν
πόλεμον; Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἕτερον
δικαίωμα ἔχω τοῦ μὴ
φεύγειν. Ὅταν γὰρ καὶ
ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ
πολεμοῦντες, πῶς οὐ τὴν
ἐσχάτην ὀφλισκάνει αἰσχύνην
ὁ συμβουλεύων τῶν ὀρνίθων
μιμεῖσθαι τὸ ψοφοδεές;
Οὐκ ἐννοεῖς τὸ ἀντιπαραταττόμενόν μοι
στρατόπεδον, πῶς ἀράχνης
εὐτελέστερον; Εἰ γὰρ ὁ τοῦ βασιλέως ἐχθρὸς τοῦ ἐπιγείου, ὅπου ἂν παραγένηται, ἐπισφαλῶς
ζῇ καὶ δέδοικε, καὶ τρέμει· πολλῷ μᾶλλον
ὁ τοῦ τῶν ὅλων
Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας
ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ
τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται·
οὕτω τὸν ἐχθρὸν
καὶ πολέμιον καὶ τὰ
ἀναίσθητα πολεμεῖ καὶ διαπτύει. ∆ιά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι,
διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ
κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν ἔχουσι,
καὶ παρεσκευασμένα αὐτοῖς ἅπαντα· Ἡτοίμασαν γὰρ αὐτὰ, φησὶν, εἰς φαρέτραν· ἀλλ'
οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα. Οὐδὲ γὰρ εἴ τινα ἐκλελυμένον
εἶδον τόξον ἔχοντα, ἔδεισα ἄν. Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης; Οὐ τοίνυν
οὐδὲ ἐνταῦθα, τῆς παρὰ
τοῦ Θεοῦ εὐνοίας ἀπούσης. Ἀλλὰ
δόλους ῥάπτουσι, καὶ οὐκ ἐξ
εὐθείας προσέρχονται. ∆ιὰ
τοῦτο μάλιστα αὐτῶν
καταγελῶ, ὅτι ἐν
σκοτομήνῃ βάλλουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνδρὸς
ἐπιβουλεύοντος. Οὐ δεῖται τοῖς ἑτέρων
ὅπλοις ἁλῶναι, ἀλλ' ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ.
Τί οὖν γένοιτ' ἂν ἀσθενέστερον, ὅταν ὑπὸ τῶν
οἰκείων μηχανημάτων αἱρῆται; Μετὰ
δὲ τούτων ἔστι καὶ ἕτερον εἰπεῖν· ὅτι οὐχ ἁμαρτωλοὶ μόνον τοὺς ὑπὸ Θεοῦ βοηθουμένους
καὶ μετὰ
δόλου πολεμοῦσιν, ἀλλ' ὅτι
καὶ πρὸς τοὺς ἀνευθύνους καὶ οὐδὲν αὐτοὺς ἠδικηκότας. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο
αὐτοὺς ἀσθενεῖς ἐργάζεται. Καθάπερ γὰρ οἱ πρὸς κέντρα λακτίζοντες, ἐκεῖνα μὲν οὐδὲν
ἔβλαψαν, τοὺς δὲ ἑαυτῶν πόδας ᾕμαξαν· οὕτω δὴ καὶ οὗτοι.
Μετὰ δὲ τούτων, καὶ ἑτέρα
τις αἰτία καταλύουσα
αὐτῶν τὴν ἰσχὺν
τοῦ πολέμου ἐστί. Ποία δὴ αὕτη; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ, φησὶ, καθεῖλον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σοὶ πολεμοῦσι καὶ μάχονται, τὸν νόμον σου καὶ τὰ προστάγματά σου καθαιροῦντες. Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα. Ἢ τοῦτό
φησιν, ἢ ὅτι καὶ παραβάται τοῦ νόμου
εἰσί. Καὶ αὕτη δὲ οὐ μικρὰ ἀσθενείας ὑπόθεσις, τὸ τὰ σὰ μὴ φυλάξαντας, οὕτως εἰς πόλεμον ἰέναι. ∆ιὰ γὰρ τοῦτο καὶ εὐθέσι
πολεμοῦσι, καὶ δόλους ῥάπτουσι, ἐπειδὴ τῶν σῶν οὐκ ἀκούουσι προσταγμάτων.
βʹ. ∆ιηγησάμενος τοίνυν
περὶ τῆς ἀσθενείας τῶν πολεμίων, καὶ ταύτην
δείξας οὐκ ἀπὸ τούτων, ἀφ' ὧν ἕτεροι, ἀλλ' ἀφ' ὧν αὐτῷ πρέπον ἦν οὐ γὰρ
εἶπε, Χρήματα οὐκ ἔχουσιν, οὐδὲ φρούρια, οὐδὲ συμμάχους, οὐδὲ πόλεις, οὐδ' ὅτι
πολέμων εἰσὶν ἄπειροι, ἀλλὰ πάντα ταῦτα
παραδραμὼν καὶ διαπτύσας ὡς οὐδὲν ὄντα, καὶ εἰπὼν ὅτι παράνομοί εἰσιν, ὅτι
πολεμοῦσι τοῖς οὐδὲν ἠδικηκόσιν, ὅτι τὰ τοῦ Θεοῦ καθαιροῦσι, λέγει λοιπὸν καὶ τὴν
τῶν δικαίων παράταξιν, κἀντεῦθεν δεικνὺς τὸ ἐκείνων εὐχείρωτον.
Οὕτω καὶ ἡμεῖς τὸν ἰσχυρὸν καὶ τὸν ἀσθενῆ δοκιμάζωμεν, ἀλλὰ μὴ ἀφ' ὧν οἱ
καταγέλαστοι τῶν ἀνθρώπων φοβοῦνται, ἐκ τούτων
μᾶλλον φοβώμεθα. Τί γάρ φασι; ∆εινός ἐστι, πονηρός ἐστι, χρημάτων ὄγκον
περιβέβληται καὶ δυναστείαν. ∆ιὰ τοῦτο μάλιστα αὐτοῦ καταγελῶ. Ταῦτα
γὰρ εἴδη ἀσθενείας
ἐστίν. Ἀλλ' οἶδεν ἐπιβουλεύειν, φησί.
Πάλιν ἕτερον εἶδός μοι λέγεις ἀσθενείας.
Τί οὖν ὅτι πολλοὶ
περιγίνονται τοιοῦτοι ὄντες; Ἐπειδὴ σὺ καλῶς πυκτεύειν οὐκ οἶδας· ἐπειδὴ καὶ σὺ ὑπὲρ τῶν αὐτῶν παγκρατιάζεις, ἀφ' ὧν ἐκεῖνοι γίνονται ἀσθενέστεροι, περὶ δόξης καὶ δυναστείας. Φεῦγε
τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, καὶ ἑτέρωθεν βάλλε
τοὺς ἐπιόντας, ἐπιεικείᾳ τὸν ἀλαζόνα, πενίᾳ
τὸν πλεονέκτην, ἐγκρατείᾳ τὸν ἀκόλαστον,
φιλοφροσύνῃ τὸν φθονερόν· καὶ οὕτως αὐτῶν
περιέσῃ ῥᾳδίως. Ἀλλ', ὅπερ ἔφθην εἰπὼν, διηγησάμενος τὴν ἀσθένειαν τῶν ἀντιδίκων,
ὅρα πῶς καὶ τοῦ δικαίου λέγει τὴν πανοπλίαν. Ἐπάγει γάρ· Ὁ δὲ δίκαιος τί ἐποίησε; τουτέστιν·
Ἐκείνων οὕτω παραταττομένων, ζητεῖς πόθεν ὡπλίσατο ὁ δίκαιος; Ἄκουε· Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος
ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Εἶδες πῶς συντόμως τὴν συμμαχίαν αὐτοῦ διηγήσατο; Τί ἐποίησεν, ἐρωτᾷς;
Ἐπὶ τὸν Θεὸν κατέφυγε τὸν ἐν τῷ οὐρανῷ, τὸν πανταχοῦ
παρόντα. Οὐ τόξα ἔτεινεν, οὐδὲ φαρέτραν
ἡτοίμαζε, καθάπερ ἐκεῖνος, οὐδὲ ἐν
σκοτομήνῃ παρετάξατο· ἀλλὰ πάντα ταῦτα ἀφεὶς,
τὴν εἰς τὸν Θεὸν ἐλπίδα πᾶσιν ἐπετείχισε,
καὶ τοῦτον αὐτοῖς ἀντέστησε τὸν οὐδενὸς τούτων δεόμενον, οὐ καιρῶν, οὐ τόπων, οὐχ
ὅπλων, οὐ χρημάτων, ἀλλὰ νεύματι πάντα ἀνύοντα. Εἶδες συμμαχίαν ἄμαχόν
τε καὶ εὔκολον,
καὶ ῥᾳδίαν; Οἱ ὀφθαλμοὶ
αὐτοῦ εἰς τὸν πένητα
ἐπιβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει
τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν
ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ἄλλος, Τὰ βλέφαρα αὐτοῦ δοκιμάζει. Ἄλλος, Κύριος
δίκαιος ἐξεταστής. Ἄλλος, ∆ίκαιον δοκιμάζει καὶ ἀσεβῆ, καὶ ἀγαπῶντα ἄδικα ἐμίσησεν ἡ ψυχὴ αὐτοῦ. Ἄλλος, Ὁ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ
ψυχήν. Εἶδες σύμμαχον παρεσκευασμένον, βοηθὸν
εὐτρεπισμένον, πανταχοῦ παρόντα,
πάντα ὁρῶντα, πάντα βλέποντα, τοῦτο ἔργον ἔχοντα μάλιστα, κἂν μηδεὶς ὁ
παρακαλῶν ᾖ, προνοεῖν,
κήδεσθαι, κωλύειν ἀδικοῦντας, βοηθεῖν ἀδικουμένοις, τοῖς μὲν ἀποδιδόναι τὰς
ἀμοιβὰς τῶν κατορθωμάτων, τοῖς δὲ τιθέναι
τὰς τιμωρίας τῶν ἁμαρτημάτων; Οὐδὲν οὖν ἀγνοεῖ· οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι
τὴν οἰκουμένην. Οὐκ ἐπίσταται δὲ μόνον, ἀλλὰ καὶ βούλεται αὐτὰ διορθοῦν. ∆ιὸ καὶ
ἕτερος τοῦτο αὐτὸ δηλῶν εἶπε, ∆ίκαιος. Εἰ
γὰρ δίκαιος, οὐκ ἀνέξεται ταῦτα ἁπλῶς περιορᾷν γινόμενα. Ἀποστρέφεται
τοὺς πονηροὺς, ἐπαινεῖ
τοὺς δικαίους. Εἶτα ὅπερ ἐν τῷ
προτέρῳ ψαλμῷ ἔλεγε, δεικνὺς ὅτι καὶ αὐτὴ ἡ κακία ἱκανὴ αὐτοὺς ἀναλῶσαι, τοῦτο
καὶ ἐνταῦθα δηλῶν ἐπήγαγεν· Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Πολέμιον γὰρ τῇ ψυχῇ πονηρία, ἐχθρὸν καὶ ὀλέθριον, ὥστε καὶ πρὸ τῆς κολάσεως δίκην
δίδωσιν ὁ πονηρός. Εἶδες πῶς εὐαλώτους
πάντοθεν δείκνυσι τοὺς ἐναντιουμένους, ὅταν
καὶ τοιοῦτον ἔχῃ σύμμαχον,
καὶ ἐκεῖνοι ὑπὸ τῶν οἰκείων
ὅπλων ἁλίσκωνται, δι' ὧν φράττονται, διὰ
τούτων δαπανώμενοι, καὶ ἑαυτοὺς βλάπτοντες;
εἶδες τῆς συμμαχίας τὴν εὐκολίαν;
Οὐ γὰρ δεῖ βαδίσαι που, καὶ δραμεῖν, οὐδὲ χρήματα ἀναλῶσαι, τοῦ Θεοῦ πανταχοῦ
παρόντος, καὶ πάντα ὁρῶντος. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ, καὶ θεῖον,
καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας
ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον
αὐτοῦ. Ἄλλος, Ὕσει ἐπὶ παρανόμους ἄνθρακας. Ἄλλος, Εὐθύτητας
ὄψεται τὸ πρόσωπον αὐτῶν, τουτέστι, τῶν
δικαίων, ἢ αὐτοῦ τοῦ Θεοῦ. Εἰπὼν τὴν ἀπὸ τῆς κακίας δίκην, ἐπειδὴ ταύτης
πολλοὶ καταφρονοῦσι, λοιπὸν κατασείει
τὴν τῶν πονηρῶν
διάνοιαν ἀπὸ τῆς ἄνωθεν
φερομένης πληγῆς, ἐμφαντικῶς
τῷ λόγῳ χρώμενος,
καὶ διὰ φοβερῶν
ὀνομάτων προϊών. Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας
αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον
τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.
γʹ. Τί ἐστιν, Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν; Τοῦτο αὐτοῖς κλῆρος, φησὶ, τοῦτο κτῆμα,
τούτῳ ἐνδιατρίψουσιν, ἐν τούτοις δαπανηθήσονται. Εἶτα καὶ ἡ αἰτία· ὅτι ὁ πάντα ἐφορῶν
οὐκ ἀνέξεται ταῦτα ἀτιμωρητὶ παραδραμεῖν.
Ὅπερ καὶ ἕτερος προφήτης φησί· Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τοῦτο καὶ οὗτος παρίστησι
λέγων· Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Τοῦτο τοῦ Θεοῦ μάλιστα ἐξαίρετον,
ἀποδέξασθαι τὰ δίκαια,
τὴν ὀρθότητα· καὶ οὐκ ἂν ἀνάσχοιτο
εἰς τέλος τῶν ἑτέρως γινομένων.
∆ιὰ δὴ τοῦτο ἀρχόμενος
τοῦ ψαλμοῦ ἔλεγεν· Ἐπὶ τῷ Κυρίῳ πέποιθα·
πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Οἱ μὲν
γὰρ ἐν τοῖς
βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ
στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται. Τοιοῦτος ὁ ἐπὶ χρήμασιν ἐλπίζων. Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται,
καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις
ἑτέροις· οὕτω καὶ ὁ πλουτῶν, καὶ ὑπὸ οἰκείων,
καὶ ὑπὸ πολεμίων· καὶ ἐκείνου μᾶλλον ἐπισφαλέστερον ζῇ, πολλοὺς
ἔχων τοὺς ἰξεύοντας, καὶ πρὸ ἐκείνων, πονηρὰς ἐπιθυμίας· καὶ μετανάστης ἐστὶν, ἀεὶ μετὰ τῶν καιρῶν
ἱστάμενος, καὶ δημίων ὀργὰς
δεδοικὼς, καὶ βασιλέως
θυμὸν, καὶ κολάκων
ἐπιβουλὰς, καὶ φίλων
δόλους· καὶ πολεμίων ἐπιστάντων, μᾶλλον πάντων τρέμει, καὶ εἰρήνης οὔσης, ὑφορᾶται τοὺς ἐπιβούλους·
οὐ γὰρ ἔχει πλοῦτον μόνιμον καὶ ἀναφαίρετον. ∆ιὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους
διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων,
καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων. Ἀλλ' οὐχ ὁ δίκαιος
τοιοῦτος. Αἱ γὰρ τῶν δικαίων ὁδοὶ ὁμοίως
φωτὶ λάμπουσιν. Οὔτε γὰρ ἐπιβουλεύειν αἱροῦνται,
οὔτε ἀδικεῖν, ἀλλ' ἀνειμένην ψυχὴν ἔχουσιν.
Οὗτοι δὲ ἀεὶ δόλους ῥάπτοντες, ἀεὶ ἐν σκότῳ καὶ φόβῳ εἰσὶ, καθάπερ οἱ λῃσταὶ,
καὶ οἱ τοιχωρύχοι, καὶ οἱ μοιχοί· καὶ ἐν ἡμέρᾳ σκότος ὁρῶσι, τῆς ψυχῆς αὐτῶν ὑπὸ
δέους βαλλομένης. Πῶς οὖν ἂν διασκεδασθείη
τὸ σκότος τοῦτο; Εἰ πάντων τούτων ἑαυτὸν
ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις ἁμαρτωλὸς ᾖς. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς ἀρχαίας
γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Οὐκ εἶπε, ∆ίκαιος, ἀλλὰ,
Τίς; Κἂν ἁμαρτωλὸς, φησί. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ἁμαρτωλοὶ ταύτης ἐχόμενοι τῆς ἀγκύρας, πᾶσίν εἰσιν ἀχείρωτοι. Τοῦτο γὰρ μάλιστα διαθέσεως τῆς πρὸς τὸν Θεὸν, ὅταν τοσούτοις κακοῖς βεβαρημένος θαῤῥήσῃς αὐτοῦ τῇ
φιλανθρωπίᾳ. Ὥσπερ γὰρ ἐπικατάρατος ὁ ἐλπίζων ἐπὶ ἄνθρωπον, οὕτω
μακάριος ὁ ἐλπίζων ἐπὶ Θεόν.
Πάντων τοίνυν ἀποστήσας σαυτὸν, ταύτης ἔχου τῆς ἀγκύρας. Καὶ γὰρ ἐφορᾷ πάντα ὁ Θεὸς, καὶ κρίνει τὰ δίκαια, καὶ οὐ κρίνει μόνον, ἀλλὰ καὶ εἰς ἔργον
ἐξάγει. ∆ιὰ τοῦτο εἰπὼν αὐτοῦ περὶ τῆς δικαιοσύνης, ἔδειξε καὶ τὴν τιμωρίαν,
διὰ τοῦ πυρὸς,
διὰ τῆς καταιγίδος·
καὶ τοῦτο δὲ
ποιεῖ, κηδόμενος ἐκείνων, καὶ διὰ τῆς κολάσεως σωφρονεστέρους ποιῶν. Πάντων
οὖν ἕνεκεν προσίωμεν αὐτῷ, καὶ διηνεκῶς
μένωμεν πρὸς αὐτὸν ὁρῶντες. Οὕτω γὰρ καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν ἐν
Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο
Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου