ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ.

Τετάρτη 5 Οκτωβρίου 2016

ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.Τῷ νικοποιῷ  τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν,  ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.

αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ' ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγούμενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας  περιτρέχουσι  τοὺς χρόνους,  τοὺς παρελθόντας,  τοὺς παρόντας,  τοὺς  μέλλοντας.  Τίνες δὲ οὗτοι  οἱ Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον  πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόντος  Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος,  καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν πολιτείαν ἐξορχήσασθαι  τὴν  πατρῴαν,  διέμειναν   οὐδὲν  ὑπὸ  τῶν  πειρασμῶν  παραβλαβέντες ἐκείνων·  καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον  ἐργάσασθαι ἠδύναντο,
 ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. 


Οὐ γὰρ ἀεὶ φαινόμενοι  ἐν τῷ μέσῳ  ἐπεπήδων   τοῖς  κινδύνοις,   ἀλλ'  ἔστιν  ὅτε  καὶ  φεύγοντες   καὶ  λανθάνοντες ὑπεχώρουν. Ἐπειδὴ δὲ μικρὸν ἀνέπνευσαν, καθάπερ τινὲς σκύλακες γενναῖοι, ἐκπηδήσαντες ἐκ τῶν σπηλαίων καὶ προκύψαντες ἐκ τῶν καταδύσεων, ἔγνωσαν μηκέτι μόνους ἑαυτοὺς διασώζειν, ἀλλὰ καὶ ἑτέρους, ὅσους οἷοί τ' ἂν ὦσι· καὶ τὴν πόλιν  καὶ τὴν χώραν περιιόντες ἅπασαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακειμένους· πολλοὺς  δὲ καὶ τῶν  κεκμηκότων  καὶ διεφθαρμένων ἀνεκτῶντο  πάλιν,  πείθοντες  ἐπὶ τὸν  πατρῷον  νόμον  ἐπαναδραμεῖν.  Τὸν γὰρ Θεὸν φιλάνθρωπον εἶναι  ἔφασκον,  καὶ μηδέποτε  τὴν  ἐκ τῆς μετανοίας  ἀναιρεῖν  σωτηρίαν.  Ταῦτα δὲ λέγοντες,  στρατόπεδα κατέλεγον ἀνδρῶν γενναίων.  Οὐδὲ γὰρ ὑπὲρ γυναικῶν,  καὶ παίδων, καὶ παιδισκῶν, καὶ ἀπαναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος, ἀλλ' ὑπὲρ νόμου καὶ πο .168 λιτείας ἐμάχοντο πατρῴας· ἐστρατήγει δὲ αὐτοῖς ὁ Θεός. Παραταξάμενοι τοίνυν, καὶ τὰς ψυχὰς αὐτῶν ἐπιδιδόντες,  κατέλυον τοὺς ἐναντίους,  οὐχ ὅπλοις θαῤῥοῦντες, ἀλλ' ἀντὶ πάσης παντευχίας  ἀρκοῦσαν ἔχοντες τὴν τῆς μάχης ὑπόθεσιν. Ἰόντες τοίνυν εἰς τὸν πόλεμον, οὐκ ἐτραγῴδουν, οὐ παιᾶνας ᾖδον, καθάπερ τινὲς ποιοῦσιν, οὐδὲ τοὺς αὐλοῦντας προσκαθίεσαν,  καθάπερ  ἐν  ἄλλοις  στρατοπέδοις·  ἀλλὰ  τὸν  Θεὸν  ἄνωθεν   ἐκάλουν παρεῖναι  καὶ  συμμαχεῖν,  καὶ  χεῖρα  ὀρέγειν,  δι' ὃν  ἐπολεμοῦντο,  ὑπὲρ οὗ τῆς  δόξης ἠγωνίζοντο.   Ἴδωμεν  τοίνυν  τί  φθέγγεται   τὸ  τοῦ  Θεοῦ τοῦτο  στρατόπεδον,  τὸ  τῇ πνευματικῇ  φραττόμενον  βοηθείᾳ, μέλλον ἐπιέναι τοῖς πολεμίοις. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν   ὁρῶντες   τὴν   Ἀντιόχου,   καὶ  τὴν   νίκην,   καὶ  ὅτι  πάντα   ἐξ  ἐπιδρομῆς ἐλάμβανον,  τήν τε οἰκείαν  ἀσθένειαν  καὶ ὀλιγότητα  λογιζόμενοι,  μαλακώτεροι  ἦσαν καὶ  ἀσθενέστεροι,  διεγείρων   αὐτῶν  τὸ  φρόνημα,  καὶ  δεικνὺς,  ὅτι  τὸ  πᾶν  ἐπὶ  τῇ στρατηγίᾳ  κεῖται  τοῦ  Θεοῦ, καὶ  χωρὶς  στρατοπέδων,  συμμαχοῦντος  αὐτοῦ,  δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται. Οὐ μικρὸν δὲ τοῦτο παρακλήσεως μέρος. Οὐδὲ γὰρ ἂν ἴσχυσεν ὁμοίως ὁ λόγος πρὸς ἐκείνους τετραμμένος, καὶ πρὸς τὸν Θεὸν ἀποτεινόμενος.  ∆ιὸ δὴ καὶ τοῦτο προϊὼν ἔλεγεν· Οὐκ ἐπὶ τῇ ῥομφαίᾳ  αὐτῶν  ἐκληρονόμησαν  γῆν,  καὶ ἡ δεξιὰ αὐτῶν  οὐκ ἔσωσεν αὐτούς. Τοῦτο γὰρ τοὺς ἀσθενέστερον πρὸς τοὺς πόνους διακειμένους  ἦν ἀνακτωμένου,  τοὺς κατὰ  ἀνθρωπίνην  ἀκολουθίαν   ζητοῦντας   τὴν   νίκην.   Πᾶσα  τοίνυν     εὐχὴ  αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖθεν ἐλπίδος τὴν νίκην. ∆ιὰ τί δὲ οὐκ εἶπεν, Ἠκούσαμεν, ἁπλῶς, ἀλλ', Ἐν τοῖς ὠσὶν  ἡμῶν  ἠκούσαμεν;  Ποίῳ  γὰρ  ἑτέρῳ  μέρει  τις  ἀκούει  τοῦ  σώματος;  Ἆρα μὴ περιττολογία  τὰ λεγόμενα; Μὴ γένοιτο· ἀλλὰ κοινὸν  ἔθος τῶν ἀνθρώπων  ἐστὶν, ὅταν τινὰ   διηγῶνται,   ὑπὲρ  ὧν   εἰσι  πεπληροφορημένοι,   καὶ  περὶ  μεγάλων   τινῶν   καὶ ὑπερόγκων  ποιῶνται  τὴν διήγησιν,  πρὸς τοὺς οὔπω μὴ σφόδρα πεπληροφορημένους, προστιθέασιν  ἀεὶ  τὰ  ὦτα,  φάσκοντες  τοῖς  ὠσὶν  ἀκηκοέναι.  Οὐκ ἐπὶ  ταυτησὶ  δὲ τῆς ἐνεργείας   μόνον,  ἀλλὰ  καὶ  ἐπὶ  τῶν   ἄλλων   τὸ  αὐτὸ  ποιεῖν   εἰώθαμεν,   μάρτυρας καλοῦντες  αὐτὰς τὰς αἰσθήσεις. Πιστουμένων τοίνυν  ἐστὶ τὸν ἀκροατὴν, τὸ τῶν ὤτων τὴν προσθήκην ποιεῖν. Ἐπεὶ καὶ ἐπὶ ὀφθαλμῶν  καὶ χειρῶν τὸ αὐτὸ ποιοῦμεν, ὡς ὅταν λέγωμεν. Ταῖς χερσὶν ἡμῶν ἐψηλαφήσαμεν.  Καὶ οἱ ἀπόστολοι δὲ ἔλεγον, Ἃ ἑωράκασιν οἱ  ὀφθαλμοὶ  ἡμῶν·    αἱ  χεῖρες  ἡμῶν  ἐψηλάφησαν.  Ὅρα δὲ  αὐτῶν  ἐκ  προοιμίων κἀντεῦθεν  τὴν ἀρετήν· τοσαῦτα καὶ τηλικαῦτα  παθόντες δεινὰ διὰ τὸν Θεὸν, πατρίδος ἐκπεσόντες, ἐλευθερίας, κινδύνοις περιπεπτωκότες, ἄλλοι δὲ καὶ φυγάδες γενόμενοι, τὰ  ὄρη καὶ τὰς ἐρημίας διώκοντες, οὐδὲν τούτων φασὶ τέως, ὅτι Τὸ καὶ τὸ ἐπάθομεν διὰ σὲ, βοήθησον ἡμῖν· ἀλλ' ὡς ἔρημοι τῶν δικαιολογιῶν τούτων, καὶ οὐκ ἔχοντες ἐξ οἰκείων κατορθωμάτων  παῤῥησίαν, οὕτως  εἰς  τὰ  τοῖς  προγόνοις  ὑπηργμένα  παρὰ τοῦ  Θεοῦ καταφεύγουσι. Τὸ μὲν γὰρ τοὺς οὐκ ἔχοντας παῤῥησίαν ταῦτα ποιεῖν, θαυμαστὸν οὐδὲν, τῆς ἀνάγκης αὐτοὺς εἰς τοῦτο ἑλκούσης· τὸ δὲ ἐκείνους τοὺς δυναμένους μεγάλα φθέγξασθαι ἀπὸ τῶν ἑαυτῶν κατορθωμάτων, μὴ ἀπὸ τούτων ἀξιοῦν σώζεσθαι, ἀλλ' ἀπὸ τῆς τοῦ .Θεοῦ φιλανθρωπίας, ἧς καὶ οἱ πατέρες ἀπέλαυσαν, τοῦτό ἐστι τῆς πολλῆς ταπεινοφροσύνης  αὐτῶν σημεῖον· οὐ μικρὰν δὲ κἀντεῦθεν ἑαυτοῖς προθυμίας κατασκευάζουσιν ὑπόθεσιν. Ἀρκεῖ γὰρ τοῦ Θεοῦ καὶ ἡ προσηγορία μόνη μυρίους καταλῦσαι πολέμους.

βʹ. Οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ἀκούσατε ὅσοι τῶν παίδων ἀμελεῖτε τῶν ὑμετέρων,  ὅσοι διαβολικὰ  μελίσματα  ᾄδοντας  περιορᾶτε, τῶν  δὲ θείων  διηγημάτων ἀμελεῖτε.  Ἀλλ' οὐχ οὗτοι  τοιοῦτοι,  ἀλλὰ  διηνεκῶς  ἐν τοῖς  διηγήμασι  τῶν  τοῦ Θεοῦ κατορθωμάτων  τὸν  βίον  ἀνήλισκον·  καὶ  διπλοῦν  ἐποίουν  τὸ  κέρδος. Οἵ τε  γὰρ  εὖ παθόντες, ἐν μνήμῃ τῶν εὐεργεσιῶν ὄντες, βελτίους ἐγίνοντο· οἵ τε ἐκείνων ἔκγονοι οὐ μικρὰν θεογνωσίας ὑπόθεσιν ἐκ τῶν διηγημάτων  ἐλάμβανον τούτων, καὶ πρὸς ἀρετῆς ζῆλον ἐνήγοντο. Βιβλία γὰρ ἦν αὐτοῖς τὰ στόματα τῶν γεγεννηκότων, καὶ πᾶσα σχολὴ, καὶ   πᾶσα   διατριβὴ   ταῦτα   εἶχε   τὰ   διηγήματα,    ὧν   οὐδὲν   τερπνότερον,    οὔτε κερδαλεώτερον  ἦν.  Εἰ γὰρ  ἁπλῶς  διηγήματα  πραγμάτων,  καὶ  μῦθοι,  καὶ  πλάσματα ψυχαγωγεῖν εἰώθασι πολλάκις τοὺς ἀκροατάς· πολλῷ μᾶλλον ταῦτα πολλὴν ἐδείκνυτο τὴν εὐεργεσίαν, τὴν δύναμιν, τὴν σοφίαν, τὴν κηδεμονίαν, καὶ μετὰ τῆς ἡδονῆς ἀνίστα τὸν  ἀκροατὴν,  καὶ σπουδαιότερον  ἐποίει. Οἱ γὰρ παρόντες  τοῖς γινομένοις,  καὶ ὄψει παραλαβόντες, ἀκοῇ παρέδωκαν, καὶ ἦν ἡ ἀκοὴ τῆς ὄψεως ὁμοίως πρὸς πίστιν ἴση. Τῶν γὰρ παρόντων  καὶ θεωμένων  οὐχ ἧττον  ἐπίστευον  οἱ μὴ παρόντες  καὶ θεώμενοι.  Οὐ μικρὸν  δὲ αὐτοῖς  καὶ τοῦτο  εἰς πίστιν  ἄλειμμα  ἦν. Ἴδωμεν  δὲ τί διηγήσαντο,  καὶ εἰ ὑποθέσεως ὁμοίας μέμνηνται.  Καὶ γὰρ τὸν μέλλοντά  τινος  δεῖσθαι, καὶ τῆς αἰτήσεως ἐπιτυγχάνειν, ἐκ τῆς ἑτέροις δοθείσης χάριτος  ὅμοια αἰτεῖν  ἐκείνῳ  χρή. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· οἷον, αἰτεῖ τις ἡμᾶς οἰκέτης δωρεάν· ἂν δείξῃ καὶ ἕτερον εἰληφότα  τὴν αὐτὴν, μέγιστον δικαίωμα τὴν αὐτὴν τοῦ λαβεῖν προβάλλεται, πλὴν ἐὰν μὴ τῇ διαφορᾷ τὸ παράδειγμα  βλάπτηται.  ∆ιαφορὰν δὲ λέγω προσώπου ἢ πράγματος. Ἐὰν μὲν γὰρ ὁ εἰληφὼς  ᾖ τοιοῦτος, οἷος ὁ αἰτῶν, καὶ τὸ αἰτούμενον  ὅμοιον, ἕστηκε τὸ ὑπόδειγμα· ἂν δὲ ἐκεῖνος  δίκαιος  μὲν  λαβεῖν,  οὗτος  δὲ οὐκ ἔτι,  μείζονος  χρεία  τῆς  παρακλήσεως. Ἀναγκαῖον δὲ καὶ ἐκ τῶν Γραφῶν ὃ λέγω ποιῆσαι σαφές· Ἡ Χαναναία, ἐπειδὴ ἤκουσεν, Οὐκ ἔστι καλὸν  λαβεῖν  τὸν ἄρτον τῶν  τέκνων,  καὶ δοῦναι τοῖς κυναρίοις,  φησὶ, Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἐκ τῶν ψιχίων  τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Καὶ Παῦλος πάλιν  γράφων  ἔλεγεν· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσι, πολλῷ  μᾶλλον ἡμεῖς· ἐνταῦθα μεῖζον τὸ δικαίωμα ἀπὸ τῆς τοῦ προσώπου διαφορᾶς ποιῶν. Καὶ πάλιν Φιλήμονι γράφων  ἔλεγεν· Ὅτι τὰ σπλάγχνα  τῶν ἁγίων  ἀναπέπαυται  διὰ σοῦ, ἀδελφέ· δὼ  πολλὴν  ἐν  Χριστῷ παῤῥησίαν  ἔχων  ἐπιτάσσειν  σοι τὸ  ἀνῆκον,  διὰ  τὴν  ἀγάπην μᾶλλον  παρακαλῶ.  Ἐνταῦθα  ἐκ  τοῦ  ἴσου  τὸ  παράδειγμα.  Ὅταν  γὰρ  πρῶτος    τις εἰληφὼς, ὥσπερ τινὰ τῷ δευτέρῳ θύραν ἀνοίγνυσιν,  ἂν ᾖ ὅμοιος ὁ μέλλων αἰτεῖν, ἢ τὰ αὐτὰ αἰτοίη. Οὐ μόνον δὲ ἐκ τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν ἡμῖν αὐτοῖς ἤδη ὑπαρξάντων  ἡ παράκλησις πολλάκις ἰσχυρὰ γίνεται· ὃ καὶ Παῦλος ἐποίει Φιλιππησίοις γράφων  καὶ λέγων·  Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς τὰ εἰς τὴν  χρείαν  μοι ἐπέμψατε.  ∆ιά  τοι  τοῦτο  πολλοὶ  πολλοῖς  διδόντες  τοῦτο  παρεγγυῶσι,  μὴ  ἐξειπεῖν ἑτέροις, ἵνα  μὴ ἡ εἰς τὸν ἕνα γενομένη χάρις πολλοὺς ἐπεγείρῃ τῷ δεδωκότι τοὺς αἰτοῦντας, ὥσπερ οὖν οὐκ ἔχοντος καταφυγεῖν  εἴς τινα ἀναχώρησιν τοῦ δόντος ἅπαξ, εἰ μὴ  καὶ  ἑτέροις  δοίη.  Ἀλλ'  ἄνθρωποι   μὲν  εἰκότως,  ἅτε  ἐκ  τοῦ  διδόναι  γενόμενοι πενέστεροι, τοῦτο κελεύουσιν· ὁ δὲ Θεὸς τοὐναντίον καὶ ἀνακηρύττει καὶ βοᾷ τὰ ἑτέροις διδόμενα,  εἰς τὸ καὶ ἑτέροις  παρασχεῖν  πρόφασιν  τοῦ πάλιν  αὐτὸν  αἰτῆσαι. Τῷ γὰρ διδόναι μείζων αὐτοῦ ὁ πλοῦτος δείκνυται. ∆ιό φησιν ὁ Παῦλος· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους  αὐτόν. Εἶδες καινήν τινα φύσιν πλούτου; Ταύτην καὶ σὺ μιμοῦ  τὴν  φιλοτιμίαν.  Ὅταν  γὰρ ἀναλώσῃς  τὸν  ἀποκείμενον  πλοῦτον,  τότε μᾶλλον αὐτὸν αὐξήσεις· ἂν δὲ κατορύξῃς, τότε μᾶλλον ἠλάττωσας. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ τῶν πνευματικῶν τοῦτο συμβαίνει, ὅπου γε καὶ ἐπὶ τῶν σαρκικῶν οὕτω γίνεται; Καὶ γὰρ ἂν φειδόμενός  τις τὸν σῖτον οἴκοι κείμενον  μὴ δαπανήσῃ, μηδὲ εἰς τὰς ἀρούρας ἐκβάλῃ, τῷ στόματι τῶν  σκωλήκων  αὐτὸν  παρέδωκεν· ἂν δὲ σκορπίσῃ, πλείονα  τὸν ἀμητὸν ἐργάζεται.

γʹ. Ἀκούσατε  ὅσοι  πρὸς  τὴν  ἐλεημοσύνην   ἐστὲ  ὀκνηροί.  Ἀκούσατε  οἱ  τὸν πλοῦτον  ὑμῖν  ἐλαττοῦντες  τῇ  φυλακῇ.  Ἀκούσατε οἱ τῶν  ὄναρ  πλουτούντων  οὐδὲν διακείμενοι  ἄμεινον.  Ὀνείρατος  γὰρ οὐδὲν  ἄμεινον  τὰ παρόντα· ἀλλ' ὥσπερ οἱ καθ' ὕπνους  φανταζόμενοι   χρήματα  ἔχειν,  κἂν  τῶν  ταμιείων  γένωνται   τῶν  βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας· οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων  ἔσται πενέστερος κἂν τὰ πάντων  ᾖ κεκτημένος· ὄναρ γὰρ ἐπλούτησε μόνον. Εἰ τοίνυν  βούλει μοι δεῖξαι τὸν εὔπορον, τότε μοι δεῖξον, ὅταν ἡμέρα γένηται, ὅταν εἰς τὴν πατρίδα ἀπέλθωμεν ἐκείνην· νῦν δὲ οὐκ ἀνέξομαι τὸν πλούσιον  διαγινώσκειν   καὶ  τὸν  πένητα.  Οὐ γάρ  ἐστιν  ἀλήθεια  πραγμάτων,   ἀλλ' ὀνομάτων  χάρις καὶ εὐφημία μᾶλλον. Καθάπερ γὰρ τοὺς τυφλοὺς  καλοῦσιν οἱ πολλοὶ πολυβλέποντας,  ἀλλ' οὐκ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πρᾶγμα, ἀλλ' οὗτοι μάλιστά εἰσιν οἱ μὴ ὁρῶντες·  οὕτω  δὴ καὶ τὸ τῶν  πλουσίων  ὄνομα  περιφέρεσθαι  ἐνταῦθά  φημι  τῶν οὐδὲν ἐκεῖ κεκτημένων.  Ὅταν γὰρ ἐνταῦθα πλουτῇ, τότε μάλιστα οἶδα ὅτι πένης ἐστίν. Εἰ γὰρ μὴ σφόδρα πένης  ἦν, οὐκ ἂν σφόδρα ἐπλούτει.  Ὥσπερ γὰρ τὸν  πηρὸν, εἰ μὴ καθόλου  τετύφλωται,  οὐκ ἂν αὐτὸν  πολυβλέποντα  ἐκάλεσαν· οὕτω  δὴ καὶ ἐνταῦθα λογιστέον. Ἀποθέμενοι οὖν τῶν ὀνομάτων  τὴν ἀπάτην, ἀντιλάβωμεν τῶν πραγμάτων τὴν ἀλήθειαν. Οὐ γὰρ ἐν ὀνόμασι τὰ πράγματα ἕστηκεν, ἀλλ' αἱ τῶν πραγμάτων φύσεις τὰ ὀνόματα κατὰ τὴν οἰκείαν ὑπόστασιν πλάττουσιν. Ὁ δεῖνα πλούσιος καλεῖται, ἀλλ' οὐκ ἔστι. Καὶ πῶς οὐκ ἔστιν, ὅταν πολὺς μὲν ἄργυρος, πολὺ δὲ χρυσίον, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια χρυσᾶ, καὶ τὰ ἄλλα πάντα αὐτῷ περιῤῥέῃ; Ὅτι οὐ χρυσίον, οὐδὲ ἱμάτια, οὐδὲ χρήματα, ἀλλ' ἐλεημοσύνη ποιεῖ πλούσιον Ταῦτα γὰρ χόρτος, ταῦτα ξύλα καὶ καλάμη. Ἐπεὶ ποῖον ἱμάτιον, εἰπέ μοι, τότε τὸν γυμνὸν ἑστῶτα ἐπὶ τοῦ φοβεροῦ βήματος ἐκείνου περιβαλεῖν    δυνήσεται;     Ὅπερ   καὶ   Παῦλος   δεδοικὼς   ἔλεγεν·   Εἴπερ   καὶ ἐνδυσάμενοι,  οὐ  γυμνοὶ  εὑρεθησόμεθα.  Ποῖα χρήματα  τὸν  κινδυνεύοντα ἐξελέσθαι δυνήσεται; ποῖοι οἰκέται μαστιζομένῳ  παραστήσεσθαι τῷ δεσπότῃ; ποῖαι οἰκίαι; ποῖοι λίθοι   πολύτιμοι;   ποῖα   βαλανεῖα   τὸν   ῥύπον   ἀποσμῆξαι   δυνήσεται   τὸν   ἐκ   τῶν ἁμαρτημάτων; Μέχρι τίνος ἑαυτοὺς ἀπατᾶτε; μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης; Ἀλλ' ἐπὶ τὰ προκείμενα ἐπανίωμεν. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν  ταῖς  ἡμέραις  αὐτῶν,  ἐν  ἡμέραις  ἀρχαίαις.  Ἔξεστι καὶ  ἡμῖν  τοῦτο  εἰπεῖν  κατὰ ἀναγωγὴν  τὸ ῥῆμα. Εἰ μὲν καὶ ἐκείνοις  οἱ πατέρες διηγήσαντο,  ἀλλὰ καὶ ἡμῖν ἡ τοῦ Θεοῦ χάρις ἔδωκε διὰ τῆς ἐπιφοιτήσεως  τοῦ Πνεύματος μαθεῖν τὰ ἐκείνων.  Πῶς δὲ ἄν τις κατὰ ἀναγωγὴν  αὐτὰ ἐκλάβοι; Εἰς τὰ τῆς καινῆς χάριτος ἕλκων  κατορθώματα, ὅτι πρὸς τὸν οὐρανὸν ἀνενέχθημεν,  ὅτι βασιλείας ἠξιώθημεν,  ὅτι Θεὸς ἄνθρωπος  γέγονε, τὸ  μεσότοιχον  τοῦ  φραγμοῦ  λύσας. Ἀλλ' ἴωμεν  ἐπὶ  τὴν  ἱστορίαν  λοιπόν.  Ἔργον ὃ εἰργάσω  ἐν  ταῖς  ἡμέραις  αὐτῶν,  ἐν  ἡμέραις  ἀρχαίαις.  Παλαιοῦ  τινος  διηγήματος μέμνηται, καὶ ἀρχαῖα παράγει κατορθώματα. Καὶ τίνος ἕνεκεν οὐ νέου τινὸς μέμνηται καὶ  προσφάτου; Ὅτι  παρὰ  μὲν  ἀνθρώποις  εἰκότως  τῶν  προσφάτων  ποιούμεθα  τὴν διήγησιν,  καὶ ἀπὸ τούτων  αὐτοὺς ἐπισπώμεθα, ἅτε τῆς μνήμης  αὐτοῖς ἐξασθενούσης· παρὰ δὲ Θεῷ πάντα γνωστὰ, ὁμοίως καὶ τὰ παλαιὰ καὶ τὰ νέα. Ἰδοὺ γὰρ, φησὶ, σὺ ἔγνως πάντα,  τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Οὐδὲν διαφέρει  ἄν τε παλαιόν  τις, ἄν τε νέον  εἴπῃ διήγημα, μόνον οἰκεῖον τῷ ὑποκειμένῳ ἔστω. Ποῖον οὖν, φησὶ, διήγημα ἀρχαῖον λέγειν βούλεται; Ἀκούσωμεν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, φησὶ, καὶ κατεφύτευσας αὐτούς· ἐκάκωσας  λαοὺς,  καὶ  ἐξέβαλες  αὐτούς.  Ἆρα ἐπέγνωτε  ποῖον  λέγει  πόλεμον,  ποίαν νίκην, ποῖον τρόπαιον, ἢ τῆς παρ' ἡμῶν ἔτι δεῖσθε σαφηνείας; Ἤδη μὲν οἶμαι πολλοὺς συνεωρακέναι  τὸ λεγόμενον·  διὰ  δὲ τοὺς  ἀγνοοῦντας  ἀναγκαῖον  καὶ  τὰ παρ' ἡμῶν προσθεῖναι. Ποίων οὖν τροπαίων  μέμνηται;  ποίων  κατορθωμάτων;  Τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν τῇ ἐρήμῳ, τῶν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· μᾶλλον δὲ τῶν ἐν τῇ ἐπαγγελίᾳ. Οὐ γὰρ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, οὗτοι καὶ τῆς Παλαιστίνης ἐπέτυχον, ἀλλὰ πάντες ἔπεσον ἐν τῇ ἐρήμῳ. Ὅτε γοῦν οἱ ἐξ ἐκείνων  τεχθέντες,  καὶ οἱ ἐν τῇ ἐρήμῳ τραφέντες,  εἰσῄεσαν εἰς Παλαιστίνην, φησὶν, οὐκ ἐδέησεν αὐτοῖς ὅπλων· ἀλλ' αὐτοβοεὶ τὰς πόλεις εἷλον, καὶ διαβάντες τὸν Ἰορδάνην, τὴν πρώτην αὐτοῖς ἀπαντήσασαν πόλιν τὴν Ἱεριχὼ, καθάπερ χορεύοντες  μᾶλλον  ἢ πολεμοῦντες  κατήνεγκαν.  Κεκοσμημένοι γὰρ ὅπλοις  οὐχ ὡς ἐν μάχαις,  ἀλλ'  ὡς  ἐν  πανηγύρει   καὶ  χορείᾳ  ἐξῄεσαν,  ἀντὶ  καλλωπισμοῦ   μᾶλλον   ἢ ἀσφαλείας τὰ ὅπλα περιθέμενοι, καὶ τὰς ἱερὰς στολὰς περικείμενοι, καὶ προηγουμένους ἔχοντες τοῦ στρατοπέδου τοὺς Λευΐτας, ἐκύκλουν τὸ τεῖχος. Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν  καὶ  παράδοξον,  χιλιάδας   τοσαύτας  στρατοπέδων   ἐν  τάξει  καὶ  ῥυθμῷ βαινόντων,  ἐν  ἡσυχίᾳ  καὶ  κόσμῳ πολλῷ,  ὡς  οὐδενὸς  παρόντος,  μετὰ  τῆς  ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων.  Αἰσχυνέσθωσαν οἱ θορυβοῦντες ἐν ἐκκλησίᾳ.  Εἰ γὰρ  ἔνθα  σάλπιγγες  ἤχουν,  τοσαύτη  ἦν  εὐταξία,  ἔνθα  αὐτὸς    Θεὸς φθέγγεται, τίνος τεύξονται συγγνώμης οἱ διὰ τῶν οἰκείων θορύβων τῆς ἐκείνων ἀκοῆς τὴν  ἀκρίβειαν  ἐκκρούοντες;  Ἀλλὰ  τίνος  ἕνεκεν,  φησὶν,  οὐκ  ἐμνημόνευσε  τῶν  ἐξ Αἰγύπτου;  Ἐπειδὴ  πάντες   ἔπεσον,  ἐπειδὴ  δίκην   ἔδοσαν.  Τίνος  δὲ  ἕνεκεν   πάντες ἀπώλοντο; Ἐπειδὴ τὰ μεγάλα  ἥμαρτον.  Ἐντεῦθεν  δὲ καὶ  ἕτερον  ᾠκονόμει,  τὸ τοὺς μέλλοντας τὴν Παλαιστίνην ἀπολαμβάνειν  ἀθεάτους εἶναι τῶν ἐν Αἰγύπτῳ κακῶν, τῆς δεισιδαιμονίας,  τῆς  ἀσεβείας  ἁπάσης,  καὶ  μηδένα  διδάσκαλον  ἔχειν  τῆς  τοσαύτης πονηρίας. Οὕτω γὰρ προκατείχοντο  τῇ τῶν Αἰγυπτίων συνηθείᾳ, οὕτως ἦσαν ἁλόντες, ὡς μετὰ τοσαῦτα θαύματα  μηδὲ ἐν τῇ ἐρήμῳ ἀποτρίψασθαι  καθαρῶς  τῆς πλάνης  τὰ λείψανα. Εἰ δὲ καὶ Χαναναίους ἔλαβον διδασκάλους τῶν προτέρων χαλεπωτέρους,  ποῦ οὐκ ἂν ἐξώκειλε τὰ τῆς ἀσεβείας αὐτοῖς; ∆ιὰ δὴ τοῦτο κατεῖχεν  αὐτοὺς ἐπὶ τῆς ἐρήμου τοὺς τεχθέντας, ἕως εἰς ἀνδρῶν ἡλικίαν ἦλθε τὰ ἔγγονα τὰ ἐκείνων.

δʹ. Καὶ ταῦτα οὐκ οἴκοθεν φθεγγόμενοι  λέγομεν,  ἀλλ' ἀπὸ τῶν  Γραφῶν ἀποδεικνύοντες.  ∆ιὰ γὰρ τοῦ Ἰεζεκιὴλ τοῦτο αὐτὸ ὁ Θεὸς ὀνειδίζει αὐτοῖς, ὅτι εἰς τὴν ἔρημον αὐτοὺς ἀγαγὼν  καὶ πολλὰ  διαλεχθεὶς  οὐκ ἠκούετο. Ἀλλὰ τίνος  ἕνεκεν  ὅπλα
 αὐτοὺς περικεῖσθαι ἐκέλευσε μέλλοντας προσιέναι τῇ Ἱεριχῷ; Θαυμαστότερον γὰρ ἦν, εἰ χωρὶς ὅπλων  τοῦτο ἐποίουν. Μάλιστα μὲν οὖν κἂν κελεύῃ τι ποιεῖν  ἀνθρώπινον,  καὶ προσλαμβάνειν τινὰ συμμαχίαν αἰσθητὴν, συγκατιὼν αὐτῶν τῇ ἀσθενείᾳ τοῦτο ποιεῖ. Τί γὰρ ἠδύνατο ὅπλων περιβολὴ πρὸς τείχους καταβολήν; τί δὲ σαλπίγγων ἠχή; Εἰ μὲν γὰρ πρὸς ἀνθρώπους  ὁ πόλεμος ἦν, εἶχέ τίς τινα  ῥοπὴν καὶ τοῖς ὅπλοις  λογίζεσθαι·  εἰ δὲ τεῖχος ἔμελλε καταπίπτειν,  τίνος ἕνεκεν ὅπλα περίκεινται; Καὶ ἐπὶ τοῦ Γεδεὼν δὲ πάλιν οἱ εἰλημμένοι  τῶν μὴ εἰλημμένων  ἦσαν ἴσοι· πάντες γὰρ ἦσαν δῆλοι. Τίνος οὖν ἕνεκεν ταῦτα γίνεται; Ὥστε εἰς πίστιν αὐτοὺς ἄγεσθαι τοὺς ταῦτα κελευομένους.  Ἡ γὰρ ψυχὴ συντραφεῖσα σώματι, καὶ οὐδὲν ἀσώματον ἰδοῦσά ποτε, καὶ πρὸς τὰ αἰσθητὰ κεχηνυῖα, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ νοητὰ χειραγωγηθῆναι ἐδεῖτο. Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ  διαλεγομένοις   ἐγένετο   χρεία  ἀνθρωπίνων  μνησθῆναι   μελῶν,   οὐχ  ἵνα   τὴν ἀκήρατον  ἐκείνην  φύσιν  εἰς  μελῶν  σχήματα  συμπλάσωσιν,  ἀλλ' ἵνα  τὴν  αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα. Ἐπεὶ οὖν καὶ ἡ ἐνέργεια  τοῦ Θεοῦ νοητόν  τί ἐστιν, ἵνα μὴ ἀπιστήσωσιν  οἱ τότε, τίθησί τι αἰσθητόν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐν ἑπτὰ ἡμέραις καταστραφήσεται  ἡ πόλις, ἡσυχαζόντων ὑμῶν, καὶ μηδὲν ἐργαζομένων, ἴσως ἂν πολλοὶ ἠπίστησαν· νυνὶ δὲ καθάπερ ὑποβάθραν τινὰ  τῇ διανοίᾳ  τῇ ἀνθρωπίνῃ  τὰ ἐπιτάγματα  ταῦτα ὑποτίθησι. Καὶ ἵνα  μὴ νομίσητε στοχασμόν τινα  εἶναι  τὸ λεγόμενον,  ἱστορίαν τινὰ  ὑμῖν  παλαιὰν   πιστουμένην τὸν λόγον διηγήσασθαι βούλομαι. Νεαιμάν τις ἦν Σύρος. Οὗτος ὑπὸ λέπρας ἁλοὺς, καὶ αἰσχυνόμενος τῷ πάθει, ὡς ὑπὲρ μεγίστων κινδυνεύων,  ἔρχεται εἰς τὴν Παλαιστίνην δεῖ γὰρ ἐπιτεμεῖν  τὸν  λόγον,  λύσιν  βουλόμενος  εὑρεῖν  τοῦ  κακοῦ  παρὰ τοῦ  προφήτου. Ἐλθὼν τοίνυν,  καὶ πρὸς τῇ θύρᾳ τοῦ ἀνδρὸς στὰς, ἐκάλει τὸν ἰατρόν. Ὁ δὲ ὑπήκουσε μὲν, οὐ μὴν ἐξῆλθεν, ἀλλ' ἀπέστειλε πρὸς αὐτὸν κελεύων  βαπτίζεσθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ. Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰσθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον  διανοίας,  οὐκ  ἐπείσθη.  Ἀλλὰ  τί  φησιν;  Ἐγὼ  ἔλεγον,  ὅτι  ἐξελεύσεται  καὶ ἐπιθήσει  αὐτοῦ  τὴν  χεῖρα,  καὶ  ἐπικαλέσεται  τὸν  Θεὸν  αὐτοῦ,  καὶ  ἀποσυνάξει  τὴν λέπραν. Ὁρᾷς τὴν ψυχὴν, πῶς αἰσθητοῦ τινος ἐδεήθη σχήματος; Τὸ γὰρ μὴ νομίσαι τοῦ ἰατροῦ   τὸ   πρόσταγμα   ἀρκεῖν,   ἀλλὰ   δεηθῆναι    χειρὸς,   τῆς   ἀσθενείας   ἦν   τοῦ θεραπευομένου. Πολλὰ δὲ καὶ ἕτερα ἐντεῦθεν  ἡμῖν λύεται. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ πανταχοῦ  λόγῳ ἰᾶται, ἀλλὰ καὶ τῇ χειρί· καὶ γὰρ ἔβαλε τὴν χεῖρα εἰς τὸ στόμα καὶ εἰς τὴν γλῶτταν·  καὶ ἀλλαχοῦ  μὲν λόγῳ  μόνῳ, ἀλλαχοῦ  δὲ θελήματι  πάντα ποιῶν,  τοὺς προσιόντας ἰᾶτο. Τίνος οὖν ἕνεκεν  τοῦτο ἐποίει; ∆ιὰ τὴν ἀσθένειαν τῶν προσιόντων. Καὶ ἵνα  μάθῃς, ὅτι διὰ τὴν  ἀσθένειαν  αὐτῶν  τοῦτο  ἐγίνετο,  τοὺς μὴ δεομένους  τῶν τοιούτων  ἐπῄνει. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον·  ἐπειδήπερ  αὐτὸν  οὐχ  εἵλκυσεν  εἰς  τὴν  οἰκίαν  ὁ ἑκατόνταρχος,  ἀλλ' ἔφησεν ἀρκεῖν αὐτοῦ τὸ πρόσταγμα. Ἐπὶ οὖν Ἐζεκίου οὐδὲν τοιοῦτον  γίνεται,  ἀλλὰ πόῤῥησις μόνη, καὶ οὐδὲν ἀνθρώπινον παρελαμβάνετο·  διά τοι τοῦτο καὶ ἐπὶ τοῦ τὴν γυναῖκα ζηλοτυποῦντος  παχύτερόν τι πρᾶγμα ἐπετάττετο. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν  ἐκλαβεῖν τοῦτο Πάντα γὰρ ταῦτα τύποι συνέβαινον  ἐκείνοις, φησίν· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων  κατήντησεν, ἐννόει τοὺς ἀρίστους τῶν διδασκάλων τῆς Ἐκκλησίας ἀντὶ σάλπιγγος τῷ λόγῳ χρωμένους, καὶ τὰ τῶν ἐναντίων  τείχη καταβάλλοντας,  καὶ τοὺς λαοὺς ὡπλισμένους  τῇ τοῦ Ἰησοῦ παντευχίᾳ.  Ὁ δὲ τῶν ἑπτὰ ἡμερῶν  ἀριθμὸς  τὸ  σάββατον  ἡμῖν  προδιαλύει.  Οὐ γὰρ προηγουμένως  ἐδόθησαν  αἱ τοιαῦται  τοῦ νόμου ἐντολαί.  ∆ιὰ τοῦτο περὶ μὲν τῶν θυσιῶν φησι· Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ πάλιν· Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσι τὰς ἁμαρτίας  σου;   Καὶ  πάλιν·   Μὴ  σφάγια   καὶ   θυσίας   προσηνέγκατέ   μοι   ἐν   τῇ   ἐρήμῳ   ἔτη τεσσαράκοντα; Καὶ πάλιν· Ἵνα τί μοι λίβανον  ἐκ Σαβὰ φέρεις, καὶ κινάμωμον  ἐκ γῆς μακρόθεν;   Καὶ  πάλιν·   Θυσίαν   καὶ   προσφορὰν   οὐκ   ἐθέλησας.   Καὶ  πάλιν·   Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτῷ; Καὶ, Εἰ ἠθέλησας θυσίαν, ἔδωκα  ἄν.  Καὶ πάλιν·  Ἀκοὴ  ἀγαθὴ  ὑπὲρ  θυσίαν.  Καὶ τὰς  ἑορτὰς  ἐκβάλλων   φησί· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ἀπόστησον ἀπ' ἐμοῦ . ἦχον ᾠδῶν σου, καὶ ψαλμῶν   ὀργάνων   σου  οὐκ  ἀκούσομαι.  Καὶ, Ἡμέραν  μεγάλην   οὐκ  ἀνέχομαι,  καὶ νηστείαν καὶ ἀργίαν μισεῖ ἡ ψυχή μου. Καὶ πάλιν· Οὐχ αὕτη ἡ νηστεία, ἣν ἐξελεξάμην. Καὶ ὁ Ἰεζεκιὴλ  πάλιν  ἔλεγε· ∆ώσω ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε ἐν αὐτοῖς. Οὕτω καὶ τὸ σάββατον ἐνταῦθα λύεται. Ἀλλὰ διὰ τί λέγει· Τίς ἐξεζήτησε ταῦτα ἐκ  τῶν  χειρῶν   ὑμῶν·  Τοῦτο  ὑμῖν  καταλιμπάνω   λῦσαι  δυνήσεσθε  δὲ  τὰ  τοιαῦτα εὑρίσκειν, ἂν βίον ἐπιδείξησθε καθαρόν.

εʹ. Εἰ γὰρ τὸν  Κορνήλιον διὰ βίον ἄριστον ἐκάλεσεν ἐπὶ τὴν  τῶν  ἀποῤῥήτων γνῶσιν, καὶ τὸν εὐνοῦχον  διὰ τὸ ἀναγινώσκειν  σπουδαίως ἐποίησε καὶ γνῶναι· πολλῷ μᾶλλον ὑμᾶς τοὺς ἤδη τῆς πίστεως ἀπολαύσαντας, βίον ὀρθὸν ἐπιδειξαμένους, διδάξει τὰ σαφέστερα. Ὥσπερ γὰρ ὁ ἀκάθαρτος βίος ἐμποδίζει τὴν τούτων  γνῶσιν  καθάπερ ὁ Παῦλός φησιν· Οὐκ ἠδυνήθην  ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς,  ἐπειδὴ ἔρεις ἐν ὑμῖν εἰσι καὶ  ζῆλοι·  καὶ    Ἡσαΐας  πάλιν·  Γνῶναι  μου  τὰς  ὁδοὺς  ἐπιθυμήσουσιν,  ὡς  λαὸς δικαιοσύνην  πεποιηκὼς, οὕτως ὁ καθαρὸς βίος ὁδηγεῖ καὶ ἡ σπουδὴ ἡ περὶ τὸ ζητεῖν. Ζητεῖτε γὰρ, φησὶ, καὶ εὑρήσετε. Καὶ ἡ παραβολὴ δὲ ἡ τοῦ τοὺς ἄρτους αἰτοῦντος παρὰ τοῦ καθευδήσαντος ἤδη φίλου, τοῦτο δείκνυσι. ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν, ἐπειδὴ πνευματικὰ ᾔτησε, καὶ ἅπερ οὐκ ᾔτησεν ἔλαβεν. Ὅταν δὲ καὶ προσεδρία, καὶ πνευματικὴ αἴτησις, καὶ βίος καθαρὸς παρῇ, ἐννόησον πόση ἔσται εὐκολία πρὸς τὸ λαβεῖν· καίτοι γε προσεδρία καὶ καθ' ἑαυτὴν ἴσχυσε μόνον· Λέγω γὰρ ὑμῖν, φησὶν, εἰ καὶ μὴ διὰ τὸ εἶναι αὐτοῦ φίλον  μὴ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν  αὐτοῦ δώσει αὐτῷ. Ἀλλ' ἐπανίωμεν ἐπὶ τὸ προκείμενον.  Ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἡ χείρ  σου  ἔθνη  ἐξωλόθρευσε  καὶ  κατεφύτευσας  αὐτούς.  Ὅρα πῶς  τῇ  λέξει  κυρίως κέχρηται.  Οὐ γὰρ  μέχρι  νίκης  καὶ  ἥττης  τὰ  πράγματα,  φησὶν,  ἔστησας τότε·  ἀλλὰ περαιτέρω πάντα προῄει· καίτοι γε πρὸ τούτου οὐκ ἴσα τὰ τῆς παρατάξεως ἦν. Οἱ μὲν γὰρ κατεῖχον,  οἱ δὲ ἐπήλυδες ἦσαν· ἀλλ' ὅμως τοσαύτη γέγονεν  ἡ μεταβολὴ, ὡς τοὺς μὲν προῤῥίζους ἀνασπασθῆναι, τοὺς δὲ γενέσθαι πολίτας καὶ οἰκήτορας. ∆ιὰ τοῦτο ἐπ' ἐκείνων μέν φησιν· Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν· ἐπὶ δὲ τῶν Ἰουδαίων, Κατεφύτευσε. Χεῖρα δὲ τὴν δύναμιν  αὐτοῦ φησιν. Εἰ δὲ ἐκείνους ἔξωθεν ἐπιόντας, καὶ οὐ πόλιν, οὐκ οἰκίαν  ἔχοντας,  οὐχ  ὅπου  ὁρμήσωσι καὶ  στῶσιν,  οὕτω  ταχέως  ἀπέδειξε  τῶν  ἔνδον οἰκούντων δυνατωτέρους, πολλῷ μᾶλλον ἡμᾶς τῶν πατρῴων ἐκβεβλημένους οὐ περιόψεται,  φησί.  Τί δέ ἐστι τὸ, Ἐφύτευσας; Ἔπηξας. . Τὸ γὰρ  πεφυτευμένον μόνιμον  καὶ  πεπηγὸς  γίνεται.  Τί οὖν; οὐ  μετέστησαν,  εἰπέ  μοι; οὐκ  ἀπήχθησαν  εἰς ἀλλοτρίους τόπους; Ναὶ, ἀπήχθησαν, ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τοῦ καταθέντος, ἀλλὰ παρὰ τὴν  κακίαν  τῶν  φυτευθέντων. Εἰ γὰρ μὴ τὰ παρ' αὐτῶν  ἐνεπόδισεν,  οὐδὲν  ἂν ἐκώλυσε μεῖναι ἐπὶ τῆς οἰκίας, Ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Τινὲς περὶ τῶν Αἰγυπτίων τοῦτό φασι λέγεσθαι· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τῶν ἐθνῶν τοῦτο εἰρῆσθαι. Καὶ γὰρ κἀκείνους τιμωρίας ἀπῄτησεν ἐν ἑκατέρῳ τὴν ἑαυτοῦ δύναμιν ἐπιδεικνύμενος,  καὶ ἐν  τῷ  τοὺς  πολεμίους  ἀναιρεῖν,  καὶ ἐν  τῷ  τοὺς  οἰκείους  συγκροτεῖν.  Οὐ γὰρ ἐν  τῇ ῥομφαίᾳ  αὐτῶν  ἐκληρονόμησαν  γῆν.  Ἄλλος  φησὶν,  Οὐ γὰρ  ἐν  τῇ  μαχαίρᾳ  αὐτῶν
ἐκληρονόμησαν τὴν γῆν. Οὐδὲ ὁ βραχίων αὐτῶν ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἄλλος φησί· Τὸ φῶς. Ὅτι ηὐδόκησας ἐν αὐτοῖς. Καὶ μὴν ὡπλισμένοι πάντες ἐκράτουν ἐν τοῖς πολέμοις· ὡπλισμένοι μὲν, ἀλλ' οὐκ ἦν ὅπλων τὸ ἔργον, ἀλλὰ τοῦ στρατηγοῦντος Θεοῦ. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν; Πῶς δὲ τὸ πρᾶγμα κληρονομίαν καλεῖ, τῶν πατέρων, καὶ τῶν πάππων, καὶ τῶν ἐπιπάππων  οὐ κατεσχηκότων  τὴν γῆν, ἀλλ' ἐν ἑτέρῳ δαπανηθέντων καιρῷ; Ὅτι πρὸς τοὺς πατέρας ἦν ἡ ὑπόσχεσις. ∆εῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· καὶ, Σοὶ δώσω τὴν γῆν, καὶ τῷ σπέρματί σου. Εἰπὼν δὲ δεξιὰν καὶ βραχίονα, ἐπειδὴ παχυτέρων ἐμνήσθη λέξεων, ὅρα πῶς ἀνάγει τὸν λόγον, πάλιν ἐπάγων, καὶ λέγων· Καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, τουτέστιν, ἡ ἀντίληψις, ἡ πρόνοια. Τὸ γὰρ βουληθῆναι,  τὸ παρεῖναι ἤρκεσε μόνον αὐτοῖς. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ηὐδόκησας ἐν αὐτοῖς· τουτέστιν, ὅτι ἠγάπησας αὐτοὺς, ὅτι ἐβουλήθης. Ὥστε χάριτος ἦν, οὐ κατορθωμάτων  τὰ πράγματα, οὐδὲ ἐξ οἰκείας ἀρετῆς ἐπέτυχον, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.  Σὺ εἶ  αὐτὸς    βασιλεύς  μου  καὶ    Θεός μου,    ἐντελλόμενος  τὰς σωτηρίας  Ἰακώβ.  Ἄλλος,  Ἔντειλαι  περὶ τῆς  σωτηρίας  τοῦ Ἰακώβ.  Καὶ ποία  αὕτη  ἡ ἀκολουθία; Πολλὴ μὲν πρὸς τὰ εἰρημένα.  Ὃ γὰρ λέγει,  τοῦτό  ἐστιν· Ἡμεῖς ἐκείνων ἔγγονοι,  καὶ σὺ ὁ Θεὸς ὁ αὐτὸς, ὁ καὶ τότε καὶ νῦν ἐκεῖνα ἐργασάμενος. Πόθεν οὖν ἡ τοσαύτη μεταβολή; Οὐ γὰρ δὴ ἄλλος  μὲν ἐκεῖνος  ὁ Θεὸς, ἄλλος  δὲ σὺ, ἀλλὰ  σὺ εἶ ὁ αὐτός.

Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐτὸς, καὶ    πρόνοια    αὐτή.  Πόθεν  οὖν    μεταβολὴ  τῶν  πραγμάτων;   Τί  δέ  ἐστιν,  Ὁ ἐντελλόμενος;  Ὁ κελεύων,  ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν  τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ' ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσο .176 μεν τοὺς ἐπανισταμένους  ἡμῖν. Ἄλλος  φησὶ,  Συμπατήσομεν.  Τί λέγω,  φησὶν,  Ἐν σοί;  Ἀρκεῖ τὸ  ὄνομά  σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ' ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσόμεθα, ἀλλ',  Ἐξουδενώσομεν,  οὐδὲ ἡγησόμεθα αὐτούς  τι εἶναι,  φησὶν,  οὐδὲ φοβηθησόμεθα, ἀλλ' ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ. Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ  τίνος   ἕνεκεν   κέχρησαι  τούτοις;   τί   δὲ  καθοπλίζῃ,   καὶ  τόξον   καὶ  μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ' αὐτὸν ῥίπτω. Οὕτω πολεμεῖν  τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο  ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι,  οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ  τῷ  ἐλέει  τοῦ Θεοῦ. Οὕτω καὶ ∆ανιὴλ  ἔλεγεν·  Οὐκ ἐν  ταῖς  δικαιοσύναις  ἡμῶν ἐπιῤῥίπτομεν   ἡμεῖς  τὸν  ἔλεον   ἡμῶν   ἔμπροσθέν  σου.  Ἔσωσας  γὰρ  ἡμᾶς  ἐκ  τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ λέγειν  τὰ παλαιὰ, φησὶ, καὶ τὰ τῶν  προγόνων;  Ἡμεῖς αὐτοὶ πολλὰ  τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα. ∆ιὰ γὰρ τοῦτο εἶπε, Κατῄσχυνας, ἐμφαίνων  ὅτι οὐχ ἁπλῶς ἡμᾶς ἐξείλου, οὐδὲ ἁπλῶς ἐξήρπασας, ἀλλὰ μετὰ τῆς αἰσχύνης τῶν ἐπιόντων  ἡμῖν. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Ἄλλος φησί· Τὸν Θεὸν ὑμνοῦμεν κατὰ πᾶσαν ἡμέραν. Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει. Ὅλην γὰρ τὴν ἡμέραν, πᾶσαν λέγει τὴν  ζωήν.  Οὐ γὰρ παυόμεθα  ὑμνοῦντες  καὶ ἐγκαλλωπιζόμενοί σου ταῖς  συμμαχίαις. Τοῦτο γὰρ ἡμῶν δόξα, τοῦτο καύχημα, ἐν τούτῳ πρὸς ἅπαντας φιλοτιμούμεθα· οὐχ ὅτι πόλιν ἔχομεν μεγάλην καὶ θαυμαστὴν, οὐδ' ὅτι πρῶτοι νικῶμεν, οὐδ' ὅτι ῥώμῃ σώματος περιγινόμεθα· ἀλλ' ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα· οὐχ ὅταν βοηθῇς ἡμῖν μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαταλιμπάνῃς. Τοῦτο γάρ ἐστιν, Ὅλην τὴν ἡμέραν· καθάπερ καὶ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἑτέρα δόξα τοιαύτη. ∆ιὸ καὶ πάλιν ἔλεγεν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι  ἐν τῷ Θεῷ. Οὐδὲν γὰρ ἴσον τούτου  τοῦ καυχήματος.  Μηδεὶς τοίνυν  ἐπὶ πλούτῳ μεγαλοφρονείτω·  μηδεὶς ἐπί τινι τῶν βιωτικῶν,  ἀλλ' ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν ∆εσπότην. Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον.  Εἰ γὰρ τὸ ἀκούειν τοῦ δεῖνος καὶ τοῦ δεῖνος καύχημα πολλάκις  ἤνεγκε παρ' ἀνθρώποις, ἐννόησον τὸ ἀκούειν τοῦ Θεοῦ ἡλίκην φέρει δόξαν. ∆ιὸ καὶ ὁ Παῦλος ἀντὶ μεγάλου   ἀξιώματος  τέθεικε  τοῦτο  λέγων·   Οἱ  δὲ  τοῦ  Χριστοῦ, τὴν  σάρκα ἐσταύρωσαν. ∆ιάψαλμα. Ἄλλος, Ἀεί. Ὁ δὲἙβραῖος τοῦτο Σὲλ λέγει. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας  ἡμᾶς. Ἄλλος  φησὶ, Καίπερ ἀπώσω. Ἄλλος, Καί γε ἀπώσω. Ἄλλος,  Ἀλλὰ πρὸς τούτοιςἀπεβάλου. Καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἄλλος, Καὶ οὐ προέρχῃ ἐν ταῖς στρατεύσεσιν ἡμῶν. Τῷ γὰρ ἀπωσμῷ αἰσχύνη  εὐθέως ἕπεται, καὶ τὸ πᾶσι προκεῖσθαι πρὸς τὸ πάσχειν  κακῶς. ∆υνάμεις  δὲ ἐνταῦθα  τὰ στρατόπεδα αὐτῶν καλεῖ, ἐπειδὴ ἐν αὐταῖς ἡ τοῦ βασιλέως δύναμις, καὶ τοῦτο καλῶς τοῦ Θεοῦ οἰκονομήσαντος,  ὥστε  σύνδεσμον  εἶναι  τῷ  ἄρχοντι  καὶ  τοῖς  ἀρχομένοις.  Ὅ τε  γὰρ βασιλεὺς δεῖται τῶν ὑπηκόων, καὶ οὗτοι τοῦ προστάτου, καὶ ἀλλήλων  ἐν χρείᾳ καθεστήκασι πολλῇ. Ὥστε γὰρ μὴ εἶναί τινα ἀπόνοιαν, τὰ μεγάλα πολλάκις τῶν μικρῶν δεῖσθαι ὁ Θεὸς παρεσκεύασεν. Τοῦτο καὶ ἐπὶ τῶν ἀψύχων ἐποίησε. Πολλάκις γοῦν κίονα σαλευόμενον  ψηφὶς  ὑποτεθεῖσα  ἔστησε,  καὶ  μυριαγωγὸν   πλοῖον  μικρὸν  πηδάλιον ἰθύνει,  καὶ κινδύνων  ἀπαλλάττει.  Τί δέ ἐστι, Καίπερ ἀπώσω  ἡμᾶς; Ὅτι καὶ τοιαῦτα, φησὶ,  παθόντες,  οὐκ  ἀφιστάμεθά  σου,  δοξολογοῦντες,   ὑμνοῦντες,  ἐν  σοὶ καλλωπιζόμενοι.  Ἀπέστρεψας  ἡμᾶς  εἰς  τὰ  ὀπίσω  παρὰ  τοὺς  ἐχθροὺς  ἡμῶν.  Καὶ οἱ μισοῦντες  ἡμᾶς  διήρπαζον  ἑαυτοῖς.  Ἄλλος  φησὶν,  Ἔταξας  ἡμᾶς  ἐσχάτους  παντὸς ἐναντίου.  Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δεικνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην δεδώκασιν ἱκανήν.

ζʹ. Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ  τότε ᾄδοντες  καὶ λέγοντες·  Παρέδωκας  ἡμᾶς  εἰς  χεῖρας  ἐχθρῶν  ἀνόμων,  ἐχθίστων,  ἀποστατῶν,  καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ  παρὰ πᾶσαν τὴν γῆν. Καὶ πάλιν· Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ. Τοῦτο καὶ ἐνταῦθα δηλοῖ, μονονουχὶ λέγων· Πάντων γεγόναμεν ἀτιμότεροι, ἐπειδὴ τῆς σῆς ἐγυμνώθημεν  προνοίας· καὶ οὐδὲ μέχρι τούτων  ἔστη τὰ δεινὰ, ἀλλὰ καὶ νομὴ γεγόναμεν  τοῖς πολεμίοις, κατ' ἐξουσίαν ἡμᾶς διανεμομένοις.  Τοῦτο γάρ ἐστι· ∆ιήρπαζον ἑαυτοῖς, τουτέστιν, οὐδενὸς ὄντος τοῦ  κωλύοντος.  Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἄλλος φησὶν, Ἐλίκμησας ἡμᾶς. Τί ἐστιν, Ὡς πρόβατα βρώσεως; Εὐεπιχειρήτους ποιήσας, εὐτελεῖς δείξας. Ἔστι γὰρ καὶ πρόβατα κτήσεως, τὰ πρὸς γονὴν ἐπιτήδεια· τὰ δὲ, διὰ τὸ γῆρας ἢ τὸ ἄγονον, εἰς βρῶσιν μόνον ἐστὶ χρήσιμα. Καὶ τὸ δὴ χαλεπώτερον, τὸ καὶ εἰς τὰ ἔθνη διαιρεθῆναι,  ὃ πάντων  αὐτοῖς βαρύτερον ἦν, τὸ μηδὲ τὸν νόμον  δύνασθαι μετὰ ἀκριβείας φυλάττειν  ἐκεῖ, καὶ τῆς πατρῴας  ἐκπεπτωκέναι  πολιτείας.  Καὶ οὐδὲ εἰς ἓν ἔθνος,  ἀλλὰ  πανταχοῦ,  φησὶ,  καὶ  πρὸς  ἓν  μόνον  ἐσμὲν ἕτοιμοι,  τὸ  πάσχειν  κακῶς, ἀμύνεσθαι  δὲ ἢ ἀνταίρειν  χεῖρας  οὐδὲ ἰσχύομεν.  Τοῦτο γὰρ ἡ τῶν  προβάτων  εἰκὼν δηλοῖ. Ἀπέδου τὸν  λαόν  σου ἄνευ τιμῆς. Ἄλλος  φησὶν,  Ἐν οὐχ ὑπάρξει. Ἄλλος,Οὐχ ὑπάρξεως. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν  ἡμῶν. Ἄλλος φησί· Καὶ οὐ πολλὴν ἐποίησας τὴν  τιμὴν  αὐτῶν.  Ὃ δὲ λέγει  τοιοῦτόν  ἐστι· καὶ γὰρ σφόδρα ἀσαφὲς εἶναι δοκεῖ τὸ ῥητὸν, ἀλλὰ  προσέχετε, ἵνα  μετὰ συνέσεως ψάλλητε.  Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ εὐτελὲς αὐτῶν καὶ οὐδαμινὸν παρίστησιν. Ὡς οὐδενὸς ὄντας ἀξίους, ὡς εὐώνους  καὶ εὐκαταφρονήτους,  οὕτως ἡμᾶς εἴασας. Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης  φησίν. Ἔθος γὰρ ἡμῖν τὰ ἄτιμα καὶ τὰ εὐτελῆ καὶ ἄνευ τιμῆς διδόναι· ὧν δὲ πολὺς ἡμῖν ὁ λόγος, κἂν ἀποδώμεθα, πολλῆς ἀποδιδόμεθα τιμῆς· ὧν δὲ οὐ πολὺς λόγος ἡμῖν,  ταῦτα  καὶ δωρεὰν  παρέχομεν.  Τῶν γοῦν  οἰκετῶν  τοὺς  ἀγνώμονας  οἱ μὲν  τὰς ἡμισείας τῆς τιμῆς,  οἱ δὲ τούτους  ἀπέδοντο  μὴ λαβόντες  μηδέν.  Εἰ δὲ τὸ ἐλάττονος παραχωρῆσαι τιμῆς δείκνυσι τὴν εὐτέλειαν  τοῦ πιπρασκομένου· τὸ μηδὲ τιμῆς λαβεῖν, ἀλλ'  ἄνευ τιμῆς, πολλῷ  μᾶλλον.  Τοῦτο οὖν φησιν· Ὥσπερ ἂν εἴ τις ἄνθρωπος  ἄνευ τιμῆς ἐκσταίη τῶν αὑτοῦ, οὕτω καὶ αὐτὸς ὡς ἀτίμους ἡμᾶς εἴασας, κατεφρόνησας ἡμῶν σφόδρα. Τοῦτο γοῦν  καὶ  ἐν  τῇ  ἐπαγωγῇ  δηλοῖ  εἰπών·  Καὶ οὐκ  ἦν  πλῆθος  ἐν  τοῖς ἀλλάγμασιν  ἡμῶν· τουτέστιν,  ἐν τῇ ὠνῇ  ἡμῶν.  ∆ιὸ καὶ ἕτερός φησιν, Ἐν τῇ τιμήσει ἡμῶν· τουτέστιν, ἐν τῇ πράσει ἡμῶν. Ἡ γὰρ τιμὴ ἄλλαγμά  ἐστι· δίδομεν  γὰρ οἰκέτην πολλάκις,  καὶ λαμβάνομεν  ἀργύριον  ἢ χρυσίον. Ἔθου ἡμᾶς ὀνειδισμὸν  τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἄλλος λέγει, Πομπὴν τοῖς κύκλῳ ἡμῶν. Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. Χαλεπὴ αὕτη τιμωρία καὶ ἀφόρητος, μάλιστα τὸ παρὰ τῶν ἀσεβῶν ὀνειδίζεσθαι, τὸ παρ' ἐχθρῶν  ταῦτα πάσχειν, καὶ κύκλῳ περικεῖσθαι τοὺς ἐπεμβαίνοντας αὐτοῖς, καὶ πανταχόθεν  αὐτοὺς περιβεβλῆσθαι ὑπὸ τῶν ὀνειδιζόντων.  Τί  δέ  ἐστι  παραβολή;  ∆ιήγημα,  ὄνειδος.  Καὶ γὰρ  μιαροί  τινες   καὶ ἀναίσθητοι  ἦσαν  οἱ  κύκλῳ,  οὐ  μόνον  οὐκ  ἐλεοῦντες,  ἀλλὰ  καὶ  ὀνειδίζοντες,  ὃ δὴ μάλιστα αὐτοὺς ἔδακνεν. Ἐνταῦθα δέ μοι τοὺς Ἄραβας λέγειν δοκεῖ, τοὺς ἐκ γειτόνων αὐτοῖς  οἰκοῦντας.  Κίνησιν κεφαλῆς  ἐν  τοῖς  λαοῖς.  Ἄλλος  φησὶ,  Μετακίνημα.  Ὁ δὲ Ἑβραῖος, Μανούδ.  Ἢτοῦτό  φησιν,  ὅτι  Μετεκίνησας  ἡμᾶς,    διὰ  τοῦ  σχήματος  τῆς κινήσεως τῆς κεφαλῆς τοῦ σφόδρα ἐφηδομένου  τὴν παροινίαν  ἐνδείκνυται.  Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστί. Ἄλλος φησίν· Ἡ ἀσχημοσύνη μου. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς  ὀνειδίζοντος  καὶ καταλαλοῦντος. Ἄλλος φησὶ, Καὶ βλασφημοῦντος. Ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.  Ταῦτα τῶν τιμωριῶν  μᾶλλον  αὐτοὺς ἔδακνεν. Ἐπειδὴ γὰρ ἀεὶ καὶ συνεχῶς εὐημερίας ἀπήλαυον, καὶ τῶν  πολεμίων  ἐκράτουν, τὰ πάντων  τότε ἠνοίχθη  στόματα, πεσόντων  αὐτῶν  καὶ ὑποσκελισθέντων,  καὶ οὐδὲ ἀνακῦψαι  εἶχον, ἀλλὰ διηνεκῆ τιμωρίαν  ὑπέμενον. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Ἄλλος, Οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου. Ἀπεναντίας τοῖς ἄλλοις, φησὶν, ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ, φησὶ, καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν ἀπερίτρεπτον  τὴν γνώμην  ἔχοντες.  Ταῦτα δὲ λέγουσιν εὐέλπιδας ποιοῦντες τοὺς ὄντας μετ' αὐτῶν. ∆ιὸ δὴ τοῦ ∆ανιὴλ καὶ τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν,  ἠνομήσαμεν·  οὗτοι  λέγουσιν·  Οὐκ ἠδικήσαμεν  ἐν  διαθήκῃ  σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων  ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.

ηʹ. Ὅπερ οὖν  ἐξ ἀρχῆς  ἔλεγον,  τοῦτο  καὶ  νῦν  φημι,  ὅτι  ἐν  εὐχῆς  τάξει  τὰ φρονήματα  αὐτῶν ἀλείφουσιν,  ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον· Τίνος ἕνεκεν ἀπεγνώκατε τῆς σωτηρίας; Θεὸν ἔχομεν  τὸν προϊστάμενον  ἡμῶν· εἰ καί τι ἡμῖν ἡμάρτηται, δίκην ἔδομεν ἱκανήν· ἐν τοῖς πειρασμοῖς ἑστήκαμεν γενναίως· τὸν ἀεὶ καὶ ἁμαρτωλῶν προϊστάμενον  ὁδηγὸν  ἔχομεν· διὸ πάντοθεν  δεῖ τὸ τέλος  προσδοκᾷν χρηστόν. Τί δέ ἐστιν,  Οὐκ ἠδικήσαμεν  ἐν  διαθήκῃ  σου; Τουτέστιν,  Οὐκ ἠδικήσαμεν  περὶ  ταῦτα,  ἃ ἐπιστεύθημεν, ἀλλ' ἐφυλάξαμεν  μετὰ ἀκριβείας. Καὶ γὰρ μεγίστη ἀδικία ἐστὶν, ὅταν τὸν νόμον τις παραβαίνῃ τὸν ἀμύνοντα, τὸν οὐκ ἐῶντα οὐδὲ παρὰ τῶν πλησίον ἀδικεῖσθαι, καὶ τὴν κακίαν κωλύοντα· ὅταν περὶ τὸν τοσαῦτα παρέχοντα ἀγαθὰ ἀγνωμονῇ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἄλλος φησὶν, Οὐκ ἀπεχώρησε. Καὶ οὐκ ἐξέκλινας τὰς τρίβους  ἡμῶν  ἀπὸ τῆς ὁδοῦ σου. Ἄλλος  φησὶν,  Οὐδὲ μετεκλίθη  τὰ ὑπορθοῦντα ἡμᾶς. Ἄλλος, Καὶ οὐκ ἀπεστράφη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ οὐκ ἔκλινε βήματα ἡμῶν.  Ὅπερ ἔμπροσθεν  εἴρηκε,  τοῦτο  καὶ  ἐνταῦθα  λέγει,  ὅτι  ἐν  τοσούτῳ  κλύδωνι κακῶν οὐδὲ μικρὸν παρεσαλεύθησαν. Καλῶς δὲ οὕτως εἶπεν. Ὥσπερ γὰρ ὁ νόμος εἰς τὰ ἔμπροσθεν ἄγει, οὕτως  ἡ παρανομία  εἰς τὰ ὀπίσω μεθίστησι· καὶ ὥσπερ ὁ νόμος τὴν ὀρθὴν  ὁδὸν  βαδίζειν  κελεύει,  οὕτως  ἡ παρανομία  πρὸς τὴν  ἔρημον  καὶ ἄβατον  τὸν ἄνθρωπον  μεθίστησιν. Ὁδὸν οὖν τὸν νόμον φησὶν ἐνταῦθα. Τὸ δὲ, Ἐξέκλινας, ὅπερ οἱ ἄλλοι  λέγουσιν·  Οὐδὲ μετεκλίθη  τὰ ὑπορθοῦντα  ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου· ὁ Ἑβραῖός φησιν·  Οὐαθὲτ ἀσουρενοῦ  μενὶ  ὄραχ· εἰ  δὲ  κατὰ  τοὺς  Ἑβδομήκοντα  βουληθείη  τις ἑρμηνεῦσαι, καὶ οὐ κατὰ τοὺς ἄλλους, τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, τοῦτό ἐστιν, ὅτι Ἀπῴκισας τοῦ ναοῦ σου, καὶ ἐν ἀλλοτρίᾳ  εἶναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιτελεῖσθαι.  Ὅτι ἐταπείνωσας  ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἄλλος φησὶν,  Ἀοικήτῳ.  Ἄλλος,  Ἐν  τόπῳ  Σειρήνων.  Καὶ ἐπεκάλυψεν  ἡμᾶς  σκιὰ θανάτου. Ἄλλος λέγει, Ἐπώμασας ἡμᾶς. Αὕτη μοι δοκεῖ ἡ ἀνταπόδοσις πρὸς τὰ ἄνω εἶναι, ἐν οἷς τὰ κακὰ διηγοῦνται  λέγοντες,  Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος  καὶ καταλαλοῦντος·  Ὅτι ἐταπείνωσας ἡμᾶς. Εἰ μέντοι πρὸς τὸ, Ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, λάβοι τις αὐτὸ, ἐνταῦθα ἀκολουθίαν ἔχει κατὰ τὴν ἔννοιαν,  ἣν  εἰρήκαμεν.  ∆ηλοῖ  γὰρ πῶς  ἐκ τῶν  τρίβων  αὐτῶν  ἀπώσατο  αὐτοὺς, τῆς πολιτείας   λέγω  καὶ  τῶν  νομίμων,   τὸ  εἰς  τόπους  ἐρήμους  ἀπαγαγεῖν,   καὶ  μεταξὺ πολεμίων  ἀφεῖναι.  Τοῦτο γάρ ἐστι τὸ, Ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου· τοὺς κινδύνους λέγων τοὺς θάνατον τίκτοντας, καὶ ὧν πλησίον οἱ θάνατοι, ὥσπερ καὶ ὠδῖνας θανάτου καὶ πύλας ᾅδου ἡ Γραφὴ καλεῖ. Καὶ τὸ ἄφυκτον  τῶν δεινῶν  διά τε τῆς σκιᾶς καὶ τῆς ἐπικαλύψεως  ἐνταῦθα παρίστησιν, οὐδὲ ἥντινα διάλυσιν εὑρεῖν, οὐδὲ ἀναπνοὴν μικρὰν δυνάμενα. Εἰ ἐπελαθόμεθα  τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς  χεῖρας  ἡμῶν  πρὸς  Θεὸν  ἀλλότριον,  οὐχὶ    Θεὸς ἐκζητήσει  ταῦτα;  Αὐτὸς γὰρ γινώσκει  τὰ κρύφια  τῆς καρδίας. Τοῦτο οἰκετῶν  εὐγνωμόνων, τὸ κακῶς  πάσχοντας μένειν  τὸν δεσπότην  θεραπεύοντας· ταῦτα φιλοσοφίας  διδάγματα.  Ἐνταῦθα καὶ τοὺς ἀκούοντας παιδεύουσι, μὴ ὑποκρίνεσθαι, ἀλλ' ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν θεραπεύειν. Οἶδε γὰρ, φησὶ, τὰ ἀπόῤῥητα τῆς διανοίας. Ταῦτα δὲ λέγουσι φοβοῦντες αὐτοὺς, ὥστε μηδὲν λογίσασθαι ἀνάξιον Θεοῦ. Ὅρα καὶ τὴν ἐπίδοσιν ἀρετῆς πολλήν· ἐπάγει γὰρ λέγων· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Μέγα μὲν γὰρ καὶ τὸ μένειν θεραπεύοντας τὸν Θεὸν, καὶ μὴ πρὸς ἕτερον ἀποπηδῆσαι· τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν  θανάτων  καὶ καθημερινῶν  κινδύνων  ἐπικειμένων  διατηρεῖν  τὴν τοιαύτην  ἀγάπην.  Καὶ ἐννόησον  ὅσον φιλοσοφίας  εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας  τῶν ἀποστολικῶν  κινδύνων  ἀπαριθμούμενος  ἐν τῇ πρὸς Ῥωμαίους  ἐπιστολῇ.  Πόσων οὖν  ἂν  εἶεν  ἄξιοι στεφάνων  οὗτοι,  ὅταν  ἐν  τῇ Παλαιᾷ φαίνωνται πρὸς τὸ μέτρον φθάσαντες τῶν ἐν τῇ Καινῇ ἀγωνισμάτων; Ὃ γάρ φησιν ὁ Παῦλος, Καθ' ἡμέραν ἀποθνήσκω, τοῦτο καὶ οὗτοι, οὐχὶ τῇ πείρᾳ, οὔτε τῷ τέλει, ἀλλὰ τῇ γνώμῃ. ∆ιὰ τί δέ φησιν, Ἕνεκεν σοῦ; Ὅτι ἐξῆν ἡμῖν, φησὶ, μετατάξασθαι, καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον, καὶ τὰ πατρῷα φυλάττειν,  ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν. Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Οὕτως ἡμᾶς εὐκόλως, φησὶν, ἀναιροῦσιν. Ἐνταῦθα δὲ  καὶ  τὴν  ἐπιείκειαν  αὐτῶν  ἐνδείκνυται.  Ἀλλ' ὅμως  οὕτως  εὐκόλως  προκείμενοι, μένομεν ἀπερίτρεπτον  τὴν γνώμην  ἔχοντες. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἄξιον ἐκπλαγῆναι,   ὅτι  τοὺς  οὕτω  προκειμένους  ὡς  πρόβατα  σφαγῆς  διετήρησε,  καὶ  καθ' ἡμέραν ἀποθνήσκοντας  οὐκ ἀφῆκεν  ἐμπεσεῖν εἰς θάνατον.  Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;  Ἄλλος  φησὶν,  Ἵνα  τί  ὡς  ὑπνῶν  εἶ; Ἄλλος,Ἐξυπνίσθητι.  Ἄλλος,  Ἐξύπνισον. Ἀνάστηθικαὶ  μὴ  ἀπώσῃ  εἰς  τέλος.  Ἵνα  τί  τὸ  πρόσωπόν  σου ἀποστρέφεις;  Ἕτερος, Κρύπτεις. Ἐπιλανθάνῃ  τῆς πτωχείας  ἡμῶν καὶ τῆς θλίψεως  ἡμῶν; Ἄλλος, Τῆς κακίας ἡμῶν; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ∆ύνασαι λῦσαι τὰ κακά· οὐδὲ γὰρ παρὰ ἀσθένειαν σὴν ταῦτα γίνεται, ἀλλὰ παρὰ τὴν συγχώρησιν. Ὕπνον γὰρ ἐνταῦθα τὴν ἡσυχίαν φησὶ, καὶ ἀνάστασιν   τὴν   ἀνταπόδοσιν,   καὶ  πρόσωπον   τὴν   ἀντίληψιν,    τὴν   πρόνοιαν,   τὴν κηδεμονίαν, τὴν συμμαχίαν.

θʹ. Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Ὅρα πάλιν εὐγνωμοσύνην.  Οὐκ εἶπε, Τῶν κατορθωμάτων·  οὐκ εἶπε, Τῆς ἀπεριτρέπτου γνώμης· οὐκ εἶπε, Τῆς ἐν πειρασμοῖς δοκιμασθείσης ψυχῆς· ἀλλ' ὅτε μὲν ὑπὲρ ἑαυτῶν ἀπολογοῦνται,  ἐκεῖνα τιθέασιν· ὅταν δὲ τὴν συμμαχίαν ζητῶσιν, ἀφ' ὧν οἱ κατάδικοι, ἀπὸ τούτων ἀξιοῦσι σώζεσθαι. Ἐπειδὴ δίκην ἔδοσαν, φησὶν, ἐπειδὴ τὰ ἔσχατα πεπόνθασι. Τοῦτο καὶ Παῦλος ποιεῖ πολλάκις, καὶ ἕτεροι τῶν προφητῶν. Καὶ ταῦτα . ἔλεγον οὗτοι, οὐδέπω περὶ γεέννης εἰδότες οὐδὲν, οὐδὲ περὶ βασιλείας, οὐδὲ τοιαῦτα διδαχθέντες  φιλοσοφεῖν,  καὶ πάντα  ἔφερον ῥᾳδίως. Ὅτι ἐταπεινώθη  εἰς χοῦν  ἡ ψυχὴ  ἡμῶν·  ἐκολλήθη  εἰς γῆν  ἡ γαστὴρ ἡμῶν. Ἐπειδὴ γὰρ  εἶπεν·  Ἐπιλανθάνῃ  τῆς  πτωχείας  ἡμῶν·  τουτέστι,  τῆς  κακώσεως,  λέγει λοιπὸν τὴν κάκωσιν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπολώλαμεν, κατωρύγημεν, τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμεθα. ∆ικαίως δ' ἄν τις εἴποι καὶ τῶν τοῖς παροῦσι προστετηκότων τὴν ψυχὴν,  εἰς χοῦν  τεταπεινῶσθαι,  καὶ τῶν  γαστριμάργων  εἰς τὴν γῆν τὴν γαστέρα κεκολλῆσθαι. Καὶ γὰρ ὁ ἔρωτι προσδεδεμένος, καὶ πρὸς τὸν πηλὸν  κεχηνὼς,  καὶ τὴν ἀσώματον  δύναμιν  τὴν  ἐν  αὐτῷ  καταδουλῶν  τῇ  σποδῷ, εἰκότως  ἂν  ταῦτα  λέγοιτο πάσχειν. Τί γάρ ἐστιν ἄλλο  κάλλος  σώματος, ἀλλ' ἢ χοῦς καὶ πηλὸς,  μᾶλλον  δὲ καὶ τούτων  εἰδεχθέστερον; Εἰ δὲ ἀπιστεῖς, περιεργάζου  τοὺς τάφους  τῶν  ἀνθρώπων,  καὶ ὄψει τὸν πηλὸν καὶ τὴν κόνιν. Ὅταν γὰρ ἀποθῆται τὸ πρόσωπον τὴν παροῦσαν ζωὴν, τότε φαίνεται  ὅπερ ἐστί· μᾶλλον δὲ καὶ πρὸ τῆς τελευτῆς. Ὅταν γὰρ τὸ γῆρας ἐπέλθῃ, ὅταν  ἡ νόσος ἐπισκήψῃ, τότε ὄψει τὸ φαινόμενον· πηλὸς  γάρ ἐστιν· ἀλλ' ὡς σοφὸς δημιουργὸς,  καὶ  ἐξ εὐτελοῦς  ὕλης  κάλλος  ἀμήχανον  ἐποίησεν  ἐπιγενέσθαι,  οὐχ  ἵνα  πορνεύσῃς, ἀλλ' ἵνα τῆς οἰκείας σοφίας ἀπόδειξίν σοι παράσχηται. Μὴ τοίνυν  ὑβρίσῃς τὸν τεχνίτην,  μηδὲ τὸ ἔργον αὐτοῦ τῆς σοφίας, ἀσελγείας καὶ πορνείας ὑπόθεσιν ποιοῦ. Μέχρι τοσούτου θαύμαζε τὴν ὥραν, μέχρι τοῦ δοξάσαι τὸν τεχνίτην,  περαιτέρω δὲ μὴ προέλθῃς, τὸ πάθος ἀλείφων.  Καλὸν τὸ ἔργον· οὐκοῦν τὸν ἐργασάμενον προσκυνεῖν, ἀλλ' οὐχ ὑβρίζειν χρή. Εἴ τις, εἰπέ μοι, χρυσοῦν ἀνδριάντα  τινὸς καὶ εἰκόνα βασιλικὴν λαβὼν, κατῄσχυνε βορβόρῳ καὶ ἑτέροις τοιούτοις, οὐκ ἂν τὴν ἐσχάτην ἔδωκε δίκην; Εἰ δὲ ὁ ἐν τοῖς ἀνθρωπίνοις  ἀγνώμων  τοσαύτης ὑπεύθυνός ἐστι τιμωρίας, ὁ τὸ ἔργον τοῦ Θεοῦ τοσαύτῃ  περιβαλὼν  ἀτιμίᾳ,  τί  πείσεται,  καὶ  μάλιστα  ὅταν  καὶ  γυναῖκα  ἔχων φαίνηται  ὁ ταῦτα ποιῶν; Μὴ γάρ μοι λέγε τῆς φύσεως τὴν ἐπιθυμίαν.  ∆ιὰ τοῦτο γὰρ γάμος ἐπετράπη, ἵνα μὴ πέρα τῶν  οἰκείων  ὅρων προβαίνῃς.  Θέα γὰρ ὅσης ἄξιος ἔσῃ τιμωρίας. Ὁ μὲν γὰρ Θεὸς καὶ τῆς ἀναπαύσεώς σου καὶ τῆς δόξης προενόησεν, ἵνα καὶ ἐκλύσῃς τὴν  λύτταν  τῆς φύσεως  διὰ τῆς γυναικὸς,  καὶ ἀκινδύνως  τοῦτο  ποιῇς, καὶ πάσης  ἀπαλλαγῇς   ἀσχημοσύνης.  Σὺ  δὲ  τὸν  οὕτω  σου  προνοοῦντα   ἐκ  περιουσίας ὑβρίζεις; Εἰπὲ γάρ μοι, εἰ μὴ ἐβουλήθη  νομοθετῆσαι  γάμον,  πόσην ἂν ὑπέστης βίαν; πόσην κόλασιν; ∆έον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων,  παραμυθίαν  οὐ τὴν  τυχοῦσαν  ἐπινοήσας,  σὺ δὲ ἐνυβρίζεις  ἀγνωμόνως,  καὶ ἀναισχυντεῖς,   καὶ  τοὺς  κειμένους  ὑπερβαίνεις  ὅρους,  καὶ  τὴν  ἑαυτοῦ  καταισχύνεις όξαν; Οὐκ ἀκούεις Παύλου λέγοντος καὶ νῦν, καὶ ἐν τῷ μέσῳ βοῶντος, Φεύγετε τὴν   πορνείαν,   μᾶλλον   δὲ  τοῦ   Χριστοῦ  τοῦ   τὴν   ἐκείνου   ψυχὴν   κινοῦντος;   Τί καταμανθάνεις   κάλλος  ἀλλότριον;  τί  περιεργάζῃ  πρόσωπον  οὐ  σόν;  τί  φέρῃ  κατὰ κρημνῶν; τί τοῖς δικτύοις ἐμβάλλεις σαυτόν; Τείχισόν σου τοὺς ὀφθαλμοὺς, περίφραξόν σου τὸ ὄμμα, τίθει νόμον τοῖς ὀφθαλμοῖς.  Ἄκουσον ἀπειλοῦντος  τοῦ Χριστοῦ, καὶ τὴν ἀκόλαστον ὄψιν ἐν ἴσῳ μοιχείας κρίνοντος. Τί τῆς ἡδονῆς ὄφελος, ὅταν σκώληκα τίκτῃ; ὅταν  διηνεκῆ  φόβον;  ὅταν  ἀθάνατον  τῷ  δράσαντι  τιμωρίαν;  Πόσῳ βέλτιον  μικρὸν ἀνασχόμενον  τῆς βίας τῆς ἀπὸ τῶν ἡμετέρων λογισμῶν, διαπαντὸς  ἐν ἀνέσει εἶναι, ἢ ὀλίγα χαρισάμενον ταῖς ἀτόποις ἐπιθυμίαις ἀθάνατα τιμωρεῖσθαι; Μὴ τέκνα, μὴ ποιεῖτε οὕτως·  οὐκ  ἀγαθὴ    ἀκοὴ,  ἣν  ἐγὼ  ἀκούω  περὶ  ὑμῶν.  Οἶδα  πρὸς  τίνας    λόγος ἀποτείνεται,  οὐ πρὸς ἅπαντας· ἀλλ' ἔνθα ἂν εὕρῃ τὸ τραῦμα, ἐκεῖ ἐπάγει τὸ φάρμακον. Τί τὸν γάμον ὑβρίζεις; τί τὴν εὐνὴν ἀδικεῖς; τί τὸ μέλος τὸ σὸν ἐπηρεάζεις; τί τὴν δόξαν σου  καταισχύνεις;  Ἔκκοψον  τὸ  πάθος,  ἄνελε  τὰς  τρυφάς.  Τρυφὴ  καὶ  μέθη  πηγαὶ πορνείας. Ἂν τῇ ἀνέσει μὴ χρήσῃ εἰς δέον, ἐπάγει σοι θλίψιν.  Ἄκουσον τί ἔπαθον οἱ Ἰουδαῖοι  πορνεύσαντες,  οἱ μὴ μεταλαβόντες  σώματος Χριστοῦ, οἱ τραπέζης μὴ ἀπολαύσαντες πνευματικῆς,  Μηδὲ πορνεύωμεν,  φησὶ, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ  ἔπεσον  ἐν  μιᾷ  ἡμέρᾳ εἴκοσι τρεῖς  χιλιάδες.  Ἀνάστα, Κύριε, βοήθησον  ἡμῖν,  καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν  τοῦ ὀνόματός σου. Ἄλλος, Στῆθι ἀντιλαμβανόμενος ἡμῶν, καὶ ῥῦσαι ἡμᾶς διὰ  τὸ ἔλεός  σου. Ὅρα ποῦ  τὸν  λόγον  κατέκλεισαν· μετὰ  μυρία  αὐτῶν κατορθώματα, πόθεν ἀξιοῦσι σώζεσθαι; Ἀπὸ ἐλέους, ἀπὸ φιλανθρωπίας, διὰ τὸ ὄνομα τοῦ Θεοῦ. Τί ἐστιν, Ἕνεκεν τοῦ ὀνόματός  σου; Ἵνα μὴ αὐτὸ βεβηλωθῇ,  ὃ καὶ αὐτὸς πολλάκις λέγει, ὅτι Ποιῶ ἕνεκεν τοῦ ὀνόματός μου. Εἶδες ταπεινοφροσύνην  καὶ συντετριμμένην  διάνοιαν; Καὶ πόθεν ἀξιοῦσι σωθῆναι; Ἀπὸ φιλανθρωπίας, ἀπὸ ἐλέους· ὡς  οἱ  ἔρημοι  κατορθωμάτων,   ὡς  οἱ  μηδέ  τι  ἔχοντες   δικαίωμα   σωτηρίας,  καίτοι τοσούτοις κομῶντες  πόνοις καὶ κινδύνοις,  εἰς τὸν Θεὸν τὸ πᾶν ἀνέφερον.  Τούτους δὴ καὶ ἡμεῖς οἱ ἐν τῇ χάριτι μιμησώμεθα, καὶ δόξαν ἀναπέμψωμεν  τῷ Θεῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




ΕΙΣ ΤΟΝ Μ∆ʹ ΨΑΛΜΟΝ.Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν  τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ  ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σω σανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν.  Ἄλλος,  Ἐπιστήμονος  ᾆσμα πρὸς  φιλίας.  Ἄλλος,  Τοῖς ἠγαπημένοις·  ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.  Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.

αʹ. Ἐβουλόμην παρεῖναι νυνὶ  Ἰουδαίους ἅπαντας  καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ  ἐν  τοῖς  δικαστηρίοις  καὶ  πανταχοῦ   τότε  μάλιστα  ἀνύποπτος     μαρτυρία  τῶν πραγμάτων  γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν  αὕτη φέρηται. Ἵν' οὖν καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρεχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καταισχύνωνται·  Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες  παρὰ τῶν  ἐχθρῶν  τὰ βιβλία  ἡμῖν  φερόμενα.  Οὐ γὰρ δήπου πεπλάσθαι  παρ' ἡμῶν  αὐτὰ δυνήσονται  λέγειν,  οὐχ ἡμῶν,  ἀλλὰ  τῶν  τὸν Χριστὸν σταυρωσάντων  τὰ βιβλία παρεχομένων  ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως διαλεγόμενα. Ἀλλ' εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας ἁψώμεθα. Εἰς γὰρ τὸν Χριστὸν ὁ ψαλμὸς οὗτος ἀναγέγραπται·  διὸ καὶ, Εἰς τὸν ἀγαπητὸν,  καὶ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων, τὴν προγραφὴν ἔχει. Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων  μεταβολὴν  καὶ μετάστασιν. Ταύτην τὴν ἀλλοίωσιν  δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. ∆ιὸ καὶ ἀρχόμενος οὐχ οὕτω φησίν· Εἶπεν ἡ καρδία μου. Ἐπειδὴ γὰρ οὐδὲν ἀνθρώπινον ἦν τῶν  λεγομένων,  ἀλλ' οὐράνια καὶ πνευματικὰ διηγεῖσθαι ἔμελλε, καὶ οὐκ ἐξ οἰκείας εὑρέσεως, ἀλλ' ἐκ θείας ἐνεργείας,   τῷ   ὀνόματι   τῆς  ἐρυγῆς   τοῦτο   παρίστησιν.  Ἐρευγόμεθα  γὰρ  οὐχ  ὅτε βουλόμεθα· τὸν μὲν γὰρ λόγον τοῦτον φθεγγόμεθα ὅτε θέλομεν, καὶ λέγομεν, καὶ κατέχομεν· τὴν δὲ ἐρυγὴν οὐχ ὁμοίως. ∆εικνὺς τοίνυν ὅτι οὐκ ἀνθρωπίνης  σπουδῆς ἐστι τὰ  λεγόμενα,  ἀλλὰ  θείας  ἐπιπνοίας   τῆς  κινούσης  αὐτὸν,  ἐρυγὴν  τὴν  προφητείαν ἐκάλεσεν. Ὥσπερ γὰρ ἐπὶ τῆς ἐρυγῆς, τῆς τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς  διδασκαλίας. Τοιαῦτα τοίνυν  ἠρεύγετο, οἷα καὶ ἐσιτεῖτο. Ὅρα δὲ καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα  τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ' ἡδονῆς ἐσθίοντα. Ἐγένετο γὰρ, φησὶν, ἐν  τῷ  σώματί  μου  ὡς  μέλι  γλυκάζον.  Ἐπεὶ  οὖν  ἐδέχοντο  τὴν  πνευματικὴν   χάριν, τοιαῦτα καὶ ἠρεύγοντο. Ὅτι γὰρ οὐ περὶ ἐρυγῆς ὁ λόγος τῆς αἰσθητῆς ταύτης, οὐδὲ περὶ σιτίων, ἄκουσον τί ἐρεύγεται, καὶ τίς ἐστιν ὁ ἐρευγόμενος. Οὐχ ὁ στόμαχος ὁ τὰ σιτία δεχόμενος, ἀλλ' ἡ καρδία. Ἐξηρεύξατο γὰρ, φησὶν, ἡ καρδία μου. Καὶ τί ἐρεύγεται; Οὐ σῖτον,  οὐδὲ  ποτὸν,  ἀλλὰ   τὰ  συγγενῆ   τῇ  τραπέζῃ,  Λόγον  ἀγαθὸν,   τὸν  περὶ  τοῦ Μονογενοῦς· οὗτος γὰρ μάλιστα ἀγαθός. Ἦλθον γὰρ, φησὶν, οὐχ ἵνα κρίων τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Πάντα προσηνῆ, πάντα κολάσεως ἀπηλλαγμένα.  Ἐρεύγεται δὲ τοιαῦτα,  ἐπειδὴ  τὴν  καρδίαν  αὐτοῦ  ἐξεκάθαρεν.  Ὥσπερ γὰρ ἡ γαστὴρ, ὅταν  μὲν ῥυπαρῶν  γέμῃ χυμῶν,  συγγενῆ  τούτοις  ἐρεύγεται, ὅταν δ' ὑγιεινή  τις οὖσα τυγχάνῃ, κατάλληλον    ποιεῖται   τὴν   ἐρυγήν·   οὕτω   καὶ      καρδία   τοῦ   Προφήτου,   ἐπειδὴ ἁμαρτημάτων ἦν ἀπηλλαγμένη, Πνεύματος ἐδέξατο χάριν, καὶ λόγον ἐρεύγεται ἀγαθόν.
 Ἐντεῦθεν  καὶ ἕτερόν τι μανθάνομεν,  ὅτι οἱ προφῆται  οὐχ ὡς οἱ μάντεις  ἦσαν.  Ἐκεῖ μὲν γὰρ ὁ δαίμων, ὅταν εἰς τὴν ψυχὴν ἐμπέσῃ, πηροῖ τὴν διάνοιαν, καὶ σκοτοῖ τὸν λογισμὸν,  καὶ  οὕτως  ἅπαντα  φθέγγονται,   οὐδὲν  τῶν  λεγομένων   ἐπισταμένης  τῆς διανοίας  αὐτῶν, ἀλλ' οἷον αὐλοῦ τινος ἀψύχου φθεγγομένου.  Τοῦτο καί τις τῶν παρ' αὐτοῖς φιλοσόφων  ἔφη, οὕτως εἰπών· Ὥσπερ οἱ χρησμῳδοὶ καὶ οἱ θεομάντεις  λέγουσι μὲν πολλὰ, ἴσασι δὲ μηδὲν ὧν λέγουσιν. Ἀλλ' οὐ τὸ Πνεῦμα τὸ ἅγιον οὕτω ποιεῖ, ἀλλὰ καρδίαν ἀφίησιν εἰδέναι τὰ λεγόμενα. Εἰ γὰρ μὴ ᾔδει, πῶς ἔλεγεν, Λόγον ἀγαθόν; Ὁ μὲν γὰρ  δαίμων,  καθάπερ  ἐχθρὸς  καὶ  πολέμιος,  πολεμεῖ  τῇ  φύσει  τῇ  ἀνθρωπίνῃ· τὸ  δὲ Πνεῦμα  ἅγιον,  καθάπερ  κηδόμενον   καὶ  εὐεργετοῦν,   κοινωνεῖν   τῆς  γνώμης   τοὺς δεχομένους ποιεῖ, καὶ μετὰ τῆς ἐκείνων  διανοίας ἀποκαλύπτει  τὰ λεγόμενα. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἄλλος, Τὰ ποιήματά μου. Ἔργα ποῖά φησι; Τὴν προφητείαν. Καθάπερ γὰρ τοῦ  χαλκέως  ἔργον,  τὸ  σκέπαρνον  ἐργάσασθαι, καὶ  τοῦ  οἰκοδόμου  τὸ οἰκίαν  ποιῆσαι, καὶ τοῦ ναυπηγοῦ  τὸ ναῦν  συγκολλῆσαι· οὕτω καὶ τοῦ προφήτου  τὸ προφητείαν ὑφᾶναι. Ὅτι γὰρ καὶ τοῦτο ἔργον ἐστὶν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος περὶ τῶν ἀποστόλων· Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Καὶ Παῦλος· Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Εἰ δὲ μὴ ἔργον ἦν, πῶς κόπον εἶχε; Τί γὰρ τοῦ ἔργου τούτου τιμιώτερον;  τί δὲ χρησιμώτερον; Πασῶν τῶν  τεχνῶν  ἐστιν ἀνώτερον.  Τί οὖν ἐστι τὸ ἔργον, ὃ λέγει  τῷ βασιλεῖ; Τὸν ὕμνον  τοῦτον,  τὴν  προφητείαν  ταύτην.  Καὶ οὐκ εἶπε ποίῳ  βασιλεῖ, δηλῶν  ὅτι τῷ Θεῷ τῶν  ὅλων.  Ὥσπερ γὰρ ὅταν  λέγωμεν  τὸν  Περσῶν βασιλέα, οὐχ ἁπλῶς βασιλέα καλοῦμεν, ἀλλὰ τὸν τῶν Περσῶν προστίθεμεν, καὶ τὸν τῶν Ἀρμενίων   ὁμοίως·  ὅταν  δὲ  τὸν  ἡμέτερον  λέγωμεν,   οὐ  δεόμεθα  προσθήκης,  ἀλλ' ἀρκούμεθα τῷ εἰπεῖν βασιλέα· οὕτω καὶ ὁ Προφήτης, ἐπειδὴ περὶ τοῦ ὄντως βασιλέως ἔλεγεν,  ἀρκεῖται  τῷ εἰπεῖν,  Βασιλεῖ. Ὥσπερ γὰρ παντοκράτορα  εἰπόντες,  οὐ δεόμεθα προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον παντοκράτορα· οὕτω βασιλέα λέγοντες, οὐ δεόμεθα ἑτέρας  προσθήκης,  διὰ  τὸ  μὴ  εἶναι  ἕτερον  βασιλέα  Θεόν. Ἄλλως  δὲ  καὶ    λέγων, βασιλεὺς ἦν. Ὅθεν δῆλον ὅτι οὐ περὶ ἀνθρώπου ἔλεγεν, ἀλλὰ περὶ τοῦ τῶν ὅλων Θεοῦ· διὰ τοῦτο οὐκ εἶπε, Βασιλεῖ, ἀλλὰ, Τῷ βασιλεῖ, τῇ προσθήκῃ τοῦ ἄρθρου τὴν κυριότητα παριστάς.

βʹ. Εἶτα πάλιν δεικνὺς ὅτι οὐκ ἀνθρωπίνης  ἦν ἐννοίας τὰ λεγόμενα, καὶ μελέτης καὶ συνθήκης, ἀλλὰ θείας χάριτος καὶ τὴν γλῶτταν  μόνην αὐτὸς ἐδάνεισεν, ἐπήγαγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὁ δὲ κάλαμος ταῦτα γράφει, ἅπερ ἂν ἡ κατέχουσα αὐτὸν κελεύῃ χείρ. Ἕτερος δέ φησιν· Ἡ γλῶσσά μου ὡς γραφεῖον γραφέως ταχινοῦ. Τί βούλεται τὸ, Ταχινοῦ; Ἵνα κἀντεῦθεν  τὴν χάριν δείξῃ. Ὁ μὲν γὰρ οἴκοθεν φθεγγόμενος,  μέλλει  καὶ βραδύνει μελετῶν,  συντιθεὶς, ἐμποδιζόμενος  καὶ ἀγνοίᾳ  καὶ ἀμαθίᾳ  καὶ μελλήσει,  καὶ πολλά  ἐστι τὰ λυμαινόμενα  τῷ  τάχει  τοῦ λόγου· ὅταν  δὲ Πνεῦμα κινῇ τὴν διάνοιαν, οὐδὲν τὸ κωλύον· ἀλλ' ὥσπερ ὕδατος  ῥύμη πολλῷ τῷ ῥοίζῳ  φερομένη  προέρχεται,  οὕτω  καὶ    τοῦ  Πνεύματος  χάρις  μετὰ  πολλῆς   τῆς ταχύτητος  πρόεισι, πάντα  λεῖα,  πάντα  εὐμαρῆ  προφέρουσα.  Εἶτα πάλιν  αὐτὸ  τοῦτο διακαθαίρων,  καὶ  δεικνὺς  οὐδὲν  ἀνθρώπινον   ὃν  τῶν  λεγομένων,  ἐπήγαγεν  Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων  Τινὲς μὲν οὖν περὶ τῆς γλώττης  εἰρῆσθαι τοῦτο λέγουσιν,  ὅτι κάλαμος ὡραῖος κάλλει·  ἐμοὶ δὲ δοκεῖ λοιπὸν  περὶ τοῦ Χριστοῦ λέγειν αὐτόν. ∆ιὸ καὶ ἕτερός φησιν ἑρμηνευτής· Κάλλει ἐκαλλωπίσθης  ἀπὸ υἱῶν  ἀνθρώπων. Εἰς γὰρ αὐτὸν τρέπει τὸν λόγον ὑπὸ πολλῆς θερμότητος, καὶ τῆς περὶ αὐτὸν διαθέσεως, ὡς καὶ Ἰακὼβ ἔλεγεν·  Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν  ἐκοιμήθης  ὡς λέων. Ἔνθους γὰρ γενόμενος, αὐτῷ λοιπὸν διαλέγεται, καὶ πρὸς αὐτὸν ἀποτείνει τὸν λόγον.
Τοῦτο δὲ οὐ κατὰ σύγκρισίν φησιν· οὐ γὰρ εἶπεν, Ὡραιότερος, ἀλλ', Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.  Ἄλλο τοῦτο, φησὶ, τὸ κάλλος παρ' ἐκεῖνο. Καὶ σκόπει πῶς τὸν περὶ τῆς οἰκονομίας  πρῶτον  κινεῖ λόγον. Ὅτι δὲ περὶ τῆς οἰκονομίας  ἐστὶ τοῦτο, δῆλον  ἐκ  τῶν  ἑξῆς.  Εἰπὼν  γὰρ,  Ὡραῖος  κάλλει  παρὰ  τοὺς  υἱοὺς  τῶν  ἀνθρώπων, ἐπήγαγεν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χείλη δὲ ὁ Θεὸς οὐκ ἔχει, ἀλλὰ τῆς οἰκονομίας ἐστὶν    λόγος.  Ἕτερος  δὲ  ἑρμηνευτὴς   εἰπὼν,   Ἀνεχύθη   χάρις   τοῖς  χείλεσί   σου, σαφέστερον τοῦτο  ἐποίησε. Τί δέ ἐστιν, Ἀνεχύθη,  ἢ ὡς  ἂν  εἴποι  τις, Ἡ ἔνδον  οὖσα ἀνέβλυσεν,  ἐπήγασε; Πῶς οὖν  ἕτερος προφήτης  λέγει· Εἴδομεν αὐτὸν,  καὶ οὐκ εἶχεν εἶδος,  οὐδὲ  κάλλος,  ἀλλὰ  τὸ  εἶδος  αὐτοῦ  ἄτιμον,  ἐκλεῖπον  παρὰ  τοὺς  υἱοὺς  τῶν ἀνθρώπων;  Οὐ περὶ  ἀμορφίας  λέγων,  μὴ  γένοιτο,  ἀλλὰ  περὶ  τοῦ  εὐκαταφρονήτου. Καταδεξάμενος γὰρ ἅπαξ γενέσθαι ἄνθρωπος, διὰ τῶν εὐτελῶν  ἁπάντων  διῆλθεν, οὔτε μητέρα  βασιλίδα  ἐπιγραψάμενος,  οὔτε  ἐν  καιρῷ  τῶν  σπαργάνων  ἐπὶ  κλίνης  τεθεὶς χρυσῆς, ἀλλ' ἐν  φάτνῃ,  οὔτε  ἐν  οἰκίᾳ  τραφεὶς  πολυτελεῖ,  ἀλλ' ἐν  εὐτελεῖ  τέκτονος δωματίῳ. Καὶ λαβὼν μαθητὰς πάλιν, οὐ ῥήτορας καὶ φιλοσόφους  καὶ βασιλέας ἔλαβεν, ἀλλ' ἁλιέας, καὶ τελώνας· καὶ τὸν βίον τὸν λιτὸν τοῦτον μετῄει, οὔτε οἰκίαν ἔχων, οὔτε ἱμάτια περιβεβλημένος πολυτελῆ, οὔτε τραπέζης ἀπολαύων τοιαύτης, ἀλλὰ παρ' ἑτέρων τρεφόμενος,   ὑβριζόμενος,  καταφρονούμενος,   ἐλαυνόμενος,   διωκόμενος.   Ταῦτα  δὲ ἐποίει, ἐκ πολλῆς  τῆς περιουσίας τὸν  τῦφον  πατῶν  τὸν ἀνθρώπινον.  Ἐπεὶ οὖν οὔτε φαντασίαν τινὰ καὶ κόμπον περιεβέβλητο, οὔτε ἀκολούθους εἶχε καὶ δορυφόρους, ἀλλ' ἔστιν ὅτε καὶ μόνος περιῄει, ὡς εἷς τῶν πολλῶν,  διὰ τοῦτο ἐκεῖνος μέν φησιν· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος· οὗτος δέ φησιν, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν  ἀνθρώπων·  τὴν  χάριν  δηλῶν,  τὴν  σοφίαν,  τὴν  διδασκαλίαν,  τὰ θαύματα.  Εἶτα ὑπογράφων  τὴν ὡραιότητα,  φησίν· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Ὁρᾷς ὅτι περὶ τῆς οἰκονομίας ὁ λόγος; Τίς δέ ἐστιν αὕτη ἡ χάρις; ∆ι' ἧς ἐδίδασκε, δι' ἧς .186 ἐθαυματοποίει. Τὴν χάριν ἐνταῦθα λέγει τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα,  φησὶ,  καταβαῖνον   ὡσεὶ  περιστερὰν,  καὶ  μένον  ἐπ'  αὐτὸν,  οὗτός  ἐστιν  ὁ βαπτίζων.  Πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον.  Οὐ γὰρ ἐν μέτρῳ δίδωσιν ἐκείνῳ  τὸ Πνεῦμα· Ἡμεῖς  μὲν  γὰρ ἐκ τοῦ  πληρώματος  αὐτοῦ  ἐλάβομεν·  ὁ δὲ ναὸς ἐκεῖνος ὁλόκληρον  τὴν χάριν ἔλαβε. Τοῦτο καὶ ὁ Ἡσαΐας δηλῶν  ἔλεγεν· Ἀναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας. Πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. Ἀλλ' ἐκεῖ μὲν ὁλόκληρος ἡ χάρις· ἐπὶ δὲ τῶν ἀνθρώπων  μικρόν τι, καὶ ῥανὶς ἀπὸ τῆς χάριτος ἐκείνης. ∆ιὰ τοῦτο οὐκ εἶπε,
∆ίδωμι τὸ Πνεῦμα, ἀλλ', Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.

γʹ. Τοῦτο γοῦν  καὶ ἐξέβη. Πᾶσα γὰρ ἡ οἰκουμένη  ἐκ τοῦ Πνεύματος ἐδέξατο ἐκείνου.  Ἤρξατο μὲν  γὰρ  ἐκ Παλαιστίνης  τὸ  δῶρον·  προῆλθε  δὲ  εἰς  Αἴγυπτον,  εἰς Φοινίκην, τὴν τῶν Σύρων, τὴν Κιλίκων, τὸν Εὐφράτην, τὴν Μέσην τῶν ποταμῶν, τὴν Καππαδοκῶν, τὴν Γαλατῶν, τὴν Σκυθῶν, τὴν Θρᾳκῶν, τὴν Ἑλλάδα, τὴν Γάλλων, τὴν Ἰταλῶν, τὴν Λιβύην ἅπασαν, τὴν Εὐρώπην, τὴν Ἀσίαν, εἰς αὐτὸν τὸν Ὠκεανόν. Καὶτί δεῖ τὰ πολλὰ λέγειν; Ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπῆλθεν ἡ χάρις αὕτη· καὶ ἡ σταγὼν αὕτη, καὶ ἡ ῥανὶς τοῦ Πνεύματος τὴν οἰκουμένην  ἅπασαν ἐνέπλησε τῆς γνώσεως. ∆ιὰ ταύτης τὰ σημεῖα ἐγίνετο,  τὰ ἁμαρτήματα πάντων  ἐλύετο. Ἀλλ' ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη  χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών. ∆οὺς γὰρ, φησὶ, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν· τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος  μερίζεται.  Ὅρα δὲ τὴν  πηγὴν,  ὅση τίς  ἐστιν· Ὧ μὲν  γὰρ διὰ  τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις, ἄλλῳ  δὲ χαρίσματα ἰαμάτων,  ἄλλῳ  δὲ ἐνεργήματα  δυνάμεων  ἐν τῷ αὐτῷ Πνεύματι,  ἄλλῳ   δὲ  προφητεῖαι,   ἑτέρῳ  δὲ  διακρίσεις  πνευμάτων,   ἑτέρῳ  δὲ  γένη γλωσσῶν. Καὶ τοσαῦτα χαρίσματα ἐν τοσούτοις ἔθνεσιν ἡ ἐν τῷ βαπτίσματι χάρις ἐπὶ τὴν γῆν ἅπασαν ἐξέτεινε· καὶ πάντα ταῦτα ἡ ῥανὶς τοῦ Πνεύματος ἐργάζεται. Ὅτι γὰρ ῥανὶς ἦν, ἐδήλωσε τῷ εἰπεῖν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ τῷ ἀῤῥαβῶνα καλέσαι.∆ιὰ γὰρ τούτου δῆλον, ὅτι μικρόν τι τοῦ παντὸς ἐδόθη. ∆ιὰ τοῦτο καὶ Ἰωάννης  τοῦτο αὐτὸ δηλῶν ἔλεγεν· Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ἐκ τοῦ ὑπερβλύζοντος,  ὡς ἂν εἴποι τις, ἐκ τοῦ περιττεύοντος,  ἐκ τοῦ ὑπερεκχεομένου  πάντες ἐλάβομεν. Ἐννόησον τοίνυν  Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις· καὶ οὐδὲ οὕτω περιγράφεται,  οὔτε ἀναλίσκεται,  ἀλλὰ πάντας μὲν ἐμπίπλησι πλούτου  καὶ χάριτος, αὐτὴ δὲ οὐδαμοῦ δαπανᾶται.  Εἶτα ἐπειδὴ πολυώνυμόν  τί ἐστι τὸ ὄνομα τοῦ πνεύματος καὶ γὰρ καὶ ἄγγελος, καὶ ψυχὴ, καὶ ἄνεμος τοῦτο  καλεῖται,  καὶ  ἕτερα  πλείονα,  ἐπήγαγεν,  Ἀπὸ τοῦ  Πνεύματός  μου. Ὥσπερ οὖν  ἀνθρώπου πνεῦμα συγγενές ἐστι τοῦ ἀνθρώπου, οὕτω καὶ τὸ τοῦ Θεοῦ, ἀλλ' ἐν ἰδίᾳ ὑποστάσει μένον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου  τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐ συγχέων  τὰς ὑποστάσεις, μὴ γένοιτο,  ἀλλὰ τὴν εὐγένειαν  τοῦ Πνεύματος δηλῶν.  Ὅση γοῦν  ψυχῆς  αὐτῆς  πρὸς ἑαυτὴν  ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια.  Ὥσπερ οὖν καὶ ὁ Υἱὸς Λόγος λέγεται,  ἀλλ' οὐκ  ἀνυπόστατος,  ἀλλὰ  διὰ  τοῦτο  τὸ  πρὸς  τὸν  Πατέρα συγγενὲς  ἵνα μάθωμεν· οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, Πνεῦμα λέγεται, ἀλλ' οὐκ ἀνυπόστατον.  Καὶ ὥσπερ ἐπειδὴ γνήσιός ἐστιν Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο υἱοθεσίαν ἡμῖν χαρίζεται· οὕτω καὶ τὸ Πνεῦμα, ἐπειδὴ φύσει τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ, τὰ χαρίσματα ἡμῖν παρέχει. Ἐπεὶ καὶ  ἄνθρωπος,   ἐπειδὴ   φύσει  ἄνθρωπός   ἐστι,  διὰ  τοῦτο   γράψαι   δύναται   εἰκόνα ἀνθρώπου. ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ἄλλος λέγει, Ἐπὶ τούτῳ. Ὁρᾷς πῶς δι' ὅλου πρὸς αὐτὸν ἀποτείνεται  ἐκ διαθέσεως; ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ οὐχ ἁπλῶς προφητεύει,  ἀλλ'  ἐν σχήματι ἐγκλήματος,  ὡς ὅταν  λέγῃ· Ἵνα τί ἐφρύαξαν  ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; οὕτω δὴ καὶ ἐνταῦθα λέγων, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Οὐδὲν γὰρ περὶ τῆς γεννήσεως αὐτοῦ διαλεχθεὶς, οὐδὲ περὶ ἀνατροφῆς, οὐδὲ περὶ  τῶν  ἄλλων,  ἐντεῦθεν  ἐμβάλλει  τὸν  περὶ  αὐτοῦ  λόγον.  Τί δήποτε; Ὅτι τὸ μὲν ἅπαντα κατὰ ἀκολουθίαν λέγειν, τῶν εὐαγγελιστῶν ἐστι· διὸ καὶ ἐκείνοις αὐτὰ ἐτήρησε· καὶ γὰρ τῆς ἐκείνων διηγήσεως ἦν· προφητείας δέ ἐστιν ἔργον, μέρη τινὰ ἀπολαμβάνειν καὶ περὶ τούτων διαλέγεσθαι. ∆ιὰ δὴ τοῦτο οἱ προφῆται πανταχοῦ τοῦτο ποιοῦσιν· ὀλίγα τινὰ  γὰρ εἰς τὴν  ἱστορίαν ἐμβάλλοντες  καὶ συσκιάζοντες ἀναχωροῦσι.  ∆ιὰ τοῦτο καὶ οὗτος, Εὐλόγησέ σε, φησὶν, ὁ Θεὸς εἰς τὸν αἰῶνα· οὕτως εἰπὼν, ὅτι τοσαύτης χάριτος ἔγεμεν  αὐτοῦ τὰ ῥήματα. Σκόπει γοῦν  τὴν  δύναμιν  τῆς χάριτος· Παρεπορεύετό ποτε παρὰ τὴν θάλασσαν, καὶ εὑρίσκει Ἰάκωβον καὶ Ἰωάννην,  καὶ λέγει αὐτοῖς· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων  Οἱ δὲ καὶ τὸν πατέρα ἀφέντες  καὶ τὰ δίκτυα, ἠκολούθησαν  αὐτῷ.  Εἶτα ἄλλοτε  πᾶσι  τοῖς  μαθηταῖς  λέγων·  Μὴ καὶ  ὑμεῖς  θέλετε ὑπάγειν;   λέγει   αὐτῷ   Πέτρος·   Κύριε,  ῥήματα   ζωῆς   αἰωνίου    ἔχεις,   καὶ   ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν  ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ πρὸς τίνα ἀπελευσόμεθα; Τί λέγω τοὺς μαθητάς; Αὐτοὶ οἱ Φαρισαῖοι ἀποστείλαντες ὑπηρέτας, ἤκουον  λεγόντων·  Οὐδέποτε ἐλάλησεν  οὕτως  ἄνθρωπος,  ὡς οὗτος ὁ ἄνθρωπος.  Καὶ ἕτεροι πάλιν ἔλεγον, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Καὶ ἐξεπλήσσοντο, φησὶν,  ὅτι  ἐδίδασκεν  αὐτοὺς  ὡς  ἐξουσίαν  ἔχων,  καὶ  οὐχ  ὡς  οἱ  γραμματεῖς  αὐτῶν  καὶ  οἱ  Φαρισαῖοι.

δʹ. Εἰ δὲ βούλει μαθεῖν  καὶ σὺ τὴν χάριν, ἄκουε τῶν  ἐπιταγμάτων αὐτοῦ τὸν ὄγκον, καὶ ὄψει ταύτης τὴν δύναμιν. Ἐὰν μή τις ἀποτάξηται πᾶσιν, ἔτι δὲ . μισήσῃ καὶ τὴν ἑαυτοῦ ψυχὴν,  φησὶν, οὐκ ἔστι μου ἄξιος. Ἀλλ' ὅμως ἴσχυσεν ὁ λόγος ἔργον γενέσθαι· τοσαύτη  ἦν  αὐτοῦ  ἡ χάρις.  Καίτοι τί  ψυχῆς  οἰκειότερον;  Ἀλλὰ  καὶ  αὕτη καταπεφρόνηται  διὰ τὸ πρόσταγμα τὸ ἐκείνου. Σὺ δὲ ἀκούων, Εὐλόγησέ σε ὁ Θεὸς, μὴ καταπέσῃς, μηδὲ ταπεινόν τι ἐννοήσῃς. Ὅπερ γὰρ ἔφθην εἰπὼν, περὶ τῆς σαρκὸς ὁ λόγος ἐστὶ,  τῆς  χείλη  ἐχούσης,  περὶ  τῆς  δεχομένης   τὴν  χάριν,  περὶ  τῆς  δεχομένης  τὴν εὐλογίαν. Ὁ γὰρ Θεὸς εὐλογίας οὐ δεῖται, οὐδὲ χάριτος· ἀνενδεὲς γὰρ τὸ Θεῖον. Ὥσπερ γὰρ  ὁ Πατὴρ ἐγείρει,  φησὶ,  τοὺς  νεκροὺς  καὶ  ζωοποιεῖ· οὕτω  καὶ  ὁ Υἱὸς οὓς  θέλει ζωοποιεῖ. Καὶ πάλιν· Τὰ ἔργα ἃ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Καὶ πάλιν· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Τὸ γὰρ, Οὕτω, καὶ τὸ, Ὁμοίως, καὶ  τὸ,  Καθὼς,  ἀπαραλλαξίας   ἐστίν.  Ἀλλ'  ἐνταῦθα  περὶ  τῆς  οἰκονομίας    λόγος. Ἀκούομεν δὲ καὶ αὐτοῦ πάλιν  λέγοντος·  ∆ιὰ τοῦτό  με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ  τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Ἆρα οὖν πρὸ τούτου αὐτὸν οὐκ ἠγάπα; Πῶς οὖν ἔλεγεν·  Οὗτός ἐστιν    Υἱός μου    ἀγαπητός;  Ἀλλὰ  θέλων  δεῖξαι  τὸ  μέγεθος  τοῦ κατορθώματος, τοῦτο τέθεικεν. Ὥσπερ οὖν ἐκεῖ ἡ αἰτιολογία ἔχει τινὰ αἰτίαν, οὕτω καὶ ἐνταῦθα ἡ αἰτία δήλη. ∆ιὰ γὰρ τοῦτο προλαβὼν εἶπεν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου· καὶ, ∆ιὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα· εἰς τὸν τῆς οἰκονομίας ἕλκων λόγον, ἵνα ὅταν μέλλῃ τι πάλιν λέγειν τῆς αὐτοῦ ἀξίας καταδεὲς, μὴ καταπέσῃς, ἀλλ' ἴδῃς περὶ τίνος ὁ λόγος. Οὕτω καὶ ὁ Ἰακὼβ τὴν οἰκονομίαν  δηλῶν  μετὰ τὸ πολλὰ εἰπεῖν ἔλεγε· Χαροποιοὶ οἱ ὀφθαλμοὶ  αὐτοῦ ὡς οἶνος, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ὀδόντας δὲ ἡ θεότης οὐκ ἔχει. Καὶ ἄλλος προφήτης  φησί· Πατάξει τὴν  γῆν  λόγῳ  τοῦ  στόματος αὐτοῦ,  καὶ  πνεύματι  χειλέων ἀνελεῖ  ἀσεβῆ· τὰ αὐτὰ τῷ  Παύλῳ φθεγγόμενος  λέγοντι·  Ὃν ὁ Κύριος ἀναλώσει  τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ  τῆς παρουσίας αὐτοῦ. Ἵν' οὖν μὴ ἀκούσας σὺ ταῦτα καταφρονήσῃς, δείκνυσί σοι τῆς θεότητος τὴν ἰσχύν. Οὐδὲ γὰρ τὴν σάρκα διαιρεῖ τῆς θεότητος, οὔτε τὴν θεότητα τῆς σαρκὸς, οὐχὶ τὰς οὐσίας συγχέων μὴ γένοιτο,  ἀλλὰ  τὴν  ἕνωσιν  δεικνύς.  ∆ιὰ τοῦτό φησιν· Εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Τίς δὲ τῆς εὐλογίας ὁ τρόπος; Ἄγγελοι, ἀρχάγγελοι παρεστήκασι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, αἶνον ἀναπέμποντες· πᾶσα ἡ γῆ ἀπὸ περάτων εἰς τὰ πέρατα δοξολογεῖ καὶ ὑμνεῖ καὶ εὐφημεῖ τὸν σαρκωθέντα Θεόν. Ὁ μὲν γὰρ πρῶτος Ἀδὰμ μυρίας ἐνεπλήσθη   κατάρας·  οὗτος  δὲ  ἀπεναντίας   ἐκείνῳ   πολλῆς   τῆς  εὐλογίας.   Ἐκεῖνος ἤκουσεν,  Ἐπικατάρατος   σὺ  ἐν  τοῖς  ἔργοις  σου·  καὶ    μετ'  ἐκεῖνον   πάλιν,   καὶ, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς· καὶ, Ἐπικατάρατος, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις  ἐν τῷ βιβλίῳ  τούτῳ· καὶ, Ἐπικατάρατος  ὁ κρεμάμενος  ἐπὶ ξύλου. Ὁρᾷς πόσαι κατάραι; Τούτων ἠλευθέρωσέ σε ὁ Χριστὸς, γενόμενος  κατάρα. Ὥσπερ γὰρ ἐταπείνωσεν ἑαυτὸν, ἵνα σὲ ὑψώσῃ, καὶ ἀπέθανεν, ἵνα σὲ ἀθάνατον  ἐργάσηται· οὕτω καὶ κατάρα ἐγένετο, ἵνα σὲ εὐλογίας ἐμπλήσῃ. Τί τῆς εὐλογίας ταύτης ἴσον, ὅταν διὰ  κατάρας  εὐλογίαν  χαρίζηται;  Οὐ γὰρ  αὐτὸς  ἐδεήθη  εὐλογίας,  ἀλλὰ  σοὶ ταύτην δίδωσιν.  Ὥσπερ  γὰρ  ὅταν  εἴπω,  ὅτι  ἐταπεινώθη,   οὐ  μεταβολὴν   λέγω,  ἀλλὰ  τῆς οἰκονομίας  τὴν συγκατάβασιν· οὕτω καὶ ὅταν εἴπω ὅτι ηὐλογήθη, οὐ τοῦτο λέγω, ὅτι ἐδεήθη εὐλογίας,  ἀλλὰ  πάλιν  τῆς οἰκονομίας  δείκνυμι  τὴν  συγκατάβασιν. Ηὐλογήθη  τοίνυν  ἡ ἀνθρωπίνη  φύσις. Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει, οὐδὲ κατάρᾳ ὑπόκειται· μᾶλλον δὲ οὐδὲ πρὸ τούτου ὑπέκειτο, ἀλλ' ἀνέλαβε τὴν κατάραν, ἵνα σὲ ταύτης ἀπαλλάξῃ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Ἄλλος, Ζῶσαι μάχαιράν  σου ἐπὶ μηρόν. Ἄλλος, Περίθου ὡς μάχαιράν  σου ἐπὶ τοῦ μηροῦ. Τῇ ὡραιότητί  σου καὶ τῷ κάλλει  σου. Ἄλλος  φησὶ, Τὸν ἔπαινόν  σου καὶ τὸ ἀξίωμά σου. Ἄλλος, Ἐπιδοξότητί σου καὶ διαπρεπείᾳ σου. Τίς ἡ μεταβολὴ, καὶ τίς ἡ μετάστασις τῶν ῥημάτων;  Περὶ γὰρ διδασκάλου  διαλεγόμενος  τοῦτο  γάρ ἐστι τὸ, Ἐξεχύθη  χάρις  ἐν χείλεσί  σου, ἐξαίφνης   ἡμῖν  βασιλέα  καθωπλισμένον   ὑπογράφει,  καὶ  οὐκ  ἐν  τάξει προφητείας,  ἀλλ' ἐν τάξει ἱκετηρίας. Οὐ γὰρ εἶπε· Περιζώσεται τὴν  ῥομφαίαν  αὐτοῦ· ἀλλὰ ἀξιοῖ, καί φησι, Περίζωσαι τὴν ῥομφαίαν σου. Εἶτα καὶ τῇ ὁπλίσει ταύτῃ κάλλος ἀναμίγνυσι, νῦν μὲν ὁπλίτην δηλῶν, νῦν δὲ ὡραϊζόμενον· Τῇ γὰρ ὡραιότητί σου, φησὶ, καὶ τῷ  κάλλει  σου. Εἶτα τοξότην·  Τὰ βέλη γάρ σου, φησὶν,  ἠκονημένα,  δυνατέ.  Καὶ πάλιν  νικητὴν  καὶ τροπαιοῦχον·  Λαοὶ ὑποκάτω  σου, φησὶ, πεσοῦνται  ἐν καρδίᾳ τῶν ἐχθρῶν  τοῦ  βασιλέως.  Καὶ τοῦτον  δὲ  αὐτὸν  πάλιν  εἰσάγει  μύροις  χριόμενον  τὸν ὁπλίτην,  καὶ βασιλέα, καὶ τοξότην,  καὶ νικητήν· Σμύρνα γὰρ, φησὶ, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου.

εʹ. Τίς οὖν κοινωνία  ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ,  τόξοις  καὶ  ὡραϊσμῷ;  Τὰ μὲν  γάρ ἐστιν  εἰρήνης  σύμβολα, τὰ  δὲ μάχης  καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος;  ὁ προϊὼν  ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων  τῶν  ἐχθρῶν, καὶ  τοσαύτας  ἐργαζόμενος  σφαγάς;  Πῶς λύσομεν  τὴν  ἀπορίαν  ταύτην;  Ἂν  γνῶμεν ἀκριβῶς  ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα  λέγεται.  Καὶ γὰρ καὶ αὐτὸν  εἰσάγει ὁ Προφήτης ἀλλαχοῦ  ὁπλιζόμενον,  ὡς ὅταν  λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε,  τὴν  ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε,  καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη  θανάτου.  Καὶ πάλιν  ἀλλαχοῦ·  Ἐνδύσεται  θώρακα  δικαιοσύνην.  Ὅρα δὲ  καὶ αὐθεντίαν  τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν  αὐτοῦ στιλβώσει, οὐ παρά τινος  κελευσθεὶς,  ἀλλ' αὐτὸς  ἀφ' ἑαυτοῦ· οὕτω  καὶ  ἐνταῦθα,  Τὰ βέλη  τοῦ  δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου .190 πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν  τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν,  φησὶν,  ἐνέργειαν  δέχῃ,  ἀλλ'  αὐτὸς  ἑαυτῷ  ἀρκεῖς.  Ἄκουε  δὲ  καὶ  αὐτοῦ λέγοντος  τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον  βαλεῖν  ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον  εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγηγερμένοι  ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων  σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες,  λύητε παρ' ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα  ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν  σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει,  οὐ πάθος αὐτῷ  περιάπτουσα, ἀλλὰ  διὰ τῆς λέξεως  ταύτης  τὴν ἐνέργειαν  αὐτοῦ τὴν κολαστικὴν  παριστῶσα, καὶ τῶν παχυτέρων  καθαπτομένη·  οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν,  ἀλλὰ δι' ἑτέρων ὀργάνων   τιμωρούμεθα,   θέλων   δεῖξαι  τὴν   τιμωρητικὴν   αὐτοῦ  δύναμιν,   διὰ  τῶν γνωρίμων   ἡμῖν  ὀνομάτων  ἐδήλωσεν,  οὐχ  ἵνα  ὅπλα  περὶ  Θεὸν νοήσωμεν,  ἀλλ' ἵνα ἐμφαντικώτερον  τὴν   κόλασιν   αὐτοῦ  ἀκούσωμεν.  Ἀλλὰ  πολλοὶ,   φησὶν,  ἐντεῦθεν ἐβλάβησαν. Ἀλλ' εἰκῆ καὶ μάτην καὶ ὑπὸ τῆς οἰκείας ἀνοίας· μάλιστα μὲν γὰρ ἀκούοντες Θεὸν, ὤφειλον  συνιέναι,  ὅτι τροπικώτερον  εἴρηται· νυνὶ  δὲ οὐ διὰ ῥημάτων  ἑτέρων αὐτοὺς παιδεῦσαι τὸ ἀπαθὲς τοῦ Θεοῦ ἠμέλησεν ἡ Γραφή. Ἄκουσον γοῦν ἀλλαχοῦ πῶς αὐτοῦ  δείκνυσι  τὴν  εὐκολίαν  τῆς  τιμωρίας,  λέγων·  Ἀναστήτω    Θεὸς, διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Μὴ χρεία ὅπλων; μὴ χρεία ῥομφαίας; Ἀρκεῖ μόνον, φησὶν, ἡ ἀνάστασις. Ἀλλὰ καὶ τοῦτο πάλιν παχύ· διὸ πολλαχοῦ λέγει· Ὁ ἐπιβλέπων  ἐπὶ τὴν  γῆν, καὶ ποιῶν  αὐτὴν  τρέμειν. Καὶ πάλιν·  Ἀπὸ προσώπου αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Ἀλλὰ καὶ τοῦτο παχύ. Ἄκουσον τὸ ὑψηλότερον· Πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἀρκεῖ γὰρ αὐτῷ  τὸ θελῆσαι  μόνον.  Σκόπει δὲ πῶς  καὶ  ἐν  αὐτοῖς  τοῖς  παχυτέροις  τούτοις δείκνυσι  τὸ  ἀνενδεὲς  τοῦ  Θεοῦ. Οὐ γὰρ  πρότερον  ὅπλων  ἐμνημόνευσεν,  ἕως  ὅτε δυνατὸν αὐτὸν ἐκάλεσε· καὶ πάλιν καταλέξας τὰ ὅπλα, ὅλην τὴν νίκην τῇ δεξιᾷ αὐτοῦ ἐλογίσατο, τουτέστι, τῇ φύσει αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ. Ὅπερ καὶ ἄλλος προφήτης δηλῶν  ἔλεγεν· Ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· οὐχ ἵνα ὦμον νοήσῃς μὴ γένοιτο, ἀλλ' ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας. Περίζωσαι τὴν ῥομφαίαν  σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τί οὖν ἐνταῦθα λέγει; ∆ιὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν αὐτοῦ δείκνυσι, δι' ἧς τὴν οἰκουμένην κατώρθωσε, δι' ἧς τὸν  πόλεμον  ἔλυσε, καὶ τὸ τρόπαιον  ἔστησε. Καὶ γὰρ πόλεμος  ἦν χαλεπὸς,  πολέμων   ἁπάντων     πικρότατος,  οὐ  βαρβάρων  πολεμούντων,  ἀλλὰ  τῶν δαιμόνων  ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην  διαφθειρόντων ἅπασαν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Ἡσαΐας ἔλεγε· Καὶ τῶν ἰσχυρῶν μεριεῖται σκῦλα· καὶ πάλιν· Πνεῦμα Κυρίου ἐπ'  ἐμέ·  οὗ  ἕνεκεν   ἔχρισέ  με,  εὐαγγελίσασθαι   πτωχοῖς   ἀπέσταλκέ   με,  κηρῦξαι αἰχμαλώτοις  ἄφεσιν. ∆ιὰ δὴ τοῦτο καὶ Παῦλος πανταχοῦ  τῶν  ἐπιστολῶν  προγράφων ἔλεγε· Χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.  Καὶ πάλιν·  Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν  νομίσῃς αἰσθητὴν, ἄκουε τῶν  ἑξῆς. Εἰπὼν γὰρ, Περίθου τὴν μάχαιράν σου, ἐπήγαγε, Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου· τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ,  καὶ τὸ κάλλος  αὐτοῦ,  καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα,  καὶ ἡ μεγαλωσύνη.  καὶ ἡ μεγαλοπρέπεια.  Οὐδενὸς γὰρ δεῖται ἡ οὐσία ἐκείνη εἰς τὸ κατορθῶσαι τὰ προκείμενα· ἀνενδεὴς  γάρ ἐστι. Παρακαλεῖ τοίνυν  ὁ προφήτης,  ὑπὲρ τῆς οἰκουμένης  εἰς πόλεμον αὐτὸν ἐξάγων. Εἶτα ἀπὸ τῶν ὑψηλῶν  πάλιν ἐπὶ τὰ παχύτερα κατάγει τὸν λόγον. Εἰπὼν γὰρ μάχαιραν καὶ μηρὸν, ἀνῆλθεν εἰς τὴν ὡραιότητα· καὶ πάλιν ἐκεῖθεν κάτεισιν ἐπὶ τὰ σωματικώτερα, καί φησιν· Καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε. Εἰπὼν δὲ, Ἔντεινε, τὸ τόξον  ἡμῖν  ἐδήλωσε καὶ τὸ βέλος. Εἶτα δεικνὺς  πάλιν,  ὅτι οὐχ ὅπλων  αὐτῷ  δεῖ, ἐπήγαγε,   Καὶ  κατευοδοῦ,   καὶ  βασίλευε.  Ἕτερος  δὲ  ἑρμηνευτής   φησι,  Πρόκοπτε. Βασιλείαν δὲ  ἐνταῦθα  λέγει,  ἣν  ἐλθὼν  κατώρθωσεν  ἐν  ὑστάτοις  καιροῖς,  τὴν  κατ' οἰκείωσιν καὶ γνῶσιν.

Ταῦτα δὲ τὰ ῥήματα τοῦ πόθου μάλιστά ἐστι τοῦ προφητικοῦ, ὁρῶντος ἤδη τὰ κατορθώματα, καὶ τὴν οἰκουμένην  πρὸς ἀλήθειαν  χειραγωγουμένην. ∆ιὰ τοῦτο τρόπῳ παρακελευομένῳ  κέχρηται τῷ σχήματι τῆς λέξεως. Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν διαθερμαινόμενοι   πρὸς  τοὺς  μείζους  ὦσι,  ταύταις  κεχρῆσθαι  ταῖς  λέξεσιν.  Ἕνεκεν ἀληθείας  καὶ  πραότητος  καὶ  δικαιοσύνης.  Ἐπιῤῥήματι  ἀληθείας  χρῆται.  Ὁρᾷς  πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν;  Ὁ γὰρ ὅπλων μνημονεύσας, καὶ ῥομφαίας, καὶ τόξων, πῶς πραότητος ἐνταῦθα μέμνηται; Ποία γὰρ κοινωνία  πραότητι καὶ πολέμῳ, ἐπιεικείᾳ  καὶ μάχῃ; Πολλὴ μὲν οὖν, ἐάν τις
ἀκριβῶς ἐξετάσῃ. Ἐπεὶ καὶ ∆αυῒδ καὶ Μωϋσῆς πρᾶοι ἦσαν. ∆ιὸ περὶ μὲν ἐκείνου φησὶν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· περὶ δὲ Μωϋσέως, ὅτι Ἦν πραότατος Μωϋσῆς πάντων  ἀνθρώπων  τῶν ἐπὶ τῆς γῆς· ἀλλ' ὅμως φαίνονται οὗτοι οἱ πάντων  πραότατοι, μάλιστα πάντων  ἀμυνόμενοι. Ἀλλ' εἰ βούλεσθε, πρότερον τὴν  πραότητα  αὐτῶν  εἴπωμεν·  Πολλάκις  λαβὼν    μακάριος  οὗτος  τὸν  Σαοὺλ, καὶ γενόμενος  κύριος ἀνελεῖν,  οὐκ ἐπήγαγε  τὴν χεῖρα· ἀλλὰ καὶ ἑτέρων  ἐγκελευομένων, ἐφείσατο,  καὶ  τὸν  θυμὸν  ἐχάλασε.  Καὶ τοῦ  Σεμεεὶ  δὲ  τοιαῦτα  ὑβρίζοντος,  καὶ  τῇ συμφορᾷ τότε ἐπεμβαίνοντος  ἐκείνου, καὶ τῶν στρατηγῶν  ἀξιούντων  διαβῆναι καὶ  ἀποτεμεῖν  τὸν  ὑβριστὴν  τοιαῦτα  ἐμπαροινοῦντα,  οἷα  φθέγγεται   ῥήματα  πάσης σοφίας γέμοντα! Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκόλαστον νεανίσκον, πῶς παρακατατίθεται    τοῖς   ἑαυτοῦ   στρατηγοῖς   λέγων·   Φείσασθέ  μοι   τοῦ   παιδαρίου Ἀβεσσαλώμ; Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελφοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι; λέγων. Τί δὲ Μωϋσῆς; Ὑπὲρ τῶν λιθασάντων  αὐτὸν, ὑπὲρ τῶν ἀνελόντων, τό γε εἰς αὐτοὺς ἧκον, ἄκουσον τί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ  ἐξάλειψον   ἐκ  τῆς  βίβλου  ἧς  ἔγραψας.  Ἑτέρων  δὲ  πάλιν   αὐτὸν  εἰς  ζῆλον κινούντων, καὶ παροξυνόντων  εἰς ἀγανάκτησιν, τὰ φιλόσοφα ἐκεῖνα ἐφθέγξατο ῥήματα λέγων·  Τίς δώῃ πάντα τὸν λαὸν Κυρίου προφήτας  εἶναι; Ὑπὲρ δὲ τῆς ἀδελφῆς  πάλιν λοιδορησάσης αὐτὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν! Καὶ πολλαχόθεν  ἑτέρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας  διαλέγεται  τοῖς Ἰουδαίοις. Ἀλλ' ὅμως οὗτος ὁ πρᾶος τὸν   ∆αθὰν   καὶ   Ἀβειρὼν   καὶ   Κορὲ  ἠξίωσε   καταποθῆναι,   ἡνίκα   τῇ   ἱερωσύνῃ ἐπανέστησαν,  ὑπὸ  τῆς  γῆς,  καὶ  τοὺς  ἄλλους  ἐμπρησθῆναι,  ὅτε  προσήνεγκαν  πῦρ ἀλλότριον. Καὶ ὁ ∆αυῒδ δὲ τὸν Γολιὰθ κατήνεγκεν  ὁ πρᾶος, καὶ τὸ στρατόπεδον ἤλασε, καὶ τὴν νίκην ἤρατο. Τοῦτο γὰρ μάλιστά ἐστι πράου, τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι, τοῖς δὲ ἀδικουμένοις  ἀμύνειν· καθάπερ καὶ ὁ Χριστὸς ἐποίησεν. Εἰς γὰρ τὸν σταυρὸν ἀναβὰς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ θρηνῶν πάλιν τὴν Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν  τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ  οἶκος  ὑμῶν  ἔρημος.  Καὶ ῥαπιζόμενος,  οὐκ  ἀντεῤῥάπισεν,  ἀλλ'  ἀπολογεῖται   τῷ ῥαπίζοντι· καὶ δαιμονῶν καλούμενος, δαίμονας ἐξέβαλε· καὶ πλάνος καὶ ἀντίθεος καλούμενος,  εἰς βασιλείαν  αὐτοὺς ἐχειραγώγει.  Καὶ τοῖς μαθηταῖς  ἐκέλευε  πανταχοῦ μαστιγοῦσθαι,  διώκεσθαι,  ἐλαύνεσθαι,  καὶ  τὴν  ἐλάττω  καταδέχεσθαι  τάξιν·    γὰρ θέλων  ἐν ὑμῖν εἶναι  πρῶτος, φησὶν, ἔστω ὑμῶν  διάκονος.  Καὶ τὸ ὑπόδειγμα  οἴκοθεν ἐπῆγε λέγων· Καθάπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι,  ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην  ἀναιρεῖ καὶ τοῦτο μάλιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους  ἐλευθεροῦν, τὸ τοὺς ἐπιβουλεύοντας  δαίμονας ἀναστέλλειν,  τοὺς  δὲ ἐπηρεασθέντας  ἀπαλλάττειν   τῶν  δεινῶν.  Τί δέ ἐστιν, Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης; Εἶπε τὸν πόλεμον, εἶπε τὴν παράταξιν, ἔδειξε τὸν ὁπλίτην· λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι  βασιλεύοντες πολεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας, ἢ κενοδοξίας· αὐτὸς δὲ δι' οὐδὲν τούτων, ἀλλ' ἕνεκεν .193 ἀληθείας, ἵνα αὐτὴν ἐν τῇ γῇ φυτεύσῃ· καὶ πραότητος, ἵνα θηρίων ὄντας χαλεπωτέρους,  πράους ἐργάσηται· καὶ δικαιοσύνης, ἵνα ὑπὸ τῆς ἀνομίας τυραννουμένους,   δικαίους  ποιήσῃ,  πρῶτον  μὲν  ἀπὸ  χάριτος,  δεύτερον  δὲ  καὶ  ἀπὸ  κατορθωμάτων.  Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἄλλος, Καὶ φωτίσει  σε ἐπὶ φοβερὰ ἡ δεξιά σου. Ἄλλος, Καὶ ὑποδείξει σοι φοβερὰ ἡ δεξιά σου.

ζʹ. Εἶδες πῶς πάλιν  παρήνοιξεν  ἡμῖν τοῦ τὰ τοιαῦτα κατορθοῦντος  τὸ ἀξίωμα; Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας  τὸν ἀκροατὴν ἤγαγεν· οὕτω πάλιν  ἐπὶ τὸ παχύτερον  καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει  πάλιν  τὸν ἀκροατὴν, λέγων  τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν  καὶ πραότητα καὶ δικαιοσύνην· εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης. Ποῖον δὲ τοῦτον; Καὶ ὁδηγήσει σε, φησὶ, θαυμαστῶς ἡ δεξιά σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὴ ἑαυτῇ  ἀρκεῖ  ἡ φύσις,  αὐτὴ  ἑαυτῇ  ἀρκεῖ  ἡ δύναμις  εἰς  τὸ  καὶ  ἰδεῖν  τὰ πρακτέα, καὶ τέλος αὐτοῖς ἐπιθεῖναι. Καὶ καλῶς ἕτερος εἶπε, Φοβερὰ ἡ δεξιά σου· πολὺ γὰρ φοβερὰ  τὰ κατωρθωμένα  καὶ  φρίκης  γέμοντα.  Θάνατος ἐλύθη,  ᾅδης  ἀνεῤῥάγη, παράδεισος  ἀνεῴχθη,  ὁ οὐρανὸς  ἀνεπετάσθη,  δαίμονες  ἐπεστομίσθησαν,  ἀνεμίγη  τὰ κάτω  τοῖς  ἄνω,  Θεὸς ἄνθρωπος  γέγονεν,  ἄνθρωπος  ἐπὶ  βασιλικοῦ  κάθηται  θρόνου· ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν  ἀποῤῥήτων  ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ παρουσίας κατώρθωσε. ∆ιὰ δὴ τοῦτο εἶπεν, Ὁδηγήσει σε ἐπὶ τὰ φοβερὰ ταῦτα ἡ δεξιά σου, δεικνὺς ὅτι ἀρκεῖ ἑαυτῇ ἡ φύσις, φησὶ, καὶ ἡ δύναμις εἰς τὸ  καὶ  εὑρεῖν  καὶ  ἀνύσαι  τὰ  προκείμενα.  Οἱ δὲ  Ἑβδομήκοντα  φασίν·  Ὁδηγήσει  σε θαυμαστῶς ἡ δεξιά σου· τουτέστιν, Οὐ μόνον τὰ κατωρθωμένα  δεῖ θαυμάζειν, ἀλλ' ὅτι καὶ  παραδόξως  κατωρθώθη.  ∆ιὰ θανάτου  γὰρ  θάνατος  ἐλύθη,  διὰ  κατάρας  κατάρα ἀνῃρέθη,   καὶ   εὐλογία   ἐδόθη·   διὰ   βρώσεως   ἐξεβλήθημεν   πρώην,   διὰ   βρώσεως εἰσήχθημεν  πάλιν.  Παρθένος ἡμᾶς ἐξέβαλε παραδείσου, διὰ παρθένου  ζωὴν  εὕρομεν αἰωνίαν.  ∆ι' ὧν  κατεκρίθημεν,  διὰ τούτων  ἐστεφανώθημεν.  Ταῦτα τοίνυν  ἐννοῶν  ὁ Προφήτης  ἔλεγεν·  Ὁδηγήσει σε θαυμαστῶς  ἡ δεξιά  σου. Μή τι  ὅπλων  χρεία; μή τι ῥομφαίας, μή τι τόξων καὶ βελῶν; Εἶδες πῶς αὐτάρκης αὐτὴ ἑαυτῇ ἡ φύσις, ἡ δύναμις; Ἀλλ' ὅρα πάλιν  αὐτὸν,  καθάπερ  ἄριστον  χορευτὴν,  πάλιν  ἀπὸ τῶν  ὑψηλῶν  ἐπὶ  τὰ παχύτερα   καταβαίνοντα.   Τὰ  βέλη   σου  ἠκονημένα,   δυνατέ.   Λαοὶ  ὑποκάτω   σου πεσοῦνται, ἐν καρδία τῶν ἐχθρῶν  τοῦ βασιλέως. Ἄλλος φησὶ, Κατὰ καρδίας οἱ ἐχθροὶ τοῦ  βασιλέως.  Ὅρα  πάλιν,   ὅτε  βελῶν   ἐμνημόνευσε,  πῶς  τὸ  ῥῆμα  τοῦ  δυνατοῦ προσέλαβεν, ἵνα μάθῃς, ὅτι οὐ βελῶν δεῖται, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τὸ δὲ, Λαοὶ ὑποκάτω   σου πεσοῦνται, παρέγκειται  μέσον. Ἐνταῦθα τοίνυν  διπλῆ εἶναί μοι  δοκεῖ  ἡ ἐξήγησις· ἢ γὰρ τὴν  ἅλωσίν  φησι  τὴν  Ἰουδαϊκὴν,  καὶ  τὸν  τῆς  πόλεως ἀνδραποδισμὸν καὶ τὴν πανωλεθρίαν,  ἢ κατὰ ἀναγωγὴν  τὴν τοῦ λόγου δύναμιν  βέλη καλεῖ. Καὶ γὰρ βελῶν ὀξύτερον τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, καὶ τῶν πρὸ τούτου ἐχθρῶν τοῦ βασιλέως τῆς καρδίας ἥψατο, οὐχ ἵνα ἀνέλῃ, ἀλλ' ἵνα ἐπισπάσηται· ὅπερ καὶ ἐπὶ  Παύλου γέγονεν.  Οὐ γὰρ  ἄν  τις  ἁμάρτοι  τὸ  ῥῆμα ἐκεῖνο  βέλος  εἰπὼν,  ὅπερ ἐξ οὐρανοῦ  ἀκοντισθὲν  ἥψατο  τῆς καρδίας τοῦ πρὸ τούτου  ἐχθροῦ, καὶ φίλον  ἐποίησε. Λαοὶ ὑποκάτω σου πεσοῦνται. Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα; τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; τὴν διδασκαλίαν; τὴν κατήχησιν; Ἡ γὰρ πρόσπτωσις αὕτη, καὶ τὸ ὑποκάτω  αὐτοῦ, πᾶσιν ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων  πλάνης, ἑαυτῷ ὑπέταξεν. Οὕτω καὶ ἕτερος προφήτης δείκνυσιν αὐτὸν ᾑμαγμένον, οὕτω λέγων· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ' ἱμάτια. Παχύτερον μὲν τὸ ῥῆμα, πλὴν  τούτου  λεπτότερον·  ὅμως καὶ ἐν τῇ παχύτητι,κἀκεῖ κατὰ μικρὸν πρὸς τὰ ἀσώματα ἀνάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐρωτᾷ ὁ προφήτης, πόθεν ἐρυθρὰ τὰ ἱμάτια, φησί· Ληνὸν ἐπάτησα μονώτατος,  τὴν εὐκολίαν  δεικνὺς  τῆς νίκης,  καὶ τὸ μηδένα  σχεῖν  τὸν  συνεργοῦντα  αὐτῷ,  ἀλλ' ὅτι  αὐτὸς  ἑαυτῷ  ἤρκεσεν. Ὥσπερ γὰρ ἐνταῦθά φησιν, Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· οὕτω καὶ ἐκεῖ, Ληνὸν ἐπάτησα μονώτατος.  Ὃν τρόπον  γὰρ τῷ  ληνοβάτῃ  ῥᾴδιον  καταπατεῖν  τοὺς  βότρυς· οὕτω  τῷ  Θεῷ, ἐργάσασθαι ἅπερ ἠθέλησε· μᾶλλον  δὲ οὐδὲ  οὕτως,  ἀλλὰ  καὶ  πολλῷ πλεῖον. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄλλος, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος,  καὶ ἔτι. Ὁ δὲ Ἑβραῖός φησι τὸ, Ὁ Θεὸς, ὁ Θεός σου, Ἐλωεὶμ Ἐλωάχ. Τί ἐνταῦθα εἴποι ὁἸουδαῖος; Περὶ τίνος γὰρ τὰ λεγόμενα; Τί δὲ ὁ αἱρετικός; Εἰ γὰρ δὴ λέγοι περὶ τοῦ Πατρὸς λέγεσθαι, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πῶς ἁρμόσει αὐτῷ  τὸ ἑξῆς· ∆ιὰ τοῦτο  ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου; Οὐ γὰρ δὴ ὁ Πατήρ ἐστιν ὁ Χριστὸς, οὐδὲ αὐτὸς κέχρισται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Μονογενοῦς ὁ λόγος, περὶ οὗ καὶ τὰ ἔμπροσθεν εἴρηται· ὅπερ καὶ ὁ Ἡσαΐας ἔλεγεν, ὅτι Τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

ηʹ.  Ἀλλ'  ἴσως  ἄν  τις  ἐκεῖνο   ζητήσειε,  τί  δήποτε  νῦν   περὶ  τῆς  θεότητος διαλέγεται, πρότερον περὶ τῆς οἰκονομίας ποιησάμενος τὸν λόγον; Ὅτι καὶ ὁ Ματθαῖος οὕτω  ποιεῖ.  Ἀπὸ γὰρ τῆς  σαρκὸς ἄρχεται,  καὶ προοιμιάζεται  οὕτω· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Ὁμοίως καὶ Λουκᾶς καὶ Μάρκος· ὁ Ἰωάννης δὲ μόνος ἑτέρως. Πρότερον γὰρ περὶ τῆς θεότητος εἰπὼν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ πολλὰ περὶ αὐτῆς διαλεχθεὶς, τότε εἶπε· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ  ἐσκήνωσεν  ἐν  ἡμῖν.  Εἰ δὲ καὶ  ἀπεναντίας  τοῖς  ἄλλοις  ἐχρήσατο  τῇ  γραφῇ  τοῦ Εὐαγγελίου, ἀλλὰ καὶ οὕτω μεγάλην πρὸς αὐτοὺς τὴν συμφωνίαν  ἐπέδειξε. Καὶ πῶς ἂν ἔχοι λόγον, φησὶν, ἐν τῷ ἐναντίῳ συμφωνίαν  εἶναι; Οὐκ οἶσθα, ὅτι καὶ τὸ ἐσθίειν τῷ  μὴ ἐσθίειν  ἐναντίον  ἐστὶ, καὶ τὸ πίνειν  τῷ  μὴ πίνειν,  τὸ δοῦναι  τῷ  μὴ δοῦναι; Πολλάκις δὲ καὶ ἰατρὸς πολλὰ τοιαῦτα ποιεῖ, οὐχ ἑαυτῷ μαχόμενος, ἀλλὰ καὶ σφόδρα συμφωνῶν· πρὸς γὰρ ἓν ὁρᾷ τέλος, τοῦ κάμνοντος  τὴν ὑγείαν. Τοῦτο δὴ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν  γέγονεν. Ἐπεὶ καὶ τὸ θέρος ἀπεναντίας  τοῦ χειμῶνός ἐστιν, ἀλλὰ πρὸς ἓν βλέπει τέλος, τὴν τῶν καρπῶν  ἀκμὴν, καὶ εὐθηνίαν.  Καὶ ὁ κόσμος ἅπας ἐξ ἐναντίων συνέστηκεν, ἀλλὰ πολλὴν εἰς τὴν ζωὴν τὴν ἡμετέραν ἐπιδείκνυται  τὴν συμφωνίαν. Καὶ πρὸς τὸν Ἰωάννην  δὲ ἀπεναντίας  ὁ Χριστὸς ἦλθεν. Ὁ μὲν γὰρ ἤσθιεν· ὁ δὲ οὐκ ἤσθιεν. Ἦλθε γὰρ Ἰωάννης, φησὶ, μήτε ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ  ἀνθρώπου  ἐσθίων  καὶ  πίνων,  καὶ  λέγουσιν,  Ἰδοὺ  ἄνθρωπος  φάγος,  καὶ οἰνοπότης. Ἀλλ' εἰ καὶ ἐναντία  ἦν τὰ γινόμενα,  ἀλλ' ὅμως πρὸς ἓν ἔβλεπε τέλος, τῶν μελλόντων σαγηνεύεσθαι τὴν σωτηρίαν. Οὕτω δὴ καὶ ἡ τάξις αὕτη ἡ περὶ τῆς θεότητος καὶ περὶ τῆς οἰκονομίας,  εἰ καὶ ἀπεναντίας  τοῖς  ἄλλοις  γέγονε  παρὰ Ἰωάννου,  ἀλλ' ὅμως σφόδρα συμφώνως  αὐτοῖς. Καὶ πῶς, ἐγὼ λέγω. Ὅτι παρὰ μὲν τὴν ἀρχὴν οὐδέπω τοῦ λόγου σπαρέντος, ἀκόλουθον ἦν τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ, καὶ περὶ τὴν τῆς  σαρκὸς  γυμνάζειν  διδασκαλίαν,  ἀπὸ  τῶν  παχυτέρων  καὶ  αἰσθητῶν προοιμιαζομένους· ἐπειδὴ δὲ ἐπάγη τὰ τῆς γνώσεως, καὶ ἐδέξαντο τὸ κήρυγμα, λοιπὸν εὔκαιρον  ἦν  ἄνωθεν   ἄρχεσθαι.  ∆ιὰ  τοῦτο  καὶ  οἱ  προφῆται,   εἴ  ποτε  περὶ  αὐτοῦ διαλέγονται,  ἀπὸ τῆς οἰκονομίας  ποιοῦνται  τὴν ἀρχὴν, καὶ τὰ προοίμια. Ὅρα γοῦν ὁ Μιχαίας πῶς κάτωθεν ἄρχεται· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καίτοι οὐχ ἡ θεότης ἦν ἀπὸ τῆς Βηθλεὲμ, ἀλλ' ἡ σάρξ. Ἀλλ' οὐκ ἐναπέμενε τούτῳ μόνῳ, ἀλλὰ καὶ ἀνέβη πρὸς τὴν θεότητα, λέγων· Καὶ ἡ ἔξοδος αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Καὶ ὁ Ἡσαΐας πάλιν· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ,  ὅ ἐστι μεθερμηνευόμενον,  Μεθ' ἡμῶν  ὁ Θεός. Ὁρᾷς πῶς καὶ οὗτος ἀπὸ τῆς σαρκὸς πρὸς τὴν θεότητα ἀνέβη; Καὶ πάλιν ἀλλαχοῦ σκόπει τοῦτο αὐτὸ γινόμενον·  φησὶ γάρ· Παιδίον ἐγεννήθη  ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται  τὸ ὄνομα αὐτοῦ, μεγάλης  βουλῆς ἄγγελος,  θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων  εἰρήνης, πατὴρ τοῦ μέλλοντος  αἰῶνος.  Ὁρᾷς πῶς πάλιν ἀπὸ παιδίου,  καὶ τῆς  κατὰ  σάρκα οἰκονομίας,  ὥσπερ διά τινων  βαθμῶν  ἀναβαίνων ἵσταται περὶ τὴν θεότητα; Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ ἐγνωρίσθη ἀπὸ τῆς κτίσεως πρῶτον. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς σχηματίζει πολλάκις ἑαυτὸν εἰς αἰσθητὴν ὄψιν, κατὰ μικρὸν ἀνάγων  τὸ γένος τῶν ἀνθρώπων  ἐπὶ τὰς ἀσωμάτους ἐννοίας. Καὶ τί θαυμάζεις, εἰ   ἐπὶ   τῶν   δογμάτων    οὕτως   ἐχρήσατο   τῇ   οἰκονομίᾳ,   ὅπου   γε   καὶ   ἐπὶ   τῶν παραγγελμάτων καὶ  ἐπὶ  τῶν  ἐντολῶν  αὐτὸ  τοῦτο  ποιεῖ; ∆ιὰ δὴ τοῦτο  καὶ  .ὁ προφήτης   οὕτως   ἐνταῦθα   κέχρηται   τῷ  λόγῳ,   ἀπὸ  τῆς  σαρκὸς  ἐπὶ  τὴν  θεότητα ἀναβαίνων  τὰ γὰρ χείλη  τῆς σαρκός ἐστι, καὶ ἀπὸ τῆς θεότητος  πάλιν  ἐπὶ τὴν σάρκα κατελθὼν, καὶ τῇ ποικιλίᾳ τοῦ λόγου πρὸς τὴν τῶν κατηχουμένων χρώμενος σωτηρίαν. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα  τοῦ αἰῶνος·  θρόνον  ἐνταῦθα  οὐ θρόνον  ἁπλῶς λέγων,  ἀλλὰ  τὴν βασιλείαν. Ἐνταῦθα μὲν αἰώνιον  λέγει, ἀλλαχοῦ  δὲ ὑψηλόν·  Εἶδον γὰρ, φησὶ, τὸν Κύριον καθήμενον  ἐπὶ θρόνου ὑψηλοῦ.  Καὶ πάλιν·  Ὅτι ὑψηλός  σου ὁ θρόνος. Καὶ ἄλλος  δὲ προφήτης  βλέπει καθήμενον  ἐπὶ θρόνου δόξης· ὁ δὲ ∆αυῒδ καὶ φιλανθρωπίας τὸν  θρόνον  δείκνυσιν·  Ἔλεος γὰρ, φησὶ,  καὶ  κρίσις  κατόρθωσις  τοῦ θρόνου αὐτοῦ.

θʹ. Ταῦτα δὲ πάντα περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος τοῦτο γάρ ἐστιν  εἰς αἰῶνα  αἰῶνος,  ὅτι ἔνδοξος,  ὅτι ὑψηλὴ,  ὅτι κραταιὰ καὶ ἰσχυρά. Πάλιν ὅτι ἄναρχος,  ὅταν  λέγῃ·  Ἡ βασιλεία  σου, βασιλεία  πάντων  τῶν  αἰώνων.  Ὥσπερ οὖν  ὁ θρόνος  τῆς  βασιλείας  σύμβολον,  οὕτω  καὶ    ῥάβδος  καὶ  τῆς  βασιλείας,  καὶ  τῆς δικαστικῆς ἐξουσίας. ∆ιό φησι· Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν ἐκεῖ τὸ ὀρθὸν, οὐδὲν ἐκεῖ ἐπισκιαζόμενον. Ἀκουέτωσαν οἱ μαινόμενοι,  καὶ παραπλῆγες· μᾶλλον δὲ οἱ τούτων  χείρους. Τίνες δέ εἰσιν οὗτοι; Οἱ τῇ τοῦ Θεοῦ προνοίᾳ ἐγκαλοῦντες,  καὶ λέγοντες· ∆ιὰ τί τὸ καὶ τὸ οὕτω γέγονε; Πῶς γὰρ οὐκ  ἄτοπον   τέκτονι   μὲν  παρακαθήμενον,   καὶ  διακλῶντα   ξύλα,  καὶ  διαπρίζοντα θεώμενον,  μὴ ἀπαιτεῖν  λόγον, μηδὲ εὐθύνας· καὶ ἰατρὸν τέμνοντα  καὶ καίοντα σάρκα, καὶ ἐν οἰκίσκῳ κατακλείοντα,  καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μήτε τῶν παρεστώτων τινὰ, μηδὲ αὐτὸν τὸν πάσχοντα περιεργάζεσθαι τὰ γινόμενα· καὶ κυβερνήτην  τείνοντα σχοινίον, καὶ χαλῶντα ἱστία, καὶ πάλιν ἀνιέντα καὶ βαπτίζοντα τοῖχον νηὸς, μὴ πολυπραγμονεῖν, μηδὲ  περιεργάζεσθαι  καθ' ἕκαστον  τῶν  δημιουργῶν  τούτων,  ἀλλ' ἡσυχάζειν καὶ σιγᾷν, καίτοι γε πολλάκις αὐτῶν διαμαρτανόντων περὶ τὴν τέχνην· τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν, τὴν κηδεμονίαν  τὴν ἀπέραντον ταύτην περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ ποίας ταῦτα οὐ μανίας; Καὶ βοηθῆσαι μὲν, καὶ προέσθαι  χρήματα   ὑπὲρ  ἀδικουμένων,   καὶ  πενομένων,   οὐκ  ἂν  ῥᾳδίως   ἕλοιντο· ἐξετάζουσι δὲ δι' ὅλου, διὰ τί ὁ δεῖνα  πένης,  διὰ τί ὁ δεῖνα  πτωχὸς,  διὰ τί ὁ δεῖνα πλούσιος. Πονηρὲ δοῦλε καὶ ἀνόητε, οὐ κύπτεις κάτω, οὐδὲ καταγινώσκεις σαυτοῦ, οὐδὲ ἐπιτίθης  χαλινὸν  τῇ γλώσσῃ, οὐδὲ καταστέλλεις  τὴν  διάνοιαν,  οὐδὲ ἀφεὶς  τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα   σοι,  εἰς   τὸ   πέλαγος   τῶν   ἁμαρτημάτων,   καὶ   εἰ   περίεργος   εἶ   καὶ πολυπράγμων,  ἀπαίτησον  ἑαυτὸν εὐθύνας  τῶν  ῥημάτων,  τῶν  πραγμάτων,  ὧν κακῶς εἶπες,  ὧν  κακῶς  ἐποίησας·  νῦν  δὲ  σαυτὸν  μὲν  ἀνεξέταστον  ἀφεὶς,  καίτοι  γε  τῆς ῥᾳθυμίας ταύτης κόλασιν φερούσης, τῆς δὲ πολυπραγμοσύνης  σωτηρίαν, τῷ Θεῷ κάθῃ δικάζων, καὶ προστιθείς σου τοῖς ἁμαρτήμασιν. Οὐκ ἀκούεις τοῦ Προφήτου πρὸς αὐτὸν λέ .197 γοντος,  Ῥάβδος εὐθύτητος,  ἡ ῥάβδος βασιλείας  σου; Καὶ ἑτέρου πάλιν·  Τὸ κρίμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται. Εἰ δὲ οὐκ οἶσθα ἀκριβῶς πάντα τὰ τοῦ ∆εσπότου σου, καὶ διὰ τοῦτο αὐτὸν δόξασον, διὰ τοῦτο μάλιστα αὐτὸν προσκύνησον, διὰ τὸ ἄφατον αὐτοῦ  τῆς  μεγαλωσύνης,  διὰ τὸ ἀκατάληπτον  αὐτοῦ  τῆς  προνοίας,  διὰ τὸ ποικίλον αὐτοῦ καὶ σοφὸν τῆς κηδεμονίας. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τὰ τρόπαια, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι  ἀληθείας  αὐτὴν  ἐνέπλησεν,  ὅτι  πραότητος,  ὅτι  δικαιοσύνης,  δεικνὺς  ὅτι  οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων ἐραστὴς, ὅτι μισοπόνηρος. Ἐπειδὴ τοιοῦτός  ἐστιν, φησὶ, διὰ τοῦτο τοιαῦτα  αὐτῷ  κατώρθωται. Μηδεὶς τοίνυν ἀπιστείτω, φησίν. Ὁ γὰρ κατορθώσας τοσαῦτα, καὶ δυνάμενος καὶ βουλόμενος  ταῦτα κατώρθωσε. Τὰ τῆς θεότητος  ὑψηλὰ  γοῦν αὐτοῦ εἰπὼν,  πάλιν  ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον, καί φησι· ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἄλλος φησὶν, Ἐπὶ τούτῳ ἤλειψέ σε. Ἐπὶ τῷ κατορθῶσαι τὰ εἰρημένα, φησὶν, ἀνομίαν ἐκβαλεῖν, δικαιοσύνην φυτεῦσαι, ποιῆσαι ἅπερ ἐποίησας. Σὺ δὲ μὴ θορυβηθῇς ἀκούων, ὅτι ταῦτα τῷ Πατρὶ λογίζεται. Οὐ γὰρ αὐτὸν ἀποστερῶν τῶν κατορθωμάτων  ταῦτά φησιν, ἀλλὰ τὰ τοῦ Παιδὸς τῷ Πατρὶ ἀνατιθεὶς, ὥσπερ καὶ τὰ τοῦ Πατρὸς αὐτοῦ φησιν εἶναι· Πάντα γὰρ τὰ ἐμὰ σά ἐστιν,  καὶ  τὰ  σὰ ἐμά. Ἐπεὶ καὶ  περὶ  τῆς  ἀναστάσεως  ὁ μὲν  Παῦλος διαλεγόμενος  λέγει, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὁ δὲ Ἰωάννης  φησί· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἔλαιον ἀγαλλιάσεως; Καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι ἁγίῳ. ∆ιὰ τοῦτο προσέθηκε, Παρὰ τοὺς μετόχους σου· τοῦτο αὐτὸ δηλῶν, ὅτι οὐδεὶς οὕτως ὡς αὐτός. Πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτως δὲ οὐδὲ εἷς· ὥσπερ πολλοὶ  ἀμνοὶ, αὐτὸς δὲ ἐξαίρετος· οὕτω πολλοὶ υἱοὶ, αὐτὸς δὲ ὁ Μονογενής. Πάντα γὰρ τὰ αὐτοῦ ἐξαίρετα, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας· πνεύματι γὰρ οὐδεὶς ἐχρίσθη τοιούτῳ. Εἰ δὲ ἔλαιον αὐτὸ καλεῖ, μὴ θαυμάσῃς· προφήτης γὰρ ὢν, αἰνιγματωδέστερον διαλέγεται. Καὶ καλῶς εἶπεν, Ἀγαλλιάσεως, ἵνα δείξῃ, ὅτι εὐφροσύνης. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Ἄλλος δὲ, Ἐλαίῳ ἀγλαϊσμοῦ, εἶπεν. Ὁ δὲ ἙβραῖοςΣασὼν, τουτέστι, καλλωπισμοῦ,  δόξης, κόσμου. Εἰ δὲ καὶ  εὐφροσύνης,  καὶ  τοῦτο  ἀληθές.  Ὥσπερ οὖν ῥομφαίαν ἀκούσας, οὐ ῥομφαίαν νοεῖς, καὶ βέλη καὶ τόξα, οὐ τόξα καὶ βέλη, ἀλλὰ τὴν ἐνέργειαν   αὐτοῦ  τὴν  τὰ  τοιαῦτα  κατορθώσασαν,  ἅπερ  προεῖπον·  οὕτω  καὶ  ἔλαιον ἀκούσας, μὴ ἁπλῶς ἔλαιον νόμιζε, ἀλλὰ τὴν χρῖσιν νόει. Καὶ γὰρ τὸ ἔλαιον σύμβολον τοῦ Πνεύματος ἦν, καὶ τὸ προηγούμενον  καὶ ἀναγκαῖον  τὸ Πνεῦμα ἦν Τούτου τοίνυν  τοιούτου  ὄντος  μηδὲν  ἀμφίβαλλε  Χριστὸν αὐτὸν  καλεῖν,  ἐπεὶ  καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ' οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν· ὥσπερ ὅταν λέγῃ· Μὴ ἅπτεσθε τῶν  χριστῶν  μου, καὶ ἐν τοῖς προφήταις  μου μὴ πονηρεύεσθε. Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Μετόχους δὲ ἐνταῦθα  πάντας καλεῖ τοὺς πνευματικοὺς,  καθάπερ Ἰωάννης  φησίν· Ἡμεῖς πάντες  ἐκ τοῦ πληρώματος  αὐτοῦ ἐλάβομεν· περὶ δὲ αὐτοῦ, Οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα ὁ Θεός. Καὶ πάλιν, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ἐκεῖ δὲ οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ' ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διὸ καὶ ἔφησεν· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα. Σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων  σου. Ἄλλος, Εἰς τὸν ἱματισμόν σου. Ἄλλος, Πάντα τὰ ἱμάτιά σου.

ιʹ. Τινὲς μὲν οὖν φασι, τὸν τάφον αἰνίττεσθαι διὰ τούτων τὸν προφήτην, ἄλλοι δὲ, τὸ ἐνηλλαγμένον τῆς χρίσεως δηλοῦν.  Οὐ γὰρ ἐκ τούτων  τῶν  μύρων  τὸ χρῖσμα συνέκειτο τὸ παλαιὸν, ἀλλ' ἐξ ἑτέρων. Καὶ ἵνα μάθῃς, ὅτι ἕτερος χρίσεως τρόπος οὗτός ἐστι, τῇ διαφορᾷ  τῶν  ὑλῶν  τὴν  διαφορὰν  τῆς  ἐνεργείας  ἐδήλωσε.  Τὸ δὲ, Ἀπὸ τῶν ἱματίων  σου, δείκνυσιν,  ὅτι  καὶ  τὰ  ἱμάτια  αὐτοῦ  τῆς  χάριτος  ἔγεμεν.  Οὕτω γοῦν  ἡ αἱμόῤῥους τοὺς τῶν αἱμάτων ἔπτησε κρουνοὺς, τοῦ κρασπέδου ἁψαμένη. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἐκληπτέον, οὐδεὶς κωλύει λόγος· ἀμφότερα γὰρ ἐμοὶ ἀποδεκτά. Ὥσπερ οὖν οὐδὲν γὰρ κωλύει πάλιν τὰ αὐτὰ λέγειν τόξον καὶ ῥομφαίαν ἀκούων. καὶ ὅσα τοιαῦτα, οὐκ αἰσθητῶς ἀκούεις· οὕτω μηδὲ σμύρναν, μηδὲ κασσίαν ἀκούσας, αἰσθητῶς νοήσῃς, ἀλλὰ νοερῶς. Ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Ἄλλος φησὶν, Ἀπὸ ναῶν  ἐλεφαντίνων, ὅθεν εὔφρανάν  σε, ἐν τῷ τιμᾷν  σε. Ἄλλος,   Ἐν  τοῖς   ἐνδόξοις   σου.  Εἰπὼν     κατώρθωσε,   λέγει   καὶ   τὴν   ἀπὸ   τῶν κατορθωμάτων   αὐτοῦ  ἀκολουθήσασαν  τιμήν·  ὅτι  ἐν  ναοῖς  μέλλει   προσκυνεῖσθαι πολυτίμοις.  Τὸ γὰρ παλαιὸν  αὕτη μάλιστα ἡ ὕλη τιμία, καὶ περισπούδαστος ἦν ἡ ἀπὸ τῶν  ἐλεφαντίνων. ∆ιὸ καὶ ἄλλος  προφήτης  ἔλεγεν·  Οὐαὶ οἱ καθεύδοντες  ἐπὶ κλινῶν ἐλεφαντίνων. Καὶ δείκνυσι πάλιν ὅτι τὸ κήρυγμα οὐκ ἰδιωτῶν  ἅψεται μόνον, ἀλλὰ καὶ βασιλείας ὑποτάξει, καὶ ἀναστήσουσιν αὐτῷ οἴκους πολυτίμους. Ταῦτα ἤδη ὁρᾶται ἐπὶ τῶν  πραγμάτων  γινόμενα.  Βουλόμενος  γὰρ ὁ προφήτης  δεῖξαι  τοῦ  κηρύγματος  τὴν ἰσχὺν, λέγει  πῶς εἷλε, πῶς ἐχειρώσατο γυναῖκας,  ἄνδρας ἰδιώτας,  πλουσίους, αὐτοὺς τοὺς  τὰ διαδήματα  περικειμένους,  καὶ  τὰς  συνοικούσας  αὐτοῖς,  ὡς  πανταχοῦ  ναοὺς ἐγείρειν  τῷ Θεῷ. Εἶτα ἐπειδὴ λοιπὸν  εἰς τοῦτον  ἐξέβη τὸν λόγον,  πλατύτερον  αὐτὸν ὑφαίνει,   τοὺς  θεραπευτὰς  αὐτοῦ  καὶ  ἱκέτας  ὑπογράφων.   Καὶ πῶς  λαοὶ  ὑπέπεσον δεικνὺς,  πῶς τῆς καρδίας αὐτῶν   ἥψατο, πῶς τῶν  ἐχθρῶν  περιεγένετο,  πῶς ἡ δεξιὰ  αὐτοῦ   κατευώδωσεν   αὐτῷ,   πῶς   ἀλήθειαν   καὶ  πραότητα   καὶ  δικαιοσύνην κατεφύτευσε· καὶ πάλιν μεταφορικῶς κέχρηται τῷ λόγῳ, ὥσπερ ἐν εἰκόνι τὴν Ἐκκλησίαν  ὑπογράφων,  καὶ ἅπερ μετὰ ταῦτα  οἱ ἀπόστολοι  εἰρήκασιν, ὁ μὲν λέγων· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ· ὁ δὲ, Ὁ ἔχων τὴν νύμφην,  νυμφίος  ἐστίν· ὁ δὲ, Ὡμοιώθη  ἡ βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  βασιλεῖ, ὅστις ἐποίησε γάμον τῷ υἱῷ αὐτοῦ· ταῦτα καὶ οὗτος προαναφωνεῖ, τὴν νύμφην εἰσάγων ὁμοῦ καὶ βασιλίδα· διό φησι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν  σου. Ἄλλος, Ἐστηλώθη, τουτέστι, βεβαίως ἔστη, ἀκινήτως ἔστη, ὅπερ ὁ Χριστὸς ἀλλαχοῦ φησιν, ὅτι Πύλαι ᾅδου οὐ   κατισχύσουσιν   αὐτῆς.   Εἶδες  τιμῆς   ὑπερβολήν;   εἶδες   ὄγκον   ἀξιώματος;   τὴν πεπατημένην,  τὴν κάτω συρομένην εἰς ὅσον ὕψος ἀνήγαγεν,  ὥστε αὐτῷ παρεστάναι; ἔγνως, ἡ αἰχμάλωτος,  ἡ ἀπηλλοτριωμένη, ἡ πόρνη, ἡ ἐναγὴς, εἰς ὅσον ἀνέβη ἀξίωμα; Μετὰ τῶν  λειτουργικῶν παρέστηκε δυνάμεων.  Ὁ μὲν γὰρ Υἱὸς, ἅτε ὁμότιμος ὢν, ἐκ δεξιῶν κάθηται, αὕτη δὲ ἕστηκεν. Εἰ γὰρ καὶ βασίλισσά ἐστιν, ἀλλὰ κτιστῆς οὐσίας ἐστί. Πῶς οὖν ὁ Παῦλός φησι· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ; Ἀλλὰ πρόσεχε τῇ ἀκριβείᾳ. Οὐχ ἁπλῶς εἶπε, Συνήγειρε καὶ συνεκάθισεν· ἀλλ', Ἐν Χριστῷ· τουτέστι, διὰ Χριστοῦ. Ἐπειδὴ γὰρ ἡ κεφαλὴ ἡμῶν ἄνω, φησὶν, ἐστὶν, ἡμεῖς δὲ σῶμα, τῆς κεφαλῆς  ἄνω καθημένης, καὶ ἡμεῖς τῆς τιμῆς μετέχομεν, εἰ καὶ ἑστήκαμεν. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.  Ἄλλος, Ἐν διαδήματι χρυσοῦ ἐκ Σουφείρ. Ὥσπερ ἐπὶ τοῦ βασιλέως οὐ τόξα καὶ βέλη νοοῦμεν, οὕτω μηδὲ ἐπὶ τῆς νύμφης ἱμάτια νόει· ἀλλὰ διὰ τῶν αἰσθητῶν θεοπρεπῆ νοήματα ἐκλάμβανε. Ἵνα γὰρ μηδέν τι τοιοῦτόν  τις  ὑποπτεύσῃ,  ἐπήγαγε  λέγων·  Πᾶσα ἡ δόξα τῆς  θυγατρὸς  τοῦ  βασιλέως ἔσωθεν. Καὶ μὴν τὰ ἱμάτια μάλιστα πάντων  ἔξωθεν,  καὶ χάριν  τῶν  ὁρωμένων  ἐστὶν, ἀλλ' ὅταν ᾖ σωματικά· ὅταν δὲ περὶ πνευματικῶν ὁ λόγος ᾖ, ἔνδον στρέφε τὸ ὄμμα τῆς διανοίας. Τοῦτο τὸ ἱμάτιον ὁ βασιλεὺς ὕφηνε, καὶ ἐνέδυσεν αὐτὴν διὰ τοῦ βαπτίσματος. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Πρὸ γὰρ τούτου γυμνὴ ἦν  καὶ  ἀσχημονοῦσα,  προκειμένη  πᾶσι  τοῖς  παραπορευομένοις  ὁδόν·  ἀφ'  οὗ  δὲ  τὸ ἱμάτιον  ἐνεδύσατο τοῦτο, πρὸς τὸ ὕψος ἀνηνέχθη  ἐκεῖνο, καὶ τῆς ἐκ δεξιῶν  στάσεως ἠξιώθη. Καλῶς δὲ αὐτὸ καὶ ποικίλον  φησίν. Οὐ γὰρ μονοειδὲς  τὸ ἱμάτιον.  Οὐ γὰρ ἐκ χάριτός ἐστι σωθῆναι μόνον, ἀλλὰ χρεία καὶ πίστεως, καὶ μετὰ τὴν πίστιν καὶ ἀρετῆς. Ἀλλὰ νῦν οὐ περὶ ἱματίων  ὁ λόγος. Οὐδὲ γὰρ τῷ Πνεύματι τοσαύτη σπουδὴ ἦν, ὥστε ἱμάτια  γυναικὸς  διαγράφειν  χρυσᾶ. Εἰ γὰρ ταῖς  καλλωπιζομέναις γυναιξὶν  ὁ Ἡσαΐας ἐγκαλεῖ,  καὶ πανταχοῦ  τὰ τῆς τρυφῆς  ἐκβέβληται· πῶς ἂν ἐνταῦθα  ἐπῄνεσε γυναῖκα καλλωπιζομένην; Ἄκουσον, θύγατερ; καὶ ἴδε, καὶ κλῖνον  τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλ .200 λους σου. Ἄλλος φησὶν, Ἵνα ἐπιθυμήσῃ. Ὅτι αὐτός ἐστι Κύριός σου. Ἄλλος, Αὐτὸς γὰρ Κύριός σου. Καὶ προσκυνήσουσιν αὐτῷ. Ἄλλος,  Καὶ προσκύνει αὐτῷ. Καὶ θυγάτηρ  Τύρου ἐν δώροις. Ἄλλος, Ἡ δὲ θυγάτηρ κραταιὰ δῶρα οἴσει. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ιαʹ. Ὁρᾷς πῶς οὐδὲν αἰσθητόν; πῶς οὐδὲν σωματικὸν, ἀλλὰ πάντα νοερά; Πῶς γὰρ    νύμφη   θυγάτηρ  τοῦ  αὐτοῦ  ἐστι;  πῶς  δὲ    θυγάτηρ  νύμφη;  Ἐπὶ  μὲν  τῶν σωματικῶν  οὐκ  ἔνι  τοῦτο  ἀλλ'  ἕτερον  τοῦτο,  καὶ  ἕτερον  ἐκεῖνο·  ἐπὶ  δὲ  τοῦ  Θεοῦ ἀμφότερα  ἔνι.  Αὐτὸς γὰρ αὐτὴν  ἀνεγέννησε  διὰ  τοῦ  βαπτίσματος,  αὐτὸς  αὐτὴν  καὶ ἡρμόσατο. Ἄκουσον, θύγατερ, καὶ ἴδε. ∆ύο αὐτῇ παρέσχε, καὶ διδασκαλίαν τὴν διὰ τῶν ῥημάτων, καὶ ὄψιν τὴν διὰ τῶν θαυμάτων, καὶ τὴν διὰ τῆς πίστεως· καὶ τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο. Ἄκουσον τοίνυν τῶν ῥημάτων τῶν ἐμῶν, ἴδε μου τὰ θαύματα καὶ τὰ ἔργα,  καὶ  ἀνέχου  τῶν  παραινέσεων.  Καὶ ὅρα ποῖον  παράγγελμα  ποιεῖται  πρότερον. Ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ἐπειδὴ γὰρ ἐξ ἐθνῶν  αὐτὴν ἡρμόσατο,  τοῦτο   αὐτῇ  πρότερον   παραγγέλλει,   ἀποξῦσαι  τὴν   συνήθειαν   ἐκείνην, ἀποστῆσαι τῆς μνήμης, ἐκβαλεῖν αὐτὰ τῆς διανοίας, μὴ μόνον αὐτὰ φυγεῖν, ἀλλὰ μηδὲ μεμνῆσθαι αὐτῶν παραινῶν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Ὅταν δὲ εἴπῃ καὶ λαὸν καὶ οἶκον, πάντα τὰ ἐκεῖ πραττόμενα λέγει παρ' αὐτῶν, καὶ βίον καὶ δόγματα. Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁρᾷς ὅτι οὐ περὶ σωματικοῦ κάλλους ὁ λόγος· ἂν γὰρ ταῦτα ποιήσῃς, τότε ἔσῃ καλὴ, τότε ὁ βασιλεὺς ἐπιθυμήσει τοῦ κάλλους. Καὶ μὴν σωματικὸν κάλλος ταῦτα οὐκ ἐργάζεται. Καὶ γὰρ ἐν ἀπίστοις ὁρῶμεν κάλλος σωματικὸν, καὶ γυναῖκας εὐμόρφους Ἑλληνίδας οὔσας. Ἀλλ' ἵνα μάθῃς. ὅτι οὐ περὶ σωματικοῦ κάλλους  ὁ λόγος, ἐκ τῆς ὑπακοῆς αὐτοῦ συνίστασθαι τοῦτό φησιν· ἡ ὑπακοὴ  δὲ οὐ τὸ  σωματικὸν  κάλλος  συνίστησιν,  ἀλλὰ  τὸ  ψυχικόν.  Ἐὰν γὰρ ταῦτα ποιήσῃς, φησὶ, τότε ἔσῃ καλὴ, τότε ἐπέραστος τῷ νυμφίῳ.  Ὅτι αὐτός σου ἐστὶ Κύριος. Ἰδοὺ  ὁ πατὴρ  καὶ νυμφίος  καὶ δεσπότης  ἀνεφάνη.  Ἐπειδὴ γὰρ ἐπέταξεν  ἀποστῆναι πατρῶν, ἐπιλαθέσθαι λαῶν, ἐκβαλεῖν τὴν συνήθειαν, δείκνυσι τῶν ἐπιταγμάτων τὸ δικαίωμα μέγιστον ὂν, καὶ πολλὴν οὖσαν τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ὀφεῖλον τοῦτο γενέσθαι. Εἰ γὰρ καὶ πατήρ σου αὐτὸς, καὶ νυμφίος αὐτὸς, καὶ κύριος αὐτὸς, δίκαιον ἂν εἴη πάντων ἐκείνων ἀποστᾶσαν, τούτῳ ἑαυτὴν ἀναθεῖναι. Καὶ οὐκ εἶπεν, Ὅτι αὐτός σού ἐστι πατήρ· ἀλλ',  Ὅτι αὐτός σού ἐστι Κύριος, ἵνα τούτῳ μάλιστα αὐτῆς καθίκηται· ὅτι καὶ ὁ κύριος καὶ δεσπότης καὶ πατήρ σου εἵλετο γενέσθαι καὶ νυμφίος· μᾶλλον  δὲ καὶ αὐτὸ τὸ γενέσθαι κύριον πολλῆς κηδεμονίας ἐστὶ καὶ φιλανθρωπίας, τὸ τὴν δαιμόνων δούλην, καὶ ὑπὸ τῆς πλάνης πατουμένην,  ταύτην ἑλέσθαι ἑαυτῷ. Οὐ μόνον δὲ δούλην, ἀλλὰ καὶ θυγατέρα καὶ νύμφην  ἐποίησεν. Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐ γὰρ πρὸς ἀλλότριόν τινα ἔρχῃ, ἀλλὰ πρὸς τὸν ποιήσαντά σε, καὶ πάντων ἐκείνων  οἰκειότερον,  καὶ κηδόμενόν  σου καὶ φροντίζοντα.  Αὐτὸς γάρ σου κύριος καὶ πατὴρ, καὶ πάντα  αὐτός σοι δέδωκε. Καὶ προσκυνήσουσιν αὐτῷ· καὶ .201 θυγάτηρ Τύρου ἐν δώροις. Ποία αὕτη ἀκολουθία; Καὶ σφόδρα ἀρίστη· προτροπῆς γὰρ εἶδος τοῦτο μέγιστον.   Πρόσελθε,  φησί·   καὶ   γὰρ   μεγάλη   αὐτοῦ      ἰσχύς·   καὶ   πάντες   αὐτῷ ὑπακούσονται. Καὶ ἀφεὶς τὴν οἰκουμένην  εἰπεῖν  ὁ Προφήτης, τὴν γείτονα  λέγει πόλιν τὴν  ἐν  ἀσεβείᾳ  τότε  κατεχομένην,   τὴν  ἀκρόπολιν  τοῦ  διαβόλου,  τὴν  ὄνομα  μέγα ἔχουσαν ἐπὶ πολυτελείᾳ,  ἀπὸ τοῦ μέρους τὸ ὅλον αἰνιττόμενος.  Ἐμοὶ δὲ δοκεῖ καὶ τὴν ἀσέβειαν πᾶσαν οὕτω καλέσαι καὶ τὴν ἀσωτίαν· οἶδε γὰρ ἀπὸ πόλεων τρόπους χαρακτηρίζειν, ὡς ὅταν λέγῃ· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· ἐνωτίσασθε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας. Καὶ μὴν πρὸς Ἰουδαίους διελέγετο· ἀλλ' ἐπειδὴ τὰ Σοδόμων ἔπραττον, ἀπὸ τῶν ὀνομάτων τῶν Σοδόμων καλεῖ αὐτούς. Καὶ τί θαυμάζεις, εἰ ἀπὸ πατρίδος αὐτοὺς οὕτω καλεῖ, ὅπου γε καὶ πατέρας αὐτοῖς τοιούτους δίδωσι λέγων· Ὁ πατήρ  σου Ἀμοῤῥαῖος, καὶ    μήτηρ  σου Χετταία; Καὶ οὐδὲ  ἐνταῦθα  ἵστησι  τὴν κατηγορίαν,  ἀλλὰ  καὶ  ἐπὶ  θηρία  ἐξάγει  τὸν  λόγον,  ἐν  μὲν  τῇ  καινῇ  οὕτω  λεγούσῃ Γραφῇ· Ὄφεις γεννήματα  ἐχιδνῶν·  καὶ πάλιν ἐν τῇ Παλαιᾷ, Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ἀλλαχοῦ· Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστέ μοι; Οὕτω δὴ καὶ ἐνταῦθα  τοὺς  ἐν  ἀσεβείᾳ καὶ ἀσελγείᾳ  βεβιωκότας  Τυρίους ἐκάλεσεν.  Ἀλλὰ καὶ τούτων περιέσομαι, φησὶ, καὶ κρατήσω, καὶ οὕτω κρατήσω, ὡς καὶ προσκυνεῖν αὐτοὺς, καὶ οὐχ ἁπλῶς  προσκυνεῖν,  ἀλλὰ  καὶ δῶρα προσφέρειν  καὶ ἀπαρχὰς,  ὅπερ μέγιστον εἶδος  λατρείας  ἐστὶ,  καὶ  τῆς  μεθ'  ὑπερβολῆς  ὑπακοῆς  σημεῖον.  Τὸ πρόσωπόν  σου λιτανεύσουσιν  οἱ πλούσιοι τοῦ λαοῦ. Τί ἐστι, Λιτανεύσουσι; Τιμήσουσι, δοξάσουσιν οἱ μεγάλοι καὶ ὑψηλοὶ νῦν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοῦτο γίνεται, τοὺς ἐν ἀρετῇ ζῶντας τιμῶσι, θεραπεύουσιν ἅπαντες,  κἂν πλούτῳ  καὶ ἀξιώμασιν ὦσι κομῶντες.  Πάσης γὰρ εὐπορίας μείζων ἀρετή.

ιβʹ. Καὶ τὴν  Ἐκκλησίαν  ὁρᾶτε παρὰ πάντων  τιμωμένην.  Καὶ καλῶς  εἶπε,  Τὸ πρόσωπόν σου, τουτέστι, τὴν δόξαν σου, τὸ κάλλος σου, τὴν εὐμορφίαν σου. Εἶτα ἐπειδὴ τοῦ προσώπου ἐμνήσθη, καὶ ἱματίων, καὶ κάλλους, ἵνα μή τις τῶν παχυτέρων  αἰσθητόν τι νοήσῃ, ἐπήγαγε λέγων,  Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Πρὸς τὴν διάνοιαν  εἴσελθε, φησὶ, τὸ κάλλος  καταμάνθανε  τῆς ψυχῆς· περὶ ἐκείνων  διαλέγομαί σοι, κἂν  ἱματισμὸν  εἴπω,  κἂν  κάλλος  εἴπω,  κἂν  χρυσίον  εἴπω,  κἂν  κρόσσους, κἂν διάχρυσα εἴπω, κἂν ὁτιοῦν τοιοῦτον ἕτερον, περὶ διανοίας ὁ λόγος, περὶ ψυχῆς ἡ διδασκαλία,  περὶ  ἀρετῆς  τὸ  λεγόμενον,  περὶ  τῆς  ἔνδον  δόξης.  ∆ιὰ δὴ  τοῦτο  πάλιν θαῤῥούντως ἐπὶ τὰς σωματικὰς εἰκόνας ἄγει τὸν λόγον, ἅπαξ διορθωσάμενος τὸν παχὺν ἀκροατὴν  τοῖς  εἰρημένοις.   Ἐν  κροσσωτοῖς  χρυσοῖς  περιβεβλημένη,   πεποικιλμένη.Ἄλλος, ∆ιὰ συσφιγκτήρων χρυσῶν ἠμφιεσμένη ποικίλα· πάλιν τῷ ὀνόματι τοῦ χρυσίου τὴν  ἀρετὴν  καλέσας.  Οὕτω καὶ  Παῦλός φησι·  Εἴ τις  ἐποικοδομεῖ  ἐπὶ  τὸν  θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· τὴν ἀρετὴν καὶ τὴν κακίαν ταῖς προσηγορίαις τῶν ὑλῶν  τούτων  ἡμῖν παριστάς. Ἵνα γὰρ .202 μὴ ταῦτα νομίσῃς  τὸ  ἔσωθεν  κείμενον,  οὐκ  ἀφίησί  σε τὰ  ἔξω  φαντάζεσθαι,  ἀλλ'  ἕλκει  τὴν διάνοιαν ἔνδον. Ὥσπερ γὰρ σῶμα φαίνεται  καλὸν τούτοις περιβεβλημένον· οὕτω ψυχὴ καλλωπίζεται  ἀρετὴν ἐνδεδυμένη.  Ἀπενεχθήσονται  τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ἄλλος, Ἀκολουθήσουσιν. Ἄλλος, Ἀνενεχθησονται.  Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται  ἐν  εὐφροσύνῃ  καὶ  ἀγαλλιάσει·  ἀχθήσονται  εἰς ναὸν  βασιλέως. Εἶδες τὰ ἱμάτια τὰ κροσσωτά; εἶδες τὴν χρυσῆν στολὴν, τῆς παρθενίας τὸ ἄνθος; Τοῦτο τῆς Ἐκκλησίας τὸ ἱμάτιον. Καὶ θέα μοι τοῦ Προφήτου τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ οὐκ εὐθέως, τῆς Ἐκκλησίας συστάσης, τὸ τῆς παρθενίας  ἤνθησε καλὸν,  ἀλλ'  ὕστερον καὶ μετὰ χρόνον τινὰ, διὰ τοῦτο καὶ αὐτὸς μετὰ ταῦτα τίθησιν αὐτὸ, μετὰ τὸ ἐπιλαθέσθαι αὐτὴν  τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς, καὶ ἐνδύσασθαι τὸν κόσμον ἐκεῖνον,  καὶ λάμψαι  τῷ  κάλλει.  ∆ιό φησιν·  Ὀπίσω  αὐτῆς  αἱ  πλησίον  αὐτῆς  ἀπενεχθήσονται.  Αἱ πλησίον, οὐ τόπῳ ἁπλῶς, ἀλλὰ καὶ τρόπῳ, καὶ τοῖς δόγμασιν αὐτῇ συνᾴδουσαι· ὡς τάς γε  τῶν  αἱρετικῶν  οὐκ ἄν  τις  εἴποι  παρθένους·  οὐ γάρ εἰσι πλησίον  τῆς  βασιλίδος. Ἀπενεχθήσονται   ἐν   εὐφροσύνῃ   καὶ   ἀγαλλιάσει.   Ὅρα  τὸ   ἀποστολικὸν   ἐνταῦθα διαλάμπον,  καὶ τὴν ἀπόφασιν  ἐκείνην  διαδεικνυμένην καὶ ἐν τῷ Προφήτῃ. Ποίαν δὴ ταύτην; Ὅτι Θλίψιν τῇ σαρκὶ ἕξουσιν αἱ γαμούμεναι. Ὥσπερ δὲ ἐκεῖναι θλίψιν,  οὕτως αὗται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἡ μὲν γὰρ τέκνα, καὶ ἄνδρα, καὶ οἰκίαν, καὶ οἰκέτας, καὶ συγγενεῖς, καὶ κηδεστὰς, καὶ γαμβροὺς, καὶ ἔγγονα, καὶ πολυπαιδίαν,  καὶ ἀπαιδίαν μεριμνᾷν  ἀναγκάζεται  οὐδὲ γὰρ καιρὸς νῦν τὰς νιφάδας  ὑπογράφειν  τοῦ γάμου· ἡ δὲ παρθένος ἐσταυρωμένη, καὶ τῶν παρόντων ἀπαλλαγεῖσα, καὶ τῶν βιωτικῶν  φροντίδων ἀνωτέρα  γενομένη,  καὶ  τὸν  εὔριπον  διαδῦσα, καὶ  πρὸς  τὸν  οὐρανὸν  καθ' ἑκάστην βλέπουσα τὴν ἡμέραν, ἀπολαύει τῆς χαρᾶς τοῦ Πνεύματος, ἐντρυφᾷ τῇ ἀγαλλιάσει. Οὐ τὰ παρόντα δὲ μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὰ μέλλοντα  αἰνίττεται,  ὅταν φαιδρὰς καὶ λαμπρὰς  ἔχουσαι λαμπάδας  ἀπαντῶσι,  τὸν  νυμφίον  ὑποδεχόμεναι.  Ναὸν δὲ ἐνταῦθα βασιλέως, τὰ βασίλεια, καὶ νυμφῶνα τὰς παστάδας λέγει. Ἀντὶ τῶν πατρῶν σου ἐγεννήθησαν  υἱοί σου. Ἄλλος,  Ἔσονταί σοι υἱοί σου. Ἐπειδὴ ἄνω  λαοῦ  καὶ πατρῶν ἐμνήσθη, λέγων,  Ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· δεικνὺς  ὅτι πολλῆς  ἀπολαύσεται  καὶ  κατ' αὐτὸ  τὸ  μέρος εὐημερίας,  τοῦτο  ἐπήγαγεν.  Ἔστι γὰρ μήτηρ μυρίων παίδων  ἡ στεῖρα. Ὥστε εἰ καὶ γονέων  ἀπεσπάσθης, ἀλλ' οἱ τῶν παίδων χοροὶ οὕτως ἐπίδοξοι, οὕτω λαμπροὶ καὶ περιφανεῖς  ἔσονται, ὡς πᾶσαν ἐμπλῆσαι τὴν οἰκουμένην.  ιγʹ. Ἐμοὶ δὲ δοκεῖ  τοὺς  ἀποστόλους  λέγειν,  τοὺς  διδασκάλους  ἐν  αὐτῇ γενομένους.  Εἶτα ὑπογράφων  αὐτῶν  τὴν δύναμιν  καὶ τὴν ἰσχὺν, καὶ τὴν δόξαν, φησί· Καταστήσεις αὐτοὺς  ἄρχοντας  ἐπὶ πᾶσαν τὴν  γῆν.  Ἆρα ταῦτα  ἑρμηνείας  δεῖται;  Οὐκ ἔγωγε οἶμαι, ὥσπερ οὖν οὐδὲ ὁ ἥλιος, ὅτε φαιδρός ἐστι· τὰ δὲ εἰρημένα τούτου φανερώτερα·  καὶ γὰρ τὴν  οἰκουμένην  ἅπασαν ἐπέδραμον  οἱ ἀπόστολοι, καὶ πάντων ἀρχόντων  ἄρχοντες ἐγένοντο  κυριώτεροι, βασιλέων δυνατώτεροι.  Οἱ μὲν γὰρ βασιλεῖς ζῶντες κρατοῦσι, τελευτήσαντες  δὲ καταλύονται·  οὗτοι δὲ τελευτήσαντες  μᾶλλον  κρατοῦσι. Καὶ τὰ μὲν τῶν βασιλέων νόμιμα εἴσω τῶν οἰκείων ὅρων ἔχει τὴν ἰσχὺν,τὰ  δὲ  τῶν  ἁλιέων   προστάγματα  πανταχοῦ   τῆς  οἰκουμένης   ἐξετάθη.    Ῥωμαίων βασιλεὺς  οὐκ  ἂν  δύναιτο   νομοθετεῖν   Πέρσαις,  οὐδὲ    Περσῶν  Ῥωμαίοις·   οἱ  δὲ Παλαιστινοὶ οὗτοι καὶ Πέρσαις, καὶ Ῥωμαίοις, καὶ Θρᾳξὶ, καὶ Σκύθαις, καὶ Ἰνδοῖς, καὶ  Μαύροις, καὶ πάσῃ τῇ οἰκουμένῃ  νόμους ἔθηκαν· καὶ οὐχὶ ζώντων  αὐτῶν  ἐκράτησαν μόνον, ἀλλὰ καὶ τελευτησάντων· καὶ μυριάκις ἂν ἕλοιντο οἱ νομοθετηθέντες τὴν ψυχὴν ἀφεῖναι,  ἢ τῶν  νόμων  ἀποστῆναι  ἐκείνων.  Μνησθήσομαι τοῦ ὀνόματός  σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί  σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν, Ἀναμνήσω τὸ ὄνομά σου καθ' ἑκάστην γενεάν.  ∆ιὰ τοῦτο λαοὶ  ὑμνήσουσί σε διηνεκῶς.  Ἄλλος,  Ἐπὶ τούτῳ  λαοὶ  ἐξομολογήσονταί  σοι. Εἶπε τὸ μέγεθος τῆς ἀρχῆς ἀπὸ τοῦ μήκους τῆς γῆς, ἀπὸ τοῦ πλάτους τῆς οἰκουμένης, ἀπὸ τοῦ πλήθους  τῶν  ἐθνῶν  τῶν  ὑποταγέντων.  Λέγει καὶ ἑτέρωθεν  αὐτῆς τὸ ἀξίωμα, ὅτι οὐ πανταχοῦ   τῆς  οἰκουμένης   ἐκταθήσεται   μόνον,   ἀλλὰ   καὶ  πανταχοῦ   τοῦ  αἰῶνος. Ἀθάνατος γὰρ ἔσται, φησὶν, ἡ μνήμη σου, ἀνάγραπτος  ἐν ταῖς βίβλοις ταῖς ἡμετέραις, ἀνάγραπτος  ἐν ταῖς πολιτείαις,  ἀνάγραπτος  ἐν τοῖς προστάγμασιν. Ὅρα πῶς  καὶ τῆς οἰκείας προφητείας τὸ διαρκὲς προφητεύει. Εἰπὼν γὰρ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, τοῦτο ἐδήλωσε. Κἂν ἐγὼ τελευτήσω, φησὶν, ἀλλ' ᾄσομαι εἰς σὲ καὶ  τελευτῶν.  Τὸ μὲν  γὰρ σῶμα διαλυθήσεται·  τὰ δὲ γράμματα  μένει,  καὶ  ὁ νόμος διαρκής. ∆ιὰ τοῦτο λαοὶ ἐξομολογήσονταί  σοι. Ὅθεν ἤρξατο, ἐνταῦθα  κατέλυσεν, εἰς τὸν  Χριστόν. ∆ιὰ τοῦτο.  Ποῖον; Ὅτι τοσαῦτα  κατώρθωσας,  ὅτι  τοιούτους  ἄρχοντας ἐπέστησας,  ὅτι  κακίαν  ἤλασας,  ὅτι  ἀρετὴν  ἐφύτευσας,  ὅτι  τὴν  φύσιν  ἡρμόσω  τὴν ἡμετέραν, ὅτι τὰ ἀπόῤῥητα ταῦτα εἰργάσω ἀγαθά· πᾶσά σοι ἡ οἰκουμένη ὕμνον ἀνοίσει, οὐκ ἐν βραχεῖ χρόνῳ,  οὐδὲ ἐν δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν  ἔτεσιν, οὐδὲ ἐν μέρει τῆς οἰκουμένης,  ἀλλὰ γῆ καὶ θάλαττα, οἰκουμένη τε καὶ ἀοίκητος διὰ παντὸς τοῦ αἰῶνος ᾄσονται,  χάριν  ὁμολογοῦντες  ἐπὶ  τοῖς  ἀγαθοῖς  τοῖς  γεγενημένοις.  Ὑπὲρ δὴ τούτων ἁπάντων  καὶ ἡμεῖς  εὐχαριστήσωμεν  τῷ  φιλανθρώπῳ Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |