Τετάρτη 5 Οκτωβρίου 2016
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ∆ʹ ΨΑΛΜΟΝ.
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
αʹ. Οὐχ ἵνα ἁπλῶς μάθωμεν, ὅτι ἠκούσθη, ταῦτα
φθέγγεται ὁ Προφήτης· ἀλλ' ἵνα παιδευθῶμεν
πῶς καὶ αὐτοὶ καλοῦντες τὸν Θεὸν ἀκουσθῆναι δυνησόμεθα ταχέως, καὶ πρὸ
τοῦ τέλους τῆς εὐχῆς τὴν αἴτησιν λαβεῖν. Οὐ γὰρ εἶπε, Μετὰ τὸ ἐπικαλέσασθαί με
εἰσήκουσέ μου, ἀλλ', Ἐν τῷ ἐπικαλεῖσθαί με. Καὶ γὰρ καὶ αὐτοῦ τοῦ Θεοῦ τοιαύτη
τίς ἐστιν ὑπόσχεσις λέγοντός που πρὸς τὸν
ἐπικαλούμενον· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ δὴ ῥημάτων πλῆθος πείθειν τὸν Θεὸν εἴωθεν, ἀλλὰ καθαρὰ ψυχὴ καὶ ἔργων ἀγαθῶν ἐπίδειξις. Πρὸς γοῦν
τοὺς ἐν πονηρίᾳ
μὲν ζῶντας, προσδοκῶντας
δὲ τῷ μήκει τῶν ῥημάτων δυσωπεῖν αὐτὸν, ὅρα τί φησιν. Ὅταν
πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἐὰν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν.
Ἄρα πρὸ τῶν ἄλλων ἁπάντων παῤῥησίαν δεῖ τὸν εὐχόμενον ἔχειν,
καὶ πάντως ἕψεται τὰ τῆς αἰτήσεως. ∆ιά
τοι τοῦτο καὶ ὁ Προφήτης
οὐκ εἶπεν, Εἰσήκουσεν ἐμοῦ, ἀλλὰ,
Τῆς δικαιοσύνης μου, τὴν πρὸς τὸν
Θεὸν αὐτοῦ παῤῥησίαν δεικνὺς, καὶ
ὡς μετὰ ταύτης αὐτῷ προσῄει διὰ παντός. Μηδεὶς δὲ αὐτὸν μεγαληγορεῖν ἡγείσθω ταῦτα λέγοντα. Οὐ γὰρ ἑαυτὸν
ἐπᾶραι βουλόμενος ταῦτά φησιν, ἀλλὰ διδασκαλίαν
τινα καὶ παραίνεσιν κοινὴν πολὺ κέρδος
ἔχουσαν εἰσάγων. Ἵνα γὰρ
μή τις λέγῃ, ὅτι Ἐκεῖνος ἠκούσθη, ἐπειδὴ ∆αυῒδ ἦν, ἐγὼ δὲ οὐκ εἰσακουσθήσομαι, ἐπειδὴ
μικρὸς καὶ εὐτελής
εἰμι· δείκνυσιν ὅτι οὔτε ἐκείνου ἁπλῶς ἀκούει, οὔτε σοῦ παρακούει εἰκῆ
καὶ ὡς ἔτυχεν, ἀλλὰ πανταχοῦ τῶν πραγμάτων
ἐστὶν ἀκριβὴς θεωρός.
Κἂν ταῦτα ἔχῃς τὰ δυνάμενά
σοι συνηγορῆσαι, ἀκουσθήσῃ πάντως. Ὥσπερ ἂν μὴ ἔχῃς, οὐδ' ἂν ∆αυῒδ ᾖς,
πεῖσαι δυνήσῃ τὸν Θεόν. Καὶ καθάπερ οἱ
φιλοχρήματοι οὔτε πρὸς ἀξίαν, οὔτε
πρὸς ἕτερον οὐδὲν βλέπουσιν, ἀλλ' ἢ τοὺς ἀργύριον ἔχοντας
μόνον, καὶ ὡς πάντα ἀνύσοντες ἀπίασι πρὸς αὐτούς· οὕτω καὶ ὁ Θεὸς ἐπειδὴ
δικαιοσύνης ἐστὶν ἐραστὴς, ὃς ἂν μετὰ ταύτης ἔλθῃ πρὸς αὐτὸν, οὐκ ἀπελεύσεται κενὸς,
ὥσπερ οὖν ὁ ταύτης χωρὶς,
καὶ τοῖς ἐναντίοις ἐμφυρόμενος, κἂν μυρία παρακαλῇ, πλέον
οὐδὲν ἐργάσεται, τὸ πείθειν οὐκ ἔχων
μεθ' ἑαυτοῦ. Ὥστε εἰ βούλει τι παρὰ Θεῷ ἀνύειν, ταύτην προσλαβὼν ἄπιθι. ∆ικαιοσύνην
δὲ ἐνταῦθα μὴ μέρος ἀρετῆς εἶναι νόμιζε, ἀλλ' ὁλόκληρον καὶ καθολικήν. Οὕτω καὶ
ὁ Ἰὼβ δίκαιος ἦν, πᾶσαν ἀρετὴν ἔχων ἀνθρωπίνην·
οὐ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ ἀντεχόμενος. Οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν
τὸ πανταχοῦ ἴσον· οὐκ ἐὰν χρυσὸν μὲν ἐξίσου ἱστᾷν δύνηται, μόλυβδον
δὲ ἐναντίως, ἀλλὰ τὸ ἐν ἁπάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον·
καὶ μέτρον πάλιν, τὸ πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, πανταχοῦ ἴσος ὤν.
Οὐδὲ γὰρ ἐν χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν,
οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων. Οὐδ' ἂν ἔχοι τις εἰπεῖν, ὅτι ἐν χρήμασι μὲν τὴν ἰσοτιμίαν
ἔστεργεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον ὑπερέβαινεν, ἀλαζών τις
καὶ ὑπεροπτικὸς ὤν. Καὶ γὰρ καὶ τοῦτο ἐκ πολλῆς τῆς ἐπιμελείας ἔφευγε.
∆ιὸ καὶ ἔλεγεν·
Εἰ δὲ καὶ ἐφαύλισα
κρίμα θεράποντός μου ἢ
θεραπαίνης κρινομένων πρός με· ἢ οὐχ ὡς ἐγὼ
ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο. Ἄρα καὶ τοῦτο ἀδικία μεγίστη, τὸ ἀλαζόνα εἶναι
καὶ ὑπερήφανον.
βʹ. Ὥσπερ γὰρ πλεονέκτην λέγομεν τὸν τὰ τῶν
ἄλλων βουλόμενον λαβεῖν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον· οὕτω καὶ ἀλαζονικὸν λέγομεν,
ὅταν πλέον ἀπαιτῇ τῶν ὀφειλομένων αὐτῷ παρὰ τοῦ πλησίον· ὅταν
τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ
τιμῇ, ἕτερον δὲ ἀτιμάζῃ. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν γίνεται ἢ ἐξ ἀδικίας. Ὅτι γὰρ ἀδικία τοῦτο, σκόπει ἐντεῦθεν.
Καὶ σὲ ὁ Θεὸς κἀκεῖνον ἐποίησε, καὶ πάντα
σοι κοινὰ καὶ ἴσα δέδωκε πρὸς αὐτόν. Πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧσπερ ἔδωκεν ὁ Θεὸς,
καὶ οὐκ ἀφίης εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασι μόνον, ἀλλὰ
καὶ ἐν δόξῃ ποιεῖς αὐτὸν πένητα; Μίαν ἑκατέροις ὁ Θεὸς οὐσίαν ἐχαρίσατο·
τῆς αὐτῆς ἠξίωσε προεδρίας, τῆς ἴσης πλάσεως. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γένους παντός. Πῶς οὖν αὐτὸν τῆς
πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων,
καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ' οὐχ ὁ μακάριος
Προφήτης τοιοῦτος· διὸ καὶ μετὰ
παῤῥησίας ἔλεγεν· Εἰσήκουσε τῆς δικαιοσύνης μου. Οὕτω καὶ Παῦλος παράγει
πολλάκις ἑαυτὸν εἰς τὸ μέσον, οὐκ ἐπαίρων, οὐδὲ φυσῶν, ἀλλὰ τοῖς ἄλλοις ὑπόδειγμα
γινόμενος; ὡς ὅταν λέγῃ, Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν ἐν ἐγκρατείᾳ.
Οὕτω καὶ ὁ ∆αυῒδ ἐν καιρῷ καλοῦντι, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, τὴν ἐκ τῆς τοῦ Θεοῦ γινομένην ῥοπῆς εἰς μέσον ἄγει λέγων, ὅτι καὶ ἄρκτους ἔπνιγε,
καὶ λέοντας ἠγκαλίζετο, οὐκ ἐπαίρων ἑαυτὸν οὐδὲ οὗτος, μὴ γένοιτο, ἀλλ' οἰκονομῶν ἑαυτῷ ἐντεῦθεν τὸ ἀξιόπιστον. Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα; Ὅτι οὐ μικρὸς σύνδεσμος
τῆς πρὸς Θεὸν ἀγάπης ἡ εὐχὴ, συνήθειαν ἡμῖν ἐμποιοῦσα τῆς πρὸς αὐτὸν ὁμιλίας,
καὶ εἰς φιλοσοφίαν ἄγουσα. Εἰ γὰρ ἀνθρώπῳ
τις συγγινόμενος θαυμαστῷ, πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ
διηνεκῶς ὁμιλῶν. Ἀλλ' οὐκ ἴσμεν τῆς εὐχῆς τὸ κέρδος ὡς χρὴ, ἐπειδὴ μηδὲ προσέχομεν
αὐτῇ μετὰ ἀκριβείας, μηδὲ χρώμεθα κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ἀνθρώποις μὲν μέλλοντες
διαλέγεσθαί τισι τῶν ὑπὲρ ἡμᾶς, καὶ σχῆμα, καὶ βάδισμα, καὶ στολὴν, καὶ
πάντα ῥυθμίσαντες εἰς τὸ δέον, οὕτω διαλεγόμεθα· Θεῷ δὲ προσιόντες χασμώμεθα,
κνώμεθα, περιστρεφόμεθα, ῥᾳθυμοῦμεν· τῶν γονάτων χαμαὶ κειμένων, ἐπὶ τῆς ἀγορᾶς
πλανώμεθα. Εἰ δὲ μετὰ τῆς προσηκούσης εὐλαβείας, καὶ ὡς Θεῷ διαλέξεσθαι μέλλοντες,
οὕτω προσῄειμεν, τότε ἂν ἔγνωμεν, καὶ πρὸ τοῦ λαβεῖν ἅπερ ᾐτοῦμεν, ἡλίκον κέρδος
καρπούμεθα. Ἄνθρωπος γὰρ Θεῷ παιδευθεὶς διαλέγεσθαι, ὡς εἰκὸς τὸν . τῷ Θεῷ
διαλεγόμενον, ἄγγελος ἔσται λοιπόν· οὕτως
ἀπολύεται τῶν δεσμῶν τοῦ σώματος
ἡ ψυχή· οὕτω
μετάρσιος αὐτῷ γίνεται
ὁ λογισμός· οὕτω μετοικίζεται πρὸς τὸν οὐρανόν· οὕτως ὑπερορᾷ
τῶν βιωτικῶν· οὕτω παρ' αὐτὸν ἵσταται τὸν
θρόνον βασιλικὸν, κἂν πένης
ᾖ, κἂν οἰκέτης, κἂν ἰδιώτης, κἂν ἀμαθής. Οὐ γὰρ γλώττης ζητεῖ κάλλος ὁ Θεὸς, οὐδὲ ῥημάτων συνθήκην, ἀλλὰ
ψυχῆς ὥραν· κἂν ἐκείνη φθέγγηται τὰ αὐτῷ
δοκοῦντα, τὸ πᾶν ἀνύσας ἄπεισιν. Ὁρᾷς πόση εὐκολία; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τὸν προσιόντα τινὶ καὶ ῥητορικὸν εἶναι χρὴ,
καὶ κολακεύσαι τοὺς περὶ τὸν ἄρχοντα πάντας ἱκανὸν, καὶ πολλὰ ἕτερα ἐπινοῆσαι, ὥστε
γενέσθαι εὐπαράδεκτον. Ἐνταῦθα δὲ οὐδενὸς δεῖται, ἀλλὰ γνώμης μόνης νηφούσης,
καὶ οὐδὲν τὸ κωλύον εἶναι ἐγγὺς τοῦ Θεοῦ. Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Ὥστε τὸ μακρὰν
γενέσθαι, ἀφ' ἡμῶν γίνεται· αὐτὸς γὰρ ἀεὶ πλησίον ἐστί. Καὶ τί λέγω ὅτι ῥητορείας
οὐ δεόμεθα; Πολλάκις οὐδὲ φωνῆς δεόμεθα.
Κἂν γὰρ ἐν τῇ καρδίᾳ φθέγξῃ, καὶ καλέσῃς αὐτὸν
ὡς χρὴ, ῥᾳδίως
ἐπινεύσει καὶ τότε.
Οὕτω καὶ Μωϋσέως ἤκουσεν· οὕτω καὶ Ἄννης. Οὐ παρέστηκε στρατιώτης ἀποσοβῶν,
οὐ δορυφόρος τὸν καιρὸν διακόπτων· οὐκ ἔστιν
εἰπὼν, Νῦν οὐ δυνατὸν προσελθεῖν,
μετὰ ταῦτα παραγενοῦ· ἀλλ' ὅταν
ἔλθῃς, ἕστηκεν ἀκούων, κἂν ἐν καιρῷ ἀρίστου, κἂν ἐν καιρῷ δείπνου, κἂν ἐν
αὐτῇ τῇ ἀωρίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάμῳ, κἂν ἔνδον ἐν δικαστηρίῳ
ἄρχοντι παραστῇς, καὶ καλέσῃς αὐτὸν, τὸ κωλύον
οὐδὲν ἐπινεῦσαι τῇ αἰτήσει, ἂν ὡς
χρὴ καλέσῃς. Οὐκ ἔστιν εἰπεῖν ∆έδοικα
προσελθεῖν, καὶ δεηθῆναι· ὁ ἐχθρός
μου παρέστηκεν· ἀλλὰ καὶ τοῦτο ἀνῄρηται τὸ κώλυμα· οὔτε γὰρ ἐχθρῷ προσέχει,
καὶ διακόπτει σου τὴν αἴτησιν· ἀλλ' ἀεὶ καὶ διηνεκῶς ἐντυγχάνειν δύνασαι, καὶ
δυσκολία οὐδεμία πρόσεστιν· οὔτε γὰρ χρεία τῶν προσαγαγόντων θυρωρῶν, οἰκονόμων, ἐπιτρόπων, φυλάκων, ἢ φίλων,
ἀλλ' ὅταν αὐτὸς δι' ἑαυτοῦ
προσέλθῃς, τότε μάλιστα ἀκούσεταί σου, τότε, ὅταν μηδενὸς δεηθῇς. γʹ. Οὐχ οὕτως οὖν αὐτὸν
δυσωποῦμεν δι' ἑτέρων ἀξιοῦντες, ὡς δι' ἡμῶν αὐτῶν. Ἐπειδὴ γὰρ τῆς ἡμετέρας ἐρᾷ
φιλίας, καὶ πάντα ποιεῖ, ὥστε ἡμᾶς αὐτῷ θαῤῥεῖν· ὅταν ἴδῃ δι' ἑαυτῶν τοῦτο
ποιοῦντας, τότε μάλιστα
ἐπινεύει. Οὕτω καὶ ἐπὶ τῆς
Χαναναίας ἐποίησε· καὶ Πέτρου μὲν καὶ Ἰακώβου προσιόντων ὑπὲρ αὐτῆς, οὐκ
ἐπένευσεν· ἐπιμενούσης δὲ ταύτης, τὸ αἰτηθὲν
ταχέως ἔδωκεν. Εἰ γὰρ καὶ μικρὸν ἔδοξεν ἀναβάλλεσθαι, οὐχ ἵνα ὑπερθῆται
τὸ γύναιον, ἀλλ' ἵνα μειζόνως
στεφανώσῃ, καὶ μᾶλλον αὐτῆς οἰκειώσηται τὴν προσεδρίαν, τοῦτο πεποίηκε.
Μελετήσωμεν τοίνυν καὶ ἡμεῖς ἐντυγχάνειν
Θεῷ· . μάθωμεν πῶς δεῖ ταύτην ποιεῖσθαι τὴν ἐντυχίαν. Οὐκ εἰς μουσεῖον ἀπιέναι
δεῖ, οὐδὲ χρήματα ἀναλίσκειν, οὐδὲ παιδαγωγοὺς μισθοῦσθαι, καὶ ῥήτορας, καὶ
σοφιστὰς, οὐδὲ χρόνον
πολὺν δαπανᾷν, ὥστε
μαθεῖν τὴν ῥητορείαν ταύτην· ἀλλ' ἀρκεῖ θελῆσαι μόνον,
καὶ τὰ τῆς τέχνης ἀπήρτισται. Καὶ οὐχ ὑπὲρ σεαυτοῦ δυνήσῃ μόνον ἐν τῷ δικαστηρίῳ
τούτῳ λέγειν, ἀλλὰ καὶ ὑπὲρ ἑτέρων πολλῶν. Καὶ τίς ὁ τῆς δικανικῆς
ταύτης σκοπός; Ὁ τῆς εὐχῆς
τρόπος. Τὸ νηφούσῃ
διανοίᾳ, τὸ συντετριμμένῃ ψυχῇ,
τὸ μετὰ πηγῶν
δακρύων αὐτῷ προσιέναι,
τὸ μηδὲν αἰτεῖν βιωτικὸν, τὸ τῶν μελλόντων ἐρᾷν, τὸ ὑπὲρ
τῶν πνευματικῶν ποιεῖσθαι τὴν ἔντευξιν, τὸ μὴ
κατεύχεσθαι τῶν ἐχθρῶν,
τὸ μηδενὶ μνησικακεῖν,
τὸ πάντα ἐκβάλλειν
ἀπὸ τῆς ψυχῆς τὰ πάθη, τὸ
συντρίβοντα τὴν καρδίαν
οὕτω προσιέναι, τὸ
συνεστάλθαι, τὸ πολλὴν τὴν ἐπιείκειαν
μελετᾷν, καὶ τὴν γλῶτταν πρὸς εὐφημίαν τρέπειν, τὸ μηδενὶ τῶν πονηρῶν συνίστασθαι
πραγμάτων, τὸ μηδὲν
κοινὸν ἔχειν πρὸς
τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν, λέγω δὴ τὸν διάβολον.
Τὸν γὰρ ὑπὲρ ἑτέρων λέγοντα βασιλεῖ, καὶ
τοῖς ἐχθροῖς ἐκείνου κοινολογούμενον, καὶ οἱ ἔξωθεν νόμοι τιμωροῦσι. Καὶ σὺ τοίνυν,
εἰ βούλει καὶ ὑπὲρ σεαυτοῦ καὶ ὑπὲρ ἑτέρων λέγειν, τοῦτο δὴ μάλιστα κατόρθωσον,
τὸ μηδὲν κοινὸν ἔχειν πρὸς τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρόν. Οὕτω γὰρ ἔσῃ δίκαιος·
καὶ δίκαιος ὢν, ἀκουσθήσῃ, τοιαύτην ἔχων συνήγορον. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐκ
εἶπε, Παρήγαγες τὰς θλίψεις, οὐδὲ, Ἀνεῖλες
τοὺς πειρασμοὺς, ἀλλ', Ἀφῆκας
ἑστάναι, καὶ Ἐπλάτυνάς μοι. Τὸ
γὰρ εὐμήχανον τοῦ
Θεοῦ καὶ τὸ εὔπορον
κἀντεῦθεν μάλιστα δείκνυται, οὐκ
ἐν τῷ παρενεγκεῖν τὰς θλίψεις μόνον, ἀλλὰ
καὶ ἐν τῷ μενουσῶν αὐτῶν πολλὴν παρέχειν τὴν ῥᾳστώνην. Τοῦτο καὶ
τοῦ Θεοῦ δείκνυσι τὴν ἰσχὺν, καὶ τοὺς
ἐμπίπτοντας φιλοσοφωτέρους ἐργάζεται,
ὅταν καὶ εὐρυχωρία ᾖ παραμυθουμένη τὴν θλιβομένην ψυχὴν,
καὶ ἡ θλίψις μὴ καταλύηται σφίγγουσα ταύτην ῥᾳθυμοῦσαν, καὶ πάσης ἀπαλλάττουσα ὀλιγωρίας.
Καὶ πῶς, φησὶν, ἐν θλίψει γένοιτ' ἂν πλατυσμός; Ὡς ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων,
ὡς ἐν τῷ λάκκῳ τῶν λεόντων. Οὐ γὰρ ἔσβεσε τὴν φλόγα, καὶ τότε ἐποίησεν αὐτοὺς
ἐν εὐρυχωρίᾳ εἶναι·
οὐδὲ ἀπέκτεινε τοὺς λέοντας, καὶ τὸ τηνικαῦτα αὐτὸν κατέστησεν ἐν ἀδείᾳ· ἀλλὰ
κἀκεῖ τῆς καμίνου σφοδρῶς ἀναπτομένης, καὶ ἐνταῦθα τῶν
θηρίων παραμενόντων, οἱ δίκαιοι
πολλῆς ἀπέλαυον τῆς ῥᾳστώνης. Ἔστι δὲ καὶ ἑτέρως
εὐρυχωρίαν εἰπεῖν· οἷον ὅταν ὑπὸ τῶν πειρασμῶν
ἡ ψυχὴ θλιβομένη τῶν παθῶν ἀπαλλάττηται, καὶ τῶν νοσημάτων
τῶν πολλῶν· τότε γὰρ
μάλιστα τῆς εὐρυχωρίας ἀπολαύει. Πολλοὶ
γὰρ ἐν εὐημερίᾳ μένοντες ἔρωτας ἔχουσιν ἀτοπωτάτους, θλίβοντας
αὐτῶν τὴν ψυχὴν, καὶ χρημάτων,
καὶ σωμάτων, καὶ ἑτέρων τοιούτων
ἀτόπων· εἰς θλίψιν
δὲ ἐμπεσόντες πάντων
ἐλευθεροῦνται ἐκείνων, καὶ γίνονται
ἐν εὐρυχωρίᾳ. Καὶ καθάπερ οἱ ἐν
πυρετοῖς ὄντες, ἕως μὲν ἀπολαύουσι τῶν ἐπιθυμιῶν τῶν ἀκαίρων, τραπέζης λέγω πληθούσης,
καὶ ἀκράτου, καὶ τοιούτων ἑτέρων, μειζόνως
στενοχωροῦνται· εἰ δὲ
βουληθεῖεν ἑαυτοὺς ὀλίγον
θλί ψαντες καρτερῆσαι, πολλῆς ἀπολαύουσι τῆς εὐρυχωρίας, καὶ τὸ πνῖγον
ἀποθέμενοι καθαρᾷ λοιπὸν ἐντρυφῶσιν
ὑγείᾳ· οὕτω καὶ ἐπὶ τῶν πραγμάτων συμβαίνει. Οὐδὲν γὰρ οὕτω ποιεῖν ἄνεσιν
εἴωθεν, ὡς θλίψις
τῶν βιωτικῶν ἀπάγουσα
πάντων. Πῶς οἴει
τοὺς Ἰουδαίους γεγενῆσθαι ἐν θλίψει, καὶ ὅτε ἦσαν ἐν εὐημερίᾳ; Ἢ οὐχὶ
πυρεττούσης ταῦτα ψυχῆς καὶ ἀλυούσης
καὶ ῥιπταζομένης, τὸ λέγειν· Ποίησον
ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς
ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν
τί γέγονεν αὐτῷ; Ἢ οὐχὶ ἐκεῖνα φιλοσοφούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν παθῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν
εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν ῥοπήν; Αὐτὸς δὲ ὁ προφήτης
οὗτος, ὅτε ἦν ἐν ἀνέσει, πῶς ἐθλίβη ὑπὸ
τῆς πονηρᾶς ἐπιθυμίας
στενοχωρούμενος καὶ σπαρασσόμενος;
ὅτε δὲ ἐν θλίψει γέγονεν, ἴστε πῶς γέγονεν ἐν ἀνέσει. Οὔτε γὰρ ἥπτετο αὐτοῦ τὸ
πῦρ, ἀλλὰ καὶ ἡ φλὸξ ἅπασα κατεσβέσθη. Οὐδὲν γὰρ οὕτω ποιεῖ θλίψιν, ὡς τὸ
πολιορκεῖσθαι τὴν ψυχὴν ὑπὸ τῶν παθῶν. Αἱ μὲν γὰρ ἄλλαι ἔξωθεν προσπίπτουσιν, αἱ
δὲ ἔνδοθεν φύονται, καὶ αὕτη μάλιστά ἐστιν ἡ πολλὴ θλίψις.
Κἂν ὁ κόσμος ἡμᾶς λυπῇ, ἡμεῖς δὲ ἑαυτοὺς μὴ λυπῶμεν, οὐδὲν ἔσται ἡμῖν δεινόν. Ἄρα ἐν ἡμῖν
τὸ θλίβεσθαι, καὶ μὴ θλίβεσθαι. δʹ. Ἵνα δὲ μάθῃς καὶ ἀπὸ τῆς ἀποστολικῆς φωνῆς, πόση ἀπὸ τῆς θλίψεως εὐρυχωρία γίνεται, ἄκουσον αὐτοῦ τοῦ Παύλου τὸν
καρπὸν λέγοντος τῆς θλίψεως· Ἡ δὲ θλίψις
ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ
καταισχύνει. Εἶδες εὐρυχωρίαν ἄφατον, εἶδες
λιμένα εὐφροσύνης; Ὑπομονὴν, φησὶν, ἡ θλίψις κατεργάζεται. Τί γὰρ ἀνδρὸς
καρτερικωτάτου, καὶ πάντα δυναμένου
ῥᾳδίως φέρειν, ἀνεκτότερον; τί δὲ δοκίμου γένοιτ' ἂν ἰσχυρότερον; τί δὲ τῆς ἐντεῦθεν τρυφῆς
ἴσον; Τρεῖς γὰρ ἡμῖν ἡδονὰς ἐντεῦθεν λέγει τικτομένας, τὴν ὑπομονὴν, τὴν
δοκιμὴν, καὶ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Περὶ τούτων νῦν φιλοσοφῶν
ὁ Προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐπειδὴ γὰρ εἶπεν, Εἰσήκουσέ μου ὁ Θεὸς,
λέγει ἐν ποίῳ τρόπῳ εἰσήκουσεν. Οὐκ ἐν χρήμασιν· οὐδὲν γὰρ ἐζήτει τοιοῦτον· οὐχ
ἵνα ἐχθρῶν κρατήσῃ· οὐδὲ γὰρ ταῦτα ᾔτει· ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς
προσευχῆς μου. Τί λέγεις; Ἄνω
δικαιοσύνης μέμνησαι, ἐνταῦθα οἰκτιρμοῦ καὶ ἐλέου· καὶ ποῦ ταῦτα ἀκολουθίαν σχοίη; Πολλὴν μὲν οὖν, καὶ σφόδρα τοῖς προτέροις
συνημμένην. Κἂν γὰρ μυρία κατορθώσωμεν, ἀπὸ οἰκτιρμῶν ἀκουόμεθα καὶ φιλανθρωπίας. Κἂν πρὸς αὐτὴν ἀνέλθωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἀπὸ ἐλέους σωζόμεθα. Ἐντεῦθεν
μανθάνομεν, ὅτι μετὰ τῆς δικαιοσύνης χρεία καὶ γνώμης συντετριμμένης. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς,
μεγάλα ἀνύσαι δυνήσεται·
κἂν δίκαιος ὢν μετὰ ἀλαζονείας
προσίῃ, πάντων ἐκπεσεῖται τῶν ἀγαθῶν.
Ἀμφότερα τὰ ὑποδείγματα ὁ τελώνης καὶ ὁ
Φαρισαῖος ἐδίδαξαν.
∆εῖ
τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι. Τίς δὲ ὁ τρόπος τῆς εὐχῆς; Μάθε ἀπὸ τοῦ τελώνου,
καὶ μὴ αἰσχυνθῇς
τοῦτον λαβεῖν διδάσκαλον,
τὸν οὕτω τοῦτο κατορθώσαντα, ὡς ἀπὸ ψιλῶν
ῥημάτων τὸ πᾶν ἀνύσαι. Ἐπειδὴ γὰρ
ἡ διάνοια αὐτῷ καλῶς παρεσκευασμένη ἦν, ἤρκεσε
καὶ ῥῆμα ἓν ἀνοῖξαι αὐτῷ τὸν οὐρανόν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν
ἑαυτὸν, τὸ στῆθος
ἔτυπτεν, οὐδὲ ἀναβλέψαι
εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ μέλλῃς εὔχεσθαι, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν εὐχήν. Εἰ γὰρ ὁ ἁμαρτωλὸς δίκαιος
γέγονεν ἀπὸ τῆς εὐχῆς, ἐννόησον ὁ δίκαιος
ἡλίκος ἔσται, εἰ τοιαύτην προσάγειν μάθοι
δέησιν. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἁπλῶς ἑαυτὸν
τίθησιν, ἀλλὰ τὴν προσευχὴν αὐτοῦ· ἄνω
τὴν δικαιοσύνην, ἐνταῦθα
τὴν προσευχὴν λέγων· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς
μου. Οὕτω καὶ ὁ Κορνήλιος ἠκούσθη,
ἐπειδὴ ταύτην εἶχε συνήγορον. Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, φησὶν, ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Εἰκότως· τὰ γὰρ ἔργα ἐστὶ τὰ ἀκουόμενα,
καὶ τὰ κατορθώματα· οὐχ ἁπλῶς δὲ αἱ εὐχαὶ, ἀλλ' αἱ κατὰ νόμον τοῦ Θεοῦ γινόμεναι
εὐχαί. Καὶ τίνες εἰσὶν αὗται; Αἱ ταῦτα αἰτοῦσαι, ἃ τῷ Θεῷ πρέπει διδόναι, αἱ μὴ τἀναντία τοῖς αὐτοῦ νόμοις αὐτὸν παρακαλοῦσαι. Καὶ τίς
οὕτω τολμηρὸς, φησὶν, ὡς τὸν Θεὸν ἀξιοῦν τἀναντία τοῖς αὐτοῦ νόμοις ποιεῖν; Ὁ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρακαλῶν· τοῦτο γὰρ παρὰ τὸν νόμον τὸν
ὑπ' αὐτοῦ κείμενον. Αὐτὸς γάρ φησιν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν. Σὺ δὲ αὐτὸν τὸν
κελεύοντά σοι συγχωρῆσαι κατὰ τῶν ἐχθρῶν καλεῖς; Καὶ τί γένοιτ' ἂν τῆς ἀνοίας
ταύτης χεῖρον; Ἱκέτου σχῆμα καὶ γνώμην
καὶ φρόνημα τὸν εὐχόμενον ἔχειν δεῖ· τί τοίνυν ἕτερον προσωπεῖον σεαυτῷ
περιτίθης, τὸ τῆς κατηγορίας; Πῶς γὰρ δυνήσῃ τῶν οἰκείων
ἁμαρτημάτων λαβεῖν συγγνώμην,
ὅταν τῶν τοῖς ἑτέροις
πεπλημμελημένων τιμωρὸν τὸν Θεὸν ἀξιοῖς εἶναι; Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ,
χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν.
Τοιαύτη γὰρ ἡ μετὰ πραότητος,
καὶ μὴ κατ' ἐχθρῶν γινομένη· ὡς ἥ γε ἐναντία μεθυούσῃ
τινὶ καὶ παραπαιούσῃ
ἔοικε γυναικὶ, συώδει τινὶ καὶ ἀγρίᾳ. ∆ιὸ καὶ ἄβατος αὐτῇ ὁ οὐρανός. Ἀλλ'
οὐχ ἡ μετὰ πραότητος τοιαύτη· ἀλλ' ἔχει τι
λιγυρὸν, καὶ προσηνὲς,
καὶ βασιλικῶν ἄξιον ἀκοῶν, ἡδὺ καὶ
παναρμόνιον καὶ ἐμμελές. ∆ιὸ δὴ οὐκ ἐκβάλλεται τοῦ θεάτρου, ἀλλ' ἐστεφανωμένη ἄπεισι· καὶ γὰρ
χρυσῆν ἔχει κιθάραν, χρυσῆν τὴν στολήν. ∆ιὸ καὶ τέρπει τὸν δικαστὴν, καὶ τῷ σχήματι,
καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ.
∆ιὰ ταῦτα οὐδεὶς αὐτὴν ἀπελαύνει τῶν οὐρανίων
ἁψίδων. Ἅπαν γὰρ ἐκεῖνο τὸ θέατρον ἀνίστησι τῇ εὐφροσύνῃ. Αὕτη τῶν οὐρανῶν ἀξία
ἡ εὐχή· αὕτη τῶν ἀγγέλων ἡ γλῶττα, ὅταν μηδὲν πικρὸν, πᾶν δὲ προσηνὲς φθέγγηται·
ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων προσέρχηται
τὴν ἱκετηρίαν ποιουμένη,
τότε καὶ οἱ ἄγγελοι
παρεστήκασι μετὰ πολλῆς ἀκούοντες τῆς
σιγῆς, καὶ μετὰ τὸ παύσασθαι, κροτοῦντες αὐτὴν, ἐπαινοῦντες, θαυμάζοντες οὐ διαλιμπάνουσι. Τοιαύτην καὶ ἡμεῖς
προσαγάγωμεν εὐχὴν, καὶ πάντως ἀκουσθησόμεθα.
Καὶ ὅταν προσίωμεν τῷ Θεῷ, μὴ νομίσωμεν εἶναι θέατρον τοιοῦτον, ἀλλ' ἐκ τῆς οἰκουμένης
ἁπάσης, μᾶλλον δὲ καὶ ἐκ τῶν ἄνω δήμων τῶν οὐρανίων
συνειλεγμένον, καὶ ἐν μέσῳ τὸν
Βασιλέα . καθῆσθαι, βουλόμενον ἡμῶν ἐπακοῦσαι τῆς εὐχῆς. Καὶ ἐπίδειξιν τὸ πρᾶγμα ποιήσωμεν.
Μηδεὶς ἔστω κιθαριστὴς, μηδὲ λυρῳδὸς
οὕτως ἐναγώνιος, μέλλων ἐν σκηναῖς εἰσιέναι,
καὶ δεδοικὼς μή τι ἀπηχὲς ἀνακρούσηται, ὡς ἡμεῖς μέλλοντες εἰσιέναι εἰς τὸ τῶν ἀγγέλων θέατρον. Πλῆκτρον δὲ ἡμῖν ἔστω ἡ γλῶττα,
μηδὲν ἀηδὲς φθεγγομένη,
ἀλλ' ἐμμελὲς καὶ παναρμόνιον μετὰ διανοίας
τῆς προσηκούσης· καὶ προσιόντες τῷ Θεῷ, καὶ παρακαλοῦντες καὶ δεόμενοι, ὑπὲρ τῶν ἐχθρῶν ἀνακρουώμεθα
τὴν νευράν· οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα.
εʹ. Αὕτη ἡ φωνὴ καταισχύνει
δαίμονας, αὕτη παῤῥησίαν
ἡμῖν δίδωσιν· αὕτη καταισχύνει τὸν διάβολον καὶ ἀναχωρεῖν
ποιεῖ. Οὐ γὰρ οὕτως ἄνθρωπον
φρίττει ὁ δαίμων τὸν ἐκβάλλοντα αὐτὸν
καὶ ἐλαύνοντα ἐξ ἑτέρου ἀνθρώπου, ὡς ἄνθρωπον ὀργῆς κρατοῦντα, καὶ θυμοῦ
περιγενόμενον· ἐπεὶ καὶ τοῦτο δαίμων ἐστὶ
χαλεπὸς, καὶ τούτους μᾶλλον ἢ τοὺς δαιμονῶντας
ταλανίζειν χρή. Τὸ μὲν γὰρ δαιμονᾷν εἰς γέενναν
οὐκ ἐμβάλλει· τὸ δὲ ὀργίζεσθαι καὶ
μνησικακεῖν, αὐτῆς ἐκβάλλει
τῆς βασιλείας τῶν οὐρανῶν.
Ἂν οὕτω ῥυθμίσωμεν
τὴν εὐχὴν, δυνησόμεθα
μετὰ παῤῥησίας λέγειν καὶ ἡμεῖς τῷ
Θεῷ, Εἰσάκουσον τῆς προσευχῆς μου. Ὥστε οὐχ ἑαυτὸν ὠφελήσεις μόνον, καὶ
προοδοποιήσεις σου τῇ ἱκετηρίᾳ, ἀλλὰ καὶ τὸν ἀκούοντα Θεὸν εὐφρανεῖς, ἄξιόν τι
τῶν αὐτοῦ ἐπιταγμάτων αἰτῶν· διὸ καὶ ῥᾳδίως ἐπινεύσει. Τοῦτο ἄξιον τῆς υἱοθεσίας
ἐκείνης· τοῦτο μάλιστα τὸν
χαρακτῆρα ἐκεῖνον δείκνυσι.
Γίνεσθε, φησὶν, οἰκτίρμονες, ὡς ὁ
Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ πάλιν, Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως
γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς.
Τί τοίνυν ταύτης τῆς εὐχῆς
ἴσον; Αὕτη οὐκ ἀγγέλοις, οὔτε ἀρχαγγέλοις, ἀλλ' αὐτῷ
τῷ Βασιλεῖ ὅμοιον ποιεῖ. Ὁ δὲ τῷ
Βασιλεῖ ὅμοιος γενόμενος
κατὰ τὸ ἐγχωροῦν,
ἐννόησον ὅσης ἀπολαύσεται
τῆς παῤῥησίας ἐν ταῖς εὐχαῖς. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;
Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ
ζητεῖτε ψεῦδος; Πρὸς τίνας
ἀποτείνει τὸν λόγον,
καὶ ποιεῖται τὴν ἐπιτίμησιν, καὶ ἐπάγει τὴν συμβουλήν; τίνας
υἱοὺς ἀνθρώπων καλεῖ; Τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς κακίαν ἐπιῤῥεπεῖς.
Τί δή ποτε; ἡμεῖς γὰρ οὐχ υἱοὶ ἀνθρώπων; τῇ φύσει μὲν ἀνθρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ' υἱοὶ Θεοῦ. Εἰ
γοῦν καὶ τὴν εἰκόνα τὴν κατ' ἀρετὴν τὴν πρὸς αὐτὸν διατηρήσαιμεν, ἀκέραιον ἡμῖν ἔσται τὸ δῶρον· τοὺς γὰρ γενομένους
υἱοὺς Θεοῦ διὰ τῆς χάριτος,
καὶ διὰ τῆς
πολιτείας ταύτην δεῖ χαρακτηρίζειν τὴν εἰκόνα. Ὅτι δὲ τοὺς
βιωτικωτέρους, καὶ πρὸς κακίαν ῥέποντας, υἱοὺς ἀνθρώπων καλεῖ, ἄκουσον· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς
θυγατέρας τῶν ἀνθρώπων. Καὶ μὴν τὸ ἐναντίον,
φησὶν, εἴρηκας. Οὐδαμῶς· υἱοὺς γὰρ Θεοῦ ἐνταῦθα ἐκάλεσε τοὺς πρὸ τούτου ἐξ
ἐναρέτων ὄντας ἀνδρῶν, καὶ τῆς τοῦ Θεοῦ τιμῆς ἀπολελαυκότας, εἶτα μεταβαλλομένους, καὶ γεγονότας
χείρους, καὶ προδεδωκότας αὐτῶν τὴν τιμήν.
Ὥστε γὰρ αὐξῆσαι αὐτῶν
τὴν κατηγορίαν, ἀνεμνήσθη
αὐτῶν τῆς τιμῆς,
μέγιστον εἰς ἐγκλήματος ὑπόθεσιν δεικνὺς ὂν, τὸ τοιούτους ὄντας, καὶ ἐκ
τοιούτων, πρὸς τοιαύτην κατενεχθῆναι κακίαν.
Καὶ πάλιν ὁ Θεός· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι
ἀποθνήσκετε. Καὶ θέα τοῦ Προφήτου τὴν σύνεσιν. ∆είξας πρότερον τοῦ Θεοῦ τὴν ἰσχὺν,
καὶ τὸ εὔπορον, καὶ τὸ εὐμήχανον, καὶ τὸ χρηστὸν, καὶ τὸ φιλάνθρωπον, ὅτι ἐν θλίψει
πλατύνει, ὅτι ἐλεῶν ἐπινεύει· εἶτα ἐννοῶν
τὴν κεχυμένην ἐν ἀνθρώποις κακίαν, καὶ τῆς ἀσεβείας τὴν τυραννίδα, καθάπερ
ἀποπνιγόμενος ἀπὸ τῆς ἀθυμίας, τρέπει
τὸν λόγον πρὸς
τοὺς ἐν πονηρίᾳ
ζῶντας, μονονουχὶ λέγων,
ὅτι Τοιοῦτον ἔχοντες Θεὸν, οὕτω
χρηστὸν, οὕτω φιλάνθρωπον, οὕτω δυνατὸν,
πῶς εἰς ἀσέβειαν ἐξεκλίνατε; Καὶ ὅρα
τὴν παραίνεσιν, πόσης μετὰ
τοῦ θυμοῦ γέμει
καὶ τῆς προσηνείας, πόσης τῆς
φιλοσοφίας. Τί γάρ
φησιν; Υἱοὶ ἀνθρώπων,
ἕως πότε βαρυκάρδιοι; Ἐνταῦθα σφόδρα
ἐστὶ καθαπτομένου καὶ ἀπὸ τοῦ χρόνου. Εἰ
γὰρ τὸ ἐξ ἀρχῆς μὴ συνιδεῖν τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἔγκλημα, ποίαν ἕξει συγγνώμην τὸ μέχρι τοσούτου πρὸς τὴν ἀλήθειαν
τυφλώττειν; Τί δέ ἐστι, Βαρυκάρδιοι;
Παχυκάρδιοι, σαρκικοὶ, τῇ γῇ
προσηλωμένοι, κακίαν διώκοντες, πονηρίαν
μετιόντες, ταῖς ἡδυπαθείαις
κατασηπόμενοι· τοιοῦτος γὰρ ὁ σαρκικὸς ἄνθρωπος. Καὶ διαβάλλων αὐτῶν τὸν βίον, δείκνυσι τὴν πηγὴν τῆς ἀσεβείας, δηλῶν ὅτι τοῦτο μάλιστά ἐστι τὸ πρὸς τὰ δόγματα αὐτοῖς
ἐμποδίζον τὰ ὑψηλά.
Οὐδὲν γὰρ οὕτω
βαρεῖαν καρδίαν ποιεῖ,
ὡς ἐπιθυμία πονηρὰ, καὶ ἡ πρὸς τὰ
βιωτικὰ συμπάθεια, καὶ τὸ προσηλῶσθαι τῇ
γῇ. Τὴν τοιαύτην οὐκ ἄν
τις ἁμάρτοι πηλίνην
καρδίαν προσειπών· διὸ καὶ βαρεῖαν
αὐτὴν ἐκάλεσε· καὶ τῶν κακῶν αἴτιον
τοῦτο ἔφησεν εἶναι, ὅτι ἡνιόχου τάξιν ἐπέχουσα,
οὐ μόνον οὐ κατέχει τὸν ἵππον ταῖς ἡνίαις, ἀλλὰ καὶ αὐτὴ καταφέρεται συρομένη·
καὶ δέον πτεροῦν τὴν σάρκα, καὶ μετάρσιον ἐργάζεσθαι, καὶ πρὸς τὸν οὐρανὸν
ἀνάγειν, ἡ δὲ συγκαθέλκεται τῷ
βαρυτάτῳ τῶν νοσημάτων φορτίῳ. Ὅταν οὖν ὁ ἡνίοχος τοιοῦτος ᾖ, ἢ ὁ κυβερνήτης,
ποία σωτηρίας ἐλπίς; Ὥσπερ ὅταν λέγῃ, Εἰ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; Ὅταν ὁ κυβερνήτης μεθύῃ καὶ τῶν
κυμάτων καὶ τῶν πνευμάτων τὸ ἄτακτον μιμῆται, πῶς σωθήσεται ἡ ναῦς;
ςʹ.
Τί οὖν δύναται κούφην τὴν ψυχὴν ποιεῖν; Βίος θαυμαστὸς, τὸ πρὸς μηδὲν τῶν ἐνταῦθα κεχηνέναι,
μηδὲ τοῖς ποσὶν
αὐτοῦ προσδεσμεῖν τὰ κάτω φερόμενά
τε καὶ φέροντα. Τῶν γὰρ σωμάτων τὰ μὲν κάτω φέρεσθαι εἴωθεν, οἷον λίθοι, καὶ ξύλα, καὶ πάντα τὰ τοιαῦτα· τὰ
δὲ ἄνω, οἷον πῦρ, καὶ πνεῦμα, καὶ πτερῶν φύσις κούφων. Ἂν οὖν τι τῶν κάτω
φερόντων τῷ κούφῳ
προσδήσῃς, οὐδὲν τῶν πτερῶν
ὄφελος, οὐδὲ τοῦ πνεύματος, τοῦ βάρους ὑπερβαίνοντος
τὴν συμμετρίαν, καὶ
νικῶντος καὶ περιγινομένου. Οὕτω
καὶ πόδας ἂν ἔχῃ τις
βεβαρημένους, ἢ χυμοῦ
πονηροῦ ἐπεισρέοντος, ἢ ἑτέρου τινὸς νοσήματος, οὐδὲν ὄφελος αὐτῷ τοῦ
λοιποῦ σώματος ὄντος κούφου. Εἰ δὲ ἐπὶ
σωμάτων τοῦτο, πολλῷ
μᾶλλον ἐπὶ καρδίας. Μὴ τοίνυν ποιῶμεν αὐτὴν βαρεῖαν, ἵνα μὴ κατὰ τὰ πλοῖα τὰ
πολλὴν ἔχοντα τὴν ψάμμον καταποντίζηται.
Ἐν ἡμῖν γὰρ τοῦτο. Οὐ γὰρ τῇ φύσει τοιαύτη ἐστὶν, ἀλλὰ . τῇ φύσει γέγονε κούφη
καὶ ἀνωφερὴς, ἡμεῖς
δὲ αὐτὴν παρὰ φύσιν βαρεῖαν
ποιοῦμεν· διὸ καὶ ὁ
Προφήτης ἐγκαλεῖ· εἰ δὲ φυσικὸν ἦν, οὐκ ἂν ἐνεκάλεσεν. Ὥσπερ οὖν κατὰ φύσιν ἡμῖν
τὸ βαδίζειν, ἂν δὲ βαρῶμεν τὰ γόνατα, παρὰ φύσιν γίνεται τὸ πρᾶγμα, πεπεδημένων ἡμῶν· οὕτω καὶ ἐπὶ τῶν
ποδῶν τῆς διανοίας,
λέγω δὴ τῶν
λογισμῶν, συμβαίνειν εἴωθεν.
Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ
ζητεῖτε ψεῦδος; Ἐνταῦθα καὶ τὰ εἰδωλικά μοι δοκεῖ λέγειν, καὶ τὸν ἐν πονηρίᾳ βίον.
Μάταιον γὰρ ἐκεῖνο λέγεται τὸ κενὸν, ὅταν ὄνομα μὲν ᾖ, πρᾶγμα δὲ μὴ ᾖ. Οὕτω παρὰ
τοῖς Ἕλλησιν ὀνόματα μὲν θεῶν πολλὰ, πράγματα δὲ οὐδαμοῦ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὄνομα πλούτου, πρᾶγμα δὲ οὐδαμοῦ· καὶ
ὄνομα δόξης, πρᾶγμα δὲ οὐδαμοῦ· ὄνομα δυναστείας, καὶ μένει ψιλὸν τὸ ὄνομα. Τίς οὖν οὕτως ἀνόητος, ὡς ὀνόματα ζητεῖν
πραγμάτων ἔρημα, καὶ τὰ διάκενα
διώκειν, ἃ φεύγειν
δεῖ; Ἢ οὐ τοιαῦται καὶ αἱ ἡδοναὶ τοῦ βίου, καὶ αἱ εὐπραγίαι;
οὐ πάντα ψεύδεται καὶ ἀπατᾷ; Κἂν δόξαν εἴπῃς, κἂν πλοῦτον, κἂν δυναστείαν, πάντα
ματαιότης. ∆ιὸ καὶ ὁ Ἐκκλησιαστὴς ἔλεγε·
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
∆ιὰ δὴ ταῦτα
ὀδυνᾶται ὁ Προφήτης, τοσαύτην ἀλογίαν
ὁρῶν ἐν τῷ βίῳ. Ὥσπερ γὰρ ἂν εἴ τις ἰδών τινα φεύγοντα φῶς, διώκοντα δὲ σκότος,
λέγῃ· Ἵνα τί τοῦτο ποιεῖς τὸ παράλογον; οὕτω καὶ αὐτός· Ἵνα τί ἀγαπᾶτε ματαιότητα,
καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἕτερος
ἑρμηνευτής φησιν, Ἀλλὰ γνῶτε ὅτι ἐθαυμάστωσεν.
Εἶδες σοφίαν Προφήτου; Πόθεν αὐτοὺς ἀνάγει πρὸς τὴν θεογνωσίαν; Ἀπὸ σαφεστάτου
μέρους τινὸς καὶ τρόπου γνωριμωτέρου, ἑαυτὸν εἰς μέσον παρατιθείς. Ἐγὼ δοῦλός εἰμι, φησὶ, τοῦ Θεοῦ τοῦ ἀληθοῦς· ἀπ' ἐμοῦ τοίνυν
μάθετε αὐτοῦ τὴν δύναμιν, τὴν ἰσχὺν, τὴν κηδεμονίαν. Οὐ μικρὸν γὰρ τοῦτο τὸ κεφάλαιον εἰς θεογνωσίαν ἄγον. Ποιεῖ μὲν γὰρ τοῦτο φανερὸν
καὶ ἀπὸ τῶν κτισμάτων ὁ Προφήτης, ὅταν περὶ τῆς προνοίας αὐτοῦ διαλέγηται, ἐπὶ τὸν ἥλιον, καὶ τὸν οὐρανὸν, καὶ τὴν γῆν,
καὶ τὸν ἀέρα φερόμενος, καὶ ἀπὸ τῆς ἐν τοῖς ὁρωμένοις εὐταξίας τὸν ∆ημιουργὸν ἀνακηρύττων·
κινεῖ δὲ καὶ τὸν ἀπὸ τῶν δούλων αὐτοῦ λόγον,
καὶ τῶν ἀπ' αὐτοῦ συμβαινόντων· ὃ δὴ καὶ ἐπὶ τοῦ Ἀβραὰμ γέγονεν. Ἔλεγον γὰρ αὐτῷ, Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ τοῦ Θεοῦ ἡμῖν ἥκεις
βασιλεύς. Πόθεν οἴδατε; Ἀπὸ τῆς νίκης, ἀπὸ τῶν τροπαίων, ἀπὸ τῶν πολέμων.
Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων συνέβη. Τὰ γὰρ θαύματα τὰ ὑπὲρ αὐτῶν γινόμενα, πᾶσαν
τὴν γῆν εἰς φόβον ἐνέβαλεν· ὅπερ καὶ ἡ πόρνη τότε ἡ Ἱεριχουντία ἔλεγεν, ὅτι Ἐπέπεσεν ἐφ' ἡμᾶς ὁ φόβος ὑμῶν καὶ
ὁ τρόμος. Μία τοίνυν ὁδὸς ἡ διὰ τῶν
κτισμάτων· ἑτέρα καὶ σαφεστέρα ἡ διὰ τῶν
δούλων· καὶ ταύτην
ἄνωθεν ὁ Θεὸς
κατέσπειρε καθ' ἑκάστην
γενεὰν τὴν διδασκαλίαν. Τοὺς γοῦν
Αἰγυπτίους ἐπαίδευσεν ἀπὸ τοῦ Ἀβραὰμ, τοὺς Πέρσας ἀπὸ τοῦ αὐτοῦ πάλιν, τοὺς Ἰσραηλίτας ἀπὸ τῶν
ἐκγόνων, καὶ ἑτέρους μυρίους, καὶ διὰ τοῦ Ἰακὼβ ἑτέρους, τοὺς ἐν τῇ Μέσῃ τῶν ποταμῶν.
Εἶδες ἅπασαν τὴν οἰκουμένην παιδευομένην, εἴγε ἤθελον, ἀπὸ τῶν ἁγίων; Καὶ πρὸ τούτων δὲ
ὁ κατακλυσμὸς, ἡ τῶν γλωσσῶν διάχυσις, ἱκανὰ διαναστῆσαι αὐτῶν τὴν διάνοιαν.
Ἵνα γὰρ μὴ διὰ τὸν χρόνον εἰς λήθην ἐμπέσῃ
τὸ συμβὰν, ὁ τόπος
λαμβάνει τὴν προσηγορίαν, καὶ Βαβυλὼν ἐντεῦθεν λέγεται,
ἀπὸ τῆς συγχύσεως τῶν γλωττῶν, ἵνα
ὁ ἀκροατὴς ἀπὸ τῆς προσηγορίας ὁδηγούμενος, ἐπὶ τὴν ἀρχὴν ἔλθῃ τῶν συμβάντων, καὶ μάθῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Οὕτω καὶ οἱ τὴν δύσιν οἰκοῦντες πάντες πάντα ἐμάνθανον, κατ' ἐμπορίαν Αἰγυπτίοις συγγινόμενοι. Ἄλλως
δὲ ἐν ἀρχαῖς καὶ ἐν προοιμίοις οὐδὲ πολλὰ
ἔθνη κατὰ τὸ μέρος τῆς οἰκουμένης ἐκεῖνο
ἦν· ἀλλ' ἡ πολυανθρωπία καὶ ἡ πολυοχλία ἐν τοῖς μέρεσι τοῖς κατὰ τὴν ἀνατολὴν
συνειστήκει. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ ἐκεῖθεν ἐξῆλθε, καὶ τὰ γένη τοῦ Νῶε ἐκεῖ διέτριβε,
καὶ μετὰ τὸν πύργον ἐκεῖ ἦσαν, καὶ ἀνεστρέφοντο ἐπὶ
πλεῖον κατὰ ἀνατολάς.
Ἀλλ' ὅμως καθ' ἑκάστην
γενεὰν διδασκάλους αὐτοῖς κατέστησεν ὁ
Θεὸς, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τὸ Μελχισεδέκ. ∆ιὸ καὶ ὁ προφήτης
οὗτος ἀπὸ τῶν εἰς τοὺς ἁγίους γενομένων ἀνάγει
τοὺς ἐν πονηρίᾳ
ζῶντας, λέγων· Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν
ὅσιον αὐτοῦ. Τί ἐστιν, Ἐθαυμάστωσε; Θαυμαστὸν ἐποίησεν, ἐπίσημον, λαμπρὸν,
περιφανῆ τὸν ἀνακείμενον αὐτῷ. Ἀπὸ τοῦ
δούλου τοίνυν καὶ τῶν εἰς αὐτὸν συμβαινόντων μάθετε τοῦ ∆εσπότου τὴν δύναμιν.
Οὐκ εἶπε, ∆έδωκεν ἀγαθὸν, μόνον,
ἀλλ', Ἐθαυμάστωσε, δηλῶν ὅτι δέδωκε
μετὰ πολλοῦ τοῦ θαύματος, μετὰ πολλῆς τῆς παραδοξοποιίας. Οὕτω καὶ ἐπὶ τοῦ Ἀβραὰμ
γέγονεν. Οὐ γὰρ μόνον τὴν γυναῖκα ἔδωκεν ἀνέπαφον, ἀλλὰ καὶ θαυμαστὸν αὐτὸν παρεσκεύασεν· ὡς μὴ
μόνον ἐν τῷ μὴ παθεῖν τι δεινὸν εἶναι αὐτῷ τὴν δωρεὰν, ἀλλὰ
καὶ ἐν τῷ λαμπρὸν γενέσθαι κατὰ τὴν
Αἴγυπτον. Τὸ μὲν γὰρ διὰ τὴν αὐτοῦ δικαιοσύνην ἐγένετο, τὸ μηδὲν ἀηδὲς
παθεῖν· τὸ δὲ διὰ τὴν ἐκείνων ὠφέλειαν, τὸ μετὰ παραδοξοποιίας ἐκεῖθεν ἐπανελθεῖν. Τοῦτο ἐπὶ τῶν τριῶν παίδων, τοῦτο ἐπὶ τῶν λεόντων συνέβη, τοῦτο
ἐπὶ τοῦ κήτους καὶ τοῦ Ἰωνᾶ, καὶ πανταχοῦ
μετὰ θαύματος σώζει, οὐχ ἁπλῶς πάντας, ἀλλὰ τὸν ὅσιον.
ζʹ. Εἶδες πῶς μετὰ τῆς θεογνωσίας,
καὶ βίου ἀκριβοῦς
παραίνεσιν ποιεῖται, παιδεύων μὴ μόνον
ἐν τῇ χρηστότητι τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν τῇ τῶν
οἰκείων ἔργων ἀρετῇ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας; Κύριος εἰσακούσεταί μου ἐν
τῷ κεκραγέναι με πρὸς αὐτόν, Εἰπὼν ὅτι ἐθαυμάστωσεν,
οὐχ ἵσταται μέχρι τούτων, ἀλλὰ καὶ ἕτερον εὐημερίας εἶδος
λέγει. Ποῖον δὴ τοῦτο; Τὸ διηνεκῶς ἔχειν
τὸν Θεὸν σύμμαχον καὶ βοηθὸν, καὶ πανταχοῦ παριστάμενον.
Οὐ γὰρ ἅπαξ τοῦτο ποιεῖ καὶ δὶς καὶ τρὶς, ἀλλὰ διηνεκῶς, φησὶν, ἐὰν αὐτὸν καλῶμεν· καὶ ὅρα πάλιν
κἀνταῦθα τὸ τάχος. Ὥσπερ γὰρ ἄνω ἔλεγεν,
Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· οὕτω καὶ ἐνταῦθα,
Ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Πῶς οὖν οὐκ ἀκούονται πολλοὶ, φησί;
∆ιὰ τὸ ἀσύμφορα αἰτεῖν. Ἐνταῦθα γὰρ τὸ μὴ ἀκουσθῆναι
τοῦ ἀκουσθῆναι βέλτιον. Ὥστε κἂν ἀκουώμεθα, μὴ διὰ τοῦτο χαίρωμεν· ἀλλὰ καὶ ὅταν
μὴ ἀκουώμεθα, καὶ διὰ τοῦτο δοξάζωμεν. Ἢ γὰρ ἀσύμφορα αἰτοῦντες οὐκ ἀκουόμεθα,
καὶ τῷ μὴ λαβεῖν κερδαίνομεν·ἢ ῥᾳθύμως αἰτοῦμεν, καὶ τῇ μελλήσει τῆς δόσεως τὴν προσεδρίαν ἡμῖν
ὁ Θεὸς σοφίζεται· καὶ τοῦτο δὲ οὐ μικρὸν κέρδος. Εἰ γὰρ ὑμεῖς, φησὶν, οἴδατε δόματα
ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Θεὸς ἡμῶν, ἐπιστάμενος τὸ δοῦναι,
καὶ τὸ πότε δοῦναι, καὶ τὸ τί δοῦναι. Ἐπεὶ καὶ Παῦλος ᾔτησε, καὶ οὐκ ἔλαβεν· ἀσύμφορον
γὰρ ᾔτει· καὶ Μωϋσῆς, καὶ οὐδὲ ἐκείνῳ ἐπένευσεν ὁ Θεός. Μὴ τοίνυν ἀποστῶμεν, ὅταν μὴ ἀκουώμεθα, μηδὲ ἀλύωμεν καὶ
ναρκῶμεν, ἀλλ' ἐπιμένωμεν
τῇ προσεδρίᾳ καὶ τῇ
αἰτήσει. Πάντα γὰρ συμφερόντως ὁ Θεὸς ἐργάζεται.
Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς
καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις
ὑμῶν κατανύγητε. Ὅπερ ἔμπροσθεν εἶπον, τοῦτο καὶ νῦν λέγω. Ἐπειδὴ
γὰρ πρὸς θεογνωσίαν αὐτοὺς μέλλει
χειραγωγεῖν, ἀπαλλάττει τὴν ψυχὴν τῶν νοσημάτων. Οἶδε γὰρ, ὅτι βίος διεφθαρμένος κώλυμα τῆς τῶν ὑψηλῶν δογμάτων
ἀκριβείας γίνεται. Ὅπερ οὖν καὶ Παῦλος αἰνιττόμενος ἔλεγεν· Οὐκ ἠδυνήθην
ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Καὶ πάλιν· Ὡς νηπίοις ἐν Χριστῷ,
γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Καὶ πάλιν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος,
ἐπεὶ νωθροί ἐστε τὴν ἀκοήν.
Καὶ ὁ
Ἡσαΐας πάλιν· Ζητεῖ
με ὁ λαὸς οὗτος, καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην
πεποιηκὼς, καὶ κρίσιν Θεοῦ μὴ ἐγκαταλελοιπώς.
Καὶ Ὠσηέ· Σπείρατε ἑαυτοῖς εἰς
δικαιοσύνην, φωτίσατε φῶς γνώσεως. Καὶ ὁ
Χριστὸς διδάσκων ἔλεγε· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται
πρὸς τὸ φῶς. Καὶ πάλιν· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες,
καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου
Θεοῦ οὐ ζητοῦντες; Καὶ πάλιν·
Ταῦτα εἶπον οἱ
γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο
τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι
γένωνται. Καὶ πάλιν· Πολλοὶ δὲ ἐπίστευσαν εἰς αὐτὸν, καὶ διὰ τοὺς Φαρισαίους
οὐχ ὡμολόγουν. Καὶ πανταχοῦ ἴδοι τις ἂν τὸν διεφθαρμένον βίον πρὸς δογμάτων ἀκρίβειαν ἐμπόδιον γινόμενον. Ὥσπερ γὰρ λήμη τῇ τῶν ὀφθαλμῶν
διειδεῖ κόρῃ προσιζάνουσα ἐπισκοτεῖ
καὶ θολοῖ τὸ φωτίζον, οὕτω δὴ καὶ λογισμὸς ὑπὸ πονηρίας κατειλημμένος σκοτοῖ καὶ πηροῖ τὴν διάνοιαν. ∆ιὸ καὶ ὁ Προφήτης
τοῦτο εἰδὼς λέγει· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Οὐ γὰρ τὴν ὀργὴν ἀναιρεῖ, χρησίμη
γάρ· οὐδὲ τὸν
θυμὸν ἐκκόπτει, καὶ γὰρ ὠφέλιμος
κατὰ τῶν ἀδικούντων
γινόμενος καὶ κατὰ τῶν ῥᾳθύμων·
ἀλλὰ τὴν ἄδικον
ὀργὴν, τὸν ἄλογον θυμόν. Καὶ καθάπερ ὁ Μωϋσῆς εἰς τὸν ἠθικὸν ἐμπεσὼν λόγον,
ἀπὸ τούτου πρῶτον τῆς νομοθεσίας τὴν ἀρχὴν
ποιεῖται, λέγων, Οὐ φονεύσεις,
οὕτω δὴ καὶ οὗτος· ἀλλὰ καὶ πλεῖον οὗτος, ὅσῳ καὶ μᾶλλον τὰ τῆς εὐσεβείας
γνωριμώτερα ἦν. Ὁ μὲν γὰρ τὸν φόνον ἐκκόπτει· οὗτος δὲ καὶ τὴν μητέρα τοῦ φόνου,
τὴν ὀργὴν, καὶ τὴν ῥίζαν, καὶ τὴν πηγὴν οὖσαν τοῦ κακοῦ ἀναστέλλει. ∆ιὸ καὶ ὁ Χριστὸς καταστέλλων τὴν ὀργὴν,
ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται εἰς τὴν
γέενναν τοῦ πυρός. Εἶδες πανταχοῦ
μέτρα. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ὀργιζόμενος εἰκῆ· ἔστι γὰρ καὶ δικαίως ὀργίζεσθαι·
ἐπεὶ καὶ Παῦλος ὠργίσθη τῷ Ἐλύμᾳ, καὶ Πέτρος τῇ Σαπφείρᾳ. Ἀλλ' οὐκ ἂν εἴποιμι
τοῦτο ὀργὴν ἁπλῶς, ἀλλὰ φιλοσοφίαν, καὶ
κηδεμονίαν, καὶ οἰκονομίαν. Ὀργίζεται καὶ πατὴρ υἱῷ, ἀλλὰ κηδόμενος. Ἐκεῖνός ἐστιν
ὁ ὀργιζόμενος εἰκῆ, ὁ ἑαυτὸν ἐκδικῶν· ὁ δὲ τὰ ἑτέρων διορθῶν, οὗτος πάντων ἐστὶν ἡμερώτερος. Ἐπειδὴ καὶ ὁ Θεὸς, ἐπὰν λέγηται
ὀργίζεσθαι, οὐχ ἑαυτῷ ἀμύνων ὀργίζεται,
ἀλλ' ἡμᾶς διορθούμενος. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμώμεθα. Τὸ μὲν γὰρ οὕτως ἐπεξιέναι,
θεῖον· τὸ δὲ ἑτέρως, ἀνθρώπινον. Ἀλλ' ὁ
Θεὸς οὐ ταύτῃ ἡμῶν διέστηκε μόνον, ᾗ δικαίως ὀργίζεται, ἀλλ' ὅτι οὐδὲ πάθος περὶ
Θεόν ἐστιν ἡ ὀργή. Μὴ τοίνυν μηδὲ ἡμεῖς ὀργιζώμεθα εἰκῆ. Καὶ γὰρ διὰ τοῦτο ἐνετέθη
ἡμῖν ἡ ὀργὴ, οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα
ἑτέρους ἁμαρτάνοντας κωλύωμεν· οὐχ ἵνα πάθος καὶ νόσημα γένηται, ἀλλ' ἵνα
παθῶν φάρμακον.
ηʹ. Ἐννόησον τοίνυν κακίας ὑπερβολὴν, ὅταν
τὸ φάρμακον δηλητήριον γίνηται, ὅταν δι'
οὗ τὰ ἑτέρων τραύματα διορθοῦν χρὴ, διὰ τούτου τραύματα ἐργαζώμεθα· ὥσπερ ἂν εἴ
τις σίδηρον λαβὼν, ἵνα τὰς ἑτέρων σηπεδόνας ἐκκόπτῃ, ἑαυτὸν εἰκῆ κατακόπτῃ,
πανταχῇ τοῦ σώματος
ἕλκη ποιῶν· ἢ
κυβερνήτης ὢν διὰ τῶν οἰάκων
καταδύῃ τὸ σκάφος, δι' ὧν τῶν ἀτάκτων πνευμάτων
τὴν ῥύμην ἐκκόπτειν ἔδει. Τοιοῦτόν
τι καὶ ἡ ὀργή ἐστιν, ὄργανον χρήσιμον, ἵνα τὸ ὑπνηλὸν
ἡμῶν διεγείρῃ, ἵνα τόνον ἐντιθῇ
τῇ ψυχῇ, ἵνα σφοδροτέρους ἐργάζηται πρὸς τὰς ὑπὲρ τῶν ἀδικουμένων ἀγανακτήσεις, ἵνα τιμωροὺς ποιῇ τοῖς ἐπιβούλοις.
∆ιὰ δὴ τοῦτό φησιν, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Εἰ δὲ μὴ ἦν δυνατὸν τοῦτο, οὐκ
ἂν ἐπέταξε. Τὰ γὰρ ἀδύνατα οὐδεὶς ἐπιτάττει. Εἰσάγων τοίνυν νόμον ἀποστολικὸν,
καὶ φιλοσοφίαν εὐαγγελικὴν, καὶ τὰ αὐτὰ εἰπὼν ἅπερ
καὶ ὁ Χριστὸς, ἑτέραν προστίθησι
παραίνεσιν οὕτω λέγων· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν
κατανύγητε. Τί ἐστι τὸ εἰρημένον; ∆οκεῖ γὰρ ἀσαφὲς εἶναι. Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ
δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ
μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ
δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ' ἡμέραν ἐβουλεύσω
πονηρὰ, ἢ δόλους ῥάπτων,
ἢ τὸν πλησίον ὑποσκελίζων,
ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας,
ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις
λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν.
Τοῦτο γάρ ἐστι, τὸ, Κατανύγητε ἀντὶ τοῦ, Νύξατε, κεντήσατε ἅπερ εἴπατε ἐν ταῖς
καρδίαις ὑμῶν μεθ' ἡμέραν· τουτέστιν, Ἃ ἐλογίσασθε πονηρὰ
βουλεύματα, ταῦτα ἐν ταῖς κοίταις
ὑμῶν, ἐν τῷ
καιρῷ τῆς ἡσυχίας ἐκείνης
κολάζετε, τιμωρήσασθε· ὅταν μήτε φίλος
ἐνοχλῇ, μήτε οἰκέτης παροξύνῃ, μήτε πραγμάτων ὄχλος ἐπείγῃ, τότε τῶν μεθ' ἡμέραν βεβιωμένων ποιεῖσθε λόγον.
Καὶ διὰ
τί μὴ εἶπε ῥημάτων καὶ ἔργων, ἀλλ' ἐνθυμημάτων πονηρῶν;
Ἐκ περιουσίας τοῦτο παιδεύων. Εἰ
γὰρ τὰ πονηρὰ βουλεύματα δεῖ κολάζειν, ὥστε
μὴ εἰς ἔργον ἐξιέναι· πολλῷ μᾶλλον ὑπὲρ τῶν
ἔργων καὶ τῶν ῥημάτων
ἐπιστύφειν δεῖ τὴν ψυχήν. Τοῦτο
καθ' ἑκάστην γενέσθω
τὴν ἡμέραν, καὶ μὴ πρότερον
καθυπνώσῃς, ἄνθρωπε, ἕως ἂν ἀναλογίσῃ
τὰ μεθ' ἡμέραν σοι πεπλημμελημένα· καὶ πάντως
ὀκνηρότερος ἔσῃ τῇ ἐπιούσῃ πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι.
Καὶ ὅπερ ἐπὶ τῶν ἀργυρίων ποιεῖς, καὶ οὐκ ἀνέχῃ δύο
παρελθεῖν ἡμέρας, καὶ μὴ θεῖναι πρὸς τὸν
οἰκέτην λόγον, ὥστε μὴ σύγχυσιν γενέσθαι
τῇ λήθῃ, τοῦτο καὶ ἐπὶ τῶν
πράξεων ποίει καθ' ἑκάστην ἡμέραν· ἐν ἑσπέρᾳ λογοθέσιον ἀπαίτει
τὴν ψυχὴν, καὶ καταδίκαζε τὸν ἡμαρτηκότα λογισμὸν, ἀνάρτησον ὡς ἐπὶ ξύλου, καὶ
βασάνισον, καὶ παράγγελλε μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν. Εἶδες
ἰατρείαν ἀρίστην, πῶς
καὶ προφυλακτικοῖς καὶ διορθωτικοῖς κέχρηται φαρμάκοις; Τὸ μὲν γὰρ παραγγέλλειν μὴ περιπίπτειν εἰς ἁμαρτήματα, προφυλακτικοῦ φαρμάκου χώραν ἐπέχει· οἷον, Ὀργίζεσθε, καὶ μὴ
ἁμαρτάνετε· τὸ δὲ, Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε,
διορθωτικοῦ. Μετὰ γὰρ τὸ ἁμαρτεῖν, πάλιν ἐπάγει φάρμακα, παρ' αὐτοῦ τοῦ ἁμαρτόντος
τὴν ἰατρείαν εἰσάγων.
Ποιώμεθα τοίνυν τὴν ἰατρείαν ταύτην,
οὐδεμίαν δυσκολίαν ἔχουσαν. Εἰ δὲ
οὐκ ἀνέχεται ἡ ψυχὴ μεμνῆσθαι τῶν πλημμελημάτων, αἰσχυνομένη καὶ ἐρυθριῶσα, εἰπὲ
πρὸς αὐτήν· Οὐδέν σοι κέρδος ἀπὸ τοῦ μὴ μνημονεύειν, ἀλλὰ καὶ πολλὴ ἡ βλάβη. Ἐὰν
γὰρ μὴ μνημονεύσῃ κατὰ σαυτὴν νῦν, τότε πρὸ τῶν ἁπάντων ὀφθαλμῶν κείσεταί σοι τὰ
ἁμαρτήματα. Ἂν δὲ νῦν ἀναλογίσῃ
ταῦτα, κἀκείνων ἀπαλλαγήσῃ ταχέως, καὶ ἑτέροις οὐ περιπεσῇ ῥᾳδίως.
Ἡ γὰρ ψυχὴ δεδοικυῖα τὴν ἑσπερινὴν δίκην, μὴ πάλιν ὑπὸ τὴν αὐτὴν ἁλῷ ψῆφον, καὶ
κατατείνηται καὶ μαστιχθῇ, ὀκνηροτέρα γίνεται
περὶ τὴν ἁμαρτίαν· καὶ τοσοῦτον τὸ κέρδος τοῦ πράγματός ἐστιν, ὅτι μῆνα μόνον ἂν συνεχῶς
αὐτὸ ποιήσωμεν, ἐν ἕξει λοιπὸν
ἀρετῆς ἑαυτοὺς καταστήσομεν.
Μὴ δὴ περιίδωμεν τοσοῦτον καλόν. Ὁ γὰρ τοῦτο ἐνταῦθα καθίσας τὸ δικαστήριον, οὐ δώσει πικρὰς εὐθύνας
ἐκεῖ. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου
παιδευόμεθα, φησὶν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἵν' οὖν μὴ κατακριθῶμεν, τοῦτο
ἐργαζώμεθα. Θύσατε θυσίαν
δικαιοσύνης, καὶ ἐλπίσατε
ἐπὶ Κύριον. Εἶδες ἀκολουθίαν
συμβουλῆς ἀρίστης; εἶδες
παραίνεσιν ἀπηρτισμένην; Κατανύξας
γὰρ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ ποιήσας ὀκνηροτέρους πρὸς τὸ τοῖς
αὐτοῖς ἐπιχειρῆσαι πάλιν, καὶ τὸ δικαστήριον ἀναστήσας τὸ ἀδέκαστον, καὶ
τῶν βεβιωμένων εὐθύνας ἀπαιτήσας, οὕτως ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἄγει. Οὐδὲ
γὰρ ἀρκεῖ μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν.
∆ιὸ καὶ προϊὼν παραινεῖ λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Καὶ γὰρ ἡ
ἀργία τῆς ἀρετῆς κόλασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ
κἀκεῖνοι οἱ πεινῶντα μὴ θρέψαντες, μηδὲ διψῶντα ποτίσαντες, μηδὲ γυμνὸν περιβαλόντες,
οὐχ ἥρπασαν, οὐκ ἐπλεονέκτησαν, οὐ τὰ ἀλλότρια
ἔλαβον· ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο, διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται
κολάσει, καὶ τιμωρίᾳ πέρας οὐκ ἐχούσῃ. Ὅθεν μανθάνομεν, ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν ἀρχὴ σωτηρίας ἡμῖν,
ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία.
θʹ. ∆ιά τοι τοῦτο καὶ ὁ Προφήτης ἀπαγαγὼν τῆς πονηρίας διὰ τῆς κατανύξεως, καὶ ποιήσας ἐπιτηδειότερον
πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ τὸ σκληρὸν τῆς διανοίας καταμαλάξας, ἁπαλήν
τε αὐτὴν ἀπὸ
τῆς κατανύξεως ἐργασάμενος, τὸν
περὶ δικαιοσύνης εἰσάγει λόγον,
καί φησι· Θύσατε θυσίαν δικαιοσύνης,
καὶ ἐλπίσατε ἐπὶ Κύριον. Τί ἐστι, Θύσατε θυσίαν δικαιοσύνης;
∆ικαιοσύνην μετέρχεσθε, δικαιοσύνην προσφέρετε· τοῦτο μέγιστον τῷ Θεῷ
δῶρον, αὕτη θυσία δεκτὴ, αὕτη προσφορὰ πολλὴν ἔχουσα τὴν ἀρέσκειαν, οὐ τὸ πρόβατα
θύειν καὶ μόσχους, ἀλλὰ τὸ δίκαια πράττειν. Ὁρᾷς τῆς Ἐκκλησίας
τὴν πολιτείαν ἄνωθεν
προδιαγραφομένην, καὶ ἀντὶ τῶν αἰσθητῶν ἐκείνων τὰ νοητὰ ζητούμενα. ∆ικαιοσύνην δὲ ἐνταῦθα, καθάπερ ἔμπροσθεν εἶπον, οὐ τὴν
μερικὴν ἀρετήν φησιν, ἀλλὰ τὴν καθόλου· καθὸ καὶ δίκαιον ἄνθρωπον καλοῦμεν τὸν
ἅπασαν ἐν ἑαυτῷ ἔχοντα τὴν ἀρετήν. Αὕτη ἡ
θυσία οὐ χρημάτων
δεῖται, οὐ μαχαίρας, οὐ θυσιαστηρίου,
οὐ πυρός· οὐκ εἰς καπνὸν διαλύεται καὶ τέφραν καὶ κνίσσαν, ἀλλ' ἀρκεῖται τῇ γνώμῃ
τοῦ προσάγοντος αὐτήν.Ταύτῃ οὔτε πενία κώλυμα γίνεται, οὔτε πτωχεία ἐμπόδιον, οὐ τόπος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ὅπου περ ἂν ᾖς, θύειν αὐτὴν δυνήσῃ,
αὐτὸς καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ μάχαιρα,
καὶ ἱερεῖον γινόμενος.
Τοιαῦτα γὰρ τὰ
νοερὰ καὶ πνευματικά· πλείονα
ἔχει τὴν εὐκολίαν, οὐδεμιᾶς δεόμενα
τῆς ἔξωθεν ἐργωδίας. Καὶ ἐλπίσατε ἐπὶ Κύριον. Ἕτερός φησι· Καὶ πεποίθετε τῷ Κυρίῳ.
Ὁ γὰρ διὰ τῆς δικαίας πολιτείας ἵλεων αὐτὸν κτησάμενος
καὶ εὐμενῆ, μεγίστην ἔχει συμμαχίαν, ἀχείρωτον τὴν
βοήθειαν, πολλὴν ἐκεῖθεν
τὴν ῥοπήν. Εἶδες τῆς θυσίας τὸν
καρπὸν παρὰ θύραις ὄντα; εἶδες εὐθέως βλαστάνοντο ἀθρόον τῶν ἀγαθῶν τὸν θησαυρόν; Ὁ γὰρ τὸν Θεὸν ἔχων σύμμαχον, τίνα
φοβηθήσεται λοιπόν; Οὐδένα. Καὶ τοῦτο δὲ οὐ μικρὰ ἀρετὴ, τὸ ἐπ' αὐτῷ θαῤῥεῖν,
καὶ ἐπ' αὐτῷ πεποιθέναι. Μετὰ δὲ τῆς
δικαιοσύνης καὶ ταύτην ἡμᾶς ἀπαιτεῖ
τὴν ἀρετὴν, τὸ ἐπ'
αὐτῷ πεποιθέναι, τὸ ἐπ'
αὐτῷ ἐλπίζειν, τὸ
μηδενὶ τῶν βιωτικῶν θαῤῥεῖν, ἀλλὰ πάντων ἑαυτὸν
ἀποστήσαντα, ἐκεῖ προσηλοῦν τὴν διάνοιαν. Τὰ μὲν γὰρ τοῦ παρόντος βίου
πράγματα ὀνείρασιν ἔοικε καὶ σκιαῖς, καὶ τούτων
ἐστὶν ἀδρανέστερα, ὁμοῦ τε φαινόμενα
καὶ ἀφιπτάμενα, καὶ ἐν αὐτῷ τῷ
παρεῖναι πολλοὺς ἐμποιοῦντα τοὺς
θυρύβους τοῖς ἔχουσιν·
ἡ δὲ ἐπὶ Θεὸν
ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν
ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα
τὸν αὐτῇ μετὰ ἀκριβείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον. Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά;
Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ
προσώπου σου, Κύριε. Ἀπαρτίσας τὴν
περὶ τῶν ἠθῶν παραίνεσιν, καὶ τῇ θεογνωσίᾳ προσαγαγὼν,
καὶ πάντα κινήσας τρόπον τὸν
δυνάμενον διαναστῆσαι τῶν
πεπλανημένων τὴν διάνοιαν, καὶ μάλιστα ἀπὸ τῶν ἀνακειμένων αὐτῷ καὶ τῆς εἰς αὐτοὺς προνοίας
δείξας αὐτοῦ τὴν κηδεμονίαν, ἀντίθεσίν
τινα παρὰ τῶν ἀσθενεστέρων καὶ παχυτέρων εἰσαγομένην τίθησι καὶ λέγει·
Πολλοὶ λέγουσι, Τίς δείξει
ἡμῖν τὰ ἀγαθά; Οὐχ οἱ ὀλίγοι, οἱ γνήσιοι
καὶ δόκιμοι καὶ φιλοσοφεῖν
εἰδότες ταῦτα λέγουσιν,
ἀλλὰ τὸ κεχυμένον
πλῆθος, τὸ ἀδιάκριτον, τὸ .ἀνοίᾳ
προσηλωμένον. Τί δέ ἐστιν ὅ φησι; Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Εἰσί τινες οἱ λέγοντες,
οἱ μὲν τοῦ Θεοῦ διαβάλλοντες τὴν πρόνοιαν,
οἱ δὲ ἡδονῆς ὄντες ἐρασταὶ, ἀνέσεως καὶ
πλούτου, δόξης καὶ δυναστείας, οἳ καὶ ἐρῶντες αὐτῶν
τοιαῦτά φασι· Ποῦ τὰ ἀγαθὰ τοῦ Θεοῦ; Ἐγὼ ἐν πτωχείᾳ, καὶ νόσῳ, καὶ ταλαιπωρίᾳ, καὶ τοῖς ἐσχάτοις δεινοῖς, καὶ ἐπηρείαις, καὶ
συκοφαντίαις· ἕτερος δὲ ἐν εὐημερίᾳ, καὶ τρυφῇ, καὶ δυναστείᾳ, καὶ δόξῃ, καὶ
πλούτῳ. Καὶ οἱ μὲν ταῦτα μόνον ζητοῦσι τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθὰ παρατρέχοντες, ἀρετὴν λέγω καὶ φιλοσοφίαν· οἱ δὲ, ὅπερ ἔφθην
εἰπὼν, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν ἐντεῦθεν διαβάλλουσι, λέγοντες· Ποῦ ἡ τοῦ Θεοῦ
πρόνοια, τοσαύτης συγχύσεως ἐν τῷ βίῳ γινομένης,
καὶ τῶν πλειόνων ἐν
πτωχείᾳ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις ὄντων κακοῖς; τί τεκμήριον αὐτοῦ τῆς κηδεμονίας; Ταὐτὸν γὰρ ποιοῦσιν οἱ ταῦτα
λέγοντες, ὥσπερ ἂν εἴ τις ἐν
σταθερᾷ μεσημβρίᾳ καὶ καθαρᾷ τὸν ἥλιον ἰδεῖν ἐπιζητοίη, καὶ ἀμφιβάλλοι περὶ τοῦ φωτός. Ὅπερ δεικνὺς
ὁ Προφήτης, καὶ ταχίστην ἐπάγων τὴν λύσιν, ἔλεγεν· Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ
φῶς τοῦ προσώπου σου, Κύριε. Οὐκ εἶπεν, ἐφάνη· οὐκ εἶπεν, ἔλαμψεν, ἀλλ', Ἐσημειώθη,
δηλῶν ὅτι ὥσπερ τὸ ἐν μετώπῳ σεσημειωμένον πᾶσι κατάδηλόν ἐστι, καὶ οὐκ ἔστιν οὐδένα
αὐτὸ λαθεῖν, οὐδὲ ὄψιν φωτὸς γέμουσαν καὶ ἀφιεῖσαν ἀκτῖνας
δύναταί τις ἀγνοῆσαι· οὕτω, φησὶν,
οὐδὲ τὴν πρόνοιαν τὴν σήν. Ὥσπερ γὰρ φῶς
σεσημειωμένον, τουτέστιν, ἐντετυπωμένον
καὶ ἐγκεχαραγμένον ἐν προσώπῳ, πᾶσίν
ἐστι κατάδηλον· οὕτω καὶ ἡ πρόνοια τῆς φιλανθρωπίας τῆς σῆς. Φῶς γὰρ ἐνταῦθα τὴν ἀντίληψίν
φησι, τὴν κηδεμονίαν, τὴν συμμαχίαν, τὴν πρόνοιαν. Εἶτα ἀποφηνάμενος τοῦτο, καὶ ἀπόδειξιν ἐπάγει. Ποίαν δὴ ταύτην; Ἔδωκας εὐφροσύνην εἰς
τὴν καρδίαν μου. ∆ιαβαλὼν τὸ ἀλόγιστον πλῆθος, ἀπὸ τῶν νοῦν ἐχόντων καὶ ὑγιαινόντων τὴν ἀπόδειξιν ποιεῖται τῆς τοῦ
Θεοῦ προνοίας, καί φησιν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· τουτέστι,
Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν
πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ
μένοντα· χρησταῖς ἐμετεώρησας ἐλπίσι,
πρὸς τὴν μέλλουσαν ζωὴν ἐχειραγώγησας· πρὸ τῆς ἀπολαύσεως τῶν ἀγαθῶν τῇ προσδοκίᾳ τῶν
ἀγαθῶν ἀνεπτέρωσας. Καλῶς οὕτως εἶπεν.
ιʹ. Εἰ γὰρ κληρονομεῖν τις μέλλων
χρήματα, ἢ καὶ εἰς ἀρχὴν ἰέναι μεγίστην, οὐ κατὰ τὸν
καιρὸν τῆς ἀπολαύσεως
μόνον, ἀλλὰ καὶ πρὸ τῆς πείρας ὀρθοῦται
τῇ προσδοκίᾳ, πάντα τὸν χρόνον τρυφῶν
ὑπὸ τῆς ἐλπίδος· ἐννόησον οἷον εἰκὸς εἶναι τὸν τὴν βασιλείαν
προσδοκῶντα ζῶσαν καὶ ἀθάνατον, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, ἃ οὔτε
ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. ∆ιὰ τοῦτό
φησιν· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ὅπερ μεγίστης προνοίας ἦν, τότε ἑτοιμάσαι
ἐκεῖνα καὶ εὐτρεπίσαι. Εἰ δὲ οἱ παχύτεροι, καὶ σὰρξ ὄντες, καὶ τῇ γῇ προσηλωμένοι, τούτοις οὐ
προσέχουσιν, οὐ παρὰ
τὸν ὑποσχόμενον, ἀλλὰ
παρὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἡ
ταραχὴ καὶ ὁ θόρυβος γίνεται.
Καὶ οὐκ εἶπεν
ἁπλῶς, Ἔδωκας εὐφροσύνην, ἀλλ',
Εἰς τὴν καρδίαν μου, .
δεικνὺς ὅτι οὐκ ἐν τοῖς ἔξωθεν ἡ εὐφροσύνη, οὔτε ἐν ἀνδραπόδοις, οὔτε ἐν
χρυσῷ καὶ ἀργύρῳ, οὐκ ἐν ἱματίοις. οὐκ ἐν τραπέζῃ πληθούσῃ,
οὔτε ἐν δυναστείας
μεγέθει, οὔτε ἐν οἰκίας μέτρῳ.
Αὕτη γὰρ ἡ εὐφροσύνη οὐ καρδίας, ἀλλ' ὀφθαλμῶν μόνων. Πολλοὶ
γοῦν τῶν ταῦτα
κεκτημένων ἀβίωτον τὸν βίον εἶναι
νομίζουσι, καὶ κάμινον ἀθυμίας ἐν
τῇ ψυχῇ περιφέρουσιν, ὑπὸ τοῦ πλήθους τῶν φροντίδων περιαντλούμενοι, καὶ τοῖς συνεχέσι πιεζόμενοι φόβοις. Ἀλλ' ἐμοὶ,
φησὶν, οὐκ ἐν τούτοις ἡ εὐφροσύνη, ἀλλ' ἐν τῇ καρδίᾳ τῇ νοερᾷ, ἐν τῇ διανοίᾳ τῇ
ἀσωμάτῳ, καὶ τὰ ἀσώματα φανταζομένῃ. Ὥστε εἰ τὰ παρόντα
σε εὐφραίνει, καὶ ἀπὸ τούτων
τὴν πρόνοιαν μανθάνεις τοῦ Θεοῦ·
πολλῷ μᾶλλον ἀπὸ τῶν μελλόντων καταμάνθανε, ὅσῳ καὶ ἀμείνω ἐκεῖνα, καὶ μονιμώτερα, καὶ ἀναφαίρετα. Εἰ γὰρ τὸ ἐν πλούτῳ σε εἶναι
καὶ εὐημερίᾳ πείθει εἶναι τοῦ Θεοῦ τὴν πρόνοιαν· πολλῷ μᾶλλον τὸ ἐν οὐρανῷ
πλουτεῖν εἰς ταύτην σε ἐναγέτω τὴν πειθώ. Εἰ δὲ λέγοις, Καὶ τίνος
ἕνεκεν ἐν ἐλπίσι ταῦτα ἀπόκειται καὶ ἔστιν ἀφανῆ; ἐκεῖνο ἂν εἴποιμι, ὅτι μάλιστα
μὲν ἡμεῖς οἱ πιστοὶ τῶν φανερῶν τούτων
φανερώτερα εἶναι νομίζομεν τὰ ἐν ἐλπίσι· τοιαύτη γὰρ τῆς πίστεως ἡ πληροφορία.
Εἰ δὲ λέγοις πάλιν, Τίνος ἕνεκεν ἐνταῦθα οὐκ ἀπολαμβάνομεν τὰς ἀμοιβάς; ἐκεῖνο ἂν
εἴποιμι, ὅτι οὗτος μὲν ὁ τῶν σκαμμάτων καιρὸς καὶ τῶν ἀγώνων, ἐκεῖνος δὲ τῶν
στεφάνων καὶ τῶν βραβείων.
Καὶ τοῦτο δὲ τῆς τοῦ
Θεοῦ κηδεμονίας ἔργον ἐγένετο,
τὸ τοὺς μὲν πόνους καὶ τοὺς ἱδρῶτας
τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ συγκληρῶσαι βίῳ, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους τῷ
ἀθανάτῳ καὶ ἀγήρῳ παρεκτεῖναι αἰῶνι. Ἄλλως δὲ καὶ ἡνίκα μὲν ἀσθενέστερον οἱ
πολλοὶ διέκειντο, καὶ τὰ αἰσθητὰ ταῦτα ἔδωκεν αὐτοῖς
ἀγαθά. Τῶν γοῦν Ἰουδαίων τὸν δῆμον διὰ τοιαύτης ἦγε πολιτείας. Καὶ γὰρ
πλοῦτος αὐτοῖς ἐπέῤῥει, καὶ πρὸς γῆρας ἐξετείνετο ἡ ζωὴ, καὶ πᾶν νόσημα ἐκποδὼν
ἦν· καὶ πολεμίων ἀναίρεσις, καὶ εἰρήνη βαθεῖα, καὶ τρόπαια καὶ νῖκαι, καὶ εὐπαιδία
καὶ πολυπαιδία πειθομένοις τῷ Θεῷ, καὶ
πάντα τὰ τοιαῦτα
προσῆν. Ἐπειδὴ δὲ παρεγένετο
ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς
τὸν οὐρανὸν ἡμᾶς καλῶν, καὶ τῶν ἐνταῦθα πείθων
καταφρονεῖν, καὶ τὸν ἐκείνων ἔρωτα
ἐναποτιθέμενος, καὶ ἀποσχίζων ἡμᾶς τῶν βιωτικῶν· εἰκότως ταῦτα συνέσταλται, ἐν
δὲ ἐκείνοις ἅπας ὁ πλοῦτος, ἅτε τελείων ἡμῶν γενομένων. Ἐπεὶ καὶ ἐπὶ τῶν παιδίων, τοῖς μὲν μικροτέροις ἔτι τοιαῦτα οἱ πατέρες
παρέχουσιν, ὑποδήματα καὶ ἱμάτια, καὶ χρυσία, καὶ ψέλλια· ἐπειδὰν
δὲ αὐξηθῶσι, ταῦτα ἀφελόντες αὐτῶν, ἕτερα μείζονα διδόασι, τὴν ἐπὶ τοῦ βήματος εὐδοκίμησιν,
τὴν ἐν τῇ πόλει λαμπρότητα, τὴν ἐν ταῖς βασιλικαῖς αὐλαῖς παῤῥησίαν, ἀρχὰς καὶ
δυναστείας, πάσης αὐτοὺς ἀπάγοντες τῆς
παιδικῆς φιλοτιμίας. Οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε·
τῶν μικρῶν ἐκείνων καὶ παιδικῶν ἡμᾶς ἀπάγων, τὰ ἀπὸ τῶν
οὐρανῶν ἐπηγγείλατο. Οὐκοῦν μὴ πρὸς ταῦτα ἐπτόησο τὰ ῥέοντα καὶ
παρατρέχοντα, μηδὲ μικροψύχει. Οὐδὲ τούτων
ἄμοιρόν σε ἀφῆκεν. Ἐπειδὴ γὰρ τοὺς σάρκα περικειμένους, καὶ σώματι συστρεφομένους, οὐδὲ τούτων ἐκτὸς εἶναι ἔδει, καὶ ταῦτα
πλουσίως ἡμῖν χορηγεῖ.
∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης
κινήσας τῆς προνοίας ἐκεῖνο
τὸ εἶδος .56 τὸ ὑψηλὸν
καὶ φιλόσοφον, καὶ εἰπὼν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν
μου, ἐπάγει καὶ τοῦτο,
λέγων· Ἀπὸ καρποῦ σίτου, καὶ οἴνου,
καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Τοῦτο δὲ εἰπὼν οὐ μικρὸν μέρος αὐτοῦ τῆς προνοίας ἐντεῦθεν κινεῖ, τῆς καὶ ἐν τοῖς ὁρωμένοις φαινομένης. Ὅταν γὰρ εἴπῃ, σῖτον, καὶ οἶνον,
καὶ ἔλαιον, καὶ τὴν ἐν τούτοις ἀφθονίαν,
καὶ ὑετοὺς λέγει,
καὶ ὡρῶν εὐκρασίαν, καὶ γῆς λαγόνας,
καὶ ὠδῖνας, καὶ τόκον, καὶ ἀέρος χύσιν, καὶ ἡλίου δρόμον, καὶ σελήνης περιόδους,
καὶ ἄστρων χορείαν, καὶ θέρος, καὶ χειμῶνα,
καὶ μετόπωρον, καὶ ἔαρ, καὶ γεωργικὴν
τέχνην, καὶ ὀργάνων ἐπιτηδειότητα,
καὶ ἑτέρων τεχνῶν ἐσμόν. Ἂν μὴ γὰρ
ταῦτα ἅπαντα συνδράμῃ, οὐχ οἷόν τε τοὺς καρποὺς τελεσφορηθῆναι, οὔτε εἰς
ἀκμὴν
ἐλθεῖν. Ὅταν οὖν εἴπῃ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, δίδωσι τῷ σοφῷ ἀφορμὴν καὶ ἀπὸ
μέρους τὸ πᾶν νοεῖν, πέλαγος ἀναπετάσας
τῆς ἐν τοῖς αἰσθητοῖς φαινομένης τοῦ Θεοῦ προνοίας
ιαʹ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος δημηγορῶν που, καὶ περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, ἐντεῦθεν
ἐκίνει τὸν λόγον,
λέγων· ∆ιδοὺς ὑετοὺς
καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς
καὶ εὐφροσύνης τὰς
καρδίας ἡμῶν. Ἐπειδὴ
δὲ ἀπέριττός ἐστιν ὁ Προφήτης,
παρεὶς ἅπαντα τὰ ἄλλα εἰπεῖν, ὀπώρας, ἀκρόδρυα,
γένη φυτῶν, γένη σπερμάτων, γένη βοτανῶν,
λειμώνων, ἀνθῶν, παραδείσων, καὶ ὅσα ἄλλα
ἐστὶ, τὰ συνεκτικὰ τίθησι, τὰ καὶ πρὸς τὴν ζωὴν ἡμῖν ἀναγκαῖα, ἀπὸ τούτων κἀκεῖνα ποιῶν κατάδηλα. Ἅπερ οὐδὲ ἁπλῶς ἡμῖν
δίδωσιν, ἀλλὰ μετὰ πλήθους, καὶ καθ' ἕκαστον ἐνιαυτόν. Εἰ δέ ποτε καὶ συστέλλει,
καὶ ἐν τούτῳ πάλιν τὴν πρόνοιαν ἑαυτοῦ δείκνυσιν, ἀφυπνίζων τὴν ῥᾳθυμίαν τῶν
πολλῶν, καὶ διεγείρων αὐτοὺς πρὸς τὸ ἐπιζητῆσαι παρ' αὐτοῦ ταῦτα τὰ
ἀγαθά. Εἰ δέ τινες λέγοιεν, ὅτι οὐ τοῦ Θεοῦ τὸ διδόναι ὑετὸν, ἀλλὰ τῶν εἰδώλων·
ἐρώμεθα αὐτοὺς, πόθεν τοῦτο δῆλον; Ὅτι οἱ ποιηταὶ, φησὶν, εἰρήκασιν, ὅτι Ζεύς ἐστιν
ὁ ὕων. Ἀλλ' οὗτοι αὐτοὶ εἰρήκασιν, ὅτι καὶ μοιχός ἐστι, καὶ παίδων φθορεὺς, καὶ πατραλοίας,
καὶ ἕτερα τούτων οὐκ ἐλάττονα
ἐγκλήματα. Ἀλλ' οὐκ ἔστι, φησὶν, ἀληθῆ. Οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ τοῦτο δέχῃ, κἀκεῖνά
σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ τοῦτο μετ' ἐκείνων. Ἡμεῖς γὰρ, ἐπειδὰν παρεχώμεθα
μάρτυρας τῆς τοῦ Θεοῦ δυνάμεως, πάντα τὰ ὑπ' αὐτῶν λεγόμενα
περὶ αὐτοῦ δεχόμεθα. Οὐκοῦν ἀνάγκη σε καὶ μοιχὸν αὐτὸν καταδέξασθαι, καὶ
τὰ ἄλλα πάντα ὑπ' αὐτῶν λεγόμενα περὶ αὐτοῦ, καὶ ἐκ τούτου μανθάνειν, ὅτι πόῤῥω θείας δυνάμεως τὰ τοιαῦτα ἐγκλήματα,
καὶ οὐκ ἂν εἴη θεὸς ὁ τοιοῦτος. Ἀλλ' ὁ μῦθος αὐτὸς ἑαυτῷ περιπίπτει, καὶ τὸ ψεῦδος ὑφ' ἑαυτοῦ ἐλέγχεται, καὶ μὴ βουλομένων ὑμῶν
τοῦτο καταδέξασθαι, καὶ καθόλου τοὺς ποιητὰς ἐκβάλλει. Ὅτι δὲ ἐκβληθέντων ἐκείνων,
πάντα οἰχήσεται τὰ ὑμέτερα, δῆλον. Καὶ γὰρ τὰ ὀνόματα αὐτῶν ἐκεῖνοι εὑρήκασι, καὶ ἐπέθηκαν· ὃ καί τις τῶν παρ' ὑμῖν φιλοσόφων εἴρηκεν. Εἰ δὲ ἀφεὶς ἐκεί .57 νους, ἐπὶ τὰς ἀλληγορίας
δράμοις, ἐκεῖνό σε ἐρήσομαι· τί ποτέ ἐστιν ὁ Ζεύς; Ἡ ζέουσα, φησὶν, οὐσία καὶ τὸ
ὑπὲρ τὸν ἀέρα μέρος, καὶ ὃ αἰθέρα καλοῦσι, παρὰ τὸ ζέον
καὶ καῖον. Οὐκοῦν
οὐκ ἔστι λογική
τις οὐσία καὶ διακριτικὴ, ἀλλ' ἄλογος. Ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις οὔτε λόγον ἔχει, οὔτε λογισμὸν, παντί που δῆλόν ἐστι, καὶ
πᾶς τοῦτο οἶδε, κἂν
λίθων ἀναισθητότερός τις ᾖ.
Ὥστε ἀνῄρηται τέως ὁ Ζεὺς, καὶ ἡ οὐσία αὐτοῦ ἠφάνισται. Εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεὺς,
ὁ δὲ ἀὴρ τοῦτό ἐστιν, ὅπερ εἰρήκαμεν, κἀντεῦθεν
ὁ μῦθος οἰχήσεται. Εἰ δὲ ἀὴρ, οὔτε πατὴρ ἐγένετό τινος, οὔτε ἔτεκέ τινα οὐσίαν,
οἵαν ἀναπλάττουσι τὸν ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσι, καὶ υἱὸν αὐτοῦ
λέγουσιν εἶναι· οὔτε γὰρ ἥλιος
λογισμόν τινα ἔχει,
οὔτε διάνοιαν καὶ νοῦν, ἀλλὰ καὶ
αὐτὸ φυσικόν ἐστιν ἔργον, ἀγόμενον καὶ
περιφερόμενον τῷ νόμῳ, ᾧ παρὰ τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός. Ἄλλως δὲ οὐδὲ τὸ ὕειν τοῦ αἰθέρος ἐστὶν, ἀλλὰ τῶν
νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης, ἢ τῶν ὑδάτων τῶν ὑπὲρ
τὸν οὐρανὸν ἄνωθεν φερομένων, καθάπερ οἱ προφῆταί φασιν. Εἰ δὲ ἀπιστεῖς τοῖς
προφήταις, σημεῖα φανερὰ καὶ δῆλα παρεχόμεθα, ἃ μάλιστα δείκνυσιν αὐτοὺς θεοπνεύστους γενομένους,
καὶ οὐδὲν οἴκοθεν διαλεχθέντας ἡμῖν,
ἀλλ' ἀπὸ τῆς θείας ἐκείνης καὶ ὑπερουρανίου χάριτος ἐμπνευσθέντας. Πάντα γὰρ τὰ ὑπ' αὐτῶν εἰρημένα τέλος ἔχει, καὶ πάντα πρὸς τὴν τῶν
πραγμάτων ἀλήθειαν ἐξέβη, ἄν τε τὰ παλαιὰ, ἄν τε τὰ καινὰ
βούλει μεταχειρίζειν. Τά τε
γὰρ περὶ Ἰουδαίων
εἰρημένα τοῖς προφήταις ἅπαντα τέλος ἔλαβεν, ὧν καὶ ἡ ἔκβασις
ἅπασι. δήλη γέγονε· τά τε περὶ τοῦ Χριστοῦ ἐν
τῇ
Καινῇ, ἃ μάλιστα δείκνυσι θείαν ἑκατέραν οὖσαν τὴν Γραφήν. Εἰ δὲ θεία, καὶ τὰ ἐν
αὐτῇ περὶ Θεοῦ εἰρημένα
ἀληθῆ πάντα. Μὴ τοίνυν
ἀμφίβαλλε περὶ τῆς τοῦ Θεοῦ προνοίας, ἀλλὰ θαύμαζε αὐτοῦ τὴν κηδεμονίαν,
ὅτι καίτοι πονηρῶν ὄντων καὶ ἀγαθῶν, τὴν
οἰκουμένην καὶ τὸν ἥλιον πᾶσιν ἀνῆκε, καὶ τοὺς ὑετοὺς
δίδωσιν. Εἰ δέ τινας ἀφίησιν εἶναι ἐν πτωχείᾳ καὶ πενίᾳ,
διορθῶν αὐτῶν τὴν ψυχὴν ἀφίησι, φιλοσοφωτέραν τὴν γνώμην ἐργαζόμενος. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅτι ὁ μὲν
πλοῦτος τοῖς μὴ προσέχουσι πονηρίας ἐστὶν
ὑπηρέτης· ἡ δὲ πενία φιλοσοφίας ἐστὶ μήτηρ·
καὶ ταῦτα δείκνυσι καθ' ἑκάστην ἡμέραν τὰ πράγματα. Πόσοι τῶν πενήτων τῶν πλουτούντων εἰσὶ συνετώτεροί τε καὶ
φιλοσοφώτεροι, καὶ τὰ σώματα ὑγιεινότεροι, πενίας αὐτοῖς καὶ τὴν σάρκα καὶ τὴν
ψυχὴν διορθουμένης; Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε,
κατὰ μόνας ἐπ' ἐλπίδι
κατῴκισάς με. Ἰδοὺ καὶ ἄλλο προνοίας
εἶδος οὐ μικρὸν, τὸ εἰρήνης ἀπολαύειν τοὺς ἀνακειμένους Θεῷ. Εἰρήνη γὰρ τοῖς ἀγαπῶσι τὸν νόμον σου,
καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οὐδὲν γὰρ
οὕτως εἰρήνην ποιεῖν
εἴωθεν, ὡς ἡ τοῦ Θεοῦ γνῶσις, καὶ
ἡ τῆς ἀρετῆς κτῆσις, τὸν ἔνδοθεν τῶν παθῶν ἐξοικίζουσα πόλεμον, καὶ οὐκ ἀφιεῖσα αὐτὸν πρὸς
ἑαυτὸν διαστασιάζειν τὸν ἄνθρωπον. Ὡς εἴγε μὴ ταύτης ἀπολαύοι τῆς εἰρήνης, κἂν ἐν βαθυτάτῃ εἰρήνῃ ᾖ ἔξωθεν, κἂν μηδεὶς πολέμιος αὐτὸν βάλλῃ, τῶν ὑπὸ τῆς οἰκουμένης πολεμουμένων
πάντων ἐστὶν ἀθλιώτερος.
ιβʹ. Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ
Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς
λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν
πραγμάτων ἡ προσπάθεια. Καὶ εἰκότως· ἐκεῖνος
μὲν γὰρ ἔξωθεν ὁ πόλεμος, αὕτη δὲ
ἔνδον ἐστὶν ἡ μάχη. Ὅτι δὲ τὰ ἔνδοθεν τικτόμενα
τῶν ἔξωθεν προσβαλλόντων
ἐστὶ χαλεπώτερα, καὶ μᾶλλον διαφθείρειν
εἴωθε, τοῦτο ἐπὶ πάντων ἔστιν ἰδεῖν.
Καὶ γὰρ καὶ ξύλου φύσιν σκώληξ ἔνδον
τικτόμενος μᾶλλον διαφθείρει,
καὶ σώματος δύναμιν καὶ ὑγείαν τῶν
ἔξωθεν φυομένων τὰ ἔνδοθεν βλαστάνοντα νοσήματα
μειζόνως λυμαίνεται· καὶ πόλεις οὐχ οὕτως
οἱ ἔξωθεν πολέμιοι, ὡς οἱ ἐμφύλιοι καταλύουσιν· οὕτω δὴ καὶ ψυχὴν
οὐχ οὕτω τὰ ἔξωθεν προσιόντα
μηχανήματα, ὡς τὰ ἔνδοθεν
τικτόμενα νοσήματα λυμαίνεσθαι πέφυκεν.
Ἀλλ' ἐάν τις τὸν φόβον
τοῦ Θεοῦ ἔχων, μετὰ ἀκριβείας τοῦτον καταλύσῃ τὸν πόλεμον, καὶ κοιμήσῃ τὰ
πάθη, καὶ τὰ θηρία τὰ ποικίλα ἐκεῖνα τῶν ἀτόπων λογισμῶν ἀποπνίξας, μὴ ἐμφωλεύειν παρασκευάσῃ, οὗτος καθαρωτάτης καὶ
βαθυτάτης ἀπολαύσεται εἰρήνης.
Ταύτην τὴν εἰρήνην
ἐλθὼν ὁ Χριστὸς ἐχαρίσατο· ταύτην
καὶ ὁ Παῦλος τοῖς πιστοῖς ἐπηύχετο, καθ' ἑκάστην ἐπιστολὴν λέγων· Χάρις ὑμῖν καὶ
εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν· ὁ γὰρ τὴν εἰρήνην ταύτην ἔχων, οὐ μόνον βάρβαρον
καὶ πολέμιον, ἀλλ' οὐδὲ αὐτὸν τὸν διάβολον δέδοικεν· ἀλλὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος
καταγελᾷ, καὶ πάντων ἀνθρώπων ἐστὶν εὐθυμότερος, οὐ πενίᾳ πιεζόμενος, οὐ νόσῳ
καὶ ἀῤῥωστίᾳ βαρούμενος, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων τῶν ἀδοκήτως προσπιπτόντων θορυβούμενος, διὰ τὸ τὴν ψυχὴν, τὴν δυναμένην ταῦτα μετὰ ἀκριβείας διαθεῖναι καὶ εὐκολίας ἁπάσης, ἐῤῤωμένην καὶ ὑγιαίνουσαν ἔχειν. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές·
ἔστω τις βάσκανος, καὶ μηδεὶς αὐτῷ πολεμείτω· τί τὸ ὄφελος; Αὐτὸς γὰρ ἑαυτῷ
πολεμεῖ, παντὸς ξίφους ὀξυτέρους καθ' ἑαυτοῦ θήγων λογισμοὺς, πᾶσι τοῖς
ὁρωμένοις προσπταίων, καὶ καθ' ἕκαστον τῶν ἐντυγχανόντων
ἀνθρώπων τιτρώσκων ἑαυτὸν, καὶ πρὸς οὐδένα ἡδέως ἔχων, ἀλλὰ
κοινοὺς πολεμίους πάντας ὁρῶν. Τί οὖν
ὄφελος τῆς ἔξωθεν
εἰρήνης τούτῳ, ὅταν αὐτὸς λυσσῶν
καὶ μαινόμενος, καὶ κοινὸς τῆς φύσεως
ὢν ἐχθρὸς, περιέρχηται τοσοῦτον ἔνδοθεν φέρων
πόλεμον,
καὶ μυρία τόξα καὶ βέλη, μᾶλλον δὲ μυρίους θανάτους εὐχόμενος, ἢ ἰδεῖν τινα τῶν
ὁμογενῶν εὐδοκιμοῦντα καὶ εὐημερίας ἀπολαύοντα; Πάλιν ἕτερος ὑπὸ
χρημάτων ἐπιθυμίας κατεχόμενος, μυρίους πολέμους καὶ μάχας καὶ στάσεις εἰς τὴν ἑαυτοῦ
συνάγει ψυχὴν, καὶ ἐν θορύβῳ καὶ ταραχῇ ὢν,
οὐδὲ μικρὸν ἀναπνεῦσαι δύναται. Ἀλλ' οὐχ ὁ τούτων ἀπηλλαγμένος
τῶν παθῶν οὕτω
διάκειται, ἀλλ' ἐν γαληνῷ
κάθηται λιμένι, ἐντρυφῶν τῇ φιλοσοφίᾳ,
καὶ .οὐδεμίαν ὑπομένων ἀηδίαν
τοιαύτην. ∆ιὸ δὴ καὶ ταύτης ἀπολαύων
τῆς προνοίας ὁ
Προφήτης ἔλεγεν· Ἐν εἰρήνῃ ἐπὶ
τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω·
δηλῶν, ὅτι τῷ μὴ ταύτην ἔχοντι τὴν εἰρήνην οὐδὲ ὁ κοινὸς λιμὴν ἅπας ἀνέῳκται, ἀλλὰ καὶ οὗτος προσκέχωσται, ὁ τοῦ ὕπνου καὶ
τῆς νυκτός. Τὰ γὰρ πάθη ταῦτα καὶ τὴν ἀπὸ τῆς φύσεως ἄδειαν διδομένην διαφθείρει,
ἑτέρᾳ τυραννίδι χαλεπωτέρᾳ τοῦ ὕπνου τὴν
τυραννίδα παντελῶς παρωθούμενα.
Οἱ γὰρ φθονεροὶ, καὶ βάσκανοι, καὶ
πλεονέκται, καὶ ἅρπαγες τοῦτον τὸν πόλεμον
πανταχοῦ περιφέροντες, καὶ τοὺς πολεμίους
ἔνδον ἔχοντες ἐγκαθημένους,
ὅπουπερ ἂν ἀπέλθωσι,
φυγεῖν οὐ δύνανται τὴν μάχην· ἀλλὰ
κἂν οἴκοι μένωσι, κἂν ἐπὶ κλίνης κέωνται, νέφη βελῶν, καὶ θορύβους κυμάτων
βιαιοτέρους, καὶ σφαγὰς,
καὶ κραυγὰς, καὶ οἰμωγὰς, καὶ ἕτερα
πολλῷ τῶν ἐν τοῖς πολεμίοις
συμβαινόντων χαλεπώτερα ὑπομένουσιν.
Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καὶ
ἐγρηγορὼς τρυφᾷ, καὶ ἐν καιρῷ τῆς νυκτὸς μετὰ πολλῆς τῆς ἡδονῆς τὸν ὕπνον δέχεται. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτό; Συνηγμένος πρὸς ἐμαυτὸν, φησὶ, συνεστραμμένος, οὐ σχιζόμενος
εἰς μυρίας φροντίδας, οὐδὲ τὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος μεριμνῶν, οὐδὲ εἰς τὴν
οἰκουμένην διατεμνόμενος ταῖς φροντίσιν· ἀλλὰ τὰ
ἐμαυτοῦ λογιζόμενος, καὶ τὰ ἐμοὶ διαφέροντα,
καὶ ἃ μάλιστά ἐστιν ἀνθρώπῳ προσήκοντα. Ὅτι
σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι
κατῴκισάς με. Ὃ δὲ λέγει τοιοῦτόν
ἐστι· Τῇ τῶν μελλόντων ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῇ εἰς σὲ πάντα μου τὰ πάθη
κατέστειλα. Καθάπερ καὶ Παῦλός φησι·
Τὸ γὰρ παραυτίκα
ἐλαφρὸν τῆς θλίψεως,
καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον
βάρος δόξης κατεργάζεται ἡμῖν,
μὴ σκοπούντων ἡμῶν
τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὐ γάρ ἐστιν οὐδὲν φορτικὸν πρᾶγμα, ὃ
μὴ γίνεται ῥᾷστον τῇ ἐλπίδι
τῆς εὐδοκιμήσεως τῆς
κατὰ Θεόν. ∆ιὰ τοῦτό
φησιν· Ἐπ' ἐλπίδι κατῴκισάς με. Καὶ τὸ Κατὰ μόνας δὲ οὐ
μικρὰ διδασκαλίας ἀρετή.
ιγʹ. Τί δέ
ἐστι, Κατὰ μόνας; Τῶν πονηρῶν
χωρίς. Τὴν γὰρ εἰρήνην ταύτην κατώρθωσα, φησὶ, πρὸς σὲ, καὶ κατὰ μόνας
οἰκῶ φεύγων τοὺς διεφθαρμένους. Καὶ μάλα εἰκότως. Καθάπερ γὰρ σώματα πολλάκις ἀπὸ
τῆς τῶν ἀέρων τῶν διεφθαρμένων λύμης ἀπόλλυνται· οὕτω δὴ καὶ ψυχὴ πολλάκις ἐδέξατο
βλάβην ἀπὸ τῆς τῶν πονηρῶν συνουσίας· καὶ
καθάπερ ὀφθαλμὸς ὑγιαίνων,
ὅταν νοσοῦντα ἴδῃ,
πλήττεται, καὶ ὁ ψώρας ἐμπεπλησμένος, μεταδίδωσι καὶ τοῖς ὑγιαίνουσιν· οὕτω δὴ συμβαίνει πολλάκις καὶ ἐπὶ τῆς συνουσίας
τῶν πονηρῶν ἀνθρώπων.
∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς παρῄνει οὐ μόνον φεύγειν τοὺς τοιούτους, ἀλλὰ καὶ ἐκτέμνειν, οὕτω λέγων·
Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· οὐ
δὴ περὶ ὀφθαλμοῦ λέγων· τί γὰρ ἂν ἀδικήσειεν ὀφθαλμὸς, διανοίας ὑγιαινούσης; ἀλλὰ
περὶ φίλων ἀναγκαίων καὶ ἐν τάξει τῶν
μελῶν τούτων ἡμῖν ὄντων, καὶ
βλαπτόντων ἡμᾶς, ταῦτα ἐνομοθέτησε,
κελεύων καὶ τὴν φιλίαν τῶν τοιούτων ἀτιμάζειν, ὥστε τὴν σωτηρίαν τὴν ἑαυτῶν ἀσφαλεστέραν
ποιεῖν. ∆ιὸ καὶ αὐτὸς πάλιν προϊὼν λέγει· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος,
καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Καὶ ὁ Ἱερεμίας δὲ μακαρίζει τὸν κατὰ μόνας
καθεζόμενον, καὶ αἴροντα τὸν ζυγὸν ἐκ νεότητος. Καὶ αἱ Παροιμίαι πολὺν ὑπὲρ .60 τούτου ποιοῦνται
λόγον, πᾶσι παραινοῦσαι
καὶ λέγουσαι μὴ μόνον
ἐκκλίνειν, ἀλλὰ καὶ ἀποπηδᾷν ἀπὸ τῶν πονηρὰ συμβουλευόντων, καὶ μηδὲ ἐγχρονίζειν
αὐτοῖς. Εἰ γὰρ τὰ φυσικὰ μεταβάλλεται πολλάκις ἡμῖν ἀπὸ κακῆς ὁμιλίας· πόσῳ μᾶλλον
τὰ τῆς προαιρέσεως; Τό τε γὰρ χρῶμα κατὰ φύσιν ἡμῖν πρόσεστι, καὶ τὸ ὑγιαίνειν· ἀλλ' ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας· καὶ τὸ ὀρέγεσθαι
πάλιν σιτίων· καὶ τοῦτο πολλάκις ἀπωλέσαμεν ἀπὸ κακίας νοσημάτων· καὶ ἄλλα πολλὰ
τοιαῦτα ἔστιν ἰδεῖν συμβαίνοντα. Εἰ δὲ τὰ τῆς φύσεως κινεῖται, πολλῷ
μᾶλλον τὰ τῆς προαιρέσεως, ὅσῳ καὶ
εὐκολωτέραν ἔχει τὴν ἐπὶ θάτερα μεταβολήν. Μὴ δὴ μικρὸν εἶναι νομίζωμεν τὴν τῶν κακῶν
συνουσίαν εἰς βλάβην, ἀλλὰ πρὸ τῶν ἄλλων
ἁπάντων φεύγωμεν τοὺς τοιούτους, κἂν γυναῖκες ὦσι, κἂν φίλοι,
κἂν ὁστισοῦν. Ἐπεὶ καὶ τοὺς μεγάλους ἐκείνους τοῦτο ἀπώλεσε, Σολομῶντα λέγω καὶ
Σαμψών· καὶ ἔθνος δὲ ὁλόκληρον τὸ Ἰουδαϊκὸν
οὕτω διέφθαρτο. Οὐ γὰρ οὕτω θηρία πλήττειν
εἴωθεν, ὡς πονηρία ἀνθρώπων. Ἐκεῖνα
μὲν γὰρ
φανερὸν ἔχει τὸν ἰόν·
οὗτοι δὲ
ἀνεπαισθήτως καὶ ἀψοφητὶ
καθ' ἑκάστην ἡμέραν ἐνιᾶσι τὴν λύμην, κατὰ μικρὸν ὑποσύροντες τὸ εὔτονον
τῆς ἀρετῆς. ∆ιὰ τοῦτο καὶ τὴν ἀκόλαστον
ὄψιν ὁ Θεὸς ἀποτειχίζει, λέγων·
Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ
ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν
αὐτὴν ἐν τῇ
καρδίᾳ αὐτοῦ· διὰ
τὸ εὔκολον καὶ εὐπερίστατον τῆς ἀπωλείας Σὺ δὲ, εἰ
μὲν πόλιν μέλλεις
οἰκεῖν, πολλὰ περὶ ἀέρων
πολυπραγμονεῖς, εἰ μὴ νοσώδεις, εἰ μὴ δύσκρατοι,
εἰ μὴ αὐχμηροί· ψυχῆς δὲ μέλλων ποιεῖσθαι λόγον,
οὐ περιεργάζῃ τὴν συνουσίαν
τῶν μελλόντων ὁμιλεῖν αὐτῇ· ἀλλ' ἁπλῶς καὶ ὡς
ἔτυχε πᾶσιν αὐτὴν ἐπιτρέπεις; Καὶ ποίας
τεύξῃ συγγνώμης, εἰπέ
μοι, οὕτως αὐτῆς ὑπερορῶν; Πόθεν
γὰρ οἴει τοὺς τὰς ἐρήμους κατειληφότας
θαυμαστούς τινας καὶ λαμπροὺς
γίνεσθαι; οὐκ ἐπειδὴ
θορύβους καὶ ἀγορὰς
φεύγουσι, καὶ τοῦ καπνοῦ τῶν ἐν τῷ μέσῳ πραγμάτων μακρὰν ἑαυτοὺς ἐσκήνωσαν; Τούτους καὶ αὐτὸς ζήλωσον,
ἐπὶ μέσης πόλεως ἐρημίας διώκων. Πῶς δὲ ἔσται
τοῦτο; Ἐὰν τοὺς πονηροὺς φεύγῃς, ἐὰν τοὺς
ἀγαθοὺς διώκῃς. Οὕτω γὰρ πλείονα καρπώσῃ τῶν
ἐν ταῖς ἐρήμοις ἀσφάλειαν, οὐκ ἐν τῇ τῶν βλαπτόντων φυγῇ μόνον, ἀλλὰ καὶ
ἐν τῇ τῶν ὠφελούντων κοινωνίᾳ. Ἂν γὰρ φεύγῃς μὲν τοὺς πονηροὺς, διώκῃς δὲ τοὺς ἀγαθοὺς,
ἑκατέρωθέν σοι τὰ τῆς ἀρετῆς αὐξηθήσεται, καὶ τὰ τῆς κακίας οἰχήσεται. Ἵν' οὖν
τοῦτο γένηται, ταῦτα ποιῶμεν, πειθόμενοι τῷ
ψαλμῳδῷ λέγοντι· Ὅτι σὺ,
Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι
κατῴκισάς με. Ἐνταῦθα δὲ καταπαύσω τὸν λόγον, ἱκανῶς,
οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ
ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ Εʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ κληρονομούσης, ψαλμὸς τῷ
∆αυΐδ.
αʹ. Πρότερον ἴδωμεν τίς ἡ κληρονομία, καὶ εἰ αὕτη
καὶ ἡμῖν ἐπιβάλλει· ἔπειτα τὸν χρόνον καθ' ὃν δίδοται.
Καὶ δὴ ἄτοπον, διαθήκης
μὲν χρημάτων ὑμῖν ἀπαγγελθείσης, ὡς προσήκοντος ἡμῖν τοῦ
κλήρου, περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ τὰ γράμματα ἐπιζητεῖν, καὶ ἀργύριον
καταβάλλειν, καὶ χαρτίοις προσιέναι, καὶ ἀντιγράφειν τὰ ἐγγεγραμμένα,
καὶ πᾶσαν ἐπιδείκνυσθαι
σπουδήν· ἐνταῦθα δὲ τῶν
διαθηκῶν πνευματικῶν εἰς μέσον προκειμένων, καὶ τῶν βίβλων πασῶν ἀνεῳγμένων, ῥᾳθυμεῖν καὶ ἀναπεπτωκέναι, καὶ
ταῦτα τῆς κληρονομίας
οὐκ οὔσης αἰσθητῆς. Προσίωμεν τοίνυν, καὶ ἀνοίγωμεν τὰ
γραμματεῖα, καὶ ἐγκύπτωμεν τοῖς ἐγγεγραμμένοις, καὶ ἴδωμεν ἐπὶ τίσιν ἡμῖν ὁ κλῆρος
οὗτος καταλέλειπται, καὶ τίς ἡ τοῦ κλήρου
φύσις. Οὐ γὰρ ἁπλῶς κατέλιπεν ἡμῖν τὸν
κλῆρον, ἀλλ' ἐφ' αἱρέσει τινί. Ποίᾳ δὴ ταύτῃ; Ὁ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Καὶ πάλιν, Ὃς οὐκ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθῇ ὀπίσω μου· καὶ ἕτερα πλείονα, ἅπερ τῇ ∆ιαθήκῃ ἐγγέγραπται. Μάθωμεν δὲ καὶ τὸν χρόνον, καθ' ὃν μέλλομεν ταῦτα ἀπολαμβάνειν. Οὐ γὰρ ὁ παρών ἐστιν, ἀλλ' ὁ μέλλων· μᾶλλον δὲ
καὶ ὁ παρὼν καὶ ὁ μέλλων. Ζητεῖτε γὰρ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν· τὸ δὲ ὁλόκληρον τότε. Ἐπειδὴ γὰρ ὁ παρὼν βίος ἐπίκηρος, καὶ ἀτελέστερον ἔτι
διακείμεθα, ὅπερ ποιοῦσιν οἱ ἔξωθεν νομοθέται,
καὶ τελείοις γενομένοις ἐγχειρίζουσι
τὴν πατρῴαν οὐσίαν,
τοῦτο καὶ ὁ Θεὸς ἐργάζεται. Ἐπειδὰν εἰς ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας καταντήσωμεν, καὶ πρὸς τὸν ἀκήρατον μεταστῶμεν βίον, τότε ἡμῖν ἐγχειρίζει
τὸν κλῆρον ἐκεῖνον.
Τέως δὲ διέθετο, καὶ τὰ γράμματα ἡμῖν κατέλιπε, καὶ τίνα
πράττοντες ἐπιτευξόμεθα τῆς
κληρονομίας εἶπεν, ὥστε μὴ ἐκπεσεῖν, μηδὲ ἀποκληρονόμους γενέσθαι.
Εἰ δέ τινα θορυβεῖ
τὸ μηδέπω τελείους ἡμᾶς εἶναι,
καὶ ὑποπτεύει τὰ εἰρημένα, ἀκουέτωσαν Παύλου λέγοντος· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος
ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην·
ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου· περὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος αἰῶνος διαλεγομένου. Καὶ πάλιν·
Μέχρις οὗ καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας. Ἐν μὲν γὰρ τῷ παρόντι βίῳ,
φησὶ, καθάπερ παρὰ τροφῷ τινι, τῇ κτίσει ταύτῃ
ἀνατρεφόμεθα· ἐπειδὰν δὲ μέλλωμεν
εἰς τὴν δεσποτικὴν
ἄγεσθαι οἰκίαν, τὰ ἱμάτια
ἀπαμφιεννύμενοι τῆς φθορᾶς,
καὶ ἀφθαρσίαν ἀναλαμβάνοντες, πρὸς ἑτέραν μεθιστάμεθα λῆξιν.
Αὕτη ἡ διαθήκη καὶ ἀποκλήρους
πολλοὺς ἠπείλησε ποιεῖν,
ἐὰν ἀνάξιοι γένωνται τῶν αἱρέσεων
τῶν ἐγγεγραμμένων. Ἀλλ' ἴδωμεν τίς ἐστιν ὁ κλῆρος λοιπόν. Ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς τοίνυν ἐμέλλομεν
τὴν χρῆσιν τούτων
λαμβάνειν ἐν τῷ παρόντι
βίῳ, ὧν καὶ ἡ γνῶσις ὑπερβαίνει τὴν
διάνοιαν τὴν ἡμετέραν; ∆ιὰ τοῦτο ἡμῖν ἐκεῖ τεταμίευται. Καὶ ὅρα τὴν κηδεμονίαν τὴν πολλήν. Τοὺς μὲν πόνους τῇ παρούσῃ συνεκλήρωσε
ζωῇ, ὥστε τῇ βραχύτητι τοῦ χρόνου
συγκαταλυ .62 θῆναι τὸ ἐπίμοχθον· τὰ δὲ ἀγαθὰ ἐν τῷ μέλλοντι
ἐταμιεύσατο αἰῶνι, ὥστε τῷ ἀγήρῳ συμπαρεκτείνεσθαι τὰς ἀμοιβάς. Ἐκείνην
τὴν λῆξιν καὶ
βασιλείαν καλεῖ. Εἰ γὰρ
καὶ ὑπερβαίνει λόγον,
ἀλλ' ὅμως κατὰ τὸ
ἐγχωροῦν ἡμῖν ἀκοῦσαι,
παρῃνίξατο τὰ μέλλοντα,
νῦν μὲν, ὅπερ ἔφθην εἰπὼν, βασιλείαν καλῶν, νῦν δὲ γάμον, νῦν ἀρχὴν,
ἀπὸ τῶν φαιδρῶν τῶν παρ' ἡμῖν ὀνομάτων παρανοίγων ἡμῖν
τὴν περὶ ἐκείνων
ἔννοιαν, τὴν αἰώνιον
δόξαν, τὴν ἀκήρατον μακαριότητα, τὴν μετὰ Χριστοῦ διαγωγὴν, ἧς οὐδὲν ἂν γένοιτο ἴσον. Τίνες δὲ καὶ αἱ αἱρέσεις τῆς Ἐκκλησίας, μᾶλλον
δὲ τῆς κληρονομίας;
Οὐδὲν φορτικὸν ἔχουσαι. Ἃ θέλετε ἵνα, φησὶ, ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι,
ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Ὁρᾷς πῶς οὐδὲν ξένον ἐπεισήγαγεν, ἀλλ' ἃ
προλαβοῦσα ἡ φύσις ἐνομοθέτησεν; Ἅπερ αὐτὸς, φησὶ, γενέσθαι θέλεις παρὰ τῶν
πλησίον εἰς σὲ, ταῦτα καὶ αὐτὸς ἔργασαι. Θέλεις ἐπαινεῖσθαι; Ἐπαίνει. Θέλεις μὴ
ἁρπάζεσθαι; Μὴ ἅρπαζε. Θέλεις τιμᾶσθαι; Τίμα. Θέλεις ἐλεεῖσθαι; Ἐλέει. Θέλεις
φιλεῖσθαι; Φίλει. Θέλεις μὴ ἀκούειν κακῶς; Μηδὲ σὺ εἴπῃς. Καὶ ὅρα τὴν ἀκρίβειαν.
Οὐκ εἶπεν, Ὅσα οὐ θέλετε ἵνα ποιῶσι, μηδὲ ὑμεῖς ποιεῖτε, ἀλλ', Ἃ θέλετε. Ἐπειδὴ γὰρ δύο εἰσὶν ὁδοὶ πρὸς ἀρετὴν
ἄγουσαι, μία μὲν ἡ ἀπαλλαγὴ τῆς κακίας, ἑτέρα δὲ ἡ ἐργασία τῶν ἀρετῶν, ταύτην
προτίθησι, διὰ ταύτης κἀκείνην δήλην ποιῶν· καὶ τὴν μὲν ᾐνίξατο τῷ λέγειν, Ὃ
μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· τὴν δὲ σαφῶς ἐδήλωσεν εἰπὼν, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν
οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.
βʹ. Ἔστι καὶ ἄλλη αἵρεσις. Ποία δὲ αὕτη; Τὸ
ἀγαπᾷν τὸν πλησίον, ὡς ἑαυτόν. Τί τούτου γένοιτ' ἂν εὐκολώτερον; Τὸ γὰρ μισεῖν ἐπαχθὲς
καὶ θορύβους ἐμποιοῦν· τὸ δὲ φιλεῖν εὔκολον καὶ ῥᾴδιον. Καὶ γὰρ
εἰ μὲν εἶπεν,
Ἄνθρωποι ὄντες φιλεῖτε
θηρία,
δύσκολον
ἦν τὸ ἐπίταγμα· εἰ δὲ ἀνθρώπους ὄντας ἀνθρώπους φιλεῖν
ἐκέλευσεν, ἔνθα καὶ τὸ ὁμοιούσιον
καὶ συγγενὲς πολλὴν
εἰσφέρει ῥοπὴν, καὶ
παρὰ τῆς φύσεως
ἡ παραίνεσις, ποίαν ἂν ἔχοι δυσκολίαν; Ὅπερ καὶ ἐπὶ λεόντων καὶ λύκων γίνεται· καὶ γὰρ καὶ ἐκεῖ τὸ συγγενὲς
τῆς φύσεως ἀγωγὸν
εἰς φιλίαν ἐστί.
Ποίαν οὖν σχοίημεν ἀπολογίαν, λέοντας μὲν ἡμεροῦντες καὶ
ἑαυτοῖς συνοικίζοντες, τὸ δὲ ὁμογενὲς μὴ ἐπισπώμενοι; Οὐχ ὁρᾶτε, ὅτι πολλοὶ διὰ κληρονομίαν γέροντας
περιίασιν ἀγρεύοντες, καὶ πάντων τῶν τοῦ γήρως ἀνέχονται κακῶν, νέοι ὄντες
καὶ σφριγῶντες, ποδαλγίας καὶ τῶν ἄλλων
τῶν ἐν τῷ γήρᾳ νοσημάτων, καὶ κορύζης, διὰ τοῦ προσεδρεύειν διηνεκῶς; Καίτοι
χρήματά ἐστιν ἐκεῖ, καὶ ἄδηλος ἐλπίς· ἐνταῦθα δὲ οὐρανὸς, καὶ πρὸ τοῦ οὐρανοῦ τὸ
εὐαρεστῆσαι Θεῷ. Τίς δὲ ἡ κληρονομοῦσα; Ὑπὲρ τῆς κληρονομούσης γάρ φησιν ἡ προγραφή. Ἡ Ἐκκλησία, καὶ τὸ πλήρωμα αὐτῆς· περὶ ἧς λέγει ὁ Παῦλος· Ἡρμοσάμην ὑμᾶς
ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Καὶ ὁ Ἰωάννης· Ὁ ἔχων
τὴν νύμφην,νυμφίος ἐστίν. Ἀλλ' ὁ μὲν
νυμφίος μετὰ τὰς πρώτας ἡμέρας
καταλύει τὸ σφοδρὸν τοῦ ἔρωτος· ὁ δὲ ἡμέτερος
νυμφίος μένει διηνεκῶς
ἡμᾶς ἀγαπῶν, καὶ ἐπιτείνων τὸν πόθον· ὅπερ δηλῶν ὁ Ἰωάννης νυμφίον
καλεῖ, ὅτε ἀκμάζοντες οἱ πόθοι. Οὐ διὰ τοῦτο δὲ μόνον νύμφην
ἐκάλεσεν, ἀλλ' ὅτι καὶ πάντας ἓν
σῶμα εἶναι βούλεται καὶ μίαν ψυχὴν,
κατὰ τὸν τῆς ἀρετῆς καὶ τὸν
τῆς ἀγάπης λόγον·
καὶ ὅτι καθάπερ ἡ νύμφη πάντα
ποιεῖ πρὸς ἀρέσκειαν τοῦ ἀνδρὸς, οὕτω καὶ ἡμᾶς διὰ παντὸς τοῦ βίου τοιούτους εἶναι
χρή. Οἵα ἡ νύμφη κατὰ τὴν ἡμέραν ἐκείνην ἐπὶ τῶν παστάδων καθέζεται, ἓν μεριμνῶσα
μόνον ὅπως ἀρέσῃ τῷ νυμφίῳ· οὕτω δὴ καὶ ἡμεῖς ἐπὶ τοῦ βίου τούτου προκαθήμενοι ἓν σκοπῶμεν, τοῦ νυμφίου τὴν ἀρέσκειαν, καὶ τὴν τῆς νύμφης εὐταξίαν διατηρῶμεν.
Ταύτης τῆς νύμφης καὶ ὁ ∆αυῒδ μέμνηται λέγων·
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν
ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη
ἐν κροσσωτοῖς χρυσοῖς. Θέλεις αὐτῆς καὶ τὰ ὑποδήματα ἰδεῖν; Ἄκουσον Παύλου
τοῦ νυμφαγωγοῦ λέγοντος· Ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Θέλεις αὐτῆς ἰδεῖν καὶ τὴν ζώνην,
καὶ ὡς ὑπὸ ἀληθείας σύγκειται; Ὁ αὐτός σε διδάξει. Περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν
ἐν ἀληθείᾳ. Θέλεις ἰδεῖν αὐτῆς καὶ τὸ κάλλος; Καὶ τοῦτο μαθήσῃ παρ' αὐτοῦ. Μὴ ἔχουσα
σπῖλον ἢ ῥυτίδα. Ἄκουε καὶ ὁ Ἐκκλησιαστὴς τί περὶ ταύτης λέγει· Ὅλη καλὴ εἶ, ἡ
πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. Θέλεις ἰδεῖν καὶ τοὺς πόδας; Ὡς ὡραῖοι
οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, καὶ εὐαγγελιζομένων τὰ ἀγαθά. Καὶ τὸ
δὴ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον,
ὅτι καὶ κοσμήσας τοῦτον τὸν τρόπον
αὐτὴν, οὐκ ἦλθε τὴν δόξαν αὐτοῦ ἐπιδεικνύμενος,
ἵνα μὴ τῇ ὑπερβολῇ τοῦ κάλλους ἐκπλήξῃ
αὐτὴν, καὶ παράφρονα
ἐργάσηται, ἀλλ' ἔρχεται ἱμάτιον περιβεβλημένος, οἷον ἡ νύμφη· μετέχεται
γὰρ αἵματος καὶ σαρκὸς παραπλησίως αὐτῇ· καὶ οὐκ αὐτὴν ἄνω καλεῖ, ἀλλ' αὐτὸς πρὸς
αὐτὴν παραγίνεται· τηρῶν κἀνταῦθα τοῦ
νυμφίου τὸν νόμον τὸν πρὸς τὴν νύμφην αὐτὸν ἄγοντα. Ὅπερ καὶ Μωϋσῆς ἔλεγεν· Ἀντὶ
τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ ὁ Παῦλος· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν·
ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ἐλθὼν τοίνυν εἰς τὸ καταγώγιον αὐτῆς,
καὶ εὑρὼν ῥυπῶσαν, αὐχμῶσαν, γυμνὴν, πεφυρμένην
αἵματι, ἔλουσεν, ἤλειψεν, ἔθρεψεν,
ἐνέδυσεν ἱμάτιον, οἷον εὑρεθῆναι ἕτερον
οὐκ ἔνι. Αὐτὸς αὐτῇ
γενόμενος περιβολὴ, καὶ λαβὼν αὐτὴν,
οὕτως ἀνάγει. Ταύτῃ ἡ κληρονομία ἡτοίμασται. Τί οὖν ὑπὲρ αὐτῆς φησιν ὁ Προφήτης;
Πολλά· συνήγορος γάρ ἐστιν αὐτῆς, καὶ τὰ πλείονα τῶν αὐτῇ συμβησομένων προεῖπε
καὶ προανεφώνησεν· οἷον περὶ τοῦ νυμφίου, περὶ τῆς νυμφαγωγίας, περὶ τῶν ἀγαθῶν τῶν διαδεξομένων αὐτήν. ∆ιὰ δὴ τοῦτο καὶ ἐνταῦθα ὑπὲρ αὐτῆς
ποιεῖται τὸν λόγον, καὶ ἀρχόμενος, καθάπερ οἱ συνήγοροι οὗτοι οἱ ῥήτορες, οἱ ἐν τοῖς δικαστηρίοις,
λέγει ὑπὲρ τίνος
ποιεῖται τὴν δικαιολογίαν,
ὅτι Ὑπὲρ τῆς κληρονομούσης. Καὶ τί
αἰτεῖ ἡ κληρονομοῦσα, ἀκούσωμεν. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε. Τὸν νυμφίον Κύριον καλεῖ· καὶ γὰρ τοῦτο νύμφης εὐγνώμονος ἔργον. Εἰ γὰρ ἐπὶ τῶν ὁμοουσίων τοῦτο συμβαίνει,
καὶ κύριον τὸν ἄνδρα καλεῖ ἡ γυνή· πολλῷ μᾶλλον ἐπὶ τῆς Ἐκκλησίας καὶ τοῦ
Χριστοῦ, ὅπου καὶ φύσει Κύριός ἐστιν. Οὕτω γοῦν αὐτὸν οὐχ ὡς νυμφίον καλεῖ
Κύριον μόνον, ἀλλὰ καὶ ὡς ∆εσπότην, καὶ ἐπισπᾶται αὐτὸν
πρὸς τὴν δέησιν. Ἐπειδὴ γὰρ
κληρονομία αὐτῇ πρόκειται,
ἡ κληρονομία δὲ αὕτη, εἰ κατορθώσειε τὰ ἐπιταχθέντα, εἰς ἔργον ἐκβαίνει· παρακαλεῖ καὶ δεῖται σύμμαχον
αὐτῇ γενέσθαι, ὥστε ἀνύσαι τὰ προκείμενα, καὶ μὴ ἐκπεσεῖν τοῦ κλήρου. ∆ιὸ καί
φησι· Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε· καὶ μετὰ παῤῥησίας λέγει τοῦτο, ἐπειδὴ
τοιαῦτα αἰτεῖ, ἅπερ καὶ αὐτὸς διδόναι βούλεται· ὡς ἐάν τις τοιαῦτα αἰτῇ ἀνάξια
τοῦ παρέχοντος, οὐ δύναται ταύτην αἰτεῖν τὴν χάριν. Ὅταν κατ' ἐχθρῶν εὔχηται,
ὅταν κατὰ τῶν λελυπηκότων, ταῦτα οὐκ ἔστιν ἀνθρώπου,
ἀλλὰ διαβόλου τὰ ῥήματα. Εἰ γὰρ
τὸ ὀμνύναι ἐκ τοῦ
διαβόλου ἐστὶ καὶ γὰρ Τὸ περιττὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν, εὔδηλον ὅτι καὶ τὸ κατ' ἐχθρῶν εὔχεσθαι. Ἐὰν τοίνυν λέγῃς, Τὰ ῥήματά μου ἐνώτισαι, ἐκεῖνα φθέγγου, ἃ ἀνθρώπου ῥήματά ἐστιν ἡμέρου καὶ φιλανθρώπου,
καὶ οὐδὲν ἔχοντος διαβολικόν.
γʹ. Σύνες τῇ κραυγῇ μου. Κραυγὴν ἐνταῦθα οὐ
τὸν τόνον φησὶ τῆς φωνῆς, ἀλλὰ τῆς διανοίας
τὴν διάθεσιν. Ἐπεὶ καὶ τῷ Μωϋσεῖ σιγῶντι
ἔλεγε· Τί βοᾷς πρός με; Οὐκ εἶπε, Τί εὔχῃ πρός με; ἀλλὰ, Τί βοᾷς πρός με; ἐπειδὴ μετὰ σφοδρᾶς διαθέσεως αὐτῷ προσῄει. Ἵνα· γοῦν
μάθῃς ὅτι καὶ ἐνταῦθα οὐ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ τὴν σπουδὴν τὴν συντεταμένην, οὐκ εἶπεν, Ἄκουσον τῆς κραυγῆς μου, ἀλλὰ τί;
Σύνες, τουτέστι, κατάμαθε. Εἰ γὰρ καὶ ἀνθρωπίνοις κέχρηται ῥήμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀνθρωπίνοις τὸ εὖ παριστάμενον δηλοῖ. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Πάλιν τὴν ἔνδον λέγει φωνήν.
Οὕτω καὶ Ἄννα ἐβόα. Καὶ οὐχ ἁπλῶς εἶπε, Πρόσχες τῇ φωνῇ τῆς εὐχῆς
μου, ἀλλὰ, Τῆς δεήσεώς μου. Τὸν γὰρ εὐχόμενον ἱκέτου
δεῖ περικεῖσθαι σχῆμα καὶ γνώμην.
Ὁ γὰρ ἱκέτης οὐ κατηγόρου ῥήματα ἀναλαμβάνει· ὁ δὲ ἐχθροῦ κατευχόμενος,
κατήγορος μᾶλλόν ἐστιν, ἢ ἱκέτης. Εἶδες πῶς
παρέστησε τὴν εὐχὴν, ἐπειδὴ ἀξίαν αὐτὴν
ἐποιεῖτο τοῦ ἀκουσθῆναι; Οὕτω καὶ ἡμεῖς, ὅταν εὐχώμεθα καὶ βουλώμεθα ἀκούεσθαι, πρῶτον αὐτὴν
καθιστῶμεν, ἵνα ᾖ εὐχὴ, καὶ μὴ
κατηγορία γένηται, καὶ κατὰ τοὺς νόμους τοὺς ἐκείνου, οὕτως αὐτὴν εἰσάγωμεν. Ὁ
βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅπερ ὁ Προφήτης συνεχῶς λέγει, μᾶλλον δὲ ὅπερ ἐξαίρετον
τῷ Ἀβραὰμ ἦν, καθὼς ὁ Παῦλός φησι· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς Θεὸς
καλεῖσθαι αὐτῶν· τοῦτο αὕτη διείληφε, καὶ τῷ πόθῳ κατώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς,
Ὁ βασιλεὺς, ἀλλ', Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, τὸν ἔρωτα ἐνδεικνυμένη τὸν αὐτῆς. Εἶτα καὶ τὰς αἰτίας τίθησι, δι' ἃς
ἀξιοῖ αὐτὴν ἀκουσθῆναι. Ποῖαι δέ εἰσιν αὗται; Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε. Τίς,
φησὶν, οὐχὶ τῷ Θεῷ προσεύχεται; Πολλοὶ δοκοῦσι μὲν τῷ Θεῷ προσεύχεσθαι· πρὸς δὲ
ἀνθρώπων ἐπίδειξιν τοῦτο ποιοῦσιν. Ἀλλ' οὐχ αὕτη· ἀλλὰ πρὸς Θεὸν αὐτὸν ἀνετείνετο, τὰ ἀνθρώπινα
πάντα ἀφεῖσα. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς
μου. Ὁρᾷς σπουδὴν, καὶ κατανενυγμένην ψυχήν; Ἐκ προοιμίων τῆς ἡμέρας, φησὶ, τοῦτο ἔργον ποιοῦμαι. Ἀκουέτωσαν οἱ μετὰ μυρία ἔργα
τότε ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι. Ἀλλ' οὐχ .αὕτη· ἀλλ' ἐκ προοιμίων τῆς ἡμέρας τὰς ἀπαρχὰς
ἐδίδου τῷ Θεῷ. ∆εῖ γὰρ, φησὶ, φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς
φωτὸς ἐντυγχάνειν σοι. Σὺ δὲ ἐπὶ μὲν βασιλέως οὐκ ἂν ἀνάσχοιο τὸν ἐλάττονα πρὸ σοῦ προλαβόντα προσκυνῆσαι· νυνὶ δὲ
ἡλίου
προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθάνεις ἅπασαν
τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ' ἀνιστάμενος
καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν περιορᾷς ἀκάθαρτον; Οὐκ οἶσθα, ὅτι
καθάπερ ὕδατι σῶμα, οὕτω δι' εὐχῆς ἡ ψυχὴ καθαίρεται; Νίψον τοίνυν πρὸ τοῦ σώματος τὴν
ψυχήν. Πολλαὶ λῆμαι
προσίστανται αὐτῇ κακίας·
ταύτας ἀποθώμεθα διὰ τῆς δεήσεως. Ἂν γὰρ οὕτω τὸ στόμα τειχίσωμεν, καλὸν θεμέλιον τῆς καθημερινῆς πράξεως καταβαλοῦμεν. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι.
Παραστήσομαί σοι, οὐ τόπῳ, φησὶν, ἀλλ' ἔργοις. Ὁ γὰρ τοιοῦτος ἐγγὺς γενέσθαι δύναται
τοῦ Θεοῦ. Τὸ γὰρ ἐγγὺς καὶ τὸ μακρὰν ἐντεῦθεν
συμβαίνει· ὁ γὰρ Θεὸς πανταχοῦ ἐστι.
Παραστήσομαί σοι, καὶ ἐπόψομαι, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν
σὺ εἶ. Ἕτερος ἑρμηνευτής φησι· Καὶ σκοπήσω, ὅτι οὐχὶ
Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἐνταῦθα
τὰ εἴδωλα αἰνίττεται· ὅτι τούτοις ἔχαιρον,
καὶ παρανομίᾳ πάσῃ, καὶ τοῖς ἄλλοις τοῖς ἐν πονηρίᾳ πράγμασιν. Οὐδὲ
παροικήσει σοι πονηρευόμενος. Οὐκ ἔσται σοι,
φησὶ, φίλος, οὐκ ἔσται σοι
πλησίον. Οὐδὲ διαμενοῦσι
παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τὸ μισοπόνηρον τοῦ Θεοῦ ἐνταῦθα δείκνυσι,
διδάσκων τοὺς ἐγγὺς αὐτοῦ γινομένους τοιούτους
ἑαυτοὺς κατασκευάζειν, ὡς οὐκ ἐνὸν ἄλλως γενέσθαι ἐγγύς. Εἰ γὰρ ἀνθρώπῳ χρηστῷ οὐκ ἄν τις δύναιτο γενέσθαι
πλησίον, τοῖς τρόποις διεστηκὼς αὐτοῦ,
πολλῷ μᾶλλον τούτῳ. Ὅτι γὰρ δύνανται ἐναρέτων
ἀνδρῶν ἐγγὺς γενέσθαι οἱ πονηροὶ,
ἄκουσον τί φασι περὶ τοῦ δικαίου· Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος. Οὕτω καὶ Ἰωάννης τὸ δεσμωτήριον οἰκῶν
καὶ μὴ ὁρώμενος ἐλύπει τὴν Ἡρωδιάδα· καίτοι τοσοῦτον αὐτοῦ ἀφειστήκει τὸ γύναιον· μετὰ δὲ τὴν τελευτὴν, καὶ τοῦ τυράννου τότε ἐκείνου τὸ συνειδὸς κατέσειε.
Μηδεὶς τοίνυν τῶν ἐν ἀρετῇ ζώντων ἡγείσθω
τι πάσχειν δεινὸν, κἂν ἐπιβουλεύηται παρὰ
τῶν πονηρῶν. Οἱ γὰρ πάσχοντες κακῶς οἱ
ποιοῦντές εἰσιν. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν,
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων
καὶ δόλιον βδελύσσεται Κύριος. Ταῦτα
λέγεται, οὐχ ἵνα ἀκούσωμεν μόνον, ἀλλ' ἵνα
καὶ παιδευώμεθα ταῦτα συνεχῶς ἀκούοντες,
καὶ τῷ τρόπῳ τοῦ νυμφίου ἁρμόζεσθαι, καὶ πλησίον αὐτοῦ γίνεσθαι. Ὡς ἂν μὴ ταῦτα
ᾖ, ἐρημούμεθα τῆς ἄνωθεν ῥοπῆς, οὗ οὐδὲν ἂν γένοιτο χεῖρον.
δʹ. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·
κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος, κἂν βασιλεὺς, κἂν
ὁστισοῦν. Οὐ γὰρ ἀπὸ τῶν ἀξιωμάτων, ἀλλ' ἀπὸ τῆς ἀρετῆς τοὺς φίλους ἐγκρίνειν ὁ
Θεὸς εἴωθεν. Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν παχυτέρων οὐδὲν ἡγοῦνται τὸ μῖσος εἶναι, ἄκουσον πῶς ἐπήγαγε καὶ κολάσεως φόβον, εἰπών· Ἀπολεῖς πάντας τοὺς
λαλοῦντας τὸ ψεῦδος· ἐπὶ τὸ παχύτερον τῶν ἁμαρτανομένων τὸν λόγον μετατιθείς. Οὐ γὰρ μέχρι .66 τοῦ μίσους στήσεται τὰ τῆς
τιμωρίας, καίτοι καὶ τοῦτο ἄφατος κόλασις·
ἀλλὰ καὶ πάντας ἀπολεῖ
τοὺς λαλοῦντας τὸ ψεῦδος. Καίτοι
καὶ τὸ πρότερον χαλεπὸν, καὶ γεέννης χεῖρον, τὸ μισηθῆναι παρὰ Θεοῦ· ἀλλὰ πρὸς μὲν
τοὺς συνιέναι δυναμένους ἐκεῖνο ἔθηκε·
πρὸς δὲ τοὺς παχυτέρους καὶ τοῦτο προσέθηκε. Μὴ τοίνυν θορυβηθῇς,
ἄνθρωπε, μηδὲ ταράττου,
ἐπειδὰν ἴδῃς τινὰς
ψευδομένους, ἁρπάζοντας,
πλεονεκτοῦντας, καὶ μηδὲν πάσχοντας δεινόν·
ἔσται γὰρ πάντως τοῦτο. Τοιαύτη γὰρ ἡ τοῦ
Θεοῦ φύσις· ἀποστρέφεται πονηρίαν,
μισεῖ τε αὐτὴν ἀεὶ, καὶ ἀπεχθάνεται. Τοὺς δὲ λαλοῦντας τὸ ψεῦδος ἐνταῦθα λέγει τοὺς ἐν πονηρίᾳ βιοῦντας, τοὺς τὰ ψευδῆ
πράγματα διώκοντας, τοὺς περὶ ἡδονὰς, τοὺς
περὶ γαστριμαργίαν, τοὺς περὶ πλεονεξίαν ἐπτοημένους. Οἶδε γὰρ πάντα ταῦτα ψεύδη
καλεῖν. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Τὸν
φονικὸν ἐνταῦθά φησι,
τὸν ἐπιβουλεύοντα, τὸν ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος
φέροντα, ἕτερα δὲ ἐπὶ τῆς
διανοίας, τὸν περικείμενον προσωπεῖον
ἐπιεικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν. Ὁ μὲν γὰρ δῆλος ἐχθρὸς
καὶ εὐφύλακτος γένοιτ' ἄν· ὁ δὲ συγκαλύπτων
τὴν πονηρίαν καὶ χρώμενος τῇ κακίᾳ, δυσφώρατος
ὢν, πολλὰ ἐργάζεται τὰ δεινά. ∆ιὰ τοῦτο
καὶ ὁ Χριστὸς, ἡνίκα ἂν παραγίνοιντο, νήφειν
ἐκέλευσεν. Ἔρχονται γὰρ πρὸς ὑμᾶς
ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἐπειδὴ γὰρ ἀπὸ τοιούτων ἡ Ἐκκλησία συνείλεκτο, Ἑλλήνων, μάγων, ἀνδροφόνων, γοήτων,
ψευστῶν, ὑπούλων, εἶπε δὲ, ὅτι
μισεῖς καὶ ἀποστρέφῃ, δεικνῦσα,
ὅτι οὐχ αὕτη
κατὰ δικαιοσύνην καὶ κατορθώματα, ἀλλὰ κατὰ φιλανθρωπίαν ἀπαλλαγεῖσα ἐκείνων
εἰς τὰ ἐνδότατα εἰσήγετο, ἐπήγαγεν·
Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Ἵνα γὰρ μή
τις λέγῃ· Πῶς οὖν σὺ ἡ τὰ καὶ τὰ ἐργασαμένη ἐσώθης; εἶπε τὸν τρόπον τῆς σωτηρίας,
ὅτι ∆ιὰ τὴν πολλὴν φιλανθρωπίαν, διὰ τὴν
ἄφατον ἀγαθότητα ἐσώθην. Ἀλλ' εἰσί τινες, οἳ οὐδὲ ἔλεον προσίενται,
ἀνίατα νοσοῦντες, οἷοι ἦσαν οἱ Ἰουδαῖοι· ἡ γὰρ χάρις
καὶ ὁ ἔλεος, κἂν χάρις ᾖ καὶ ἔλεος, ἀλλὰ τοὺς βουλομένους καὶ χάριν ἔχοντας
σώζει, οὐ τοὺς ἀφηνιῶντας καὶ μὴ βουλομένους δέξασθαι τὴν δωρεὰν, οἷοι γεγόνασιν
οἱ Ἰουδαῖοι, περὶ ὧν καὶ Παῦλος
ἔλεγεν, ὅτι Ἀγνοοῦντες
τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες
στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ
ὑπετάγησαν. Εἶτα ἐπειδὴ εἶπε τὰ τοῦ Θεοῦ, λέγει καὶ τὰ παρ' ἑαυτῆς· Προσκυνήσω
πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Ὅταν γὰρ χάριτος ἀπολαύσω, καὶ τὰ παρ' ἐμαυτῆς
εἰσενέγκω, ταύτην εἰσοίσω σοι τὴν θυσίαν, φησί· Προσκυνήσω πρὸς ναὸν ἅγιόν
σου ἐν φόβῳ σου. Οὐ καθάπερ οἱ πολλοὶ
τῶν εὐχομένων, κνώμενοι, χασμώμενοι,
ναρκῶντες, ἀλλὰ μετὰ φόβου καὶ τρόμου, φησίν. Ὁ γὰρ οὕτως εὐχόμενος, πᾶσαν
κακίαν ἀποτίθεται, πρὸς πᾶσαν ἀρετὴν
χειραγωγεῖται, τὸν Θεὸν ἵλεων καθίστησιν
ἑαυτῷ. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου
ἕνεκα τῶν ἐχθρῶν
μου. Εἶπε τοὺς ὕμνους τοῦ
Θεοῦ, τὸ μισοπόνηρον,
τὸ φιλάνθρωπον, τὸ κηδεμονικὸν, εἶπε
τὴν ἑαυτῆς σωτηρίαν,
εἶπε τὸν τρόπον καθ' ὃν ἐσώθη, εἶπε
τίνα μετὰ τὸ
.67 σωθῆναι αὕτη
εἰσήγαγεν· ἀπέστρεψε κακίας, ἐχειραγώγησε πρὸς ἀρετήν· χρηστὰς ὑπέφηνεν ἐλπίδας καὶ τοῖς ἐν πονηρίᾳ ζῶσιν, εἴ γε
βουληθῶσι μεταβληθῆναι, ὡς ἐλέου δυναμένοις τυχεῖν·
τρέπει τὸν λόγον εἰς αἴτησιν λοιπὸν
λέγουσαν· Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· διὰ τούτων παιδεύουσα τὸν ἀκροατὴν
πρότερον ὕμνους ἀναφέρειν εἰς τὸν Θεὸν, καὶ εὐχαριστεῖν ἐφ' οἷς εὖ πέπονθε· καὶ
τότε ἅπερ βούλεται αἰτεῖν, καὶ πάλιν εὐχαριστεῖν, ἐφ' οἷς ἂν λάβοι. Ἀλλ' ἴδωμεν
καὶ τίνα ἐστὶν ἃ αἰτεῖ. Μὴ γάρ τι βιωτικόν; μή τι ἐπίκηρον· μή τι τῶν παραῤῥεόντων;
Μὴ περὶ πλούτου διαλέγεται; μὴ περὶ δόξης; μὴ περὶ δυναστείας; μὴ περὶ τιμωρίας
ἐχθρῶν; Οὐδὲν τούτων. Ἀλλὰ τί; Κύριε, ὁδήγησόν
με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. Ὁρᾷς πῶς οὐδὲν ἐπίκηρον αἰτεῖ, καὶ πῶς δεῖται τῆς ἄνωθεν
συμμαχίας; Οἱ γὰρ ταύτην ὁδεύοντες τὴν ὁδὸν, ἐκείνης
μάλιστα δέονται τῆς ῥοπῆς. ∆ικαιοσύνην
δὲ ἐνταῦθα τὴν καθολικήν φησιν ἀρετήν. Καὶ καλῶς εἶπεν, Ἐν τῇ δικαιοσύνῃ
σου. Ἔστι γὰρ καὶ ἀνθρώπων δικαιοσύνη, ἡ
ἀπὸ τῶν νόμων τῶν ἔξωθεν, ἀλλ' εὐτελὴς,
καὶ οὐκ ἔχουσα τὸ τέλειον καὶ ἀπηρτισμένον, καὶ ἐξ ἀνθρωπίνων συγκειμένη λογισμῶν.
Ἐγὼ δὲ τὴν σὴν αἰτῶ δικαιοσύνην, τὴν ἀπὸ σοῦ κατενηνεγμένην τὴν εἰς τὸν οὐρανὸν
χειραγωγοῦσαν, καὶ τὴν συμμαχίαν, ὥστε ταύτην ἐπισπᾶσθαι τὴν δικαιοσύνην.
εʹ. Καλῶς δὲ εἶπε καὶ τὸ,
Ὁδήγησον. Ὁδὸς γὰρ ὁ παρὼν βίος, δεόμενος τῆς ἄνωθεν
χειραγωγίας. Εἰ γὰρ εἰς πόλιν μέλλοντες
εἰσιέναι, δεόμεθα τοῦ γνωρίζοντος
ἡμῖν
τὴν ὁδόν· πολλῷ μᾶλλον εἰς τὸν οὐρανὸν ἀποδημεῖν μέλλοντες, χρείαν ἔχομεν τῆς ἄνωθεν ῥοπῆς, ἵνα
καὶ δείξῃ καὶ στηρίξῃ καὶ χειραγωγήσῃ·
πολλαὶ γὰρ ἀτραποὶ αἱ ἐκτρέπουσαι. ∆ιὰ τοῦτο ἐχώμεθα τῆς δεξιᾶς
τοῦ Θεοῦ. Ἕνεκα τῶν ἐχθρῶν μου. Πολλοὶ ἐπανέστησαν, φησὶ, πολέμιοι βουλόμενοί
μου παρεκκλῖναι τὰ διαβήματα, καὶ πλανῆσαι, καὶ πρὸς ἑτέραν ὁδὸν ἀγαγεῖν. Ἐπεὶ οὖν
τοιαῦται αἱ ἐπιβουλαὶ, τοιαῦται
αἱ ἔφοδοι, ὁδήγησόν με αὐτός. Τῆς γὰρ παρὰ σοῦ χρείαν ἔχω συμμαχίας. Ἀλλὰ
τὸ μὲν ὁδηγηθῆναι, αὐτοῦ γίνεται· τὸ δὲ ἄξιον εἶναι τοῦ κρατηθῆναι ὑπὸ τῆς χειρὸς ἐκείνης, τῆς ἡμετέρας γενέσθω
σπουδῆς. Ἂν γὰρ ᾖς ἀκάθαρτος, οὐ κατέχει σε ἡ χεὶρ ἐκείνη· ἂν ᾖς πλεονέκτης, ἂν
ἑτέραν τινὰ κηλῖδα ἔχων. Κατεύθυνον ἐνώπιόν
σου τὴν ὁδόν μου· τουτέστι, δήλην μοι ποίησον, σαφῆ, γνωρίμην· ὀρθοτόμησον αὐτὴν παρ' ἐμοί. Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ὁμάλισον
ἔμπροσθέν μου τὴν ὁδόν σου· τουτέστι, ῥᾳδίαν ποίησον, εὔκολον. Ὅτι οὐκ ἔστιν ἐν
τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Ἐμοὶ δοκεῖ καὶ περὶ τῶν ἐν πλάνῃ διαγόντων ταῦτα λέγειν, τό τε στόμα διαβάλλουσα, καὶ τὴν
διάνοιαν ὡς ἐρήμην παντὸς ἀγαθοῦ· καὶ
περὶ τῶν ἐν πονηρίᾳ ζώντων. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἤτοι τὸ φονικὸν ἐνταῦθα λέγει, ἢ τὸ νεκρὰ προσφέρειν δόγματα,
καὶ δυσώδη. Οὐκ ἄν τις ἁμάρτοι, καὶ τῶν αἰσχρὰ φθεγγομένων ῥήματα τὰ στόματα οὕτω
καλέσας, τάφον ἀνεῳγμένον. Πολὺ γὰρ τῆς αἰσθητῆς δυσωδίας ἐκείνη χαλεπωτέρα,
ἀπὸ σηπεδόνος τικτομένη ψυχῆς·
καὶ τῶν πλεονεκτῶν τὰ στόματα τοιαῦτα, ὅταν
μηδὲν ὑγιὲς προφέρωσιν, ἀλλὰ φόνους καὶ ἁρπαγάς. Μὴ τοίνυν ἔστω τάφος
τὸ στόμα σου, ἀλλὰ θησαυρός. Πολὺ γὰρ οἱ
θησαυροὶ διενηνόχασι τῶν τάφων, ὅτι ἐκεῖνοι μὲν φθείρουσιν ὅπερ ἂν λάβωσιν, οὗτοι δὲ
διατηροῦσιν. Ἔχε τοίνυν καὶ σὺ πλοῦτον φιλοσοφίας ἀεὶ μένοντα,
ἀλλὰ μὴ δυσωδίαν τινὰ καὶ σηπεδόνα.
Καὶ οὐχ ἁπλῶς εἶπε, τάφον, ἀλλ', ἀνεῳγμένον, ὥστε καὶ πλείονα δηλῶσαι τὴν βδελυγμίαν γίνεσθαι. ∆έον γὰρ κρύπτειν τὰ τοιαῦτα ῥήματα,
οἱ δὲ καὶ ἐκφέρουσιν, ὥστε μᾶλλον αὐτῶν τὴν νόσον ἐνδείκνυσθαι. Καὶ ἐπὶ μὲν τῶν νεκρῶν
σωμάτων τὸ ἐναντίον
ποιοῦντες, τῇ γῇ παραδίδομεν· οὗτοι δὲ ἐπὶ τῶν ῥημάτων
τούτων τὸ ἐναντίον ἐργάζονται,
καὶ ὃ δέον κατακρύπτειν κάτω ἐν τῷ
βάθει τῆς καρδίας καὶ ἀποπνίγειν, ἐκφέροντες,
καὶ πολλοὺς παραβλάπτοντες, καὶ προτιθέντες
πᾶσιν ὁρᾷν. Ἀλλ' ἐλαύνωμεν τοὺς
τοιούτους, παρακαλῶ. Εἰ γὰρ τὰ
νεκρὰ σώματα ἔξω τῆς πόλεως καταθάπτομεν, πολλῷ
μᾶλλον τοὺς τὰ νεκρὰ
ῥήματα, καὶ τοὺς
τὰ τοιαῦτα ἐκφέροντας,
καὶ οὐδὲ συσκιάσαι βουλομένους πόῤῥω που κατοικίζειν χρή· ἐπειδὴ κοινὴ τῆς πόλεως
λύμη τὰ τοιαῦτα στόματά ἐστιν. Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Εἶδες ἕτερον
κακίας εἶδος. Οἱ μὲν ἐν τῇ διανοίᾳ
κατακρύπτουσι τὸν δόλον, ῥήματα
προσηνῆ προσφέροντες· οἱ δὲ τοσαύτῃ κέχρηνται τῇ δεινότητι, ὡς ἐν αὐτοῖς τοῖς ῥήμασι
συσκιάζειν τὴν πονηρίαν, καὶ ῥάπτειν δόλους
καὶ ἐπιβουλάς. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν
διαβουλιῶν αὐτῶν. Ὅρα κἀνταῦθα τὴν ἡμερότητα τῆς εὐχῆς. Οὐ γὰρ εἶπε, Κόλασον,
ἀλλὰ, Κρῖνον αὐτοὺς, καὶ παῦσον τῆς πονηρίας· ἀνήνυτα αὐτῶν
ποίησον τὰ μηχανήματα· ὅπερ καὶ ὑπὲρ
αὐτῶν εὔχεσθαί ἐστι, τοῦ μηκέτι προϊέναι τὰ τῆς κακίας αὐτοῖς. Κατὰ τὸ πλῆθος τῶν
ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρανάν σε, Κύριε. Τουτέστιν, Οὐδέν μοι
μέλει τῶν εἰς ἐμὲ γενομένων, ἀλλ' ὑπὲρ τῶν
σῶν ἀλγῶ. Τοῦτο γὰρ μάλιστα φιλοσόφου ψυχῆς, ὑπὲρ μὲν τῶν οἰκείων μὴ ἀμύνεσθαι, ὑπὲρ δὲ τῶν εἰς Θεὸν γινομένων
σφόδρα ἐπεξιέναι. Τούτων τἀναντία πολλοὶ ποιοῦσι, τὰ μὲν τοῦ Θεοῦ παρορῶντες, τὰ
δὲ ἑαυτῶν μετὰ πολλῆς ἐκδικοῦντες τῆς σφοδρότητος, ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως,
ἀλλὰ σφοδροὶ τιμωροὶ τῶν εἰς Θεὸν
γινομένων ἦσαν, τὰ δὲ ἑαυτῶν παρεώρων.
Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ
σέ. Ὅρα τῆς εὐχῆς τὸ κέρδος. Κἀκεῖνοι βελτίους ἔσονται, καὶ στήσονται τῆς πονηρίας· καὶ ἕτεροι πολλῆς ἀπολαύσονται τῆς ἡδονῆς, τήν τε ἐκείνων μεταβολὴν ὁρῶντες,
καὶ τὴν εἰς τὸ βέλτιον μετάθεσιν,
καὶ ἑτέρους σπουδαιοτέρους ταύτῃ
γινομένους. Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Αὕτη γὰρ μάλιστα ἡ χαρὰ
διηνεκής· ὡς αἵ γε ἄλλαι τῶν
ποταμίων ῥευμάτων οὐδὲν ἄμεινον
διάκεινται, ὁμοῦ τε φαινόμεναι καὶ παραῤῥέουσαι·
ἡ δὲ κατὰ Θεὸν εὐφροσύνη μένει καὶ πέπηγε,
διαρκής τέ ἐστι
καὶ μόνιμος, οὐδεμιᾷ
τῶν ἀδοκήτων περιστάσεων διακοπτομένη, ἀλλ' ὑψηλοτέρα γινομένη
δι' αὐτῶν τῶν κωλυόντων.
Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο, καὶ ἔχαιρον· καὶ ὁ Παῦλος ἐθλίβετο, καὶ ἐσκίρτα· τελευτᾷν ἔμελλε, καὶ κοινωνοὺς ἐκάλει τῆς ἡδονῆς, λέγων· Ἀλλ' εἰ καὶ σπένδομαι
ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ
δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Τοῖς οὕτως ἡδομένοις ὁ Θεὸς
συνοικεῖ. ∆ιὸ καὶ αὕτη οὕτω φησίν· Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Τοῦτο αὐτὸ καὶ ὁ
Χριστὸς δηλῶν ἔλεγε, τὸ ἀκατάλυτον τῆς ἡδονῆς ἐμφαίνων· Πάλιν ὄψομαι ὑμᾶς, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς
λαμβάνει. Καὶ Παῦλος πάλιν· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε. Καὶ καυχήσονται ἐν
σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Τούτοις γὰρ
μάλιστα ἔστι καυχᾶσθαι μόνοις, τούτοις χαίρειν, τούτοις εὐφραίνεσθαι· ὡς ὅγε ἐπὶ
τοῖς βιωτικοῖς καλλωπιζόμενος, οὐδὲν διενήνοχε
τῶν ἐν ὀνείρῳ τρυφώντων. ʹ. Τί γὰρ,
εἰπέ μοι, τῶν ἀνθρωπίνων τοιοῦτόν ἐστιν,
οἷον παρέχειν καυχᾶσθαι; Ῥώμη σώματος; Ἀλλ'
οὐκ ἔστι προαιρέσεως τὸ κατόρθωμα, διὸ καὶ τοῦ καυχᾶσθαι ἐστέρηται· ἄλλως δὲ καὶ
μαραίνεται καὶ διαπίπτει ταχέως,
πολλάκις δὲ καὶ τὸν ἔχοντα
ἔβλαψεν, οὐκ εἰς δέον ταύτῃ χρησάμενον. Τοῦτο καὶ ἐπὶ ὥρας καὶ ἐπὶ
εὐμορφίας ἔστιν εἰπεῖν, καὶ ἐπὶ πλούτου, καὶ ἐπὶ δυναστείας,
καὶ ἐπὶ τρυφῆς,
καὶ ἐπὶ πάντων
τῶν βιωτικῶν. Τὸ δὲ ἐπὶ
τῷ Θεῷ καυχᾶσθαι, καὶ τῇ ἀγάπῃ τῇ
εἰς αὐτὸν, κόσμος ἁπάντων μείζων, καὶ
λαμπρότης ὑπερβαίνουσα μυρία διαδήματα, κἂν δεσμώτης
ὁ καυχώμενος ᾖ. Οὗτος ὁ κόσμος οὐ
νόσῳ, οὐ γήρᾳ, οὐ πραγμάτων περιστάσει, οὐκ ἀνωμαλίᾳ καιρῶν, οὐκ αὐτῷ διατέμνεται
τῷ θανάτῳ, ἀλλὰ
καὶ τότε διαλάμπει μειζόνως. Ὅτι σὺ εὐλογήσεις δίκαιον.
Ἐπειδὴ πολλοὶ τῶν οὕτω
διακειμένων παρὰ ἀνθρώπων
κακίζονται καὶ καταγελῶνται, καὶ μάλιστα οἱ ἀρετὴν μετιόντες· ἵνα μηδεὶς
τῶν παχυτέρων ἐκ τούτων καταπίπτῃ, ὅρα πῶς ἀνέχει τὴν διάνοιαν αὐτοῦ λέγων· Ὅτι
σὺ εὐλογήσεις δίκαιον. Τί γὰρ βλάβος ἀνθρώπων καταφρονούντων καὶ τῆς οἰκουμένης ἁπάσης, ὅταν ὁ τῶν ἀγγέλων
∆εσπότης ἐπαινῇ καὶ ἀνακηρύττῃ; Ὥσπερ
οὖν αὐτοῦ μὴ εὐλογοῦντος, κἂν ἅπαντες ἐπαινῶσιν
οἱ γῆν οἰκοῦντες καὶ θάλασσαν, οὐδὲν ὄφελος. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν,
ὅπως αὐτὸς ἡμᾶς ἀνακηρύξῃ, ὅπως αὐτὸς στεφανώσῃ. Κἂν τοῦτο ᾖ, πάντων ἐσμὲν ὑψηλότεροι, κἂν ἐν πενίᾳ, κἂν ἐν νόσῳ,
κἂν ἐν τοῖς ἐσχάτοις ὦμεν κακοῖς. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος
καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα
πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβουλευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον
ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν. Πῶς; Ἐπειδὴ ὁ Θεὸς αὐτὸν ηὐλόγει
λέγων· Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος
ἀπὸ παντὸς πονηροῦ
πράγματος. Κύριε, ὡς ὅπλῳ εὐδοκίας
ἐστεφάνωσας ἡμᾶς. Πάλιν
εἰς εὐχαριστίαν κατέληξεν,
εὐχαριστηρίους ἀναφέρων ὕμνους τῷ
Θεῷ. Τί δέ ἐστιν ὅπλον εὐδοκίας; Ὅπλον ἄριστον, ὅπλον κατὰ γνώμην Θεοῦ, ὅπλον κάλλιστον.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Συμμαχίᾳ καλλίστῃ ἡμᾶς ἐτείχισας. Ἕτερος δὲ λέγων ἑρμηνευτὴς,
Στεφανώσεις αὐτὸν, περὶ τοῦ δικαίου εἰρῆσθαι τοῦτο διδάσκει· ὅτι Στεφανώσεις αὐτὸν
τὸν δίκαιον, τουτέστιν, ἡ σὴ εὐαρέστησις ἀντὶ ὅπλου
γίνεται, καὶ ὅπλου καλλίστου· ἢ ἐκεῖνο· ὅτι Συμμαχίᾳ
καλλίστῃ τειχίζεις τὸν δίκαιον, καὶ οὔτε
τὸ κάλλος αὐτοῦ ἀσφαλείας ἐστέρηται, οὔτε ἡ ἀσφάλεια αὐτοῦ δόξης ἐστὶν ἔρημος. Τί γὰρ ἰσχυρότερον
ἀνδρὸς, τί δὲ ὡραιότερον τοῦ ὑπὸ τῆς ἄνω δεξιᾶς τειχιζομένου; Οὗτος ὁ στέφανος καὶ ἀπὸ ἐλέους
πλέκεται, καθάπερ ὁ αὐτὸς ∆αυῒδ ἀλλαχοῦ φησι· Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Οὗτος καὶ ἀπὸ
δικαιοσύνης, καθάπερ ὁ Παῦλος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.
Ἔστι καὶ χάριτος στέφανος, ὥσπερ ἕτερος λέγει·
Στεφάνῳ δὲ χαρίτων
ὑπερασπίσει σου. Ἔστι δὲ καὶ στέφανος δόξης, καθάπερ Ἡσαΐας, Ἔσται, λέγων,
ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης. Πάντα γὰρ ταῦτα ὁ στέφανος ἔχει, φιλανθρωπίαν, δικαιοσύνην, χάριν, δόξαν, εὐπρέπειαν. Θεοῦ γάρ ἐστι τὸ δῶρον,
ποικίλην προφέρον τὴν χάριν. Ἔστι καὶ ἀφθαρσίας στέφανος, καθάπερ φησὶ Παῦλος· Ἐκεῖνοι
μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Ὃ τοίνυν ἐνταῦθα λέγει, τοῦτό ἐστιν· Ἀσφαλείᾳ καὶ δόξῃ
ἡμᾶς περιέβαλες. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ δῶρα, ἰσχυρὰ, καὶ εὐπρεπείας γέμοντα· τοιοῦτοι
οἱ στέφανοι. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οὐκ
ἔνι τοῦτο· ἀλλ' ὁ μὲν ἐν δόξῃ, οὐκ ἀσφαλὴς πάντως· ὁ δὲ ἐν ἀσφαλείᾳ, οὐκ ἐν δόξῃ
πάντως, οὐδὲ ῥᾳδίως ἂν συμβαίη ταῦτα· εἰ δὲ καὶ συμβαίη, ταχέως ἀποσύρεται. Οἷόν
τι λέγω· οἱ ἐν δυναστείαις ὄντες, λαμπροὶ μὲν καὶ περιφανεῖς, οὐκ ἐν ἀσφαλείᾳ δέ· ἀλλὰ δι' αὐτὸ
μὲν οὖν τοῦτο
μάλιστα ἐν ἐπισφαλεῖ
χωρίῳ καθεστήκασι, διὰ τὸ μέγεθος τῆς δόξης. Οἱ ἀπεῤῥιμένοι καὶ εὐκαταφρόνητοι, ἐν ἀσφαλείᾳ
μὲν διὰ τὸ μὴ γνωρίζεσθαι, οὐκ ἐν
τιμῇ δέ· ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐν ἀτιμίᾳ, διὰ
τὸ ἐν ἀσφαλείᾳ εἶναι. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο· ἀλλ' ἀμφότερα
μετὰ πολλῆς συντρέχει τῆς ὑπερβολῆς, καὶ δόξα καὶ ἀσφάλεια. Ἐννοήσαντες τοίνυν τῶν ἀγαθῶν
τὸ μέγεθος, καὶ πρό γε πάντων ὅσον
ἐστὶν ἀγαθὸν ἀρέσκειν Θεῷ, ὅπερ καὶ ὅπλον, καὶ δόξα, καὶ ἀσφάλεια, καὶ τὰ μυρία
ἀγαθὰ, μεθ' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, καὶ μὴ ἀναπέσωμέν
ποτε, μηδὲ γυμνοὶ
τῶν ὅπλων φανῶμεν. Τοῦτο γὰρ τοῦ πολέμου τούτου τὸ εἶδος οὐκ ἀνέχεται ἄοπλον
στρατιώτην ἰδεῖν· ἀλλὰ τότε λύεται ἡ παρασκευὴ, ὅταν λυθῇ τὸ θέατρον· λύεται
δὲ τὸ θέατρον, ὅταν ἀπολύηται τοῦ σώματος
ἡ ψυχή. Ὥστε ἕως ἂν ἐνταῦθα ὦμεν, πυκτεύειν ἀνάγκη
καὶ οἴκοι καθημένους, καὶ εἰς ἀγορὰν ἐμβάλλοντας, καὶ ἀριστοποιουμένους,
καὶ νοσοῦντας, καὶ ὑγιαίνοντας. Καὶ γὰρ ἐν
τῷ καιρῷ τῆς νόσου μάλιστα τῆς μάχης ταύτης ὁ καιρὸς, ὅταν ὀδύναι
πάντοθεν θορυβῶσι τὴν ψυχὴν,
ὅταν ἀλγηδόνες πολιορκῶσιν,
ὅταν ὁ διάβολος ἐφεστήκῃ παροξύνων εἰπεῖν
τι ῥῆμα πικρόν. Τότε δὴ μάλιστα ἀσφαλίζεσθαι δεῖ, φράττεσθαι τῷ θώρακι, τῇ ἀσπίδι, τῷ
κράνει, τοῖς ἄλλοις
ὅπλοις, καὶ διηνεκῶς εὐχαριστεῖν τῷ Θεῷ.
Ταῦτα χαλεπὰ κατὰ τοῦ διαβόλου βέλη, αὕτη καιρία κατὰ τοῦ δαίμονος πληγὴ, τότε
μάλιστα λαμ .71 προὶ οἱ στέφανοι. Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν
εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν
ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε,
τὸ ἐν καιρῷ
πειρασμοῦ καὶ νόσου
καὶ πενίας ἀπερίτρεπτον φανῆναι
τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν
ἐκείνην θυσίαν. Θυσία γὰρ ἦν
τὰ ῥήματα αὐτοῦ, ἅπερ ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα
Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὃ δὴ καὶ ἡμεῖς ἀεὶ ποιῶμεν, ἐν
πειρασμοῖς, ἐν περιστάσεσιν,
ἐν ἐπιβουλαῖς δοξάζοντες
τὸν Θεὸν, καὶ εὐλογοῦντες διηνεκῶς·
ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική δημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου