ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

Σάββατο 29 Οκτωβρίου 2016

ΙΑʹ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΙΑʹ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

αʹ. Μίαν ὑμᾶς ἅπαντας  αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν  εὐαγγελικῶν ἅψασθαι ῥημάτων· ἀλλὰ μὴ ἀνανεύσητε  πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ' ἐμοὶ τῷ λαμβάνοντι  μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ  ὑμῖν  τοῖς  παρέχουσι· καὶ  τάχα  πολλῷ  πλέον  ὑμῖν.  Τί ποτ'  οὖν  ἐστιν  ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι  τῶν  Εὐαγγελίων  περικοπὴν,  ταύτην  πρὸ τούτων  τῶν  ἡμερῶν μετὰ  χεῖρας  λαμβάνων   ἕκαστος  οἴκοι  καθήμενος  ἀναγινωσκέτω   συνεχῶς,  καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς· καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω· τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ· καὶ πάντα ἁπλῶς διακωδωνίσαντες,  οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν.



Οὐ γὰρ μικρὸν ἀπὸ τῆς τοιαύτης σπουδῆς καὶ ὑμῖν καὶ ἡμῖν ἔσται τὸ κέρδος. Ἡμεῖς μὲν γὰρ  οὐ  πολλοῦ  δεησόμεθα  πόνου  πρὸς  τὸ  σαφῆ  ποιῆσαι  τῶν  λεγομένων   τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει· ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι  τούτῳ  τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν  ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους. Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ' ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ' ἂν εἰ ἐνιαυτὸν  ὅλον τοῦτο ποιοῦντες διατελοίημεν, μέγα τι καρπώσονται κέρδος. Πῶς γὰρ, ὅταν ἐκ παρέργου καὶ ἐνταῦθα μόνον κατὰ τὸν βραχὺν τοῦτον τοῖς λεγομένοις σχολάζωσι καιρόν; Εἰ δέ τινες πράγματα αἰτιῶνται καὶ φροντίδας, καὶ πολλὴν τήν τε τῶν πολιτικῶν  καὶ τῶν ἰδιωτικῶν  ἀσχολίαν· πρῶτον  μὲν αὐτὸ τοῦτο ἔγκλημα  οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων  ἀναγκαιό . τερα ἄγειν σχολήν. Ἔπειτα ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, κατηγορήσαιεν ἂν αὐτῶν καὶ φίλων  συνουσίαι, καὶ αἱ ἐν τοῖς θεάτροις  διατριβαὶ,  καὶ  τὰ  συνέδρια, ἅπερ θέας  ἕνεκεν  τῆς  τῶν  ἵππων  ἁμίλλης ποιοῦνται, ἐν αἷς πολλάκις ἡμέρας ἀνήλωσαν ὁλοκλήρους [καὶ φίλοις συνεγένεσθε ἐπιπολὺ], καὶ οὐδαμοῦ τὴν τῶν πραγμάτων ἀσχολίαν ᾐτιάσατό τις ἐν τούτοις αὐτῶν. Εἶτα ἐν  μὲν  τοῖς  εὐτελέσιν  ἀπροφάσιστοι  πανταχοῦ,  καὶ  σχολὴν  ἄγειν  βαθεῖαν δύνασθε· εἰ δὲ τοῖς τοῦ Θεοῦ δέοι προσέχειν, τοσοῦτον ὑμῖν ταῦτα περιττότερα καὶ ἀτιμότερα  πάντων  εἶναι  δοκεῖ,  ὡς  μηδὲ  μικρὰν  οἴεσθαι  δεῖν  ἀπονέμειν  αὐτοῖς σχολήν. Καὶ πῶς ἄξιον οὕτω διακειμένους ἀναπνεῖν, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; Ἔστι καὶ ἑτέρα πρόφασις τοῖς οὕτω ῥᾳθύμοις ἀλογωτάτη,  τὸ μὴ κεκτῆσθαι μηδὲ ἔχειν βιβλία. Καὶ πρὸς μὲν τοὺς πλουτοῦντας, γέλως ὑπὲρ ταύτης ἡμᾶς ἀποτείνεσθαι τῆς προφάσεως· ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς,  πλήρη  καὶ  ὁλόκληρα  ἔχει,  κἂν  μυρία  κωλύῃ  πενία.  Πῶς οὖν  οὐκ ἄτοπον, ἐκεῖ μὲν μὴ αἰτιᾶσθαι πενίαν, ἀλλὰ πάντα πράττειν πρὸς τὸ μηδὲν γενέσθαι ἐμπόδιον μηδαμόθεν· μέλλοντας δὲ τοσαύτην ὠφέλειαν  καρποῦσθαι, ἀσχολίαν ἀποδύρεσθαι καὶ πενίαν; Πλὴν ἀλλὰ καὶ εἴ τινες οὕτω πένητες εἶεν, ἔνεστιν ἐκ τῆς συνεχοῦς ἐνταῦθα γινομένης  ἀναγνώσεως  μηδὲν ἀγνοεῖν  τῶν ἐγκειμένων  ἐν ταῖς θείαις Γραφαῖς. Εἰ δὲ ἀδύνατον  ὑμῖν τοῦτο εἶναι δοκεῖ, εἰκότως τοῦτο δοκεῖ. Οὐδὲ γὰρ μετὰ  πολλῆς  πολλοὶ  παραγίνονται  τῆς  προθυμίας  τῶν  λεγομένων ἀκροασόμενοι, ἀλλὰ αὐτὸ τοῦτο μόνον  ἀφοσιωσάμενοι πρὸς τὴν ἡμέραν, εὐθέως ὑποστρέφουσιν οἴκαδε. Εἰ δέ τινες καὶ ἐνδιατρίψαιεν,  τῶν ἀναχωρησάντων  οὐδὲν ἄμεινον διάκεινται, τῷ σώματι μόνον ἐνταῦθα παρόντες ἡμῖν. Ἀλλ' ἵνα μὴ ἐπιπλέον ταῖς αἰτίαις ὑμᾶς βαρύνωμεν, καὶ ἐν ταῖς μέμψεσι τὸν καιρὸν ἀναλώσωμεν ἅπαντα, ἴωμεν  ἐπὶ  τὰ τοῦ Εὐαγγελίου  ῥήματα· ὥρα γὰρ λοιπὸν  εἰς  τὰ προκείμενα  . καθεῖναι τὸν λόγον. Ἀλλὰ διανάστητε, ὥστε μηδὲν ὑμᾶς τῶν λεγομένων παρελθεῖν. Καὶ ὁ  Λόγος σὰρξ ἐγένετο,  φησὶ,  καὶ  ἐσκήνωσεν  ἐν  ἡμῖν.  Εἰπὼν  ὅτι  ἐκ  Θεοῦ ἐγεννήθησαν οἱ λαβόντες αὐτὸν, καὶ τέκνα Θεοῦ γεγόνασι, τῆς ἀφάτου ταύτης τιμῆς τίθησι τὴν αἰτίαν καὶ τὴν ὑπόθεσιν. Αὕτη δέ ἐστι, τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ τὴν  τοῦ δούλου  μορφὴν  ἀναλαβεῖν  τὸν  ∆εσπότην. Ἐγένετο γὰρ Υἱὸς ἀνθρώπου, Θεοῦ γνήσιος ὢν Υἱὸς ἵνα τοὺς τῶν ἀνθρώπων  υἱοὺς τέκνα ποιήσῃ Θεοῦ. Τὸ γὰρ ὑψηλὸν τῷ ταπεινῷ  προσομιλοῦν, αὐτὸ μὲν οὐδὲν εἰς τὴν οἰκείαν παραβλάπτεται δόξαν· ἐκεῖνο  δὲ ἀπὸ τῆς πολλῆς  ἀνίστησι ταπεινότητος.  Ὅπερ οὖν  καὶ ἐπὶ τοῦ Χριστοῦ  γέγονε.   Τήν  τε  γὰρ  ἰδίαν   φύσιν   οὐδὲν   ἀπὸ  ταύτης   ἠλάττωσε   τῆς καταβάσεως, ἡμᾶς τε τοὺς διαπαντὸς ἐν ἀδοξίᾳ καθημένους καὶ σκότῳ, πρὸς δόξαν ἄφατον  ἀνήγαγεν.  Οὕτω που καὶ βασιλεὺς πτωχῷ  καὶ πένητι  διαλεγόμενος  μετὰ σπουδῆς καὶ εὐνοίας, ἑαυτὸν μὲν οὐδὲν ᾔσχυνεν, ἐκεῖνον δὲ παρὰ πᾶσι περίβλεπτον ἐποίησεν εἶναι καὶ λαμπρόν. Εἰ δὲ ἐπὶ τῆς ἐπεισάκτου τῶν ἀνθρώπων  ἀξίας οὐδὲν τὸν ἐντιμότερον ἡ πρὸς τὸν εὐτελέστερον ὁμιλία παρέβλαψε, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης  οὐσίας, τῆς ἐπείσακτον μὲν ἐχούσης οὐδὲν, οὐδὲ γινόμενον καὶ ἀπογινόμενον, πάντα δὲ κεκτημένης ἀκίνητα καὶ πεπηγότα εἰς τέλος τὰ ἀγαθά. Ὥστε ὅταν  ἀκούσῃς, ὅτι  Ὁ λόγος  σὰρξ ἐγένετο,  μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐδὲ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα (τοῦτο γὰρ ὄντως ἀσεβές ἐστι καὶ ἐννοῆσαι), ἀλλὰ μένουσα ὅπερ ἐστὶν, οὕτω τοῦ δούλου τὴν  μορφὴν  ἀνέλαβε.

 βʹ. Τίνος  οὖν  ἕνεκεν  τῷ  Ἐγένετο  κέχρηται  ῥήματι;  Τὰ τῶν  αἱρετικῶν  ἐμφράττων στόματα. Ἐπειδὴ γὰρ  εἰσὶν  οἱ  λέγοντες,  ὅτι  φαντασία  τις  ἦν  καὶ  ὑπόκρισις καὶ ὑπόνοια τὰ τῆς οἰκονομίας ἅπαντα, ἄνωθεν αὐτῶν προαναιρῶν τὴν βλασφημίαν, τὸ Ἐγένετο τέθεικεν· οὐ μεταβολὴν  οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς  ἀνάληψιν παραστῆσαι βουλόμενος. Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος  ὑπὲρ ἡμῶν  κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ,  τῆς  οἰκείας  ἀποστᾶσα δόξης,  εἰς  κατάραν  οὐσιώθη·  τοῦτο  γὰρ  οὐδ'  ἂν δαίμονες ἐννοήσαιεν, οὔτε οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν· οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν  καθ' ἡμῶν  κατάραν  δεξάμενος, οὐκ ἀφίησιν  ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὴ καὶ ἐνταῦθα σάρκα, φησὶν, αὐτὸν γενέσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν  οὐσίαν, ἀλλ' ἀναλαβόντα  αὐτὴν,  ἀνεπάφου  μενούσης  ἐκείνης.  Εἰ δὲ λέγοιεν,  ὅτι  Θεὸς ὢν  ἅπαντα  δύναται,  ὥστε καὶ εἰς  σάρκα μεταπεσεῖν  ἐδύνατο· ἐκεῖνο  πρὸς  αὐτοὺς  ἐροῦμεν,  ὅτι  πάντα  δύναται,  ἕως  ἂν  μένῃ  Θεὸς ὤν·  εἰ  δὲ μεταβολὴν  ἐδέξατο,  καὶ  μεταβολὴν  ἐπὶ  τὸ  χεῖρον,  πῶς  ἂν  εἴη  Θεός; Τὸ  γὰρ μεταβάλλεσθαι, πόῤῥω τῆς ἀκηράτου φύσεως ἐκείνης. ∆ιὸ καὶ ὁ Προφήτης ἔλεγε· Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πάσης γὰρ ἀνωτέρα μεταβολῆς ἡ οὐσία αὕτη. Οὔτε γὰρ κρεῖττόν τί ἐστιν αὐτοῦ, ὥστε προκόψαντα αὐτὸν ἐπὶ τοῦτο ἐλθεῖν. Τί λέγω κρεῖττον; . Οὐδὲν ἴσον, οὐδὲ μικρὸν ἐγγύς. Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[λ]οιτο. Τοῦτο δὲ  οὐκ  ἂν  εἴη  Θεός. Ἀλλ'  ἡ  βλασφημία  τραπείη  εἰς  τὴν  τῶν  ταῦτα  λεγόντων κεφαλήν.   Ὅτι  γὰρ  διὰ  τοῦτο  μόνον  εἴρηται  τὸ,  Ἐγένετο,  ἵνα  μὴ  φαντασίαν ὑπολάβῃς,  σκόπει διὰ  τῶν  ἑξῆς,  πῶς  ἐκκαθαίρει  τὸν  λόγον,  καὶ  τὴν  ὑπόνοιαν ἀνατρέπει τὴν πονηράν. Ἐπήγαγε γάρ· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν· μονονουχὶ  λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ, Ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ' ἕτερον. Ἕτερον γὰρ ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις· οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ  ἕν  ἐστιν  ὁ  Θεὸς Λόγος καὶ  ἡ  σὰρξ, οὐ  συγχύσεως  γενομένης,  οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀῤῥήτου τινὸς καὶ ἀφράστου. Τὸ δὲ ὅπως, μὴ ζήτει·  ἐγένετο  γὰρ  ὡς  οἶδεν  αὐτός.  Τίς  οὖν  ἐστιν  ἡ  σκηνὴ  ἣν  κατεσκήνωσεν; Ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἀναστήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν. Πεπτώκει γὰρ ὄντως, πεπτώκει πτῶμα ἀνίατον ἡ φύσις ἡ ἡμετέρα, καὶ τῆς κραταιᾶς ἐκείνης  ἐδεῖτο μόνης  χειρός. Οὐδὲ γὰρ ἦν ἑτέρως ἀναστῆναι  αὐτὴν,  μὴ τοῦ τὴν ἀρχὴν  διαπλάσαντος  αὐτῇ  χεῖρα  ὀρέξαντος,  καὶ  διατυπώσαντος  ἄνωθεν  τῇ  δι' ὕδατος ἀναγεννήσει  καὶ Πνεύματος. Καὶ θέα μοι τὸ φρικτὸν  καὶ ἀπόῤῥητον τοῦ μυστηρίου· ∆ιαπαντὸς κατοικεῖ τὴν σκηνήν· τὴν γὰρ σάρκα τὴν ἡμετέραν περιεβάλετο, οὐχ ὡς πάλιν αὐτὴν ἀφήσων, ἀλλ' ὡς διαπαντὸς ἕξων μεθ' ἑαυτοῦ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων,  ἀρχαγγέλων,  θρόνων, κυριοτήτων,  ἀρχῶν, ἐξουσιῶν. Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην  τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται; τίς ἄγγελος; τίς ἀρχάγγελος; Οὐδεὶς οὐδαμοῦ, οὐ τῶν ἐν οὐρανῷ, οὐ τῶν ἐπὶ γῆς. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ κατορθώματα, καὶ οὕτω μεγάλαι καὶ ὑπερφυεῖς αἱ εὐεργεσίαι αὐτοῦ, ὡς μὴ μόνον ἀνθρωπίνην  γλῶτταν, ἀλλὰ καὶ ἀγγελικὴν δύναμιν ὑπερβαίνειν  αὐτῶν  τὴν ἀκριβῆ διήγησιν. ∆ιὸ καὶ ἡμεῖς εἰς σιγὴν τέως τὸν λόγον κατακλείσομεν, τοσοῦτον ὑμῖν παρεγγυήσαντες, ἀμείψασθαι τὸν τηλικοῦτον  ἡμῶν εὐεργέτην ἀμοιβαῖς, αἳ πάλιν εἰς ἡμᾶς τὸ κέρδος περιστήσουσιν ἅπαν. Αὗται δέ εἰσι, τὸ τῆς ψυχῆς ἡμᾶς μετὰ ἀκριβείας ἐπιμελεῖσθαι τῆς ἡμετέρας. Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας  ἔργον, τὸ μηδενὸς ἐν χρείᾳ τῶν ἡμετέρων καθεστηκότα αὐτὸν λέγειν κομίζεσθαι τὰς ἀμοιβὰς, ὅταν ἡμεῖς τῆς ψυχῆς ἐπιμελώμεθα τῆς ἑαυτῶν. ∆ιὸ καὶ ἐσχάτης ἀνοίας καὶ μυρίων κολάσεων ἄξιον, τὸ τοσαύτης ἀπολελαυκότας τιμῆς, μηδὲ τὰ κατὰ δύναμιν  εἰσενεγκεῖν· καὶ ταῦτα, τῆς ἐκ τούτων  ὠφελείας  εἰς ἡμᾶς περιερχομένης  πάλιν,  καὶ  μυρίων  ἐπὶ  τούτοις  κειμένων  ἡμῖν  ἀγαθῶν.  Ὑπὲρ δὴ τούτων ἁπάντων  δόξαν ἀναπέμψωμεν  τῷ φιλανθρώπῳ  Θεῷ, μὴ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῶν πραγμάτων, ἵνα καὶ τῶν μετὰ ταῦτα τύχωμεν ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΙΒʹ. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.

αʹ. Τάχα πέρα τοῦ δέοντος  ἐφάνημεν  ὑμῖν  ἐπαχθεῖς  καὶ φορτικοὶ  πρώην, πληκτικωτέρῳ  χρησάμενοι τῷ λόγῳ, καὶ μακρὰν κατὰ τῆς τῶν πολλῶν  ῥᾳθυμίας ἀποτείναντες  τὴν κατηγορίαν. Ἀλλ' εἰ μὲν αὐτὸ τοῦτο λυπῆσαι προελόμενοι μόνον ὑμᾶς ταῦτα ἐπράττομεν, εἰκότως ἂν ἕκαστος ἐδυσχέραινεν· εἰ δὲ πρὸς τὸ συμφέρον ὑμῶν  βλέποντες,  τὴν  ἐν  τοῖς  λόγοις  χάριν  παρείδομεν,  εἰ  καὶ  μὴ  ἀποδέξασθαι βούλεσθε τῆς  προμηθείας  ἡμᾶς, ἀλλὰ  συγγνῶναι  τῆς  τοσαύτης ἂν  εἴητε  δίκαιοι φιλοστοργίας.  Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων  μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων  τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν,  αἱ τῶν   μελλόντων   εὐθῦναι   χαλεπώτεραι   γένωνται.   ∆ιὸ  συνεχῶς   ἀναγκαζόμεθα διεγείρειν τε ὑμᾶς καὶ ἀφυπνίζειν, ὥστε μηδὲν τῶν λεγομένων  παραῤῥυῆναι. Οὕτω γὰρ ὑμῖν μετὰ πολλῆς παῤῥησίας νῦν τε ἐξέσται βιῶναι, καὶ κατ' ἐκείνην τὴν ἡμέραν παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ. Ἐπεὶ οὖν ἱκανῶς  ὑμῶν  καθηψάμεθα  πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν. Καὶ ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Εἰπὼν ὅτι Θεοῦ τέκνα γεγόναμεν,  καὶ δείξας οὐκ ἄλλως  ἢ τῷ τὸν Λόγον σάρκα γενέσθαι, πάλιν  αὐτοῦ τούτου λέγει καὶ ἕτερον κέρδος. Τί δὲ τοῦτό ἐστιν; Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· οὐκ ἂν θεασάμενοι, εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν  ὤφθη.  Εἰ γὰρ  Μωϋσέως τῆς  αὐτῆς  ἡμῖν  μετέχοντος  φύσεως  οὐχ ὑπέμειναν οἱ κατ' ἐκεῖνον τὸν καιρὸν τὸ πρόσωπον μόνον δοξασθὲν ἰδεῖν, ἀλλὰ καὶ προκαλύμματος ἐδέησε τῷ δικαίῳ τοῦ δυναμένου τὸ τῆς δόξης ἄκρατον συσκιάσαι, καὶ ἥμερον καὶ προσηνῆ τοῦ Προφήτου τὴν ὄψιν αὐτοῖς δεῖξαι· πῶς θεότητα γυμνὴν, οὖσαν ἀπρόσιτον καὶ αὐταῖς  ταῖς  ἄνω  δυνάμεσιν,  ἡμεῖς οἱ πήλινοι  καὶ γηγενεῖς ἠδυνήθημεν  ἂν ἐνεγκεῖν; ∆ιὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι  καὶ συναναστραφῆναι δυνηθῶμεν  μετὰ ἀδείας πολλῆς. Τί δέ ἐστι τὸ, ∆όξαν ὡς Μονογενοῦς παρὰ Πατρός; Ἐπειδὴ πολλοὶ καὶ τῶν  προφητῶν ἐδοξάσθησαν, οἶον αὐτὸς οὗτος ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος· ὁ μὲν ὑπὸ πυρίνου κυκλούμενος ἅρματος, ὁ δὲ οὕτως ἀναλαμβανόμενος· καὶ μετ' αὐτοὺς ὁ ∆ανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν· καὶ ἄγγελοι δὲ παρὰ ἀνθρώποις φανέντες, καὶ τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρανοίξαντες τοῖς ὁρῶσιν· οὐκ ἄγγελοι δὲ μόνον, ἀλλὰ καὶ τὰ Χερουβὶμ μετὰ πολλῆς ὤφθη τῷ Προφήτῃ τῆς δόξης, καὶ τὰ Σεραφὶμ ὁμοίως· πάντων  δὴ τούτων ἡμᾶς ἀπάγων ὁ εὐαγγελιστὴς, καὶ τῆς κτίσεως καὶ τῆς τῶν ὁμοδούλων λαμπρότητος ἀπανιστὰς τὴν διάνοιαν, πρὸς αὐτὴν ἡμᾶς τῶν ἀγαθῶν ἵστησι τὴν κορυφήν. Οὐ γὰρ προφήτου, φησὶν, οὐδὲ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν ἀνωτέρω  δυνάμεων, οὐκ ἄλλης τινὸς κτιστῆς φύσεως, εἴ γέ τίς ἐστι καὶ ἑτέρα, ἀλλ' αὐτοῦ τοῦ ∆ε . σπότου, αὐτοῦ τοῦ Βασιλέως, αὐτοῦ γνησίου Μονογενοῦς Παιδὸς, αὐτοῦ τοῦ πάντων ἡμῶν Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ Ὡς, ἐνταῦθα, οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ· ὡσανεὶ ἔλεγεν· Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ. Καὶ τοῖς πολλοῖς δὲ ἔθος· οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι. Οὐδὲ γὰρ πρὸς κάλλος ἡμῖν ὀνομάτων, οὐδὲ  πρὸς  ἁρμονίαν  συνθήκης  πρόκειται  νῦν  εἰπεῖν,  ἀλλὰ  πρὸς  τὴν  ὑμετέραν ὠφέλειαν  μόνον·  ὅθεν  οὐδὲν  κωλύει  καὶ ἀπὸ τῆς  τῶν  πολλῶν  συνηθείας  αὐτὸ βεβαιῶσαι. Τίς δέ ἐστιν ἡ συνήθεια τῶν πολλῶν; Βασιλέα πολλάκις  σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν. Ἐπειδὰν δὲ καὶ ταῦτα καὶ ἕτερα πρὸς τούτοις καταλέξαντες, μὴ δυνηθῶσιν ἅπασαν τῷ  λόγῳ  παραστῆσαι τὴν  λαμπρότητα,  εὐθέως  τοῦτο ἐπάγουσι· Τί δεῖ τὰ πολλὰ λέγειν;  ἅπαξ  ὡς  βασιλεύς·  διὰ  τοῦ,  ὡς,  οὐ  τὸ  βασιλέως  ὅμοιον  εἶναι  δεῖξαι βουλόμενοι τοῦτον περὶ οὗ πάντα λέγουσιν, ἀλλὰ τὸ αὐτὸν βασιλέα γνήσιον εἶναι. Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον  τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων. Οἱ μὲν γὰρ ἄλλοι πάντες, καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ προφῆται, προσταττόμενοι πάντα ἐποίουν· αὐτὸς δὲ μετ' ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης· ὅπερ οὖν καὶ οἱ ὄχλοι ἐθαύμαζον, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων.  βʹ. Ἐφάνησαν μὲν οὖν, ὅπερ εἶπον, καὶ ἄγγελοι  μετὰ δόξης πολλῆς ἐπὶ τῆς γῆς· οἷον ἐπὶ τοῦ ∆ανιὴλ, ἐπὶ τοῦ ∆αυῒδ, ἐπὶ τοῦ Μωϋσέως· ἀλλ' ὡς δοῦλοι καὶ δεσπότην ἔχοντες, οὕτω πάντα ἔπραττον· αὐτὸς δὲ ὡς δεσπότης καὶ πάντων  κρατῶν, καὶ ταῦτα μετ' εὐτελοῦς σχήματος καὶ ταπεινοῦ φανείς· ἀλλ' ὅμως καὶ οὕτως ἡ κτίσις τὸν ∆εσπότην ἐπέγνω τὸν ἑαυτῆς. Πῶς; Ἀστὴρ μὲν γὰρ ἀπ' οὐρανοῦ μάγους καλῶν προσκυνήσοντας αὐτόν· ἀγγέλων δὲ ὄχλος πολὺς πανταχοῦ κεχυμένος  τὸν  ∆εσπότην  περιεπόντων,  καὶ  ἀνυμνούντων   αὐτόν·  καὶ  ἕτεροι  δὲ ἐξαπίνης ἀνεφύοντο  κήρυκες, καὶ πάντες ἀλλήλοις  ἀπαντῶντες,  εὐηγγελίζοντο  τὸ ἀπόῤῥητον τοῦτο μυστήριον, τοὺς μὲν ποιμένας οἱ ἄγγελοι, τοὺς δὲ τῆς πόλεως οἱ ποιμένες· καὶ τὴν μὲν Μαρίαν καὶ τὴν Ἐλισάβετ, ὁ Γαβριὴλ, τοὺς δὲ εἰς τὸ ἱερὸν παραγινομένους  ἡ Ἄννα μετὰ τοῦ Συμεών. Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς  ἡδονῆς  ἐπτερώθησαν,  ἀλλὰ  καὶ  τὸ μηδέπω  βρέφος  εἰς  φῶς  ἐξελθὸν,  ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν. Καὶ ταῦτα μὲν παρὰ τὸν τόκον εὐθέως· ὅτε δὲ ἐπὶ πλέον  ἑαυτὸν ἐξέφηνε, πάλιν ἕτερα θαύματα τῶν  προτέρων ἐφαίνετο  μείζονα. Οὐκ ἔτι γὰρ ἀστὴρ καὶ οὐρανὸς, οὐδὲ ἄγγελοι  καὶ ἀρχάγγελοι,  οὐδὲ Γαβριὴλ καὶ Μιχαὴλ, ἀλλ'  αὐτὸς . αὐτὸν ἄνωθεν ἀπὸ τῶν οὐρανῶν ἐκήρυττεν ὁ Πατὴρ, καὶ μετὰ τοῦ Πατρὸς ὁ Παράκλητος, ἐφιπτάμενος αὐτῷ μετὰ τῆς φωνῆς, καὶ μένων ἐπ' αὐτόν. Ὄντως διὰ ταῦτα ἔλεγεν· Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰ μετὰ ταῦτα τοῦτό φησιν. Οὐκ ἔτι γὰρ ποιμένες μόνον, οὐδὲ χῆραι γυναῖκες, οὐδὲ ἄνδρες πρεσβῦται ἡμᾶς εὐαγγελίζονται,  ἀλλὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, πάσης σάλπιγγος λαμπρότερον βοῶσα, καὶ οὕτω γεγωνὸς, ὡς καὶ ἐνταῦθα αὐτῆς εὐθέως ἀκουσθῆναι τὸν ἦχον. Ἀπῆλθε γὰρ, φησὶν, εἰς τὴν Συρίαν ἡ ἀκοὴ αὐτοῦ, καὶ πᾶσιν αὐτὸν ἀπεκάλυπτε· καὶ πάντα πάντοθεν ἐβόα, ὅτι βασιλεὺς τῶν οὐρανῶν παραγέγονεν. Οἵ τε γὰρ δαίμονες πάντοθεν ἔφευγον καὶ ἀπεπήδων, ὅ τε διάβολος  ἐγκαλυψάμενος  ὑπεχώρει,  αὐτός τε ὁ θάνατος  ὑπεξίστατο τέως, καὶ μετὰ ταῦτα  τέλεον  ἠφανίζετο·  καὶ πάσης ἀῤῥωστίας εἶδος  ἐλύετο,  καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι· καὶ ἦν ἰδεῖν πράγματα παράδοξα καὶ θαυμαστὰ, καὶ ἅπερ εἰκότως ἐπεθύμησαν προφῆται ἰδεῖν, καὶ οὐκ εἶδον. Ἦν γὰρ ἰδεῖν ὀφθαλμοὺς  διαπλαττομένους,  καὶ τὸ ποθεινὸν ἐκεῖνο, ὃ πάντες ἐπεθύμησαν ἂν ἰδεῖν, πῶς τὸν Ἀδὰμ ἀπὸ τῆς γῆς ἔπλασεν ὁ Θεὸς, τοῦτο ἐν βραχεῖ πᾶσιν ἐπιδεικνύντα, καὶ ἐν τῷ βελτίονι τοῦ σώματος μέρει· τά τε παραλελυμένα καὶ διῳκισμένα συγκολλώμενα μέλη, καὶ ἀλλήλοις συναρμοττόμενα, χεῖρας νεκρὰς κινουμένας, πόδας παραλελυμένους ἀθρόον ἁλλομένους,  ὦτα  βεβυσμένα ἀναπεταννύμενα,  καὶ  γλῶτταν  ἠχοῦσαν  μέγα,  τὴν πρότερον ἀφωνίᾳ δεδεμένην. Καθάπερ γάρ τις τεχνίτης ἄριστος, οἰκίαν ὑπὸ χρόνου σαθρωθεῖσαν ἀναλαβὼν, τὴν κοινὴν τότε τῶν ἀνθρώπων φύσιν, οὕτω ταύτης τά τε ἀποκλασθέντα ἀνεπλήρωσε μέρη, τά τε διεστῶτα καὶ διαλελυμένα συνέσφιγξε, καὶ τὰ τέλεον πεπτωκότα  ἀνέστησε. Τί ἄν τις εἴποι τῆς ψυχῆς τὴν διάπλασιν, πολλῷ θαυμαστοτέραν τῆς ἐν τοῖς σώμασιν οὖσαν; Μέγα μὲν γὰρ καὶ ἡ τῶν σωμάτων ὑγεία, πολλῷ δὲ μεῖζον ἡ τῶν ψυχῶν, καὶ τοσούτῳ μεῖζον, ὅσῳ ψυχὴ σώματος ἄμεινον· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι ἡ μὲν τῶν σωμάτων φύσις, ᾗπερ ἂν αὐτὴν ὁ ∆ημιουργὸς ἄγειν  βούληται, ταύτῃ ἕπεται, καὶ τὸ ἀντιπίπτον  οὐδέν· ἡ δὲ ψυχὴ κυρία ἑαυτῆς γενομένη,  καὶ  τῶν  πρακτέων  τὴν  ἐξουσίαν ἔχουσα, οὐ πάντα,  ἂν  μὴ βούληται, πείθεται τῷ Θεῷ. Ἄκουσαν γὰρ αὐτὴν καὶ βίᾳ που κατηναγκασμένην, οὐ βούλεται ποιῆσαι  καλὴν   καὶ  ἐνάρετον,   ἐπειδήπερ   μηδὲ  ἔστι  τοῦτο   ἀρετή·  ἀλλὰ   χρὴ βουλομένην καὶ ἑκοῦσαν πεῖσαι γενέσθαι τοιαύτην· ὅθεν χαλεπώτερον  τοῦτό ἐστιν ἐκείνης τῆς ἰατρείας. Ἀλλ' ὅμως καὶ τοῦτο κατωρθοῦτο, καὶ πᾶν εἶδος κακίας ἠλαύνετο. Καὶ ὥσπερ τὰ σώματα τὰ θεραπευόμενα, οὐ πρὸς ὑγίειαν μόνον, ἀλλὰ καὶ πρὸς εὐεξίαν τὴν ἀνωτάτω  μετεῤῥύθμιζεν· οὕτω καὶ τὰς ψυχὰς, οὐ τῆς κακίας τῆς ἐσχάτης ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἤγαγε· καὶ ὁ τελώνης ἀπόστολος ἐγίνετο, καὶ ὁ διώκτης καὶ βλάσφημος καὶ ὑβριστὴς, κῆρυξ τῆς οἰκουμένης  ἀπεδείκνυτο·  καὶ μάγοι, διδάσκαλοι  Ἰουδαίων  ἐγίνοντο·  καὶ λῃστὴς, παραδείσου  πολίτης   ἀνεφαίνετο·   καὶ  πόρνη,  πολλῇ   τῇ  πίστει  διέλαμπε·  καὶ Χαναναία καὶ Σαμαρεῖτις γυνὴ, ἑτέρα πόρνη καὶ αὐτὴ, ἡ μὲν τὸ κήρυγμα τῶν ὁμοφύλων  ἀνεδέξατο,  καὶ  πόλιν  ὁλόκληρον  σαγηνεύσασα, οὕτω  προσήγαγε  τῷ Χριστῷ· . ἡ δὲ τῇ πίστει καὶ τῇ προσεδρείᾳ δαίμονα πονηρὸν ἀπελαθῆναι τῆς τοῦ θυγατρίου ψυχῆς παρεσκεύασε. Καὶ ἕτεροι δὲ πολλῷ  τούτων  χείρους εἰς τὴν τῶν μαθητῶν  εὐθέως  κατελέγοντο  τάξιν.  Καὶ πάντα  ἀθρόον  μετεσχηματίζετο,  τῶν σωμάτων τὰ πάθη, τῶν ψυχῶν τὰ νοσήματα, καὶ πρὸς ὑγείαν καὶ τὴν ἀκριβεστάτην ἀρετὴν μετεπλάττοντο,  καὶ τούτων,  οὐ δύο καὶ τρεῖς ἄνθρωποι,  οὐδὲ πέντε,  καὶ δέκα, καὶ εἴκοσι καὶ ἑκατὸν μόνον, ἀλλὰ πόλεις ὁλόκληροι καὶ ἔθνη μετὰ πολλῆς τῆς εὐκολίας μετεῤῥυθμίζοντο. Τί ἄν τις εἴποι τῶν προσταγμάτων τὴν φιλοσοφίαν, τῶν οὐρανίων νόμων τὴν ἀρετὴν, τῆς ἀγγελικῆς πολιτείας τὴν εὐταξίαν; Τοιοῦτον γὰρ ἡμῖν  εἰσηγήσατο βίον, τοιούτους  ἡμῖν  ἔθηκε νόμους, τοιαύτην  κατεστήσατο πολιτείαν, ὡς τοὺς τούτοις χρωμένους ἀγγέλους εὐθέως γίνεσθαι, καὶ ὁμοίους Θεῷ κατὰ δύναμιν  τὴν ἡμετέραν, κἂν ἁπάντων  ἀνθρώπων  κακίους τύχωσιν  ὄντες.

γʹ. Ταῦτα οὖν ἅπαντα  συναγαγὼν  ὁ εὐαγγελιστὴς  τὰ θαύματα, τὰ ἐν σώμασι, τὰ ἐν ψυχαῖς, τὰ ἐν τοῖς στοιχείοις, τὰ προστάγματα, τὰ δῶρα τὰ ἀπόῤῥητα ἐκεῖνα, καὶ τῶν οὐρανῶν ὑψηλότερα, τοὺς νόμους, τὴν πολιτείαν, τὴν πειθὼ, τὰς μελλούσας ὑποσχέσεις, τὰ  παθήματα  αὐτοῦ,  τὴν  θαυμαστὴν  ταύτην  καὶ  ὑψηλῶν  γέμουσαν δογμάτων   ἀφῆκε   φωνὴν   λέγων·   Ἐθεασάμεθα  τὴν   δόξαν   αὐτοῦ,   δόξαν   ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας.  Οὐ γὰρ διὰ τὰ θαύματα μόνον αὐτὸν θαυμάζομεν, ἀλλὰ καὶ διὰ τὰ παθήματα· οἷον, ἐπειδὴ προσηλώθη τῷ σταυρῷ καὶ ἐμαστιγώθη, ἐπειδὴ ἐῤῥαπίσθη, ἐπειδὴ ἐνεπτύσθη, ἐπειδὴ ἔλαβεν  ἐπὶ κόῤῥης πληγὰς παρὰ τῶν  εὐεργετηθέντων  αὐτῶν. Καὶ γὰρ καὶ ἐπὶ τούτοις αὐτοῖς τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι, τὸ αὐτὸ ῥῆμα πάλιν ἄξιον ἐπιφθέγξασθαι, ἐπεὶ καὶ αὐτὸς δόξαν τὸ πρᾶγμα ἐκάλεσεν. Οὐ γὰρ δὴ μόνον κηδεμονίας καὶ ἀγάπης ἦν τὰ γινόμενα, ἀλλὰ καὶ δυνάμεως ἀφάτου. Τότε γὰρ καὶ θάνατος ἠφανίζετο, καὶ κατάρα ἐλύετο, καὶ δαίμονες κατῃσχύνοντο καὶ ἐδειγματίζοντο θριαμβευόμενοι, καὶ τὸ χειρόγραφον  τῶν  ἁμαρτιῶν  τῷ σταυρῷ προσηλοῦτο. Εἶτα ἐπειδὴ ταῦτα ἀοράτως ἐθαυματουργεῖτο, ἐγένετό τινα καὶ ὁρατῶς, δεικνύντα ὅτι ὄντως μονογενὴς ἦν Υἱὸς τοῦ  Θεοῦ, καὶ  τῆς  κτίσεως  πάσης  ∆εσπότης.  Ἔτι  γὰρ  τοῦ  μακαρίου  σώματος κρεμαμένου, ἀπέστρεφε μὲν ὁ ἥλιος τὰς ἀκτῖνας, ἐκλονεῖτο δὲ ἡ γῆ καὶ ἐσκοτίζετο πᾶσα, καὶ τάφοι μὲν ἀνεῤῥήγνυντο,  καὶ τὸ ἔδαφος ἐτινάσσετο, καὶ νεκρῶν  δῆμος ἄπειρος  ἐξεπήδα,  καὶ  εἰς  τὴν  πόλιν  εἰσῄει· τῶν  δὲ  τοῦ  μνήματος  αὐτοῦ  λίθων ἡρμοσμένων τῇ θήκῃ, ἔτι καὶ τῶν  σημάντρων ἐπικειμένων,  ἀνίστατο ὁ νεκρὸς ὁ σταυρωθεὶς,  ὁ  προσηλωθεὶς,  καὶ  τῆς  δυνάμεως  τῆς  πολλῆς  τότε  τοὺς  ἔνδεκα μαθητὰς ἐμπλήσας, ἔπεμπε τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις, ἰατροὺς κοινοὺς τῆς φύσεως ἐσομένους ἁπάσης, καὶ τὸν βίον ὀρθώσοντας, τὴν τῶν οὐρανίων δογμάτων  γνῶσιν  πανταχοῦ  διασπεροῦντας γῆς, τὴν  δὲ τῶν  δαιμόνων  λύσοντας τυραννίδα, καὶ τὰ μεγάλα καὶ ἀπόῤῥητα διδάξοντας ἀγαθὰ, καὶ εὐαγγελιουμένους ἡμῖν  ψυχῆς  ἀθανασίαν,  καὶ  σώματος ζωὴν  αἰώνιον,  τὰ  καὶ  νοῦν  ὑπερβαίνοντα ἔπαθλα, καὶ μηδέποτε ἕξοντα τέλος. Ταῦτα οὖν καὶ τὰ τούτων πλείονα ἐννοήσας ὁ μακάριος οὗτος, ἃ ᾔδει μὲν αὐτὸς, γράψαι δὲ οὐκ ἠνέσχετο, διὰ τὸ μὴ χωρεῖν τὸν κόσμον· πάντα  γὰρ Ἂν  γράφηται  καθ' ἓν, οὐδὲ αὐτὸν  οἶμαι  τὸν  κό . σμον χωρῆσαι  τὰ  γραφόμενα  βιβλία·  ταῦτα  οὖν  ἅπαντα  λογισάμενος,  ἀνεβόησεν, ὅτι Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρη χάριτος καὶ ἀληθείας. Τοὺς δὴ οὖν τοσούτων μὲν θεαμάτων,  τοιούτων  δὲ καταξιωθέντας ἀκουσμάτων, τοσαύτης δὲ ἀπολαύσαντας  δωρεᾶς, καὶ βίον  ἄξιον  τῶν  δογμάτων ἐπιδείκνυσθαι  χρὴ,  ὥστε  καὶ  τῶν  ἐκεῖσε ἀπολαῦσαι  καλῶν.  ∆ιὰ τοῦτο  γὰρ  καὶ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα μὴ μόνον τὴν ἐνταῦθα δόξαν ἴδωμεν αὐτοῦ, ἀλλὰ καὶ τὴν μέλλουσαν. ∆ιὰ τοῦτο ἔλεγε· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, Εἰ δὲ αὕτη ἡ δόξα οὕτω γέγονε λαμπρὰ καὶ περιφανὴς,  τί ἄν τις εἴποι περὶ ἐκείνης; Οὐ γὰρ ἐν γῇ φανεῖται  φθαρτῇ, οὐδὲ ἐν ἐπικήροις σώμασιν ὄντων  ἡμῶν, ἀλλ' ἐν ἀκηράτῳ καὶ ἀγήρῳ τῇ κτίσει, καὶ μετὰ τοσαύτης τῆς λαμπρότητος, μεθ' ὅσης οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Ὦ μακάριοι καὶ τρισμακάριοι καὶ τοῦτο πολλάκις, οἱ τῆς δόξης καταξιούμενοι ἐκείνης γενέσθαι θεαταί! Περὶ ταύτης ὁ Προφήτης φησίν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἀλλ' ἡμῶν μηδένα γένοιτο ἀρθῆναι, μηδὲ ἀθέατον αὐτῆς γενέσθαι ποτέ. Εἰ γὰρ μὴ μέλλοιμεν ἀπολαύσεσθαι ταύτης, εὔκαιρον καὶ παρ' ἡμῶν εἰπεῖν· Καλὸν ἦν ἡμῖν, εἰ μὴ ἐγεννήθημεν. Τί γὰρ ζῶμεν; τί ἀναπνέομεν; τί δὲ ἐσμὲν, ἂν τῆς θεωρίας ἀποτύχωμεν ἐκείνης; ἂν τὸν ∆εσπότην τὸν ἡμέτερον μηδεὶς ἡμῖν συγχωρήσῃ θεάσασθαι τότε;  Εἰ γὰρ  οἱ  τὸ  φῶς  τὸ  ἡλιακὸν  μὴ  θεώμενοι,  παντὸς  θανάτου πικροτέραν ὑπομένουσι ζωήν· τί παθεῖν εἰκὸς τοὺς τοῦ φωτὸς . ἀποστερηθέντας ἐκείνου; Ἐνταῦθα μὲν γὰρ ἐν τούτῳ μόνον ἡ ζημία, ἐκεῖ δὲ οὐ μέχρι τούτου μόνον· καίτοι καὶ εἰ τοῦτο μόνον ἦν τὸ δεινὸν, οὐδὲ οὕτως ἶσον τὸ τῆς κολάσεως ἦν, ἀλλὰ τοσούτῳ χαλεπώτερον, ὅσον ὁ ἥλιος ἐκεῖνος τούτου κρείττων ἀσυγκρίτως ἐστί· νῦν δὲ καὶ ἑτέραν ἔστι προσδοκῆσαι τιμωρίαν. Τὸν γὰρ ἐκεῖνο τὸ φῶς οὐχ ὁρῶντα, οὐκ εἰς τὸ σκότος δεῖ ἀπενεχθῆναι  μόνον, ἀλλὰ καὶ καίεσθαι διὰ παντὸς, καὶ τήκεσθαι, καὶ  βρύχειν  τοὺς  ὀδόντας,  καὶ  μυρία  ἕτερα  πάσχειν  δεινά.  Μὴ δὴ  περιίδωμεν ἑαυτοὺς, διὰ τῆς βραχείας ταύτης ὀλιγωρίας  καὶ ἀνέσεως εἰς αἰώνιον  ἐμπίπτοντας κόλασιν, ἀλλὰ γρηγορήσωμεν, νήψωμεν,  πάντα πράξωμεν καὶ πραγματευσώμεθα, ὥστε ἐκείνης τυχεῖν τῆς ἀπολαύσεως, καὶ πόῤῥω γενέσθαι τοῦ ποταμοῦ τοῦ πυρὸς τοῦ συρομένου μετὰ πολλοῦ ῥοίζου πρὸ τοῦ βήματος τοῦ φρικτοῦ. Τὸν γὰρ ἅπαξ ἐμπεσόντα ἐκεῖ, χρὴ μένειν διὰ παντὸς, καὶ ὁ τῆς κολάσεως ἐξαιρησόμενος οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ, οὐκ ἀδελφός.  Καὶ ταῦτα  αὐτοὶ  οἱ προφῆται  βοῶσιν, ὁ μὲν λέγων, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὁ δὲ Ἰεζεκιὴλ καὶ τούτου τι πλέον ἐδήλωσεν εἰπών· Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιὴλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται. Μία γὰρ προστασία μόνη, ἡ διὰ τῶν ἔργων ἐστὶν ἐκεῖ, καὶ τὸν  ταύτης  ἀπεστερημένον, ἑτέρωθεν  σωθῆναι  οὐκ ἔνι. Ταῦτα οὖν διηνεκῶς στρέφοντες καὶ ἀναλογιζόμενοι, ἐκκαθάρωμεν ἡμῶν τὸν βίον, καὶ λαμπρὸν ποιήσωμεν, ὥστε μετὰ παῤῥησίας ἰδεῖν τὸν Κύριον καὶ τῶν ἐπηγγελμένων  τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΙΓʹ. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.»

.

 αʹ. Ἆρα μὴ εἰς κενὸν τρέχομεν καὶ κοπιῶμεν; μὴ κατὰ πετρῶν σπείρομεν; ἆρα μὴ παρὰ τὴν ὁδὸν καὶ τὰς ἀκάνθας ἡμῖν λανθάνει τὰ σπέρματα πίπτοντα; Ἀγωνιῶ γὰρ σφόδρα καὶ δέδοικα μὴ ἀνόνητος ἡμῖν ἡ γεωργία γένηται· καὶ ταῦτα οὐδὲ μέλλων αὐτὸς εἰς τὸν τοῦ κόπου τούτου παραβλάπτεσθαι μισθόν· οὐ γὰρ οἷα τῶν γηπόνων, τοιαῦτα καὶ τὰ τῶν διδασκόντων  ἐστίν. Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις  μόχθους,  καὶ  τὴν  ταλαιπωρίαν  ἐκείνην,  καὶ  τοὺς  ἱδρῶτας,  ἂν  μηδὲν ἐξενέγκῃ τῶν πόνων  ἄξιον ἡ γῆ, παρ' οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων  τινὰ παραμυθίαν εὑρεῖν· ἀλλ' ὑποστρέφει μετ' αἰσχύνης καὶ κατηφείας ἀπὸ τῆς ἅλω πρὸς τὴν οἰκίαν, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐδένα ἔχων ἀπαιτῆσαι τῆς φιλοπονίας τῆς μακρᾶς τὴν ἀντίδοσιν. Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη  γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων  πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς. Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται  κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ τῶν πραγμάτων τέλος. Καὶ ὅτι οὕτως ἔχει, ἄκουε· Καὶ σὺ, φησὶν, υἱὲ ἀνθρώπου, διαμάρτυρε τῷ λαῷ τούτῳ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ διὰ τοῦ Ἰεζεκιὴλ δὲ τοῦτο μαθεῖν . ἐστιν· ἐὰν ὁ σκοπὸς γὰρ προείπῃ, τί μὲν φυγεῖν τί δὲ ἑλέσθαι δέοι, τὴν ψυχὴν ἐξείλετο τὴν ἑαυτοῦ, κἂν ὁ προσέχων μηδεὶς ᾖ. Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν  ὑμῶν  τὸ ἔργον ἴδωμεν  μὴ προκόπτον, οὐδὲν  ἄμεινον  ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων. Τοῦτο γὰρ διδασκάλου συμπάθεια, τοῦτο κηδεμονία πατρός. Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι  τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος· Ἔασον γάρ με, φησὶ, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα ἢ τοῦτο· ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ  δοῦλος,  καὶ  σφόδρα  φίλος  γνήσιος  καὶ  γενναῖος,   οὐδὲ  ἀκοῦσαι  ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι. Τοιοῦτον εἶναι χρὴ τὸν προεστῶτα ψυχῶν.  Καὶ γὰρ ἄτοπον παῖδας μὲν ἔχοντά  τινα φαύλους  μὴ ἐθελῆσαι ἑτέρων κληθῆναι πατέρα, ἀλλὰ τῶν παρ' αὐτοῦ φύντων· μαθητὰς δὲ ἐγχειρισθέντας  ἑτέρους  ἐξ  ἑτέρων  ἀμείβειν  ἀεὶ,  καὶ  νῦν  μὲν  τούτων,  αὖθις  δὲ ἐκείνων,  καὶ μετὰ τούτων  πάλιν  ἄλλων  προστασίαν ἡμᾶς ἁρπάζειν, πρὸς οὐδένα οἰκείως   διακειμένους.   Ἀλλὰ  περὶ  ὑμῶν   μὴ  γένοιτο   ταῦτα   ὑποπτεῦσαί  ποτε. Πεποίθαμεν γὰρ, ὅτι  μᾶλλον  περισσεύετε ἐν  τῇ  πίστει  τῇ  εἰς  τὸν  Κύριον ἡμῶν Ἰησοῦν . Χριστὸν, καὶ τῇ ἀγάπῃ  τῇ εἰς ἀλλήλους  καὶ εἰς πάντας.  Ταῦτα δὲ λέγομεν   βουλόμενοι   τὴν   σπουδὴν  ἐπιταθῆναι   τὴν   ὑμετέραν,  καὶ  ἐπὶ  μεῖζον ἐπιδοθῆναι τῆς πολιτείας  ὑμῶν τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν προκειμένων  ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν σήμερον; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Πολύς ἐστιν οὗτος ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω τὸν Ἰωάννην στρέφων, καὶ τὴν μαρτυρίαν αὐτοῦ πολλαχοῦ περιφέρων. Ποιεῖ δὲ οὐχ ἁπλῶς  τοῦτο, ἀλλὰ  καὶ σφόδρα συνετῶς. Ἐπειδὴ γὰρ πολὺ  τὸ θαῦμα εἶχον  τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι (καὶ γὰρ καὶ ὁ Ἰώσηπος τῇ τούτου τελευτῇ τὸν πόλεμον  λογίζεται,  δι' αὐτόν  τε δείκνυσι μηδὲ πόλιν  εἶναι  τήν ποτε μητρόπολιν οὖσαν, καὶ μακροὺς συνείρει περὶ αὐτοῦ λόγους ἐγκωμίων)· ἀπ' αὐτοῦ τοίνυν τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ Προδρόμου μαρτυρίας. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ'  ἕκαστον τῶν ἐπ'  αὐτῷ γινομένων  ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ ὅταν ἐπιβουλεύηται,  καὶ  πανταχόθεν  οὕτως  ἀκριβῶς  ἀναζητῆται,  ὡς  καὶ  τὴν  ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς, καὶ ὀδυρμὸς πολὺς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ τοῦ Ὠσηὲ μεμνημένοι, ὅταν ἐξ Αἰγύπτου πάλιν  ἀναβαίνῃ, Ἐξ Αἰγύπτου, λέγοντα καὶ αὐτὸν, ἐκάλεσα τὸν υἱόν μου· καὶ πανταχοῦ τοῦτο ποιοῦσιν. Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον  τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας  μόνον, ἀλλὰ καὶ τὸν ζῶντα  καὶ παραγενόμενον  ὑποδείξαντα  καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς· οὐ τὸν ∆εσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον  σπεύδων,  ἀλλὰ  τῇ  τῶν  ἀκροατῶν  ἀσθενείᾳ  συγκαταβαίνων. Ὥσπερ γὰρ εἰ μὴ τὴν τοῦ δούλου μορφὴν ἔλαβεν, οὐκ ἂν εὐπαράδεκτος γέγονεν· οὕτως εἰ μὴ τῇ τοῦ δούλου φωνῇ τὰς ἀκοὰς τῶν ὁμοδούλων προεγύμνασεν, οὐκ ἂν οἵ γε πολλοὶ  τῶν  Ἰουδαίων  τὸν  λόγον  ἐδέξαντο.  βʹ. Πρὸς δὲ τούτῳ  καὶ ἕτερον κατεσκευάζετο μέγα τι καὶ θαυμαστόν. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν,  ὕποπτον  ποιεῖ  τὴν  μαρτυρίαν,  καὶ  προσίσταται πολλοῖς  τῶν  ἀκουόντων πολλάκις,  ἕτερος περὶ αὐτοῦ παραγίνεται  μαρτυρήσων. Χωρὶς δὲ τούτων,  καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ  πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον  αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες· διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν  ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου  πολλάκις  καὶ συν . εχῶς. Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης  ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο· οἱ δὲ ἔτι κάτω στρεφόμενοι καὶ πολλοῖς προκαλύμμασι συγκεκαλυμμένοι, τῆς ταπεινοτέρας ταύτης ἐδέοντο. Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ' ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο. Ὁ γὰρ πέμψας με βαπτίζειν,  φησὶν, ἐν ὕδατι, ἐκεῖνός  μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, οὗτός ἐστιν. Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς  λέγοντα,   ἀλλὰ  τὰ  ἄνωθεν   ἀπαγγέλλοντα.   Τί  οὖν  οὗτός  φησιν;  Αὐτὸς μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων. Τί ἐστι τὸ, Κέκραγε; Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει. Καὶ τί ἀνακηρύττει; τί δὲ μαρτυρεῖ  καὶ  κέκραγεν;  Οὗτος  ἦν,  φησὶν,  ὃν  εἶπον,  ὁ  ὀπίσω  μου  ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Συνεσκιασμένη ἡ μαρτυρία, καὶ ἔτι πολὺ τὸ ταπεινὸν ἔχουσα. Οὐ γὰρ εἶπεν, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής· ἀλλὰ τί; Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν,  καὶ τῇ μετὰ ταύτην  ἡμέρᾳ ἑτέραν πολλῷ  πλείονα  προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· τὸν  αὐτὸν  τρόπον καὶ ὁ μακάριος Ἰωάννης  οὐκ εὐθέως ἐπὶ τὰ ὑψηλὰ τοὺς Ἰουδαίους ἤγαγεν, ἀλλὰ τέως μικρὸν τῆς γῆς ἀναπτῆναι ἐδίδαξεν, εἰπὼν, ὅτι αὐτοῦ κρείττων ἦν ὁ Χριστός. Οὐδὲ γὰρ  οὐδὲ  τοῦτο  μικρὸν  ἦν  τέως,  τὸ  τοὺς  ἀκούοντας  τοῦ  οὕτω  θαυμασίου, τοῦ Ἰωάννου  λέγω,  καὶ  περιφανοῦς,  καὶ  πρὸς ὃν  ἅπαντες  ἔτρεχον,  καὶ  ὃν  ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα  εἶναι. Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν  ἀκροατῶν διανοίαις,  ὅτι  τοῦ  μαρτυροῦντος  ὁ  μαρτυρούμενος  μείζων,  τοῦ  παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς. Καὶ ὅρα πῶς συνετῶς εἰσάγει τὴν μαρτυρίαν. Οὐ γὰρ φανέντα μόνον ἐπιδείκνυσιν, ἀλλὰ καὶ πρὶν ἢ φανῆναι ἀνακηρύττει. Τὸ γὰρ, Οὗτός ἐστιν ὃν εἶπον, τοῦτο δηλοῦντός ἐστιν· ὥσπερ οὖν καὶ Ματθαῖος λέγει, ὅτι πάντων ἐρχομένων πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ  ἱκανὸς  λῦσαι  τὸν  ἱμάντα  τοῦ  ὑποδήματος.  Τίνος  οὖν  ἕνεκεν  καὶ  πρὸ  τοῦ φανῆναι  τοῦτο  ἐποίησεν; Ἵνα  εὐπαράδεκτος  ἡ μαρτυρία γένηται  φανέντος,  τῆς διανοίας  ἤδη  τῶν  ἀκουσάντων  προκατασχεθείσης  τοῖς  περὶ  αὐτοῦ  λεχθεῖσι,  καὶ μηδὲν τῆς εὐτελοῦς  περιβολῆς λυμαινομένης  αὐτῇ. Εἰ μὲν γὰρ μηδὲν μηδ' ὅλως ἀκούσαντες . εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων  μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην,  εὐθέως ἂν τὸ τοῦ σχήματος  εὐτελὲς   προσέστη  τῷ  μεγέθει   τῶν   λεγομένων  Οὕτω  γὰρ  εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας,  καὶ  τελώνας   μετὰ  πολλῆς   τῆς  ἀδείας  θαῤῥεῖν  αὐτῷ   προσιέναι  καὶ διαλέγεσθαι.


 γʹ. Ὅπερ οὖν ἔφην, εἰ ὁμοῦ καὶ τῶν  ῥημάτων  τούτων  ἤκουσαν, καὶ αὐτὸν  ἐθεάσαντο, κἂν κατεγέλασαν  τῆς μαρτυρίας τοῦ Ἰωάννου.  Νῦν δὲ πρὶν  ἢ φανῆναι  τὸν Χριστὸν πολλάκις  ἀκούοντες, καὶ ἐρεθιζόμενοι τοῖς λεγομένοις  περὶ αὐτοῦ, τοὐναντίον  ἔπασχον, οὐ τὴν τῶν ῥημάτων διδασκαλίαν ἀπὸ τῆς ὄψεως τοῦ μαρτυρηθέντος ἐκβάλλοντες, ἀλλὰ ἀπὸ τῆς πίστεως τῶν ἤδη λεχθέντων  καὶ αὐτὸν λαμπρότερον εἶναι νομίζοντες. Τὸ δὲ, Ὀπίσω μου ἐρχόμενος, ὁ μετ' ἐμὲ κηρύσσων, οὐχ ὁ μετ' ἐμὲ γενόμενός ἐστι. Τοῦτο γοῦν καὶ ὁ Ματθαῖος αἰνίττεται λέγων, Ὀπίσω μου ἔρχεται ἀνήρ· οὐ περὶ τῆς ἐκ Μαρίας γεννήσεως αὐτοῦ λέγων,  ἀλλὰ περὶ τῆς παρουσίας τῆς κατὰ τὸ κήρυγμα. Εἰ γὰρ περὶ τῆς γεννήσεως ἔλεγεν, οὐκ ἂν εἶπεν, Ἔρχεται, ἀλλ',  Ἦλθε· γεγεννημένος  γὰρ ἦν  ὅτε  ταῦτα  ἐλέγετο.  Τί οὖν  ἐστι τὸ, Ἔμπροσθέν μου γέγονε; Λαμπρότερος, ἐντιμότερος. Μὴ γὰρ, ἐπειδὴ πρῶτος ἦλθον κηρύττων  ἐγὼ, ἀπὸ τούτου μείζονα ἐκείνου με εἶναι νομίσητε· πολὺ γὰρ ἐλάττων ἐγὼ, καὶ τοσοῦτον ἐλάττων,  ὡς μηδὲ εἰς δούλου τάξιν ἄξιος εἶναι καταλέγεσθαι. Τοῦτο γάρ ἐστι τὸ, Ἔμπροσθέν μου γέγονεν· ὅπερ ἑτέρως παραδηλῶν ὁ Ματθαῖος, ἔλεγεν. Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Ὅτι δὲ οὐδὲ τὸ, Ἔμπροσθέν μου γέγονε, περὶ τῆς εἰς τὸ εἶναι παρόδου εἴρηται, διὰ τῆς ἐπαγωγῆς δῆλόν  ἐστιν. Εἰ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν,  περιττὸν  τὸ ἐπαγόμενον  ἦν  τὸ, Ὅτι πρῶτός μου ἦν. Τίς γὰρ οὕτως ἠλίθιος καὶ ἀνόητος, ὡς ἀγνοῆσαι ὅτι ὁ ἔμπροσθεν αὐτοῦ γενόμενος, πρῶτος αὐτοῦ ἦν; Εἰ γὰρ περὶ ὑπάρξεως τῆς προαιωνίου, οὐδὲν ἕτερόν  ἐστι τὸ λεγόμενον,  ἀλλ' ἢ, ὅτι  Ὁ ὀπίσω μου ἐρχόμενος,  ἔμπροσθέν μου γέγονεν.  Ἄλλως  δὲ καὶ ἀπερινόητον  τὸ τοιοῦτον,  καὶ ἡ αἰτία εἰκῆ προσέῤῥιπται.
Τοὐναντίον γὰρ, εἰ τοῦτο ἐβούλετο δηλῶσαι, ἐχρῆν εἰπεῖν, ὅτι Ὁ ὀπίσω μου ἐρχόμενος, πρῶτός μου ἦν, ἐπειδὴ καὶ ἔμπροσθέν μου γέγονε. Τοῦ μὲν γὰρ πρῶτον εἶναι  εἰκότως  ἄν  τις  ταύτην  δοίη τὴν  αἰτίαν  τὴν  τοῦ  γενέσθαι· τοῦ  δὲ πρῶτον γενέσθαι, οὐκ ἔτι τὸ πρῶτον εἶναι αἴτιον. Ὃ δὲ ἡμεῖς λέγομεν σφόδρα ἂν ἔχοι λόγον. Ἴστε γὰρ δήπου τοῦτο πάντες, ὅτι οὐ τὰ δῆλα, ἀλλὰ τὰ ἄδηλα ἀεὶ αἰτιολογίας δεῖται. Εἰ δὲ περὶ οὐσιώσεως ὁ λόγος ἦν, οὐκ ἦν ἄδηλον, ὅτι πρῶτον γενόμενον πρῶτον ἔδει εἶναι· ἐπειδὴ δὲ περὶ τιμῆς διαλέγεται, εἰκότως τὴν δοκοῦσαν ἀπορίαν εἶναι λύει. Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν  γέγονε·  τουτέστιν,  ἐντιμότερος  ἐφάνη.  Ταύτης  τοίνυν  τῆς  ζητήσεως τίθησιν εὐθέως τὴν αἰτίαν· ἡ δὲ αἰτία, τὸ πρῶτον εἶναι αὐτόν. Οὐδὲ γὰρ ἔκ τινος, φησὶ, προκοπῆς πρῶτόν με ὄντα ὀπίσω ῥίψας ἔμπροσθεν γέγονεν, ἀλλὰ Πρῶτός μου ἦν, εἰ καὶ ὕστερος παραγίνεται.  Καὶ πῶς,  φησὶν,  εἰ περὶ τῆς  ἐκφάνσεως  τῆς  εἰς ἀνθρώπους ἦν, καὶ τῆς μελλούσης ἕψεσθαι παρ' αὐτῶν δόξης ὁ λόγος, τὸ μηδέπω τέλος εἰληφὸς  ὡς ἤδη γεγενημένον  λέγει; οὐ γὰρ εἶπε, Γενήσεται, ἀλλὰ, Γέγονεν. Ὅτι ἔθος τοῦτο τοῖς προφητεύουσιν ἄνωθέν ἐστιν, ὡς περὶ γεγενημένων  πολλαχοῦ περὶ τῶν  μελλόντων  . διαλέγεσθαι.  Ὁ γοῦν  Ἡσαΐας περὶ τῆς σφαγῆς  αὐτοῦ λέγων, οὐκ εἶπεν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεται, ὅπερ ἦν μέλλοντος· ἀλλ', Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω σαρκωθεὶς ἦν, ἀλλ' ὅμως τὸ ἐσόμενον ὁ Προφήτης ὡς  γεγενημένον  λέγει.  Καὶ ὁ  ∆αυῒδ  τὸν  σταυρὸν  δηλῶν,  οὐκ  εἶπεν, Ὀρύξουσι  χεῖράς  μου  καὶ  πόδας·  ἀλλ',   Ὤρυξαν  χεῖράς  μου  καὶ  πόδας·  καὶ,∆ιεμερίσαντο τὰ ἱμάτιά μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ περὶ τοῦ προδότου  διαλεγόμενος  τοῦ  μηδέπω  γεννηθέντος,   οὕτω  πώς  φησιν·  Ὁ  ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν  ἐπ' ἐμὲ πτερνισμόν. Ὁμοίως καὶ περὶ τῶν  ἐν τῷ σταυρῷ γενομένων λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

δʹ. Βούλεσθε καὶ τὸ ἑξῆς ἐπαγάγωμεν, ἢ καὶ ταῦτα ἀπόχρη; Ἔγωγε οἶμαι. Εἰ γὰρ  καὶ  μὴ  κατὰ  πλάτος   διωρύξαμεν   τὸ  χωρίον,   ὅμως  γ'  οὖν  κατὰ  βάθος διεσκάψαμεν· οὐκ ἐλάττονα  δὲ καὶ τοῦτο ἐκείνου  πόνον  ἔχει· καὶ δεδοίκαμεν μὴ κατατείναντες  ὑμᾶς ἀμέτρως, ποιήσωμεν ἀναπεσεῖν. ∆ιὸ τέλος ἐπιθῶμεν  τῷ λόγῳ τὸ προσῆκον. Ποῖον δέ ἐστι τὸ προσῆκον; ∆οξολογία ἡ πρέπουσα τῷ Θεῷ· πρέπει δὲ οὐχ  ἡ  διὰ  τῶν  ῥημάτων  μόνον,  ἀλλὰ  πολλῷ  μᾶλλον  ἡ  διὰ  τῶν  πραγμάτων. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν  τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ οὐδὲν φωτεινότερον  τῆς  ἀρίστης  πολιτείας,  ἀγαπητέ.  Τοῦτο δηλῶν  καί  τίς  φησι  τῶν σοφῶν· Αἱ δὲ ὁδοὶ τῶν  δικαίων  ὁμοίως φωτὶ  λάμπουσι. Λάμπουσι δὲ οὐκ αὐτοῖς μόνον τοῖς τὸ φῶς ἀνάπτουσι διὰ τῶν ἔργων, καὶ ὁδηγοῦσι πρὸς τὴν ὀρθὴν ὁδὸν,ἀλλὰ καὶ τοῖς πλησίον οὖσιν ἐκείνων.  Ἐκχέωμεν  τοίνυν  τὸ ἔλαιον  ταῖς λαμπάσι ταύταις, ὥστε μετεωρότερον γενέσθαι τὸ πῦρ, ὥστε πλούσιον φανῆναι  τὸ φῶς. Τὸ γὰρ ἔλαιον  τοῦτο οὐ νῦν  μόνον  πολλὴν  ἔχει  τὴν  ἰσχύν· ἀλλ' ὅτε καὶ αἱ θυσίαι ἤνθουν, παρευδοκίμησε πολλῷ τῷ τρόπῳ τὴν ἐκείνων  δύναμιν· Ἔλεον γὰρ, φησὶ, θέλω καὶ οὐ θυσίαν καὶ μάλα εἰκότως. Ἐκεῖνο μὲν γὰρ ἄψυχον  τὸ θυσιαστήριον, τοῦτο δὲ ἔμψυχον· κἀκεῖ μὲν τὸ ἐπικείμενον  ἅπαν τοῦ πυρὸς γίνεται  δαπάνη, καὶ τελευτᾷ  εἰς  κόνιν,  καὶ  διαχεῖται  εἰς  τέφραν,  καὶ  εἰς  τὴν  τοῦ  ἀέρος  ὁ  καπνὸς ἀναλύεται φύσιν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλ' ἑτέρους φέρει τοὺς καρπούς. Καὶ ταῦτα ὁ Παῦλος ἐδήλωσε λέγων (τῆς γὰρ φιλοπτωχίας τῶν Κορινθίων τοὺς θησαυροὺς διηγούμενος, οὕτως ἔγραφεν)· Ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶ προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν  εὐχαριστιῶν τῷ Θεῷ· καὶ πάλιν, ∆οξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ Εὐαγγέλιον, καὶ ἁπλότητι τῆς κοινωνίας  τῆς εἰς αὐτοὺς καὶ εἰς  πάντας,  καὶ  τῇ  αὐτῶν   δεήσει  ὑπὲρ  ὑμῶν   ἐπιποθούντων   ὑμᾶς.  Ὁρᾷς  εἰς εὐχαριστίαν ἀναλυομένην  αὐτὴν, καὶ αἶνον  τοῦ Θεοῦ, καὶ συνεχεῖς εὐχὰς τῶν  εὖ παθόντων, καὶ θερμοτέραν ἀγάπην; Θύωμεν τοίνυν, ἀγαπητοὶ, θύωμεν εἰς ταῦτα τὰ θυσιαστήρια καθ' ἑκάστην ἡμέραν. Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία· μόνον ἂν ἐκ δικαίου κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης  ᾖ  καθαρὰ  πλεονεξίας   καὶ  ἁρπαγῆς  καὶ  βίας.  Τοιαύτας  γὰρ  προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ . μισεῖ. Οὐδὲ γὰρ βούλεται ἐξ ἀλλοτρίων τιμᾶσθαι συμφορῶν. Ἀκάθαρτος γὰρ καὶ βέβηλος ἡ τοιαύτη θυσία, καὶ παροξύνειεν  ἂν μᾶλλον, ἢ ἐξιλεώσειε τὸν Θεόν. ∆ιὸ πάσῃ δεῖ κεχρῆσθαι σπουδῇ, ὥστε μὴ ἐν τάξει θεραπείας τὸν τιμώμενον  ἐξυβρίζειν. Εἰ γὰρ τὰ δευτερεῖα προσενεγκὼν ὁ Κάϊν, καὶ ταῦτα οὐδὲ ἠδικηκὼς ἕτερον, ἔδωκε δίκην τὴν ἐσχάτην, ὅταν   καὶ   ἐξ   ἁρπαγῆς   καὶ   πλεονεξίας   προσφέρωμέν   τι,   πῶς   οὐ   πεισόμεθα χαλεπώτερα; ∆ιὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους. Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Ὥσπερ οὖν ἔλαιον οὐκ ἂν τέκοι λίθος, οὕτως οὐδὲ ἀπήνεια φιλανθρωπίαν.  Ὅταν γὰρ τοιαύτην ἔχῃ ῥί . ζαν, οὐκ ἔτι ἐλεημοσύνη τὸ τοιοῦτόν ἐστι. ∆ιὸ παρακαλῶ μὴ πρὸς τοῦτο ὁρᾷν μόνον, ὅπως παρέχωμεν τοῖς δεομένοις, ἀλλὰ καὶ ὅπως μὴ ἐκ τῆς τῶν  ἑτέρων  ἁρπαγῆς. Εἷς γὰρ εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος  φωνῆς ἀκούσεται ὁ ∆εσπότης; Ἂν οὕτως ἑαυτοὺς μετὰ ἀκριβείας ἄγωμεν, δυνησόμεθα τῇ τοῦ Θεοῦ χάριτι  πολλῆς  φιλανθρωπίας  καὶ ἐλέους καὶ συγγνώμης  τυχεῖν  ἐφ' οἷς ἡμάρτομεν πάντα τὸν μακρὸν τοῦτον χρόνον, καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἐκφυγεῖν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας,  εἰς τὴν τῶν οὐρανῶν ἀνελθεῖν  βασιλείαν, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |