Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην Απόστολον Ευαγγελιστήν
Τόμος 59
ΛΕʹ Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύο μεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
.
αʹ. Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδοξίας χαλεπώτερον· αὕτη τὰ μυρία εἴωθε διαφθείρειν ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες, καὶ τοῖς προφήταις συντραφέντες, ὕστεροι τούτων ἐφάνησαν ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ' αὐτοῖς· οἱ δὲ Ἰουδαῖοι καὶ . θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον αὐτὸν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον, καὶ πάντα ἔπραττον, ὥστε καὶ τῆς χώρας αὐτὸν ἐκβαλεῖν, καίτοι γε αὕτη ἡ παρουσία δι' ἐκείνους ἐγεγόνει.
Ἀλλ' ἐκεῖνοι μὲν ἀπήλαυνον, οὗτοι δὲ καὶ μεῖναι ἠξίουν παρ' ἑαυτοῖς. Τούτους οὖν οὐκ ἐχρῆν προσίεσθαι παρακαλοῦντας, εἰπέ μοι, καὶ δεομένους, ἀλλὰ τοῖς μὲν ἐπιβουλεύουσι καὶ διακρουομένοις προσεδρεύειν, τοῖς δὲ ἀγαπῶσι καὶ βουλομένοις αὐτὸν κατέχειν, μὴ διδόναι ἑαυτόν; Ἀλλ' οὐκ ἦν τοῦτο ἄξιον τῆς αὐτοῦ κηδεμονίας. ∆ιὰ τοῦτο καὶ ἐδέξατο, καὶ ἔμεινε παρ' αὐτοῖς ἡμέρας δύο. Αὐτοὶ μὲν γὰρ ἐβούλοντο διηνεκῶς αὐτὸν κατέχειν (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς)· αὐτὸς δὲ οὐκ ἠνείχετο. ἀλλ' ἡμέρας δύο μόνον ἔμεινεν, καὶ ἐν ταύταις πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτόν. Καίτοι γε . τούτους οὐκ εἰκὸς ἦν πιστεῦσαι, τῷ τε σημεῖον μηδὲν ἑωρακέναι, καὶ τῷ ἀπεχθῶς πρὸς Ἰουδαίους ἔχειν· ἀλλ' ὅμως ἐπειδὴ τοῖς λεγομένοις μετὰ ἀληθείας ἐδίκαζον, οὐ προσέστη τοῦτο αὐτοῖς, ἀλλ' ὑψηλοτέραν τῶν κωλυμάτων ἔλαβον ἔννοιαν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτόν· Τῇ γὰρ γυναικὶ, φησὶν, ἔλεγον· Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν αὐτῷ· αὐτοὶ γὰρ ἡμεῖς ἠκούσαμεν καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Οἱ μαθηταὶ τὸν διδάσκαλον ὑπερηκόντισαν. Οὗτοι γὰρ καὶ τῶν Ἰουδαίων κατηγορήσαιεν ἂν δικαίως καὶ τῷ πιστεῦσαι καὶ τῷ δέξασθαι. Ἐκεῖνοι μὲν γὰρ ὑπὲρ ὧν πᾶσαν τὴν πραγματείαν συνεστήσατο, συνεχῶς αὐτὸν ἐλίθαζον· οὗτοι δὲ οὐδὲ πρὸς αὐτοὺς ὁρμώμενον εἵλκυσαν πρὸς ἑαυτούς. Καὶ οἱ μὲν μετὰ σημείων ἀδιόρθωτοι μένουσιν· οὗτοι δὲ χωρὶς σημείων πολλὴν περὶ αὐτὸν τὴν πίστιν ἐπεδείξαντο, καὶ τούτῳ αὐτῷ φιλοτιμοῦνται, τῷ χωρὶς σημείων πιστεῦσαι· ἐκεῖνοι δὲ οὐ παύονται καὶ σημεῖα ζητοῦντες καὶ πειράζοντες. Οὕτως εὐγνώμονος ψυχῆς πανταχοῦ χρεία. Κἂν ἐπιλάβηται τοιαύτης ἡ ἀλήθεια, κρατεῖ ῥᾳδίως· κἂν μὴ κρατήσῃ, οὐ παρὰ τὴν αὐτῆς ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ταύτης ἀγνωμοσύνην τοῦτο γίνεται. Ἐπεὶ καὶ ὁ ἥλιος ὅταν λάβῃ καθαροὺς ὀφθαλμοὺς, φωτίζει ῥᾳδίως· ἂν δὲ μὴ φωτίσῃ, τῆς ἐκείνων ἀῤῥωστίας τὸ ἁμάρτημα, οὐ τῆς ἀσθενείας τούτου. Ἄκουσον γοῦν οὗτοι τί λέγουσιν. Οἴδαμεν, φησὶν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Ὁρᾷς πῶς εὐθέως ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἤμελλεν, καὶ ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις ἤμελλεν ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν αὐτοῦ τὸν λόγον; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Οὗτοι δὲ ὁμολογοῦσιν ἅπαντας ἐν ἐπιτιμίοις εἶναι, ἐκεῖνο τὸ ἀποστολικὸν δηλοῦντες, ὅτι Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Εἰπόντες γὰρ ὅτι Σωτήρ ἐστι τοῦ κόσμου, ἔδειξαν ὅτι τοῦ ἀπολωλότος· καὶ οὐχ ἁπλῶς Σωτὴρ, ἀλλ' ἐν σφόδρα μεγάλοις. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι, καὶ προφῆται καὶ ἄγγελοι· ἀλλ' ὁ ἀληθινὸς Σωτὴρ οὗτός ἐστι, φησὶ, ὁ τὴν ἀληθῆ σωτηρίαν παρέχων, οὐ τὴν πρόσκαιρον μόνον. Τοῦτο πίστεως εἰλικρινοῦς. Καὶ γάρ εἰσιν ἀμφοτέρωθεν θαυμαστοὶ, καὶ ὅτι ἐπίστευσαν, καὶ ὅτι χωρὶς σημείων· οὓς καὶ ὁ Χριστὸς μακαρίζει λέγων· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες· καὶ ὅτι εἰλικρινῶς τοῦτο. Καίτοι τῆς γυναικὸς ἀμφιβόλως λεγούσης ἀκούσαντες, Μήτι οὗτός ἐστιν ὁ Χριστός; οὐκ εἶπον καὶ αὐτοὶ, ὅτι Καὶ ἡμεῖς ὑποπτεύομεν, οὐδ' ὅτι Νομίζομεν, ἀλλ' ὅτι Οἴδαμεν· καὶ οὐχ ἁπλῶς, ἀλλ' ὅτι Οὗτός ἐστιν ἀληθῶς τοῦ κόσμου ὁ Σωτήρ. Οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν τὸν Χριστὸν ὡμολόγουν, ἀλλὰ τὸν ὄντως Σωτῆρα. Καίτοι τίνα εἶδον σωθέντα; Τῶν ῥημάτων ἤκουσαν μόνον, καὶ εἶπον ἅπερ ἂν, εἰ καὶ θαύματα ἐθεάσαντο πολλὰ καὶ μεγάλα, εἶπον. Καὶ τίνος ἕνεκεν ταῦτα οὐ λέγουσιν ἡμῖν οἱ εὐαγγελισταὶ τὰ ῥήματα, καὶ ὅτι θαυμαστῶς διελέχθη; Ἵνα μάθῃς ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν, ἀπὸ δὲ τοῦ τέλους τὸ πᾶν ἐδήλωσαν. Ἔπεισε γὰρ δῆμον ὁλόκληρον καὶ πόλιν ὅλην διὰ τῶν εἰρημένων. Ἔνθα δὲ μὴ πείθονται, τότε ἀναγκάζονται λέγειν τὰ εἰρη . μένα, ἵνα μὴ ἀπὸ τῆς ἀγνωμοσύνης τῶν ἀκουόντων καταψηφίζηταί τις τοῦ δημηγοροῦντος. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν, ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. ∆ιατί τοῦτο πρόσκειται; Ὅτι εἰς Καπερναοὺμ οὐκ ἀπῆλθεν, ἀλλ' εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανᾶ. Ἵνα γὰρ μὴ ἐξετάσῃς, διατί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν, λέγων, ὅτι οὐ προσέσχον αὐτῷ. ∆ιὰ τοῦτο οὐκ ἀπῆλθεν ἐκεῖ, ὥστε μὴ μεῖζον αὐτοῖς γενέσθαι τὸ κρῖμα. βʹ. Καὶ γὰρ πατρίδα αὐτὸν ἐνταῦθα ἡγοῦμαι λέγειν τὴν Καπερναούμ. Ὅτι δὲ οὐκ ἀπήλαυσεν ἐκεῖ τιμῆς, ἄκουσον αὐτοῦ λέγοντος· Καὶ σὺ, Καπερναοὺμ, ἣ ἕως τοῦ οὐρανοῦ ὑψώθης, ἕως ᾅδου καταβιβασθήσῃ. Πατρίδα δὲ ἰδίαν καλεῖ, τὸν τῆς οἰκονομίας δηλῶν λόγον, καὶ τούτῳ τὸ πλέον ἐνδιατρίβων. Τί οὖν; οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς οἰκείοις πολλοὺς θαυμαζομένους; Μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν ἐτιμῶντο, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν. Ὡς δὲ ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. Ὁρᾷς ὅτι οἱ κακιζόμενοι, οὗτοι μάλιστα αὐτῷ προσιόντες εὑρίσκονται; Ὁ μὲν γὰρ ἔλεγεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; ἄλλος δὲ, Ἐρώτησον καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται. Ταῦτα δὲ καὶ αὐτὸν ὑβρίζοντες ἔλεγον, ἐπειδὴ ἐκ Ναζαρὲτ ἐδόκει τοῖς πολλοῖς εἶναι· καὶ τὸ Σαμαρείτην δὲ εἶναι ὠνείδιζον. Σαμαρείτης γὰρ εἶ, καὶ δαιμόνιον ἔχεις, φησίν. Ἀλλ' ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι, φησὶ, πιστεύουσιν εἰς αἰσχύνην τῶν Ἰουδαίων. Εὑρίσκονται δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων· οὗτοι δὲ ἑωρακότες τὰ σημεῖα ἃ ἐποίησεν. Ἦλθεν οὖν ὁ Ἰησοῦς πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ἀναμιμνήσκει τοῦ θαύματος τὸν ἀκροατὴν, τὸ ἐγκώμιον τῶν Σαμαρειτῶν ἐπαίρων. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις καὶ ἀπὸ τῶν ἐκεῖ γενομένων σημείων αὐτὸν ἐδέξαντο· οἱ Σαμαρεῖται δὲ οὐχ οὕτως, ἀλλ' ἀπὸ διδασκαλίας μόνης. Ὅτι μὲν οὖν ἦλθεν ἐκεῖ, εἶπε· τὴν δὲ αἰτίαν οὐ προσέθηκε, δι' ἣν ἦλθεν. Εἰς μὲν γὰρ τὴν Γαλιλαίαν διὰ τὸν φθόνον τὸν Ἰουδαϊκὸν παρεγένετο· εἰς δὲ Κανᾶ τίνος ἕνεκεν; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν καλούμενος εἰς γάμον· νῦν δὲ τίνος ἕνεκεν, καὶ διατί; Ἐμοὶ δοκεῖ τὴν ἀπὸ τοῦ θαύματος πίστιν ἐγγινομένην ἰσχυροτέραν ποιῶν διὰ τῆς παρουσίας, καὶ μᾶλλον αὐτοὺς ἐφελκόμενος τῷ αὐτόκλητος παραγενέσθαι, καὶ τὴν μὲν ἰδίαν ἀφεῖναι πατρίδα, προτιμῆσαι δὲ ἐκείνους. Ἦν δέ τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας, ὅτι Ἰησοῦς ἥκει ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἦλθε πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα ἔλθῃ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤτοι τοῦ γένους ὢν τοῦ βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχων. Τινὲς μὲν οὖν τοῦτον ἐκεῖνον εἶναι νομίζουσι τὸν παρὰ τῷ Ματθαίῳ· δείκνυται δὲ ἕτερος ὢν παρ' ἐκεῖνον, οὐκ ἀπὸ τοῦ ἀξιώματος δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πίστεως. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον τὸν Χριστὸν ἐλθεῖν, ἀξιοῖ μένειν· οὗτος δὲ καὶ μηδὲν τοιοῦτον ἐπαγγελλόμενον, εἰς τὴν οἰκίαν ἕλκει. Κἀκεῖνος μέν φησιν· Οὐκ εἰμὶ ἄξιος ἵνα μου ὑπὸ τὴν στέγην . εἰσέλθῃς· οὗτος δὲ καὶ ἐπείγει, Κατάβηθι, λέγων, πρὶν ἀποθανεῖν τὸν υἱόν μου. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβὰς εἰς Καπερναοὺμ εἰσῄει· ἐνταῦθα δὲ ἀπὸ Σαμαρείας, καὶ οὐκ εἰς Καπερναοὺμ, ἀλλ' εἰς Κανᾶ ἐλθόντος παρεγένετο οὗτος. Κἀκείνου μὲν ὁ παῖς παρέσει κατέκειτο· ὁ δὲ τούτου υἱὸς πυρετῷ. Καὶ ἐλθὼν ἠρώτα ἵνα ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Τί οὖν ὁ Χριστός; Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. Καὶ μὴν τοῦτο πίστεως ἦν, καὶ τὸ ἐλθεῖν καὶ τὸ παρακαλέσαι· καὶ μετὰ ταῦτα δὲ αὐτὸ μαρτυρεῖ ὁ εὐαγγελιστὴς λέγων, ὅτι εἰπόντος τοῦ Ἰησοῦ, Πορεύου, ὁ υἱός σου ζῇ, ἐπίστευσε τῷ λόγῳ αὐτοῦ, καὶ ἐπορεύετο. Τί οὖν ἐστιν ὅ φησιν ἐνταῦθα; Ἤτοι τοὺς Σαμαρείτας θαυμάζων ἔλεγε ταῦτα, ὅτι σημείων χωρὶς ἐπίστευσαν· ἢ τῆς δοκούσης αὐτοῦ πόλεως εἶναι καθαπτόμενος τῆς Καπερναοὺμ, ὅθεν οὗτος ἦν. Ἐπεὶ καὶ ἕτερός τις ἐν τῷ Λουκᾷ λέγων, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ, ἔλεγε πάλιν. Ὥστε εἰ καὶ οὗτος ἐπίστευσεν, ἀλλ' οὐχ ὁλοκλήρως, οὐδὲ ὑγιῶς. Καὶ τοῦτο δηλοῖ ἐκ τοῦ πυνθάνεσθαι ποίᾳ ὥρᾳ ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἐβούλετο γὰρ μαθεῖν, εἴτε αὐτομάτως, εἴτε ἐκ τῆς ἐπιταγῆς τοῦ Χριστοῦ τοῦτο γέγονεν. Ὡς οὖν ἔγνω ὅτι χθὲς ὥραν ἑβδόμην, ἐπίστευσε καὶ αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς ὅτι τότε ἐπίστευσεν, ὅτε οἱ παῖδες εἶπον, οὐχ ὅτε ὁ Χριστός; Τὴν διάνοιαν τοίνυν ἐλέγχει αὐτοῦ, μεθ' ἧς προσελθὼν, ταῦτα ἔλεγεν· οὕτω γὰρ μᾶλλον καὶ εἰς πίστιν αὐτὸν ἐφείλκετο· πρὸ γὰρ τοῦ σημείου οὐ σφόδρα ἦν πεπιστευκώς. Εἰ δὲ καὶ ἦλθε καὶ παρεκάλεσε, θαυμαστὸν οὐδέν. Εἰώθασι γὰρ οἱ πατέρες ὑπὸ πολλῆς φιλίας οὐ μόνον οἷς θαῤῥοῦσιν ἰατροῖς προσιέναι, ἀλλὰ καὶ οἷς μὴ θαῤῥοῦσι διαλέγεσθαι, μηδὲν ὅλως παραλιπεῖν βουλόμενοι. Ἐπεὶ ὅτι ἐκ παρέργου προσῆλθεν, ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, τότε αὐτὸν εἶδεν· ὡς εἴ γε ἦν σφόδρα αὐτῷ πεπιστευκὼς, οὐκ ἂν ὤκνησε, τοῦ παιδὸς μέλλοντος τελευτᾷν, εἰς τὴν Ἰουδαίαν ἐλθεῖν. Εἰ δὲ ἐδεδοίκει, οὐδὲ τοῦτο ἀνεκτόν. Ὅρα γοῦν καὶ αὐτὰ τὰ ῥήματα πῶς ἐμφαίνει τὴν ἀσθένειαν τοῦ ἀνδρός. ∆έον γὰρ εἰ καὶ μὴ πρότερον, ἀλλ' ὅμως μετὰ τὸ τὴν διάνοιαν ἐλέγξαι, μέγα τι φαντασθῆναι περὶ αὐτοῦ, ἄκουσον πῶς ἔτι χαμαὶ σύρεται. Κατάβηθι γὰρ, φησὶ, πρὶν ἢ ἀποθανεῖν τὸ παιδίον μου· ὡς οὐ δυναμένου μετὰ τὸν θάνατον αὐτὸν ἀναστῆσαι, καὶ ὡς οὐκ εἰδότος οἷα τὰ τοῦ παιδίου πράγματα ἕστηκε. ∆ιὰ τοῦτο αὐτὸν ἐλέγχει καὶ τοῦ συνειδότος καθάπτει· δεικνὺς ὅτι τὰ σημεῖα προηγουμένως τῆς ψυχῆς ἕνεκεν ἐγένετο. Ἐνταῦθα γὰρ οὐχ ἧττον τοῦ παιδὸς τὸν πατέρα ἀσθενοῦντα περὶ τὴν διάνοιαν θεραπεύει, πείθων ἡμᾶς μὴ ἀπὸ σημείων, ἀλλὰ ἀπὸ διδασκαλίας προσέχειν αὐτῷ. Τὰ σημεῖα γὰρ οὐ τοῖς πιστοῖς, ἀλλὰ τοῖς ἀπίστοις καὶ παχυτέροις.
γʹ. Τότε μὲν οὖν ὑπὸ τοῦ πάθους οὐ σφόδρα προσεῖχε τοῖς λεγομένοις, ἢ μόνοις τοῖς περὶ τοῦ παιδός. Ὕστερον δὲ ἤμελλε τὸ λεχθὲν ἀναλαμβάνειν, καὶ τὰ μέγιστα ἐντεῦθεν κερδαίνειν· ὃ δὴ καὶ γέγονεν. Τί δήποτε δὲ ἐπὶ μὲν τοῦ ἑκατοντάρχου αὐτεπάγγελτος ὑπέσχετο παραγίνεσθαι· ἐνταῦθα δὲ οὐδὲ καλούμενος ἄπεισιν; Ὅτι ἐκεῖ μὲν ἡ πίστις ἀπήρτιστο. ∆ιὸ καὶ ὑπέσχετο ἀπιέναι, ἵνα μάθωμεν τοῦ ἀνδρὸς τὴν εὐγνωμοσύνην·. ἐνταῦθα δὲ ὅτι οὗτος ἀτελῆς ἦν. Ἐπεὶ οὖν ἄνω καὶ κάτω ἤπειγεν αὐτὸν λέγων, Κατάβηθι, καὶ οὔπω ᾔδει σαφῶς ὅτι καὶ ἀπὼν δύναται θεραπεῦσαι, δείκνυσιν ὅτι καὶ τοῦτο δυνατὸν αὐτῷ, ἵν' ὅπερ οἴκοθεν ὁ ἑκατόνταρχος ἔσχε, τοῦτο οὗτος ἐκ τοῦ μὴ παραγενέσθαι τὸν Ἰησοῦν μάθῃ. Ὅταν οὖν εἴπῃ, Ἐὰν μὴ σημεῖακαὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε, τοῦτο λέγει· ὅτι τὴν προσήκουσαν πίστιν οὐδέπω ἔχετε,ἀλλ' ἔτι ὡς περὶ προφήτου διάκεισθε. Ἐκκαλύπτων οὖν ἑαυτὸν, καὶ δεικνὺς ὅτι καὶ χωρὶς σημείων ἔδει πιστευθῆναι αὐτὸν, ἔλεγεν ἅπερ καὶ τῷ Φιλίππῳ φησίν· Πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ μὴ, διὰ τὰ ἔργα πιστεύετέ μοι. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, ἀπήντησαν οἱ δοῦλοι αὐτοῦ λέγοντες, ὅτι Ὁ παῖς σου ζῇ. Ἐπυνθάνετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχεν. Καὶ εἶπον αὐτῷ, ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι Ὁ παῖς σου ζῇ. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Ὁρᾷς πῶς τὸ θαῦμα δῆλον ἐγένετο; Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τοῦ κινδύνου, ἀλλὰ ἀθρόον, ὡς φαίνεσθαι μηκέτι φύσεως ἀκολουθίαν εἶναι τὸ γινόμενον, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Πρὸς γὰρ αὐτὰς ἐλθὼν τοῦ θανάτου τὰς πύλας, ὡς καὶ ὁ πατὴρ ἐδήλωσεν εἰπὼν, Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον, ἀθρόον ἀπηλλάγη τῆς νόσου· ὅπερ οὖν καὶ τοὺς οἰκέτας διανέστησεν. Ἐκεῖνοι μὲν γὰρ ἴσως οὐχ ὡς εὐαγγελιζόμενοι μόνον, ἀλλὰ καὶ ὡς περιττὴν λοιπὸν τοῦ Ἰησοῦ τὴν παρουσίαν εἶναι νομίσαντες, ἀπήντησαν· καὶ γὰρ ᾔδεσαν αὐτὸν ἐκεῖ παραγενόμενον· ὅθεν καὶ κατ' αὐτὴν αὐτῷ τὴν ὁδὸν περιέτυχον. Ὁ δὲ ἄνθρωπος, ἀνεθεὶς τοῦ φόβου, λοιπὸν πρὸς τὴν πίστιν διέκυψε, θέλων δεῖξαι ὅτι τῆς ὁδοῦ αὐτοῦ τὸ ἔργον γέγονε, καὶ φιλοτιμεῖται λοιπὸν ὥστε μὴ δόξαι εἰκῆ διεγηγέρθαι· ὅθεν μετὰ ἀκριβείας πάντα ἐμάνθανεν. Καὶ ἐπίστευσεν αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Καὶ γὰρ ἦν ἀναμφισβήτητος ἡ μαρτυρία λοιπόν. Οἱ γὰρ μὴ παρόντες, μηδὲ ἀκούσαντες τοῦ Χριστοῦ διαλεγομένου, μηδὲ τὸν καιρὸν εἰδότες, οὗτοι παρὰ τοῦ δεσπότου μαθόντες, ὅτι οὗτος ἦν ὁ καιρὸς, ἀναμφισβήτητον ἔσχον τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως· διὰ τοῦτο καὶ αὐτοὶ ἐπίστευσαν. Τί τοίνυν ἀπὸ τούτων παιδευόμεθα; Μὴ θαύματα περιμένειν, μηδὲ ἐνέχυρα ζητεῖν τῆς τοῦ Θεοῦ δυνάμεως. Ὁρῶ γὰρ καὶ νῦν πολλοὺς τότε εὐλαβεστέρους γινομένους, ὅταν ἢ τοῦ παιδὸς κακουμένου, ἢ γυναικὸς ἀῤῥωστούσης, παραμυθίας τινὸς ἀπολαύσωσι. Χρὴ δὲ καὶ μὴ τυγχάνοντας παραμένειν ὁμοίως εὐχαριστοῦντας, δοξάζοντας. Τοῦτο γὰρ οἰκετῶν εὐγνωμόνων ἐστί· τοῦτο στεῤῥῶν τε καὶ φιλούντων, ὡς χρὴ, τὸν ∆εσπότην, μὴ μόνον ἀνιεμένους, ἀλλὰ καὶ μαστιζομένους προστρέχειν αὐτῷ. Καὶ γὰρ καὶ ταῦτα τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργα. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, φησὶν, ὃν παραδέχεται. Ὅταν δὲ ἐν ἀνέσει τις αὐτὸν θεραπεύῃ μόνον, οὐ πολλῆς ἐπιδείκνυται ἀγάπης σημεῖα, οὐδὲ καθαρῶς φιλεῖ τὸν Χριστόν. Καὶ τί λέγω ὑγίειαν καὶ χρημάτων ἀφθονίαν, ἢ πενίαν ἢ νόσον; Κἂν γὰρ γέενναν ἀκούσῃς, κἂν ἕτερον χαλεπὸν, οὐδὲ οὕτως ἀφίστασθαι χρὴ τῆς περὶ τὸν ∆εσπότην εὐφημίας· ἀλλὰ πάντα πάσχειν καὶ φέρειν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης. Τοῦτο γὰρ καὶ οἰκετῶν εὐγνωμόνων καὶ ψυχῆς ἀκλινοῦς· καὶ ὁ τοῦτον διακείμενος τὸν τρόπον, . καὶ τὰ παρόντα διοίσει ῥᾳδίως, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν, καὶ πολλῆς ἀπολαύσεται παρὰ . τῷ Θεῷ παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Λςʹ. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλι λαίαν. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
αʹ. Καθάπερ ἐν τοῖς μετάλλοις τοῦ χρυσίου οὐδὲ τὴν βραχυτάτην φλέβα παριδεῖν ἄν τις ἀνάσχοιτο τῶν περὶ ταῦτα δεινῶν, ἅτε πολὺν ἐργαζομένην πλοῦτον· οὕτω καὶ ἐν ταῖς θείαις Γραφαῖς ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐκ ἀζήμιον παραδραμεῖν· ἀλλὰ πάντα διερευνᾶσθαι χρή. Πνεύματι γὰρ ἁγίῳ πάντα εἴρηται, καὶ οὐδὲν παρέλκον ἐν αὐταῖς. Σκόπει γοῦν καὶ ἐνταῦθα τί φησιν ὁ εὐαγγελιστής· Τοῦτο πάλιν δεύτερον ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ τὸ, ∆εύτερον, ἁπλῶς προσέθηκεν, ἀλλ' ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν ἐπαίρει, δεικνὺς ὅτι, καὶ δευτέρου σημείου γενομένου, οὐδέπω πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν οὗτοι οἱ τεθεαμένοι τῶν οὐδὲν ἑωρακότων. Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων. Ποία ἑορτή; Ἐμοὶ δοκεῖ, ἡ τῆς Πεντηκοστῆς. Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Συνεχῶς ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει· τοῦτο μὲν, ἵνα δόξῃ μετ' αὐτῶν ἑορτάζειν, τοῦτο δὲ, ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον. Μάλιστα γὰρ ἐν ταῖς ἡμέραις ταύταις οἱ ἀφελέστερον διακείμενοι συνέτρεχον. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις προβατικὴ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πολὺ πλῆθος τῶν ἀσθενούντων, χωλῶν, τυφλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Τίς ὁ τῆς θεραπείας τρόπος οὗτος; ποῖον ἡμῖν μυστήριον αἰνίττεται; Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ἀναγέγραπται, ἀλλὰ τὰ μέλλοντα ἡμῖν ὡς ἐν εἰκόνι καὶ τύπῳ ὑπογράφει, ὥστε μὴ τὸ σφόδρα παράδοξον, ἀπροσδόκητον παραγενόμενον, λυμήνασθαι παρὰ τοῖς πολλοῖς τῇ τῆς πίστεως δυνάμει. Τί οὖν ἐστιν ὃ ὑπογράφει; Ἔμελλε βάπτισμα δίδοσθαι, πολλὴν δύναμιν ἔχον καὶ δωρεὰν μεγίστην, βάπτισμα πάσας ἁμαρτίας καθαῖρον, καὶ ἀντὶ νεκρῶν ζῶντας ποιοῦν. Καθάπερ οὖν ἐν εἰκόνι προγράφεται ταῦτα τῇ κολυμβήθρᾳ καὶ ἑτέροις πλείοσι. Καὶ πρῶτον μὲν δέδωκεν ὕδωρ, καθαῖρον σωμάτων κηλῖδας, καὶ μολυσμοὺς οὐκ ὄντας, ἀλλὰ δοκοῦντας εἶναι, οἷον τοὺς ἀπὸ κηδείας, τοὺς ἀπὸ λέπρας, τοὺς ἀπὸ τοιούτων ἑτέρων· καὶ πολλὰ ἄν τις ἴδοι δι' ὕδατος γεγονότα ἐπὶ τῆς Παλαιᾶς, ταύτης ἕνεκεν τῆς προφάσεως. Πλὴν ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἴωμεν νῦν. Πρῶτον μὲν οὖν, ὡς ἔφθην εἰπὼν, μολυσμοὺς σωμάτων, ἔπειτα δὲ καὶ ἀῤῥωστήματα διάφορα δι' ὕδατος ποιεῖ λύεσθαι. Βουλόμενος γὰρ ἡμᾶς ὁ Θεὸς ἐγγύτερον ἀγαγεῖν τῆς τοῦ βαπτίσματος δωρεᾶς, οὐκ ἔτι μολυσμοὺς ἁπλῶς μόνον, ἀλλὰ καὶ νόσους ἰᾶται. Αἱ γὰρ ἐγγύτεραι τῆς ἀληθείας εἰκόνες, καὶ ἐπὶ τοῦ βαπτίσματος, καὶ ἐπὶ τοῦ πάθους, καὶ ἐπὶ τῶν ἄλλων, τρανότεραι τῶν ἀρχαιοτέρων ἦσαν. Καθάπερ γὰρ οἱ . τοῦ βασιλέως ἐγγὺς τῶν πόῤῥωθέν εἰσι λαμπρότεροι δορυφόρων· οὕτω δὴ καὶ ἐπὶ τῶν τύπων ἐγίνετο. Καὶ ἄγγελος καταβαίνων ἐτάραττε τὸ ὕδωρ, καὶ ἰαματικὴν ἐνετίθει δύναμιν, ἵνα μάθωσιν Ἰουδαῖοι, ὅτι πολλῷ μᾶλλον ὁ τῶν ἀγγέλων ∆εσπότης πάντα τὰ νοσήματα τῆς ψυχῆς ἰᾶσθαι δύναται. Ἀλλ' ὥσπερ ἐνταῦθα οὐχ ἁπλῶς ἰᾶτο τῶν ὑδάτων ἡ φύσις (ἦ γὰρ ἂν διαπαντὸς τοῦτο ἐγίνετο)· ἀλλ' ἐπὶ τῇ τοῦ ἀγγέλου ἐνεργείᾳ· οὕτω καὶ ἐφ' ἡμῶν οὐχ ἁπλῶς τὸ ὕδωρ ἐργάζεται, ἀλλ' ὅταν τὴν τοῦ Πνεύματος δέξηται χάριν, τότε ἅπαντα λύει τὰ ἁμαρτήματα. Περὶ ταύτην τὴν κολυμβήθραν Κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἀλλὰ τότε μὲν ἡ ἀσθένεια κώλυμα τῷ βουλομένῳ θεραπευθῆναι ἐγίνετο· νῦν δὲ κύριος ἕκαστός ἐστι προσελθεῖν. Οὐ γὰρ ἄγγελός ἐστιν ὁ ταράσσων, ἀλλὰ ὁ τῶν ἀγγέλων ∆εσπότης ὁ τὸ πᾶν ἐργαζόμενος. Καὶ οὐκ ἔστιν εἰπεῖν· [Νῦν τὸν κάμνοντα ἄνθρωπον οὐκ ἔχω· οὐκ ἐστιν εἰπεῖν]· Ἐν ᾧ ἔρχομαι κατελθεῖν, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἀλλὰ κἂν ἡ οἰκουμένη πᾶσα ἔλθῃ, ἡ χάρις οὐκ ἀναλίσκεται, οὐδὲ ἡ ἐνέργεια δαπανᾶται, ἀλλ' ὁμοία μένει, καὶ τοιαύτη, οἵα καὶ πρὸ τούτου. Καὶ καθάπερ αἱ ἡλιακαὶ ἀκτῖνες καθ' ἑκάστην φωτίζουσι τὴν ἡμέραν, καὶ οὐ δαπανῶνται, οὐδὲ ἀπὸ τῆς πολλῆς χορηγίας ἔλαττον αὐταῖς γίνεται τὸ φῶς· οὕτω καὶ πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος ἐνέργεια οὐδὲν ἐλαττοῦται παρὰ τὸ πλῆθος τῶν ἀπολαυόντων αὐτῆς. Τοῦτο δὲ ἐγίνετο, ἵνα οἱ μαθόντες ὅτι ἐν ὕδατι νοσήματα σώματος ἔνι θεραπεῦσαι, καὶ τούτῳ πολὺν ἐγγυμνασθέντες χρόνον, ῥᾳδίως πιστεύσωσιν, ὅτι καὶ νοσήματα ψυχῆς ἰᾶσθαι δύναται. Καὶ τί δήποτε πάντας ἀφεὶς ὁ Ἰησοῦς, ἐπὶ τὸν τριακονταοκτὼ ἔτη ἔχοντα ἦλθε; τί δὲ καὶ ἐρωτᾷ, Θέλεις ὑγιὴς γενέσθαι; Οὐχ ἵνα μάθῃ (τοῦτο γὰρ παρέλκον ἦν), ἀλλ' ἵνα δείξῃ τοῦ τοιούτου τὴν καρτερίαν, καὶ ἵνα γνῶμεν ὅτι διὰ τοῦτο τοὺς ἄλλους ἀφεὶς, ἐπὶ τοῦτον ἦλθε. Τί οὖν ὁ ἀσθενῶν; Ἀπεκρίθη αὐτῷ καὶ λέγει, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. ∆ιὰ τοῦτο ἠρώτησε, Θέλεις ὑγιὴς γενέσθαι; ἵνα ταῦτα μάθωμεν. Καὶ οὐκ εἶπεν αὐτῷ, Θέλεις σε θεραπεύσω; οὐδὲν γὰρ οὐδέπω μέγα ἐφαντάζετο περὶ αὐτοῦ· ἀλλὰ, Θέλεις ὑγιὴς γενέσθαι; Ἔκπληκτος ἡ καρτερία τοῦ παραλύτου· ἔτη τριακονταοκτὼ ἔχων, καὶ καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν, προσήδρευέ τε καὶ οὐκ ἀφίστατο. Εἰ γὰρ μὴ τὰ παρελθόντα, τὰ γοῦν μέλλοντα οὐχ ἱκανὰ ἦν αὐτὸν, εἰ μὴ καρτερικὸς ἦν, ἀπαγαγεῖν τοῦ τόπου; Ἐννόησον δέ μοι, πῶς εἰκὸς ἦν ἐκεῖ καὶ τοὺς λοιποὺς τοὺς κάμνοντας νήφειν. Οὐδὲ γὰρ δῆλος ἦν ὁ καιρὸς καθ' ὃν ἐτι . νάσσετο τὸ ὕδωρ· ἀλλ' οἱ μὲν χωλοὶ καὶ κυλλοὶ ἠδύναντο παρατηρεῖν· οἱ δὲ τυφλοὶ πῶς ἑώρων, Ἀπὸ τοῦ γινομένου θορύβου τοῦτο ἴσως ἐμάνθανον. βʹ. Αἰσχυνθῶμεν τοίνυν, αἰσχυνθῶμεν, ἀγαπητοὶ, καὶ στενάξωμεν ἐπὶ τῇ πολλῇ ῥᾳθυμίᾳ. Τριακονταοκτὼ ἔτη εἶχε προσεδρεύων ἐκεῖνος, καὶ οὐκ ἐτύγχανεν ὧν ἐβούλετο, καὶ οὐκ ἀφίστατο· καὶ οὐκ ἐτύγχανεν, οὐ παρὰ τὴν οἰκείαν ἀμέλειαν, ἀλλ' ἐπηρεαζόμενος παρ' ἑτέρων καὶ βίαν πάσχων, καὶ οὐδὲ οὕτως ἐνάρκα· ἡμεῖς δὲ ἐὰν δέκα ἡμέρας προσεδρεύσωμεν σπουδαίως ὑπέρ τινος παρακαλοῦντες, καὶ μὴ τύχωμεν, ὀκνοῦμεν λοιπὸν τῇ αὐτῇ κεχρῆσθαι σπουδῇ. Καὶ ἀνθρώποις μὲν τοσοῦτον προσεδρεύομεν χρόνον, στρατευόμενοι καὶ ταλαιπωρούμενοι, καὶ διακονοῦντες δουλοπρεπεῖς διακονίας, καὶ πρὸς τῷ τέλει πολλάκις καὶ αὐτῆς τῆς ἐλπίδος ἐκπίπτοντες· τῷ δὲ ∆εσπότῃ τῷ ἡμετέρῳ, ἔνθα πάντως ἔστιν ἀπολαβεῖν τὴν ἀμοιβὴν πολλῷ μείζω τῶν πόνων (Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει, φησὶν), οὐκ ἀνεχόμεθα προσεδρεύειν μετὰ τῆς προσηκούσης σπουδῆς. Καὶ πόσης ταῦτα κολάσεως ἄξια; Εἰ γὰρ καὶ μηδὲν λαβεῖν ἦν, αὐτὸ τοῦτο τὸ συνεχῶς αὐτῷ διαλέγεσθαι, οὐχὶ μυρίων ἄξιον ἀγαθῶν ἦν ἡγεῖσθαι; Ἀλλ' ἐπίπονον ἡ διηνεκὴς εὐχή; Καὶ τί, εἰπὲ, οὐκ ἐπίπονον τῶν τῆς ἀρετῆς; Αὐτὸ γοῦν τοῦτο, φησὶ, πολλῆς ἀπορίας ἐστὶ μεστὸν, ὅτι τῇ μὲν κακίᾳ ἡδονὴ, τῇ δὲ ἀρετῇ συγκεκλήρωται πόνος. Καὶ πολλοὺς οἶμαι τοῦτο ζητεῖν. Τί δήποτ' οὖν ἐστι τὸ αἴτιον; Ἔδωκεν ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐλεύθερον φροντίδων βίον καὶ πόνων ἀπηλλαγμένον· οὐκ ἐχρησάμεθα εἰς δέον τῷ δώρῳ, ἀλλὰ διεστράφημεν ὑπὸ τῆς ἀργίας, καὶ ἐξεπέσομεν τοῦ παραδείσου. ∆ιὰ τοῦτο ἐπίπονον ἐποίησεν ἡμῶν τὴν ζωὴν λοιπὸν, ὥσπερ ἀπολογούμενος τῷ γένει τῶν ἀνθρώπων, καὶ λέγων· Ἔδωκα τρυφᾷν ὑμῖν ἐξ ἀρχῆς, ἀλλ' ἐγένεσθε χείρους τῇ ἀνέσει· διὰ τοῦτο ἐκέλευσα λοιπὸν πόνους ὑμῖν ἐπιτεθῆναι καὶ ἱδρῶτας. Ἐπειδὴ δὲ οὐδὲ ἐκεῖνος κατεῖχεν ὁ πόνος, ἔδωκε πάλιν νόμον πολλὰς ἔχοντα ἐντολὰς, καθάπερ τινὶ ἵππῳ δυσηνίῳ ψέλλια καὶ πέδας ἐπιτιθεὶς, ὥστε αὐτοῦ τὰ σκιρτήματα ἐπισχεῖν· οὕτω καὶ οἱ πωλοδάμναι ποιοῦσι. ∆ιὰ τοῦτο ἐπίπονος ὁ βίος, ἐπειδὴ τὸ μὴ πονεῖν διαφθείρειν ἡμᾶς εἴωθεν. Ἡ γὰρ φύσις ἡμῶν ἀργεῖν οὐκ ἀνέχεται, ἀλλὰ πρὸς κακίαν ἀποκλίνει ῥᾳδίως. Θῶμεν γὰρ μὴ δεῖσθαι πόνων τὸν σωφρονοῦντα, μηδὲ τὸν τὴν ἄλλην ἀρετὴν κατορθοῦντα, ἀλλὰ καθεύδοντας πάντα ἀνύειν· ποῦ ἂν ἐχρησάμεθα τῇ ἀνέσει; ἆρα οὐκ ἂν πρὸς ἀπόνοιαν καὶ ἀλαζονείαν; Ἀλλὰ διατί, φησὶ, πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς; Καὶ ποία σοι χάρις ἂν ἦν, ἢ τίνος δ' ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ νῦν πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας, καὶ φεύγοντας ὡς βδελυρὰν τὴν πρὸς ἐκείνας ὁμιλίαν· τούτους οὖν σώφρονας καλέσομεν, ἢ στεφανώσομεν, εἰπέ μοι, καὶ ἀνακηρύξομεν; Οὐδαμῶς. Σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχομένων περιγενέσθαι τῶν ἡδονῶν. Καὶ ἐν τοῖς πολέμοις δὲ, ὅταν σφοδροὶ ὦσιν οἱ ἀγῶνες, τότε τὰ τρόπαια λαμπρότερα γίνεται, οὐχ ὅταν μηδεὶς ἀνταίρῃ τὰς χεῖρας. Εἰσὶ πολλοὶ καὶ νωθεὶς ἀπὸ φύσεως· τούτους . οὖν ἐπιεικεῖς προσεροῦμεν; Οὐδαμῶς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τρεῖς τρόπους εὐνουχισμοῦ λέγων, τοὺς μὲν δύο ἀφίησιν ἀστεφανώτους, τὸν δὲ ἕνα εἰς τὴν βασιλείαν εἰσάγει. Καὶ τί ἔδει κακίας, φησί; Καὶ ἐγὼ τοῦτο λέγω. Τίς οὖν ὁ τῆς κακίας δημιουργός; Τίς δὲ ἄλλος, ἀλλ' ἢ ἡ ῥᾳθυμία ἡ ἐκ τῆς προαιρέσεως; Ἀλλ' ἔδει, φησὶν, ἀγαθοὺς εἶναι μόνους. Καὶ τί ἴδιον ἀγαθοῦ; νήφειν καὶ ἐγρηγορέναι, ἢ καθεύδειν καὶ ῥέγχειν; Καὶ διατί, φησὶ, μὴ τοῦτο ἐδόκει εἶναι ἀγαθὸν, τὸ μὴ πονοῦντα κατορθοῦν; Βοσκημάτων μοι ῥήματα λέγεις καὶ γαστριζομένων, καὶ θεὸν τὴν κοιλίαν ἡγουμένων. Ὅτι γὰρ νωθείας ταῦτα τὰ ῥήματα, ἀπόκριναί μοι· Εἰ βασιλέως ὄντος καὶ στρατηγοῦ, εἶτα τοῦ βασιλέως καὶ καθεύδοντος καὶ μεθύοντος, ταλαιπωρούμενος ὁ στρατηγὸς τὰ τρόπαια ἔστησε, τίνι ἂν ἐλογίσω τὴν νίκην; τίς δὲ ἐκαρπώσατο τῶν γιγνομένων τὴν ἡδονήν; Ὁρᾷς ὅτι περὶ ἐκεῖνα μᾶλλον ἡ ψυχὴ διάκειται, ὑπὲρ ὧν ἔκαμε; ∆ιὰ τοῦτο καὶ πόνους ἀνέμιξε τῇ ἀρετῇ, οἰκειῶσαι αὐτῇ ταύτην βουλόμενος. ∆ιὰ δὴ τοῦτο τὴν μὲν ἀρετὴν, κἂν μὴ κατορθώσωμεν, θαυμάζομεν· τῆς δὲ κακίας, καὶ ἡδίστης οὔσης, καταγινώσκομεν. Εἰ δὲ λέγεις· ∆ιατί τοὺς φύσει καλοὺς μὴ θαυμάζομεν μᾶλλον τῶν προαιρέσει τοῦτο ὄντων; Ὅτι δίκαιον τὸν πονοῦντα τοῦ μὴ πονοῦντος προτιθέναι. Καὶ τίνος, φησὶν, ἕνεκεν νῦν πονοῦμεν; Ἐπειδὴ τὸ μὴ πονεῖν οὐκ ἤνεγκας μετρίως· μᾶλλον δὲ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, καὶ ἄλλως ἡ ἀργία διαφθείρειν ἡμᾶς εἴωθε, καὶ πολὺν παρέχειν τὸν πόνον. Καὶ εἰ βούλει, συγκλείσωμεν ἄνδρα, τρέφοντες αὐτὸν μόνον, καὶ γαστρίζοντες, μήτε βαδίζειν αὐτὸν ἐῶντες, μηδὲ εἰς ἔργον ἐξάγοντες· ἀλλ' ἀπολαυέτω τραπέζης καὶ κλίνης, καὶ τρυφάτω διηνεκῶς· καὶ τί ταύτης τῆς ζωῆς ἀθλιώτερον γένοιτ' ἄν; Ἀλλ' ἕτερον τὸ ἐργάζεσθαι, φησὶ, καὶ ἕτερον τὸ πονεῖν. Ἀλλ' ἦν τότε ἐργάζεσθαι χωρὶς πόνων. Καὶ ἔνι, φησὶ, τοῦτο; Ναὶ, ἔνι· τοῦτο καὶ ὁ Θεὸς ἠθέλησεν, ἀλλὰ σὺ οὐκ ἠνέσχου. ∆ιὰ τοῦτο ἔθηκε γοῦν σε ἐργάζεσθαι τὸν παράδεισον, ἐργασίαν μὲν ὁρίσας, πόνον δὲ οὐκ ἀναμίξας. Οὐ γὰρ ἂν, εἴπερ ἐπόνει παρὰ τὴν ἀρχὴν ὁ ἄνθρωπος, τοῦτο ἐν ἐπιτιμίου μέρει μετὰ ταῦτα ἔθηκεν. Ἔστι γὰρ καὶ ἐργάζεσθαι, καὶ μὴ ταλαιπωρεῖσθαι, ὥσπερ οἱ ἄγγελοι. Ὅτι γὰρ ἐργάζονται, ἄκουσον τί φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Νῦν μὲν γὰρ ἡ τῆς ἰσχύος ἔνδεια πολὺν τὸν πόνον ποιεῖ· τότε δὲ οὐκέτι τοῦτο ἦν. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, Κατέπαυσε, φησὶ, ὡς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός· οὐκ ἀργίαν λέγων ἐνταῦθα, ἀλλὰ τὸ μὴ πονεῖν. Ὁ γὰρ Θεὸς ἔτι καὶ νῦν ἐργάζεται, καθὼς ὁ Χριστός φησιν· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ∆ιὰ τοῦτο παραινῶ, πάντα ἀποθεμένους τὰ τῆς ὀλιγωρίας, ζηλοῦν τὴν ἀρετήν. Τῆς μὲν γὰρ κακίας ἡ ἡδονὴ βραχεῖα, ἡ δὲ λύπη διηνεκής· τῆς δὲ ἀρετῆς τοὐναντίον ἀγήρως ἡ χαρὰ, καὶ πρόσκαιρος ὁ πόνος. Κἀκείνη μὲν καὶ πρὸ τῶν στεφάνων τὸν ἐργάτην ἀνίησι τὸν ἑαυτῆς, ταῖς ἐλπίσι τρέφουσα· αὕτη δὲ καὶ πρὸ τῆς κολάσεως τιμωρεῖται τὸν ἑαυτῆς ἐργάτην, τὸ συνειδὸς ἄγχουσα καὶ ἐκδειματοῦσα, καὶ πάντα ὑποπτεύειν παρασκευάζουσα. Καίτοι πόσων ταῦτα πόνων, πόσων ἱδρώτων χείρονα! Εἰ δὲ μὴ ταῦτα ἦν, ἡδονὴ δὲ ἦν· τί τῆς ἡδονῆς ἐκείνης εὐτελέστερον; Ὁμοῦ τε γὰρ φαίνεται, καὶ ἀφίπταται μαραινομένη, καὶ φεύγουσα πρὸ τοῦ κατασχεθῆναι, κἂν τὴν τῶν σωμάτων εἴπῃς, κἂν τὴν τῆς τρυφῆς, κἂν τὴν τῶν . χρημάτων· οὐ παύονται γὰρ καθ' ἡμέραν γηρῶσαι. Ὅταν δὲ καὶ κόλασις ᾖ καὶ τιμωρία, τί γένοιτ' ἂν ἀθλιώτερον τῶν ταύτην μετιόντων; Ταῦτα οὖν εἰδότες, ἅπαντα ὑπὲρ τῆς ἀρετῆς ὑπομένωμεν. Οὕτω γὰρ καὶ . τῆς ἀληθοῦς ἡδονῆς ἀπολαύσομεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν..
ΛΖʹ. Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Θέλεις ὑγιὴς γενέσθαι·» Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· «Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.»
αʹ. Μέγα τῶν θείων Γραφῶν τὸ κέρδος, καὶ διαρκὴς ἡ ἐξ αὐτῶν ὠφέλεια. Καὶ τοῦτο δεικνὺς ὁ Παῦλος ἔλεγεν· Ὅσα γὰρ προεγράφη, εἰς νουθεσίαν ἡμῶν προεγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Παντοδαπῶν γάρ ἐστι φαρμάκων θησαυρὸς τὰ θεῖα λόγια· ὥστε κἂν ἀπόνοιαν σβέσαι δέῃ, κἂν ἐπιθυμίαν κοιμίσαι, κἂν τὸν τῶν χρημάτων καταπατῆσαι ἔρωτα, κἂν ὀδύνην ὑπεριδεῖν, κἂν εὐθυμίαν ἐνθεῖναι, καὶ ὑπομονὴν κατασκευάσαι, πολλὴν ἐντεῦθεν ἄν τις εὕροι τὴν ἀφορμήν. Τίς γὰρ ἢ τῶν πενίᾳ μακρᾷ παλαιόντων, ἢ τῶν νόσῳ χαλεπῇ κεκρατημένων, ἀναγνοὺς τὸ προκείμενον χωρίον, οὐ πολλὴν δέξεται τὴν παράκλησιν; Τριάκοντα γὰρ καὶ ὀκτὼ ἔτη παράλυτος μένων οὗτος, καὶ καθ' ἕκαστον ἔτος ἑτέρους μὲν ἀπαλλαττομένους ὁρῶν, ἑαυτὸν δὲ κατεχόμενον τῷ νοσήματι, οὐδὲ οὕτως ἀνέπεσε καὶ ἀπέγνω· καίτοι γε οὐ μόνον ἡ τῶν παρελθόντων ἀθυμία, ἀλλὰ καὶ ἡ τῶν μελλόντων ἀνελπιστία ἱκανὴ ἦν αὐτὸν κατατεῖναι. Ἄκουσον γοῦν οἷά φησι, καὶ μάθε τῆς τραγῳδίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστὸς, Θέλεις ὑγιὴς γενέσθαι; Ναὶ, Κύριε, ἀπεκρίθη· ἀλλ' ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ' ἄν; τί τῶν πραγμάτων περιπαθέστερον; Εἶδες καρδίαν συντετριμμένην ὑπὸ τῆς μακρᾶς ἀῤῥωστίας; εἶδες πᾶσαν φλεγμονὴν κατεσταλμένην; Οὐδὲ γὰρ ἐφθέγξατό τι βλάσφημον, οἷα τοὺς πολλοὺς ἀκούομεν ἐν ταῖς περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, οὐκ ἐδυσχέρανε πρὸς τὴν ἐρώτησιν, οὐδὲ εἶπε· ∆ιασῦραι ἡμᾶς παραγέγονας καὶ κωμῳδῆσαι, ὅτι ἐρωτᾷς, εἰ θέλω ὑγιὴς γενέσθαι· ἀλλὰ πράως καὶ μετ' ἐπιεικείας πολλῆς, Ναὶ, Κύριε. Καίτοι γε οὐδὲ ᾔδει τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐδὲ ὅτι θεραπεύσειν αὐτὸν ἔμελλεν· ἀλλ' ὅμως μετὰ ἐπιεικείας ἅπαντα διηγεῖται, καὶ πλέον οὐδὲν ἀπαιτεῖ, ὡς πρὸς ἰατρὸν φθεγγόμενος, καὶ τὸ πάθος ἀπαγγεῖλαι μόνον βουλόμενος. Προσεδόκησε γὰρ ἴσως εἰς τοῦτο χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν, εἰς τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ, καὶ διὰ τούτων αὐτὸν ἐπισπάσασθαι τῶν ῥημάτων βούλεται. Τί οὖν ὁ Χριστός; ∆εικνὺς ὅτι λόγῳ πάντα δύναται ποιεῖν, Ἔγειραι, φησὶν, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Τινὲς μὲν οὖν οἴονται τοῦτον εἶναι τὸν ἐν τῷ Ματθαίῳ κείμενον. Ἀλλ' οὐκ ἔστι· . καὶ τοῦτο πολλαχόθεν δῆλόν ἐστι. Καὶ πρῶτον μὲν ἀπὸ τῆς ἐρημίας τῶν προϊσταμένων. Ἐκεῖνος μέντοι πολλοὺς εἶχε τοὺς ἐπιμελουμένους καὶ φέροντας, οὗτος δὲ οὐδένα· διὸ καὶ ἔλεγεν, Ἄνθρωπον οὐκ ἔχω. Ἔπειτα καὶ ἐκ τῆς ἀποκρίσεως. Ὁ μὲν γὰρ οὐδὲν φθέγγεται· οὗτος δὲ πάντα διηγεῖται τὰ καθ' ἑαυτόν. Καὶ τρίτον ἀπὸ τοῦ καιροῦ καὶ τοῦ χρόνου. Οὗτος μὲν γὰρ ἐν ἑορτῇ καὶ ἐν Σαββάτῳ, ἐκεῖνος δὲ ἐν ἑτέρᾳ ἡμέρᾳ. Καὶ ὁ τόπος δὲ ἑκατέρων διάφορος. Ὁ μὲν γὰρ ἐν οἰκίᾳ θεραπεύεται, ὁ δὲ παρὰ τὴν κολυμβήθραν. Καὶ ὁ τρόπος δὲ τῆς θεραπείας ἐνηλλαγμένος. Ἐκεῖ μὲν γάρ φησι, Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ἐνταῦθα δὲ τὸ σῶμα συσφίγγει πρότερον, καὶ τότε τῆς ψυχῆς ἐπιμελεῖται. Κἀκεῖ μὲν ἄφεσις· Ἀφέωνται γάρ σου αἱ ἁμαρτίαι, φησίν· ἐνταῦθα δὲ παραίνεσις καὶ ἀπειλὴ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλιζομένη. Μηκέτι γὰρ, φησὶν, ἁμάρτανε, ἵνα μὴ χεῖρόν τι γένηται. Καὶ τὰ ἐγκλήματα δὲ τῶν Ἰουδαίων διάφορα. Ἐνταῦθα μὲν γὰρ τοῦ Σαββάτου τὴν ἐργασίαν προφέρουσιν, ἐκεῖ δὲ βλασφημίαν ἐγκαλοῦσιν αὐτῷ. Σὺ δέ μοι σκόπει τῆς τοῦ Θεοῦ σοφίας τὴν ὑπερβολήν. Οὐ γὰρ εὐθέως αὐτὸν ἀνέστησεν, ἀλλὰ πρῶτον αὐτὸν οἰκειοῦται διὰ τῆς ἐρωτήσεως, τῇ μελλούσῃ προοδοποιῶν πίστει· καὶ οὐκ ἀνίστησι μόνον, ἀλλὰ καὶ τὸ κλινίδιον ἆραι κελεύει, ὥστε καὶ τὸ γινόμενον πιστώσασθαι θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν εἶναι τὸ γεγενημένον ἢ ὑπόκρισιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ βεβαίως καὶ σφόδρα συνεπάγη τὰ μέλη, τὴν κλίνην φέρειν ἠδύνατο. Ποιεῖ δὲ ταῦτα πολλάκις ὁ Χριστὸς, ἐκ περιουσίας τοὺς ἀναισχυντεῖν βουλομένους ἐπιστομίζων. Καὶ γὰρ ἐπὶ τῶν ἄρτων, ἵνα μηδεὶς εἴπῃ, ὅτι ἁπλῶς ἐκορέσθησαν, καὶ φαντασία ἦν τὸ γεγενημένον, παρασκευάζει λείψανα γενέσθαι τῶν ἄρτων πολλά· καὶ τῷ καθαρθέντι δὲ λεπρῷ λέγει Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ· ὁμοῦ τε τοῦ καθαρμοῦ παρεχόμενος τὴν ἀπόδειξιν ἀκριβεστάτην, καὶ τῶν ἀντινομοθετεῖν αὐτὸν λεγόντων τῷ Θεῷ τὰ ἀναίσχυντα ἐμφράττων στόματα. Καὶ ἐπὶ τοῦ οἴνου δὲ τοῦτο ὁμοίως ἐποίησεν. Οὐ γὰρ ἁπλῶς ἔδειξε τὸν οἶνον, ἀλλὰ καὶ τῷ ἀρχιτρικλίνῳ ἐνεχθῆναι παρεσκεύασεν, ὥστε τὸν οὐδὲν τῶν γεγενημένων εἰδότα ὁμολογοῦντα, ἀνύποπτον αὐτῷ παρασχεῖν τὴν μαρτυρίαν. ∆ιά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι οὐκ ᾔδει ὁ ἀρχιτρίκλινος, πόθεν ἦν, τὸ ἀδέκαστον τῆς μαρτυρίας ἐμφαίνων. Καὶ νεκρὸν ἀναστήσας ἀλλαχοῦ λέγει· ∆ότε αὐτῷ φαγεῖν, τῆς ἀκριβοῦς ἀναστάσεως τοῦτο παρεχόμενος σημεῖον· καὶ διὰ τούτων πάντων πείθων τοὺς ἀνοήτους, ὅτι οὐκ ἀπατεών τις ἦν, οὐδὲ φαντασιοκόπος, ἀλλὰ διὰ σωτηρίαν παρεγένετο τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων. . βʹ. Τί δήποτε δὲ αὐτὸν οὐκ ἀπαιτεῖ πίστιν, ὡς ἐπὶ τῶν τυφλῶν ἐποίησε, λέγων· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Ὅτι οὐδέπω αὐτὸν ᾔδει σαφῶς ὅστις ἦν. Οὐ γὰρ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὰ θαύματα τοῦτο φαίνεται ποιῶν. Οἱ μὲν γὰρ ἐν ἑτέροις ἑωρακότες αὐτοῦ τὴν δύναμιν, εἰκότως τοῦτο ἤκουον· οἱ δὲ οὐδέπω μεμαθηκότες αὐτὸν, ἀλλ' ἀπὸ τῶν σημείων μέλλοντες εἴσεσθαι, μετὰ τὰ θαύματα ἀπαιτοῦνται τὴν πίστιν. ∆ιὸ καὶ οὐ παρὰ τὴν ἀρχὴν τῶν σημείων ὁ Ματθαῖος εἰσάγει τοῦτο τὸν Χριστὸν εἰρηκότα, ἀλλ' ὅτε πολλοὺς ἐθεράπευσε, πρὸς μόνους τοὺς δύο τυφλούς. Σὺ δὲ καὶ οὕτως ὅρα τοῦ παραλύτου τὴν πίστιν. Ἀκούσας γὰρ, ὅτι Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, οὐ κατεγέλασεν, οὐδὲ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἄγγελος κατέρχεται καὶ ταράσσει τὸ ὕδωρ, καὶ ἕνα θεραπεύει μόνον· σὺ δὲ ἄνθρωπος ὢν, ἀπὸ ἐπιτάγματος ψιλοῦ καὶ ῥήματος ἤλπισας μεῖζον ἀγγέλων δυνήσεσθαι; τῦφος ταῦτα καὶ ἀλαζονεία καὶ γέλως. Ἀλλὰ τούτων οὐδὲν εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἅμα τε ἤκουσε, καὶ ἠγέρθη· καὶ γενόμενος ὑγιὴς, οὐκ ἠπείθησε τῷ κελεύσαντι αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Θαυμαστὸν μὲν οὖν καὶ τοῦτο· τὰ δὲ μετὰ ταῦτα πολλῷ πλέον· μᾶλλον δὲ τὸ μὲν παρὰ τὴν ἀρχὴν μηδενὸς ἐνοχλοῦντος πεισθῆναι, οὐχ οὕτω θαυμαστὸν τοῦτο· τὸ δὲ μετὰ ταῦτα μαινομένων Ἰουδαίων, καὶ πανταχόθεν ἐπικειμένων καὶ ἐγκαλούντων καὶ πολιορκούντων αὐτὸν, καὶ λεγόντων, Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου, μὴ μόνον ὑπερορᾷν αὐτῶν τῆς μανίας, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἐν μέσῳ τῷ θεάτρῳ τὸν εὐεργέτην ἀνακηρύττειν, καὶ τὴν ἀναίσχυντον ἐπιστομίζειν γλῶτταν, πολλῆς ἔγωγε ἀνδρείας εἶναι λέγω. Ἐπισυστάντων γὰρ Ἰουδαίων καὶ λεγόντων ἐπιτιμητικῶς καὶ μετὰ αὐθαδείας αὐτῷ· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατόν σου· ἄκουσον τί φησιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· μονονουχὶ τοῦτο λέγων· Ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τὸν ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς με ἀπαλλάξαντα νόσου μὴ ἡγεῖσθαι διδάσκαλον, μηδὲ πάντα πείθεσθαι ἅπερ ἂν κελεύῃ. Καίτοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν· οἷον, ὅτι Οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ' ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, ἐγκαλεῖτε τῷ ἐπιτάξαντι, καὶ ἀποτίθεμαι τὴν κλίνην· καὶ τὴν θεραπείαν δὲ ἔκρυψεν ἄν. Καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ Σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀῤῥωστίας διορθώσει. Ἀλλ' οὔτε τοῦτο ἔκρυψεν, οὔτε ἐκεῖνο εἶπεν, οὐδὲ συγγνώμην ᾔτησεν, ἀλλὰ λαμπρᾷ τῇ φωνῇ τὴν εὐεργεσίαν ὡμολόγει καὶ ἀνεκήρυττε. Καὶ ὁ μὲν παράλυτος οὕτως· ἐκεῖνοι δὲ σκόπει πῶς κακούργως. Οὐ γὰρ εἶπον, Τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ τοῦτο μὲν ἐσίγησαν· ἄνω δὲ καὶ κάτω τὴν δοκοῦσαν εἶναι παράβασιν εἰς μέσον ἦγον· Τίς ἐστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει; Ὁ δὲ τεθεραπευμένος, οὐκ ᾔδει τίς ἐστιν. Ὁ γὰρ Ἰησοῦς ἐξέκλινεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. . Καὶ τί δήποτε ἔκρυψεν ἑαυτὸν ὁ Χριστός; Πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἔπειτα, ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι (οἶδε γὰρ καὶ ὄψις μόνη τοῦ φθονουμένου οὐ μικρὸν τοῖς βασκαίνουσιν ἐνιέναι σπινθῆρα), διὰ τοῦτο ἀναχωρήσας, ἀφίησιν αὐτὸ καθ' ἑαυτὸ τὸ ἔργον ἀγωνίζεσθαι παρ' αὐτοῖς, ὥστε μηκέτι αὐτὸν περὶ ἑαυτοῦ τι λέγειν, ἀλλὰ τοὺς τεθεραπευμένους, καὶ μετ' ἐκείνων αὐτοὺς τοὺς ἐγκαλοῦντας. Καὶ γὰρ καὶ οὗτοι τέως μαρτυροῦσι τῷ θαύματι. Οὐ γὰρ εἶπον, ∆ιατί ταῦτα ἐκέλευσας γενέσθαι ἐν Σαββάτῳ; ἀλλὰ, ∆ιατί ταῦτα ποιεῖς ἐν Σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τοῦ παραλύτου φθονοῦντες. Καίτοι γε, ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. Ἐνταῦθα μὲν οὖν ἑτέρως κελεύει λύειν τὸ Σάββατον· ἀλλαχοῦ δὲ δι' ἑαυτοῦ τοῦτο ἐργάζεται, φυρῶν πηλὸν καὶ ἐπιχρίων ὀφθαλμούς. Ποιεῖ δὲ ταῦτα, οὐ παραβαίνων, ἀλλ' ὑπερβαίνων τὸν νόμον. Καὶ ὑπὲρ μὲν τούτων, ὕστερον. Οὐδὲ γὰρ ὁμοίως πανταχοῦ περὶ τοῦ Σαββάτου παρ' αὐτῶν ἐγκαλούμενος ἀπολογεῖται· καὶ δεῖ τοῦτο παρατηρεῖν μετὰ ἀκριβείας.
γʹ. Τέως δὲ ἴδωμεν ὅσον ἡ βασκανία κακὸν, καὶ πῶς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς πηροῖ κατὰ τῆς τοῦ ἁλόντος σωτηρίας. Καθάπερ γὰρ οἱ μαινόμενοι καθ' ἑαυτῶν πολλάκις ὠθοῦσι τὰ ξίφη· οὕτω καὶ οἱ βασκαίνοντες, πρὸς ἓν μόνον ὁρῶντες, τὴν λύμην τοῦ φθονουμένου, τῆς οἰκείας ἀλογοῦσι σωτηρίας. Οὗτοι καὶ θηρίων χείρους. Ἐκεῖνα γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ' ἡμῶν παροξυνθέντα, ὁπλίζεται καθ' ἡμῶν· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις, τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν. Θηρίων μὲν οὖν οὗτοι χαλεπώτεροι, δαιμόνων δὲ ἴσοι, τάχα δὲ καὶ ἐκείνων χείρους. Ἐκεῖνοι γὰρ πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· ὅθεν τούτῳ καὶ τοὺς Ἰουδαίους ἐπεστόμιζεν ὁ Χριστὸς, ἡνίκα αὐτὸν ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν τὰ δαιμόνια. Οὗτοι δὲ οὔτε τὴν κοινωνίαν τῆς φύσεως ᾐδέσθησαν, οὔτε ἑαυτῶν ἐφείσαντο. Πρὸ γὰρ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τίνος γὰρ ἕνεκεν ἀλγείς, ὦ ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς; Ἀλγεῖν ὄντως χρὴ ἡμᾶς ἐφ' οἷς πάσχομεν κακοῖς, οὐκ ἐφ' οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. ∆ιὰ τοῦτο ἁπάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμόν· ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν. Σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; Οὐδεμίαν οὐδαμόθεν, ἀλλ' ἢ πονηρίαν ἐπιτεταμένην μόνην. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν ποίαν τίσομεν δίκην; Καὶ εἰ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; τίνα δὲ παραμυθίαν; Ἄκουσον τοῦ Παύλου τί φησιν· Ἐὰν τὸ σῶμά μου παραδῶ ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ὅτι δὲ ὅπου φθόνος καὶ βασκανία, τὰ τῆς ἀγάπης ἀνῄρηται, παντί που δῆλόν ἐστι. Τοῦτο τὸ πάθος καὶ πορνείας καὶ μοιχείας χεῖρόν ἐστι. Τὸ μὲν γὰρ μέχρι τοῦ πράξαν . τος ἵσταται, τῆς δὲ βασκανίας ἡ τυραννὶς Ἐκκλησίας ὁλοκλήρους ἀνέτρεψε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐλυμήνατο. Αὕτη φόνου μήτηρ ἐστίν· οὕτως ἀπέκτεινε τὸν ἀδελφὸν ὁ Κάϊν, οὕτω τὸν Ἰακὼβ ὁ Ἡσαῦ, οὕτω τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, οὕτω τοὺς ἀνθρώπους ἅπαντας ὁ διάβολος. Ἀλλὰ σὺ νῦν οὐκ ἀναιρεῖς, ἀλλὰ πολλὰ τοῦ φόνου ποιεῖς χαλεπώτερα, εὐχόμενος τὸν ἀδελφὸν ἀσχημονεῖν, πάγας πανταχόθεν τιθεὶς, ἐκλύων τοὺς ὑπὲρ ἀρετῆς πόνους, ἀλγῶν ὅτι τῷ τῆς οἰκουμένης ἀρέσκει ∆εσπότῃ. Οὐκ ἐκείνῳ ἄρα, ἀλλὰ τῷ δι' ἐκείνου θεραπευομένῳ πολεμεῖς, ἐκεῖνον ὑβρίζεις, τὴν σαυτοῦ τιμὴν τῆς ἐκείνου προτιθείς. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι καὶ ἀδιάφορον δοκεῖ τὸ ἁμάρτημα εἶναι, καίτοι γε τῶν ἄλλων ἐστὶ χαλεπώτερον. Κἂν γὰρ ἐλεῇς, κἂν ἀγρυπνῇς, κἂν νηστεύῃς, ἁπάντων ἐναγέστερος γέγονας φθονῶν τῷ ἀδελφῷ. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· Ἐπόρνευσέ τις παρὰ Κορινθίοις ποτέ· ἀλλ' ἐνεκλήθη καὶ διωρθώθη ταχέως. Ἐφθόνησε τῷ Ἄβελ ὁ Κάϊν, ἀλλ' οὐκ ἐθεραπεύθη, ἀλλὰ καὶ τοῦ Θεοῦ συνεχῶς ἐπᾴδοντος αὐτοῦ τῷ ἕλκει, μᾶλλον ὤδινε καὶ ἐκυματοῦτο, καὶ πρὸς τὸν φόνον ἠπείγετο. . Οὕτω τοῦτο ἐκείνου τοῦ πάθους χαλεπώτερον, καὶ οὐκ εὐκόλως εἴκει τῇ θεραπείᾳ, ἐὰν μὴ προσέχωμεν. Πρόῤῥιζον τοίνυν αὐτὸ πάντοθεν ἀνασπάσωμεν, ἐκεῖνο ἐννοοῦντες, ὅτι ὥσπερ προσκρούομεν τῷ Θεῷ, τηκόμενοι τοῖς ἀλλοτρίοις καλοῖς· οὕτως εὐδοκιμοῦμεν συγχαίροντες, καὶ κοινωνοὺς ἑαυτοὺς ποιοῦμεν τῶν ἀποκειμένων τῷ κατορθοῦντι καλῶν. ∆ιὰ τοῦτο καὶ Παῦλος παραινεῖ, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων, ἵνα ἑκατέρωθεν μέγα καρπωσώμεθα κέρδος. Ἐννοήσαντες τοίνυν, ὅτι κἂν μὴ πονῶμεν, τῷ πονοῦντι συνηδόμενοι, μερισταὶ γινόμεθα τῶν ἐκείνου στεφάνων, πᾶσαν ἐκβάλωμεν βασκανίαν, καὶ τὴν ἀγάπην ἐν ταῖς ἑαυτῶν φυτεύσωμεν ψυχαῖς, ἵνα συγκροτοῦντες τοὺς εὐδοκιμοῦντας τῶν ἀδελφῶν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου